Ad Fontesto the sources

Cerambus

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 22 of 41.

Previous tale: Polyphonte (Tale 21). This page is Tale 22 only, in Greek. Contents heading: Κέραμβος εἰς κεράμβυκα. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος ἐν α΄ Ἑτεροιουμένων.

1

Κέραμβος <ὁ> Εὐσείρου τοῦ Ποσειδῶνος καὶ Ειδοθέας νύμφης Ὀθρηίδος ᾤκει ἐν τῇ γῇ τῇ Μηλιέων παρὰ τὴν ὑπώρειαν τῆς Ὄθρυος.

2

ἐγένετο δὲ αύτῷ θρέμματα πλεῖστα καὶ αὐτὰ ἐποίμαινεν αὐτός.

3

νύμφαι δὲ συνελάμβανον αὐτῷ, διότι αὐτὰς ἐν τοῖς ὄρεσιν ᾄδων ἔτερπεν· λέγεται γὰρ μουσικώτατος τῶν τότε γενέσθαι καὶ ἐπὶ βουκολικοῖς ᾄσμασι διαβοηθῆναι καὶ σύριγγα ποιμενικὴν ἐν τοῖς ὄρεσι συνθεῖναι καὶ λύρᾳ πρῶτος ἀνθρώπων κεχρῆσθαι πλεῖστά τε καὶ κάλλιστα μέλη ποιῆσαι.

4

τούτων οὖν χάριν λέγουσιν ὀφθῆναι αὐτῷ ποτε νύμφας καὶ χορεῦσαι πρὸς τὰ κρούματα τοῦ Κεράμβου, Πᾶνα δὲ τοῦτο κατ' εὐμένειαν αὐτῷ παραγγεῖλαι καταλιπόντι τὴν Ὄθρυν ἐν τῷ πεδίῳ τὰ πρόβατα ποιμαίνειν· ἐξαίσιον γάρ τι καὶ ἄπιστον χρῆμα χειμῶνος ἐπεῖναι μέλλειν.

5

ὁ δὲ Κέραμβος ὑπὸ μεγαλαυχίας ἐκ νεότητος οἷα θεοβλαβὴς ἀπελαύνειν μὲν ἐκ τῆς Ὄθρυος εἰς τὸ πεδίον οὐκ ἐγίνωσκεν, ἀπέρριψε δὲ λόγον ἄχαρίν τε καὶ ἀνόητον εἰς τὰς νύμφας, ὅτι γένος μέν εἰσιν οὐκ ἀπὸ Διός, ἀλλ' ἔτεκεν αὐτὰς ἡ Δεινὼ τῷ Σπερχειῷ, Ποσειδῶν δὲ πόθῳ μιᾶς αὐτῶν Διοπάτρης τὰς ἀδελφὰς ἐρρίζωσε καὶ ἐποίησεν αἰγείρους, ἄχρι<ς> αὐτὸς κορεσθεὶς τῆς εὐνῆς ἀνέλυσε καὶ πάλιν αὐταῖς ἀπέδωκε τὴν ἐξ ἀρχῆς φύσιν.

6

τοιαῦτα μὲν ὁ Κέραμβος ἐκερτόμησεν εἰς τὰς νύμφας.

7

μετὰ δὲ χρόνον ὀλίγον ἐξαίφνης ἐγένετο κρυμὸς καὶ ἐπάγησαν αἱ χαράδραι καὶ πολλὴ κατέπεσε χιών, καὶ τὰ ποίμνια τοῦ Κεράμβου σὺν αὐταῖς ἀτραποῖς καὶ δέδρεσιν ἠφανίσθη.

8

νύμφαι δὲ μετέβαλον κατ' ὀργὴν τὸν Κέραμβον, ὅτι αὐταῖς ἐλοιδόρησε, καὶ ἐγένετο [ὑλοφάγος] κεράμβυξ.

9

φαίνεται δὲ ἐπὶ τῶν ξύλων καὶ ἔστιν ἀγκύλος ἐκ τῶν ὀδόντων καὶ συνεχῶς τὰ γένεια κινεῖ, μέλας, παραμήκης, πτέρυγας στερεὰς ἔχων, ἐοικὼς τοῖς μεγάλοις κανθάροις.

10

οὗτος [ξ]ὑλοφάγος βοῦς καλεῖται, παρὰ δὲ Θετταλοῖς κεράμβυξ.

11

τοῦτον οἱ παῖδες παίγνιον ἔχουσι καὶ τὴν κεφαλὴν ἀποτέμνοντες φέρουσιν, ἡ δὲ ἔοικε σὺν τοῖς κέρασι λύρᾳ τῇ ἐκ τῆς χελώνης.

Notes

Previous tale: Polyphonte (Tale 21). Next tale: Battus (Tale 23). Corrections are welcome via the contact form; please say which paragraph you mean.