Leucippus
Previous tale: Oenoe (Tale 16). This page is Tale 17 only, in Greek. Contents heading: Λεύκιππος ἐκ θηλείας εἰς ἄρρενα. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β΄.
1
Γαλάτεια ἡ Εὐρυτίου τοῦ Σπάρτωνος ἐγήματο ἐν Φαιστῷ τῆς Κρήτης Λάμπρῳ τῷ Πανδίονος, ἀνδρὶ τὰ μὲν εἰς γένος εὖ ἔχοντι, βίου δὲ ἐνδεεῖ.
2
οὗτος, ἐπειδὴ ἐγκύμων ἦν ἡ Γαλάτεια, ηὔξετο μὲν ἄρρενα γενέσθαι αὐτῷ παῖδα, προηγόρευσε δὲ τῇ γυνακί, ἐὰν γεννήσῃ κόρην, ἀφανίσαι.
3
καὶ οὗτος μὲν ἀπιὼν ἐποίμαινε τὰ πρόβατα, τῇ δὲ Γαλατείᾳ θυγάτηρ ἐγένετο.
4
καὶ κατοικτείρασα τὸ βρέφος καὶ τὴν ἐρημίαν τοῦ οἴκου λογισαμένη, συλλαμβανόντων δ΄ ἔτι καὶ τῶν ὀνείρων καὶ τῶν μάντεων, οἵ προηγόρευον τὴν κόρην ὡς κόρον ἐκτρέφειν, ἐψεύσατο τὸν Λάμπρον ἄρρεν λέγουσα τεκεῖν καὶ ἐξέτρεφεν ὡς παῖδα κοῦρον ὀνομάσασα Λεύκιππον.
5
ἐπεὶ δὲ ηὔξετο ἡ κόρη καὶ ἐγένετο ἄφατόν τι κάλλος, δείσασα τὸν Λάμπρον ἡ Γαλάτεια, ὡς οὐκ ἐνῆν ἔτι λαθεῖν, κατέφυγεν εἰς τὸ τῆς Λητοῦς ἱερὸν καὶ πλεῖστα τὴν θεὸν ἱκέτευσεν, εἴ πως αὐτῇ κόρος ἡ παῖς ἀντὶ [τῆς] θυγατρὸς δύναιτο γενέσθαι, καθάπερ ὅτε Καινὶς μὲν Ἄτρακος οὖσα θυγάτηρ βουλῇ Ποσειδῶνος ἐγένετο Καινεὺς ὁ Λαπίθης·
6
Τειρεσίας δὲ γυνὴ μὲν ἐξ ἀνδρός, ὅτι τοὺς ἐν τῇ τριόδῳ μιγνυμένους ὄφεις ἐντυχὼν ἀπέκτεινεν, ἐκ δὲ γυναικὸς αὖτις ἀνὴρ ἐγένετο διὰ τὸ δράκοντα πάλιν κτανεῖν· πολλάκις δὲ καὶ Ὑπερμήστραν πιπρασκομένην ἐπὶ γυναικὶ μὲν ἄρασθαι τῖμον, ἄνδρα δὲ γενομένην Αἴθωνι τροφὴν ἀποφέρειν τῷ πατρί· μεταβαλεῖν δὲ καὶ τὸν Κρῆτα Σιπροίτην, ὅτι κυνηγετῶν λουομένην εἶδε τὴν Ἄρτεμιν.
7
ἡ δὲ Λητὼ συνεχῶς ὀδυρομένην καὶ ἱκετεύουσαν ᾤκτειρε τὴν Γαλάτειαν καὶ μετέβαλε τὴν φύσιν τῆς παιδὸς εἰς κόρον.
8
ταύτης ἔτι μέμνηνται τῆς μεταβολῆς Φαίστιοι καὶ θύουσι Φυτίῃ Λητοῖ, ἥτις ἔφυσε μήδεα τῇ κόρῃ, καὶ τὴν ἑορτὴν Ἐκδύσια καλοῦσιν, ἐπεὶ τὸν πέπλον ἡ παῖς ἐξέδυ.
9
νόμιμον δ' ἐστὶν ἐν τοῖς γάμοις πρότερον παρακλίνασθαι παρὰ τὸ ἄγαλμα τοῦ Λευκίππου.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Oenoe (Tale 16). Next tale: Aeropus (Tale 18). Corrections are welcome via the contact form; please say which paragraph you mean.