Ad Fontesto the sources

Pandareus

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 11 of 41.

Previous tale: The Daughters of Minyas (Tale 10). This page is Tale 11 only, in Greek. Contents heading: Πανδάρεος εἰς ἁλιαίετον, Ἀηδὼν καὶ Χελιδωνὶς εἰς τὰ ὁμώνυμα ὄρνεα, ἡ μήτηρ τῆς Ἀηδόνος εἰς ἀλκυόνα, ἀδελφὸς Ἀηδόνος εἰς ἔποπα, Πολύτεχνος ὁ ἀνὴρ αὐτῆς εἰς πελεκᾶνα. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Βοῖος Ὀρνιθογονίᾳ.

1

Πανδάρεως ᾤκει τῆς γῆς τῆς Ἐφεσίας, ἵν' ἐστὶν νῦν ὁ πρηὼν παρὰ τὴν πόλιν· ᾧ διδοῖ Δημήτηρ δῶρον μηδέποτε βαρυνθῆναι τὴν γαστέρα ὑπὸ σιτίων, ὁπόσον ἄν πλῆθος εἰσενέγκηται.

2

ἐγένετο δὲ τῷ Πανδάρεῳ θυγάτηρ Ἀηδών· ταύτην Πολύτεχνος ὁ τέκτων ἔγημεν, ὅς ᾤκει ἐν Κολοφῶνι τῆς Λυδίας, καὶ πλεῖστον χρόνον ἐτέρποντο συνοικοῦντες ἀλλήλοις.

3

ἐγένετο δ' αὐτοῖς παῖς μονογενὴς Ἴτυς.

4

ἄχρι μὲν οὖν θεοὺς ἐτίμων εὐδαίμονες ἦσαν· ἐπεὶ δὲ λόγον ἀχρεῖον ἀπέρριψαν, ὅτι πλέον ἀλλήλους Ἥρας καὶ Διὸς φιλοῦσι, καὶ Ἥρα, μεμψάμενη τὸν λόγον, Ἔριν αὐτοῖς ἔπεμψεν· ἡ δὲ νεῖκος ἐνέβαλεν εἰς τὰ ἔργα.

5

καὶ Πολυτέχνῳ μὲν ὀλίγον ἦν ἔτι δίφρον ἁρμάτιον ἐκποιῆσαι, Ἀηδόνι δὲ τὸν ἱστὸν ἐξυφῆναι καὶ συντίθενται εἰς ἀλλήλους ὅπως <ὁποτέρῳ> ἄν τάχιον ἀνυσθῇ τὸ ἔργον, τούτῳ θεράπαινα παρὰ τοῦ ἑτέρου γένηται.

6

καὶ ἐπειδὴ θᾶσσον ἡ Ἀηδὼν τὸν ἱστὸν ἐξύφαινεν ( Ἥρα γὰρ αὐτῇ συνελάμβανεν), ὁ Πολύτεχνος ἀχθόμενος τῇ νίκῃ τῆς Ἀηδόνος ἀφίκετο πρὸς τὸν Πανδάρεων καὶ ὑπὸ τῆς Ἀηδόνος προσεποιήσατο πεμφθῆναι, ὅπως αὐτῇ Χελιδόνα τὴν ἀδελφὴν [ἄν] ἀπαγάγῃ, καὶ ὁ Πανδάρεως οὐδὲν ὑπονοήσας πονηρὸν δίδωσιν ἀπάγειν.

7

ὁ δὲ Πολύτεχνος παραλαβὼν τὴν κόρην ᾔσχυνεν ἐν τῇ λόχμῃ καὶ ἄλλοις ἠμφίεσεν αὐτὴν ἐσθήμασι κἀκ τῆς κεφαλῆς ἀπέκειρε τὴν κόμην καὶ ἠπείλησε θάνατον, εἰ ἐξερεῖ ποτε ταῦτα πρὸς τὴν Ἀηδόνα.

8

καὶ ὁ μὲν ἐλθών εἰς τὰ οἰκία παραδίδωσι τῇ Ἀηδόνι κατὰ τὰ συγκείμενα ὡς θεράπαιναν τὴν ἀδελφήν, ἡ δὲ αὐτὴν διέφθειρε πρὸς τὰ ἔργα, μέχρις ἡ Χελιδών[ις] ἔχουσα κάλπιν πλεῖστα παρὰ τὴν κρηνίδα κατωδύρετο καὶ αὐτῆς ἐπηκροάσατο τὸν λόγον ἡ Ἀηδών.

