The Daughters of Minyas
Previous tale: The Daughters of Pierus (Tale 9). This page is Tale 10 only, in Greek. Contents heading: Λευκίππη, Ἀρσίππη, Ἀλκαθόη, Μινύου θυγατέρες, εἰς νυκτερίδα, γλαῦκα, βύζαν. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἐτεροιουμένων δ΄ καὶ Κόριννα.
1
Μινύου τοῦ Ὀρχομενοῦ ἐγένοντο θυγατέρες Λευκίππη, Ἀρσίππη, Ἀλκαθόη καὶ ἀπέβησαν ἐκτόπως φιλεργοί.
2
πλεῖστα δὲ καὶ τὰς ἄλλας γυναῖκας ἐμέμψαντο, ὅτι ἐκλιποῦσαι τὴν πόλιν ἐν τοῖς ὄρεσιν ἐβάκχευον, ἄχρι Διόνυσος εἰκασθεὶς κόρῃ παρῄνεσεν αὐταῖς μὴ ἐκλείπειν τελετὰς ἤ μυστήρια τοῦ θεοῦ.
3
αἱ δὲ οὐ προσεῖχον.
4
πρὸς δὴ ταῦτα χαλεπήνας ὁ Διόνυσος ἀντὶ κόρης ἐγένετο ταῦρος καὶ λέων καὶ πάρδαλις καὶ ἐκ τῶν κελεόντων ἐρρύη νέκταρ αὐτῷ καὶ γάλα.
5
πρὸς δὲ <ταῦτα> τὰ σημεῖα τὰς κόρας ἔλαβε δεῖμα.
6
καὶ μετ' οὐ πολὺ κλήρους εἰς ἄγγος αἱ τρεῖς ἐμβαλοῦσαι ἀνέπηλαν· ἐπεὶ δ' ὁ κλῆρος ἐξέπεσε Λευκίππης, ηὔξατο θῦμα τῷ θεῷ δώσειν καὶ Ἵππασον τὸν ἑαυτῆς παῖδα διέσπασε σὺν ταῖς ἀδελφαῖς.
7
καταλιποῦσαι δὲ τὰ οἰκεῖα τοῦ πατρὸς ἐβάκχευον ἐν τοῖς ὄρεσι καὶ ἐνέμοντο κισσὸν καὶ μίλακα καὶ δάφνην, ἄχρις αὐτὰς Ἑρμῆς ἁψάμενος τῇ ῥάβδῳ μετέβαλεν εἰς ὄρνιθας· καὶ αὐτῶν ἡ μὴν ἐγένετο νυκτερίς, ἡ δὲ γλαῦξ, ἡ δὲ βύξα.
8
ἔφυγον δὲ αἱ τρεῖς τὴν αὐγὴν τοῦ ἡλίου.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: The Daughters of Pierus (Tale 9). Next tale: Pandareus (Tale 11). Corrections are welcome via the contact form; please say which paragraph you mean.