Ad Fontesto the sources

Smyrna

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 34 of 41.

Previous tale: Alcmena (Tale 33). This page is Tale 34 only, in Greek. Contents heading: Σμύρνα εἰς δένδρον ὁμώνυμον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Οὕ(τως).

1

Θείαντος τοῦ Βήλου καὶ Ὠρειθυίας μιᾶς τῶν νυμφῶν ἐγένετο θυγάτηρ ἐν τῷ ὄρει τῷ Λιβάνῳ Σμύρνα.

2

ταύτην διὰ κάλλος πλεῖστοι καὶ ἐκ πόλεων πλείστων ἐμνήστευον, ἡ δὲ πολλὰ ἐμηχανᾶτο πρὸς ἀπάτην τῶν γονέων καὶ ἀνάθεσιν τοῦ χρόνου· δεινὸς γὰρ αὐτὴν ἔρως ἐξέμηνεν ἐπὶ τῷ πατρί.

3

καὶ κατὰ μὲν ἀρχὰς δι' αἰδῶ κατέκρυπτε τὴν νόσον· ἐπεὶ δὲ τὸ πάθος αὐτὴν προῆγεν, ἐξεῖπε τὸν λόγον πρὸς Ἱππολύτην τὴν τροφόν· ἡ δὲ παραδώσειν αὐτῇ ἄκος τοῦ παραλόγου πάθους ὑποσχομένη λόγον πρὸς τὸν Θείαντα προσέφερεν, ὅτι αὐτῷ κόρη μακαρίων ἀνθρώπων ποθεῖ παραγενέσθαι κρυφαῖος εἰς τὴν κοίτην.

4

ὁ δὲ Θείας - οὐ γὰρ ἐγίγνωσκεν οἷα ἐπ' αὐτῷ ἐμηχανᾶτο - κατῄνεσε τὸν λόγον.

5

καὶ ὁ μὲν ἐν τῷ οἴκῳ σκοταῖος ἐπὶ τῆς στρωμνῆς ἐξεδέχετο τὴν κόρην, ἡ δὲ τροφὸς κατακρύψασα τῇ ἐσθῇτι τὴν Σμύρναν παρήγαγεν.

6

καὶ πλείονα χρόνον ἐλελήθει πρασσόμενος ἄχαρι καὶ ἄθεσμον ἔργον.

7

καὶ ὡς ἐκύησε μὲν ἡ Σμύρνα, Θείαντα δὲ πόθος ἔλαβεν ἐκμαθεῖν ἥτις ἤν ἡ κύουσα, καὶ ὁ μὲν κατέκρυψε πῦρ εἰς τὸν οἶκον, Σμύρνα δ' ὡς ἐξίκετο πρὸς αὐτόν, ἐπάϊστος ἐγένετο προενεχθέντος ἐξαπίνης τοῦ πυρὸς καὶ τὸ βρέφος μὲν ἐξέβαλεν ἐκ τῆς γαστρός, αὐτὴ δ' ἀνασχοῦσα τὰς χεῖρας ηὔξατο μήτε παρὰ ζῶσι μήτ' ἐν νεκροῖς φανῆναι.

8

καὶ αὐτὴν ὁ Ζεὺς μεταβαλὼν ἐποίησε δένδρον καὶ ἐκάλεσεν ὁμώνυμον αὐτῇ σμύρναν.

9

τοῦτο λέγεται κατ' ἔτος ἕκαστον δακρύειν τὸν ἀπὸ τοῦ ξύλου καρπόν.

10

καὶ Θείας μὲν ὁ πατὴρ τῆς Σμύρνης διὰ ἔργον ἀθέμιστον ἑαυτὸν ἀνεῖλε, τὸ δὲ βρέφος Διὸς βουλῇ τρεφόμενον ὠνόμασαν Ἄδωνιν καὶ αὐτὸν Ἀφροδίτη πλεῖστον ἠγάπησε διὰ τὸ κάλλος.

Notes

Previous tale: Alcmena (Tale 33). Next tale: The Herdsmen (Tale 35). Corrections are welcome via the contact form; please say which paragraph you mean.