Munichus
Previous tale: Aspalis (Tale 13). This page is Tale 14 only, in Greek. Contents heading: Μούνιχος εἰς τριόρχην καὶ Ληλάντη ἡ γυνὴ αὐτοῦ εἰς πιπώ, τῶν παίδων αὐτοῦ Ἄλκανδρος εἰς ὀρχίλον, Μεγαλήτωρ εἰς ἰχνεύμονα, Φίλαιος εἰς κύνα, Ὑπερίππη εἰς αἴθυιαν. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Οὕ(τως).
1
Μούνιχος ὁ Δρύαντος ἐβασίλευσε Μολοσσῶν καὶ ἐγένετο μάντις ἀγαθὸς καὶ ἀνήρ δίκαιος.
2
ἔσχε δὲ παῖδας ἐκ Ληλάντης Ἄλκανδρον, ἀμείνονα μάντιν ἑαυτοῦ, καὶ Μεγαλήτορα καὶ Φιλαῖον καὶ θυγατέρα Ὑπερίππην.
3
τούτους γενομένους πάντας ἀγαθοὺς καὶ δικαίους ἐφίλησαν οἱ θεοί.
4
ἐπεὶ δὲ αὐτοὺς ἐπὶ τῶν ἀγρῶν νυκτὸς ἐπελθόντες λῃσταὶ συνελάμβανον, οἱ δὲ ἐκ τῶν πύργων ἔβαλλον (οὐ γαρ ἦσαν αὐτοῖς ἰσόμαχοι) <καὶ> πῦρ ἐνέβαλλον οἱ κλῶπες εἰς τὰ οἰκία.
5
Ζεὺς δ΄ οὐ περιεῖδεν αὐτοὺς ὁσιότητος ἕνεκα τελευτήσαντας οἰκτήστῳ θανάτῳ, μετέβαλε δὲ πάντας εἰς ὄρνιθας.
6
καὶ Ὑπερίππη μὲν ἐπεὶ φυγοῦσα τὸ πῦρ εἰς ὕδωρ κατέδυ γέγονεν αἴθυια· οἱ δ΄ ἄλλοι ἐκ τοῦ πυρὸς ἀνέπτησαν, Μούνιχος μὲν τριόρχης γενόμενος, Ἄλκανδρος δὲ ὀρχίλος.
7
Μεγαλήτωρ δὲ καὶ Φιλαῖος, ὅτι τὸ πῦρ φεύγοντες διὰ τοῦ τοίχου παρὰ τὴν γῆν ἔδυσαν, ἐγένοντο μικροὶ δύο ὄρνιθες· καὶ ἔστιν ὁ μὲν αὐτῶν ἰχνεύμων, Φιλαῖος δ' ὀνομάζεται κύων.
8
ἡ δὲ μήτηρ αὐτῶν ἐγένετο κνιπολόγος πιπώ.
9
πρὸς ταύτην ἀετῷ πόλεμός ἐστι καὶ ἐρῳδιῷ· κατάγνυσι γὰρ αὐτῶν τὰ ᾠὰ κόπτουσα τὴν δρῦν διὰ τοὺς κνῖπας.
10
καὶ εἰσὶν οἱ μὲν ἄλλοι σύννομοι ἐν ὕλῃ καὶ παρὰ κευθμῶνας, αἴθυια δὲ ἐγένετο πρὸς λίμνας τε καὶ θαλάσσῃ.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Aspalis (Tale 13). Next tale: Meropis (Tale 15). Corrections are welcome via the contact form; please say which paragraph you mean.