Aeropus
Previous tale: Leucippus (Tale 17). This page is Tale 18 only, in Greek. Contents heading: Ἠέροπος εἰς ὄρνιθα ὁμώνυμον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας β'.
1
Εὔμηλος ὁ παῖς ὁ Εὐγνώτου κατῴκησεν ἐν Θήβαις ταῖς Βοιωτίαις καὶ αὐτῷ παῖς ἐγένετο Βότρης ὄνομα.
2
οὗτος ὁ Εὔμηλος ἐτίμα μεγαλομερῶς τὸν Ἀπόλλωνα.
3
καί ποτε θύοντος αὐτοῦ παρὼν ὁ παῖς Βότρης ἐδαίσατο τὸν ἐγκέφαλον τοῦ ἀρνὸς πρὶν ἐπὶ τὸν βωμὸν καταθῦσαι· μαθὼν δὲ τὸ γεγονὸς Εὔμηλος προσέκρουσε κατ' ὀργὴν πρὸς τὴν κεφαλὴν αὐτοῦ τὸν δαλὸν ἀφελὼν ἐκ τοῦ βωμοῦ· καὶ ὁ παῖς καταρρυέντος τοῦ αἵματος καταπεσὼν ἤσπαιρεν.
4
ἥ δὲ μήτηρ ὡς εἶδε καὶ ὁ πατὴρ καὶ θέραπες, μέγιστον ἐποιήσαντο πένθος· Ἀπόλλων δὲ οἰκτείρας, ἐπεὶ αὐτὸν Εὔμηλος ἐτίμα, ὄρνιθα ἐποίησε τὸν παῖδα ἠέροπον, ὅς ἔτι νῦν τίκτει μὲν ὑπὸ γῆς, αἰεὶ δὲ μελετᾷ πέτεσθαι.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Leucippus (Tale 17). Next tale: Laius (Tale 19). Corrections are welcome via the contact form; please say which paragraph you mean.