Ad Fontesto the sources

Periphas

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 6 of 41.

Previous tale: Aegypius and Neophron (Tale 5). This page is Tale 6 only, in Greek. Contents heading: Περίφας εἰς αἰετόν, ἡ γυνὴ αὐτοῦ εἰς φήνην. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

No source heading is printed in the source for this tale; it is identified by its place in the contents list.

1

Περίφας ἐγένετο ἐν τῇ Ἀττικῇ αὐτόχθων πρόσθεν ἤ φανῆναι Κέκροπα τὸν Γῆς.

2

Οὗτος ἐβασίλευεν τῶν ἀρχαίων ἀνθρώπων καὶ ἐγένετο δίκαιος καὶ πλούσιος καὶ ὅσιος καὶ ἱερὰ πλεῖστα ἐποίησεν Ἀπόλλωνι δίκας τε πλείστας ἐδίκασε καὶ αὐτὸν ἐμέμψατ' ἄνθρωπος οὐδείς,

3

ἀλλὰ ἑκόντων ᾕρητο πάντων καὶ πρὸς ὑπερβολὴν αὐτοῦ τῶν ἔργων μετέβαλον οἱ ἄνθρωποι τὰς τιμὰς τοῦ Διὸς καὶ ἔγνωσαν αὐτὰς εἶναι Περίφαντος καὶ ἱερὰ καὶ ναοὺς ἐποίησαν αὐτοῦ καὶ Δία Σωτῆρα προσηγόρευσαν καὶ Ἐπόψιον καὶ Μειλίχιον.

4

Ζεὺς δὲ νεμεσήσας ἐβούλετο μὲν σύμπασαν αὐτοῦ τὴν οἰκίαν κεραυνῷ συμφλέξαι, δεηθέντος δ' Ἀπόλλωνος μὴ αὐτὸν ἀπολέσθαι πανώλεθρον, ἐπεὶ περισσῶς αὐτὸν ἐτίμα, τοῦτο μὲν Ἀπόλλωνι δίδωσι Ζεὺς, ἐλθὼν δ' εἰς τὰ οἰκία τοῦ Περίφαντος καὶ καταλαβὼν ὁμιλοῦντα τῇ γυναικί, πιέσας <αὐτὸν> ἀμφοτέραις ταῖς χερσὶν ἐποίησεν ὄρνιθα αἰετόν, τὴν δὲ γυναῖκα αὐτοῦ δεηθεῖσαν καὶ αὐτὴν ὄρνιθα ποιῆσαι σύννομον τῷ Περίφαντι ἐποίησε φήνην.

5

καὶ τῷ μὲν Περίφαντι δωρεῖται τιμὰς ἀντὶ τῆς ἐν ἀνθρώποις ὁσιότητος· ποιεῖ γὰρ αὐτὸν ἐν πᾶσι τοῖς ὄρνισι βασιλέα καὶ διδοῖ φυλάσσειν τὸ ἱερὸν σκῆπτρον καὶ προσιέναι πρὸς τὸν ἑαυτοῦ θρόνον· τῇ γυναικὶ δὲ τοῦ Περίφαντος, ἥν ἐποίησε φήνην, διδοῖ πρὸς ἅπασαν πρᾶξιν ἀνθρώποις αἰσίαν ἐπιφαίνεσθαι.

Notes

Previous tale: Aegypius and Neophron (Tale 5). Next tale: Anthus (Tale 7). Corrections are welcome via the contact form; please say which paragraph you mean.