Ad Fontesto the sources

Cleinis

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 20 of 41.

Previous tale: Laius (Tale 19). This page is Tale 20 only, in Greek. Contents heading: Κλεῖνις εἰς ὑπαίετον, Λύκιος εἰς κόρακα, Ἀρτεμίχη εἰς πίφιγγα, Ὀρτύγιος εἰς αἰγίθαλλον, Ἅρπη καὶ Ἅρπασος εἰς ὁμωνύμους ὄρνιθας. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Βοῖος β΄ καὶ Σιμμίας ὁ Ῥόδιος Ἀπόλλωνι.

1

Τῆς λεγομένης Μεσοποταμίας περὶ Βαβυλῶνα πόλιν ᾤκησεν ἀνὴρ θεοφιλὴς καὶ πλούσιος ὄνομα Κλεῖνις, ἔχων πολλοὺς βοῦς καὶ ὄνους καὶ πρόβατα.

2

τοῦτον ἐκτόπως ἐφίλησεν Ἀπόλλων καὶ Ἄρτεμις καὶ πλειστάκις ὁμοῦ τοῖς θεοῖς τούτοις ἀφίκετο πρὸς τὸν ναὸν τοῦ Ἀπόλλωνος τὸν ἐν Ὑπερβορέοις καὶ εἶδεν ἱερουργουμένας αὐτῷ τὰς θυσίας τῶν ὄνων.

3

παραγενόμενος δὲ εἰς Βαβυλῶνα καὶ αὐτὸς ἐβούλετο καθάπερ ἐν Ὑπερβορέοις ἱερεύειν τῷ θεῷ καὶ τὴν ἑκατόμβην τῶν ὄνων ἔστησε παρὰ τὸν βωμόν· Ἀπόλλων δὲ παραγενόμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο τῆς θυσίας ταύτης καὶ κατὰ τὸ σύνηθες αἶγας αὐτῷ καὶ πρόβατα καὶ βοῦς ἱερεύσειε<ε>·

4

τὴν γὰρ τῶν ὄνων θυσίαν ἐν Ὑπερβορέοις ἀγομένην <μόνην> αὐτῷ καθ' ἡδονὴν εἶναι.

5

καὶ ὁ Κλεῖνις δείσας τὴν ἀπειλὴν ἀπῆγεν ἀπὸ τοῦ βωμοῦ τοὺς ὄνους καὶ τὸν λόγον, ὅν ἤκουσεν, ἐξέφερε πρὸς τοὺς παῖδας.

6

ἦσαν δὲ αὐτῷ παῖδες Λύκιος καὶ Ὀρτύγιος καὶ Ἅρπασος καὶ θυγάτηρ Ἀρτεμίχη, παῖδες ἐκ μητρὸς Ἅρπης.

7

Λύκιος μὲν οὖν καὶ Ἅρπασος ἀκούσαντες ἐκέλευον ἱερεύειν τοὺς ὄνους καὶ τέρπεσθαι τῇ ἑορτῇ, Ὀρτύγιος δὲ καὶ Ἀρτεμίχη πείθεσθαι τῶ Ἀπόλλωνι προσέτασσον κἀπεὶ τούτοις ὁ Κλεῖνις ἐπείθετο μᾶλλον, Ἅρπασός τε καὶ Λύκιος κατὰ βίαν ἐκλύσαντες τῶν δεσμῶν τοὺς ὄνους ἀπήλαυνον παρὰ τὸν βωμόν.

8

καὶ ὁ θεὸς ἐνέβαλε τοῖς ὄνοις λύσσαν· οἱ δὲ τούς τε παῖδας καὶ τοὺς θέραπας αὐτῶν καὶ τὸν Κλεῖνιν κατήσθιον.

9

οἱ δὲ ἀπολλύμενοι τοὺς θεοὺς ἐπεβοῶντο.

10

καὶ Ἅρπην μὲν καὶ Ἅρπασον ᾤκτειρε Ποσειδῶν καὶ ἐποίησεν αὐτοὺς ὄρνιθας τῷ αὐτῷ λεγομένους ὀνόματι, Λητὼ δὲ καὶ Ἄρτεμις ἔγνωσαν ἀνασῷσαι τὸν Κλεῖνιν καὶ τὴν Ἀρτεμίχην καὶ τὸν Ὀρτύγιον, ὅτι οὐκ αἴτιοι τῶν ἀσεβημάτων ἦσαν·

11

Ἀπόλλων δὲ Λητοῖ καὶ Ἀρτέμιδι δίδωσι τὴν χάριν καὶ πρόσθεν ἤ ἀποθανεῖν μεταβαλὼν ἐποίησε πάντας ὄρνιθας.

12

καὶ ἐγένετο Κλεῖνις μὲν ὑπαίετος· οὗτός ἐστι δεύτερος ὀρνίθων μετὰ τὸν αἰετόν, διαγνῶναι δ' οὐ χαλεπός· ὁ μὲν γάρ ἐστι νεβροφόνος ἐρεμνὸς μέγας τε καὶ ἄλκιμος, ὁ δὲ ὑπαίετος μελάντερος καὶ ἐλάσσων ἐκείνου·

13

Λύκιος δὲ μεταβαλὼν ἐγένετο κόραξ τὸ χρῶμα λευκός, αὖτις δὲ βουλῇ Ἀπόλλωνος ἐγένετο κυάνεος, ὅτι πρῶτος ἤγγειλε Κορωνίδα τὴν Φλεγύου θυγατέρα γαμηθεῖσαν Ἁλκυονεῖ.

14

Ἀρτεμίχη δ' ἐγένετο πίφιγξ, θεοῖς τε καὶ ἀνθρώποις προσφιλὴς ὄρνις, Ὀρτύγιος δὲ αἰγιθαλλός, ὅτι τὸν πατέρα Κλεῖνιν ἀνέπειθεν αἶγας ἀντὶ τῶν ὄνων ἱερεύειν Ἀπόλλωνι.

Notes

Previous tale: Laius (Tale 19). Next tale: Polyphonte (Tale 21). Corrections are welcome via the contact form; please say which paragraph you mean.