9

ἐπεὶ δὲ ἀλλήλας ἔγνωσαν καὶ ἠσπάσαντο, ἐπεβούλευον τῷ Πολυτέχνῳ συμφοράν.

10

καὶ τὸν παῖδα κατακόψασαι <καὶ> τὰ κρέα ἐν λέβητι συνθεῖσαι ταῦτα μὲν ἧψον, Ἀηδὼν δὲ φράσασα πρὸς ἑαυτῆς γείτονα εἰπεῖν Πολυτέχνῳ δαίσασθαι τῶν κρεῶν, ἀφίκετο σὺν τῇ ἀδελφῇ πρὸς τὸν πατέρα Πανδάρεων καὶ ἐδήλωσεν οἵᾳ ἐχρήσατο συμφορᾷ· Πολύτεχνος δὲ μαθὼν ὅτι τοῦ παιδὸς ἐδαίσατο τὰ κρέα, μετεδίωξεν αὐτὰς ἄχρι[ς] πρὸς τὸν πατέρα καὶ αὐτόν οἱ θεράποντες οἱ τοῦ Πανδάρεω συνέλαβον καὶ ἔδησαν ἀφύκτῳ δεσμῷ, ὅτι ἐνελωβᾶτο εἰς τὸν οἶκον τοῦ Πανδάρεω, καὶ τὸ σῶμα ἐναλείψαντες μέλιτι κατέβαλον εἰς τὰ ποίμνια.

11

καὶ Πολύτεχνον μὲν αἱ μυῖαι προσίζουσαι ἐλυμαίνοντο, Ἀηδών δὲ οἰκτείρασα πρὸς τὴν παλαιὰν φιλίαν ἀπεῖργεν ἐκ τοῦ Πολυτέχνου τὰς μυίας.

12

ἐπεὶ δὲ αὐτὴ<ν> κατεφράσθησαν οἱ γονεῖς τε καὶ ὁ ἀδελφός, μισήσαντες ἐνεχείρησαν ἀποκτεῖναι.

13

Ζεὺς δὲ πρὸ τοῦ μεῖζον κακὸν ἐμπεσεῖν τῷ οἴκῳ τὸν Πανδάρεων οἰκτείρας ἐποίησε πάντας ὄρνιθας· καὶ οἱ μὲν αὐτῶν ἐξέπτησαν ἄχρι πρὸς τὴν θάλασσαν, οἱ δὲ εἰς τὸν ἀέρα. Πανδάρεως μὲν οὖν ἐγένετο ἁλιαίετος, ἡ δὲ μήτηρ τῆς Ἀηδόνος ἀλκυών, καὶ εὐθὺς ἐβούλοντο καταβαλεῖν ἑαυτοὺς εἰς τὴν θάλασσαν, ἀλλὰ Ζεὺς ἐκώλυσεν.

14

οὗτοι τοῖς πλέουσιν οἱ ὄρνιθες αἴσιοι φαίνονται.

15

Πολύτεχνος δὲ μεταβαλὼν ἐγένετο πελεκάν, ὅτι Ἥφαιστος αὐτῷ πέλεκυν ἔδωκε τεκταίνοντι· καὶ ἔστιν ἀγαθὸς οὗτος ὄρνις φανεὶς τέκτονι.

16

ὁ δὲ τῆς Ἀηδόνος ἀδελφὸς ἐγένετο ἔποψ <ὄρνις> αἴσιος καὶ πλέουσι καὶ ἐπὶ γῆς φανεὶς, σὺν ἁλιαιέτῳ δὲ ἤ ἀλκυόνι μᾶλλον.

17

Ἀηδὼν δὲ καὶ Χελιδών[ις], ἡ μὲν παρὰ ποταμοὺς καὶ λόχμας τὸν παῖδα τὸν Ἴτυν θρηνεῖ, Χελιδὼν[ις] δ΄ ἐγένετο σύνοικος ἀνθρώποις Ἀρτέμιδος βουλῇ, διότι κατ΄ ἀνάγκας ἐκλιποῦσα τὴν παρθενίαν πλεῖστα τὴν Ἄρτεμιν ἐπεβοήσατο.

Notes

Previous tale: The Daughters of Minyas (Tale 10). Next tale: Cycnus (Tale 12). Corrections are welcome via the contact form; please say which paragraph you mean.