Meropis
Previous tale: Munichus (Tale 14). This page is Tale 15 only, in Greek. Contents heading: Μεροπὶς εἰς γλαῦκα, Βύσσα εἰς ὁμώνυμον ὀρνιθάριον, Ἄγρων εἰς χαραδριόν, Εὔμηλος εἰς νυκτικόρακα. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας α'.
1
Εὐμήλου τοῦ Μέροπος ἐγένεντο παῖδας ὑπερήφανοι καὶ ὑβρισταὶ Βύσσα καὶ Μεροπὶς καὶ Ἄγρων.
2
καὶ ᾤκουν Κῶν τὴν Μεροπίδα νῆσον, ἡ δὲ γῆ πλεῖστον αὐτοῖς ἐξέφερε καρπόν, ὅτι μόνην θεῶν ἐτίμων καὶ ἐπιμελῶς αὐτὴν εἰργάζοντο.
3
οὗτοι ἀνθρώπων οὐδενὶ συνῆλθον οὔτε εἰς ἄστυ κατιόντες οὔτε πρὸς εἰλαπίνας καὶ θεῶν ἑορτάς, ἀλλ΄ εἰ μὲν Ἀθηνᾷ τις ἱερὰ ποιῶν ἐκάλεσε τὰς κόρας, ἀπέλεγεν ὁ ἀδελφὸς τὴν κλῆσιν· οὐ γὰρ ἀγαπᾶν ἔφη γλαυκὴν θεόν, ὅτι ταῖς αὐτῶν κόραις ὀφθαλμὸς ἐνῆν μέλας, ἐχθαίρειν δὲ παράπαν γλαῦκα τὴν ὄρνιν· εἰ δὲ καλοῖεν παρὰ τὴν Ἄρτεμιν, νυκτίφοιτον ἔλεγε μισεῖν θεόν· εἰ δὲ πρὸς Ἑρμοῦ σπονδάς, κλέπτην ἔλεγεν οὐ τιμᾶν θεόν.
4
καὶ οἱ μὲν πλειστάκις ἐκερτόμουν.
5
Ἑρμῆς δὲ καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις χολούμενοι νυκτὸς ἐπέστησαν αὐτῶν τοῖς οἴκοις, Ἀθηνᾶ μὲν καὶ Ἄρτεμις ἐοικυῖαι κόραις, Ἑρμῆς δὲ ποιμένος ἔχων στολήν· καὶ τὸν Εὔμηλον καὶ τὸν Ἄγρωνα προσαγορεύσας παρεκάλει παρατυχεῖν εἰς δαῖτα· διδόναι γὰρ ἱερὰ μετὰ τῶν ἄλλων ποιμένων Ἑρμῇ· Βύσσαν δὲ Μεροπίδα πρὸς τὰς ὁμήλικας ἔπειθεν ἐκπέμπειν εἰς τὸ τῆς Ἀθηνᾶς καὶ Ἀρτέμιδος ἄλσος.
6
καὶ ταῦτα μὲν εἶπεν Ἑρμῆς· Μεροπὶς δ' ὡς ἤκουσεν, ἐξύβρισεν πρὸς τὸ ὄνομα τῆς Ἀθηνᾶς, ἡ δὲ αὐτὴν ἐποίησεν ὀρνίθιον γλαῦκα· Βύσσα δὲ τῷ αὐτῷ ὀνόματι λέγεται καὶ ἔστι Λευκοθέας ὄρνις· Ἄγρων δ΄ὡς ἐπύθετο, ἁρπάσας ὀβελὸν ἐξέδραμεν, Ἑρμῆς δ΄ αὐτὸν ἐποίησε χαραδριόν· Εὔμηλος δὲ τὸν Ἑρμῆν ἐνείκεσεν ὅτι μετεμόρφωσεν αὐτοῦ τὸν υἱόν, ὁ δὲ κἀκεῖνον ἐποίησε νυκτικόρακα κακάγγελον.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Munichus (Tale 14). Next tale: Oenoe (Tale 16). Corrections are welcome via the contact form; please say which paragraph you mean.