Ad Fontesto the sources

Anthus

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 7 of 41.

Previous tale: Periphas (Tale 6). This page is Tale 7 only, in Greek. Contents heading: Ἄνθος, Ἐρωδιός, Σχοινεὺς, Ἄκανθος, Ἀκανθυλλὶς εἰς ὄρνεα ὁμώνυμα, Αὐτόνοος είς ὄκνον, Ἱπποδάμεια εἰς κορυδόν, ὁ ἀκόλουθος Ἄνθου εἰς ἐρωδιὸν ἕτερον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας α΄.

1

Αὐτονόου τοῦ Μελανέως καὶ Ἱπποδαμείας ἐγένοντο υἱοὶ μὲν Ἐρῳδιὸς [καὶ] Ἄνθος Σχοινεὺς Ἄκανθος, θυγάτηρ δὲ Ἀκανθίς, ᾗ κάλλιστον εἶδος ἔδωκαν οἱ θεοί.

2

τῷ δὲ Ἀυτονόῳ τούτῳ ἐγένοντο ἵππων ἀγέλαι πλεῖσται καὶ ἔνεμον αὐτὰς Ἱπποδάμεια τούτου γυνή, καὶ οἱ παῖδες αὐτῶν.

3

ἐπεὶ δὲ Αὐτονόῳ γῆν ἔχοντι πλείστην οὐδεὶς καρπὸς ἐφαίνετο κατ' ὀλιγωρίαν ἔργων, ἀλλ' ἔφερεν αὐτῷ σχοίνους ὁ χῶρος καὶ ἀκάνθας, ἀπ' αὐτῶν ὠνόμασε τοὺς παῖδας Ἄκανθον καὶ Σχοινέα καὶ Ἀκανθίδα καὶ τὸν πρεσβύτερον Ἐρωδιόν, ἐπεὶ <αὐτὸν> ἠρώησεν ὁ χῶρος.

4

οὗτος ὁ Ἐρωδιὸς πλεῖστον ἐφίλησε τὰς ἀγέλας τῶν ἵππων καὶ ἔτρεφεν αὐτὰς ἐν τῷ λειμῶνι.

5

ἐπεὶ δὲ Ἄνθος τοῦ Αὐτονόου παῖς ἐξήλασε τὰς ἵππους ἐκ τοῦ λειμῶνος, αὗται εἰργόμεναι τροφῆς ἐξεθύμηναν καὶ τὸν Ἄνθον ἐπιστᾶσαι κατεβίβρωσκον πλεῖστα ἐπιβοώμενον ἀμῦναι τοὺς θεούς.

6

ὁ μὲν οὖν πατὴρ ὑπὸ ἄχους ἐκπλαγεὶς ὤκνησεν ἀπελάσαι τὰς ἵππους καὶ ὁ θεράπων τοῦ παιδός, ἡ δὲ μήτηρ διεμάχετο πρὸς τὰς ἵππους, ἀλλὰ διὰ τὴν τοῦ σώματος ἀσθένειαν οὐδὲν ἐδυνήθη πρὸς τὸν ὄλεθρον ἐπαμῦναι.

7

κἀκεῖνοι μὲν οὕτω τεθνεῶτα τὸν Ἄνθον ἔκλαιον, Ζεὺς δὲ καὶ Ἀπόλλων οἰκτείραντες πάντας αὐτοὺς ἐποίησαν ὄρνιθας, Αὐτόνοον μὲν [εἰς τὸν] ὄκνον, ὅτι Ἄνθου ὁ πατὴρ ὤκνησεν ἀπελάσαι τὰς ἵππους, τὴν δὲ μητέρα κορυδόν, ὅτι ἐκορύσσετο πρὸς τὰς ἵππους μαχόμενη περὶ τοῦ παιδός·

8

αὐτόν δὲ τὸν Ἄνθον καὶ τὸν Ἐρῳδιὸν καὶ Σχοινέα καὶ Ἄκανθον καὶ Ἀκανθ[υλλ]ίδα γενομένους ὄρνιθας τῷ αὐτῷ ἐποίησαν ὀνόματι καλεῖσθαι καθὰ καὶ πρὶν ἤ μεταβαλεῖν αὐτοὺς ὠνόμαζον[το], τὸν δὲ θεράποντα τὸν ὀπηδὸν τοῦ Ἄνθου κατὰ ταὐτὰ τῷ ἀδελφῷ τοῦ παιδὸς ἐποίησαν ἐρῳδιὸν, ἀλλ' οὐχ ὅμοιον· ἥσσων γάρ ἐστιν ἱκανῶς τοῦ πελλοῦ καὶ οὐ γίνεται σύνεδρος οὗτος ὁ ἐρῳδιὸς ἄνθῳ, καθάπερ οὐδ' ὁ ἄνθος τῷ [ἐφ]ἵππω, ὅτι μέγιστα κακὰ ἔπαθεν ὁ Ἄνθος ὑπὸ τῶν ἵππων.

9

καὶ ἔτι νῦν ὅταν ἀκούσῃ φωνοῦντος ἵππου φεύγει μιμούμενος ἅμα τὴν φωνήν.

Notes

Previous tale: Periphas (Tale 6). Next tale: Sybaris (Tale 8). Corrections are welcome via the contact form; please say which paragraph you mean.