Aspalis
Previous tale: Cycnus (Tale 12). This page is Tale 13 only, in Greek. Contents heading: Ἀσπαλὶς εἰς ξόανον μετὰ θάνατον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β'.
1
Διὸς καὶ νύμφης Ὀθρηίδος ἐγένετο παῖς Μελιτεύς.
2
τοῦτον ἡ μήτηρ ἐξέθηκεν εἰς τὴν ὕλην κατὰ δέος Ἥρας, ὅτι αὐτῇ Ζεὺς ἐμίχθη.
3
ὁ δὲ παῖς Διὸς βουλῇ οὐκ ἠφανίσθη ἀλλ' ηὔξετο τρεφόμενος ὑπὸ μελισσῶν.
4
ἐνέτυχε δὲ αὐτῷ ποιμαίνων πρόβατα Φάγρος ὁ Ἀπόλλωνος καὶ Ὀθρηίδος νύμφης, ἥτις ἔτεκε Μελιτέα τὸν ἐν τῇ ὕλῃ παῖδα.
5
θαυμάσας δὲ πρὸς τὸν ὄγκον τοῦ σώματος καὶ ἔτι πλέον πρὸς τὰς μελίσσας ἀνείλετο καὶ ἀπήνεγκεν εἰς τὰ οἰκία καὶ ἔτρεφεν [ἐν] πολλῇ σπουδῇ θέμενος αὐτῷ Μελιτέα ὄνομα, διότι ὑπὸ μελισσῷν ἐτράφη· ὑπῆλθε <γὰρ> αὐτὸν καὶ χρησμὸς, ἐν ᾧ ποτε θεὸς εἶπε σῴζειν ὁμόγνιον ὄντα τὸν ὑπὸ τῶν μελισσῶν τρεφόμενον.
6
ὁ δὲ παῖς ἐπεὶ τάχιστα ἠνδρώθη, ἀνὴρ ἐγένετο γενναῖος καὶ πλείστων ἦρξε περιοίκων καὶ πόλιν ἔκτισεν ἐν τῇ Φθίᾳ προσαγορεύσας Μελίτην.
7
ἐν ταύτῃ τῇ Μελίτῃ τύραννος ἐγένετο βίαιος καὶ ὑβριστής, ὅν οἱ μὲν ἐπιχώριοι οὐδ΄ ὀνομάζουσιν, ὑπὸ δὲ τῶν ξένων Τάρταρος ἐκαλεῖτο.
8
οὗτος εἴ τις διαβοηθείη παρθένος ἐπὶ κάλλει τῶν ἐγχωρίων, ἀπῆγεν αὐτὴν καὶ ἐμίγνυτο πρὸ γάμου κατὰ βίαν.
9
τότε δ΄ οὖν εἴρητο πρὸς τοὺς θέραπας ἀπάγειν Ἀσπαλίδα τὴν θυγατέρα τὴν Ἀργαίου τῶν οὐκ ἀσήμων.
10
ἡ δὲ παῖς, ὡς ἔκπυστος ὁ λόγος ἐγένετο, πρὶν ἀφικέσθαι τοὺς ἀπάξοντας ἀνήρτησεν ἑαυτήν.
11
τῆς δὲ πράξεως οὔπω διαβοηθείσης ἀδελφὸς ὁ τῆς Ἀσπαλίδος Ἀστυγίτης ὤμοσεν, ὅτι πρότερον τίσεται τὸν τύραννον ἤ τὸ σῶμα καθαιρήσει τὸ τῆς ἀδελφῆς.
12
ἐνδὺς δὲ τάχιστα τὴν στολὴν τῆς Ἀσπαλίδος καὶ κρύψας παρὰ τὴν εὐώνυμον πλευρὰν τὸ ξίφος ἔλαθε πρὸς τὴν ὄψιν ἀντίπαις ὤν· παρελθὼν δ' εἰς τὰ οἰκία γυμνὸν ὄντα καὶ ἀφύλακτον τὸν τύραννον κτείνει.
13
οἱ δὲ Μελιτεῖς τὸν μὲν Ἀστυγίτην ἐστεφάνουν καὶ μετὰ παιάνων προέπεμπον, τὸ δὲ σῶμα τοῦ τυράννου κατεπόντωσαν εἰς ποταμὸν ἐμβαλόντες, ὅν ἔτι νῦν ἐξ ἐκείνου τοῦ χρόνου Τάρταρον καλοῦσι· τὸ δὲ σῶμα τὸ τῆς Ἀσπαλίδος ἐξερευνῶντες πάντα τρόπον, ὅπως κηδεύσωσιν ἐπισήμως, οὐκ ἠδυνήθησαν εὑρεῖν· ἀλλὰ τοῦτο μὲν ἠφανίσθη κατὰ θεόν, ἀντὶ δὲ τοῦ σώματος ἐφάνη ξόανον παρὰ τὸ τῆς Ἀρτέμιδος ἑστηκός.
14
ὀνομάζεται δὲ παρὰ τοῖς ἐγχωρίοις τοῦτο τὸ ξόανον Ἀσπαλὶς Ἀμειλήτη Ἑκαέργη, ᾧ καθ' ἕκαστον ἔτος αἱ παρθένοι χίμαρον ἄθορον ἐκρήμνων, ὅτι καὶ ἡ Ἀσπαλὶς παρθένος οὖσα ἑαυτὴν ἀπηγχόνισεν.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Cycnus (Tale 12). Next tale: Munichus (Tale 14). Corrections are welcome via the contact form; please say which paragraph you mean.