Ad Fontesto the sources

Battus

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 23 of 41.

Previous tale: Cerambus (Tale 22). This page is Tale 23 only, in Greek. Contents heading: Βάττος εἰς πέτρον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων α' καὶ Ἡσίοδος ἐν Μεγάλαις Ἠοίαις καὶ Διδύμαρχος Μεταμορφώσεων γ' καὶ Ἀντίγονος ἐν ταῖς Ἀλλοιώσεσι καὶ Ἀπολλώνιος ὁ Ῥόδιος ἐν ἐπιγράμμασιν, ὥς φησι Πάμφιλος ἐν α'.

1

Ἄργου τοῦ Φρίξου καὶ Περιμήλης τῆς Ἀδμήτου θυγατρὸς ἐγένετο Μάγνης.

2

οὗτος ᾤκησεν ἐγγὺς Θεσσαλίας καὶ τὴν γῆν ταύτην ἀπ' αὐτοῦ Μαγνησίαν προσηγόρευσαν οἱ ἄνθρωποι.

3

ἐγένετο δ' αὐτῷ παῖς περίβλεπτος τὴν ὄψιν Ὑμέναιος.

4

ἐπεὶ δὲ Ἀπόλλωνα ἰδόντα ἔρως ἔλαβε τοῦ παιδὸς καὶ οὐκ ἐξέλιμπανε τὰ οἰκία τοῦ Μάγνητος, Ἑρμῆς ἐπιβουλεύει τῇ ἀγέλῃ τῶν βοῶν τοῦ Ἀπόλλωνος.

5

αἱ δὲ ἐνέμοντο ἵναπερ ἦσαν αἱ Ἀδμήτου βόες.

6

καὶ πρῶτα μὲν ἐμβάλλει ταῖς κυσίν, αἵ ἐφύλαττον αὐτάς, λήθαργον καὶ κυνάγχην, αἱ δὲ ἐξελάθοντο τῶν βοῶν καὶ τὴν φυλακὴν ἀπώλεσαν.

7

εῖτα δ' ἀπελαύνει πόρτιας δώδεκα καὶ ἑκατὸν βοῦς ἄζυγας καὶ ταῦρον, ὅς ταῖς βουσὶν ἐπέβαινεν.

8

ἐξῆπτε δὲ ἐκ τῆς οὐρᾶς πρὸς ἕκαστον ὕλην, ὥς ἄν τὰ ἴχνη τῶν βοῶν ἀφανίσῃ, καὶ ἦγεν αὐτὰς ἐλαύνων διὰ τε τῶν Πελασγῶν καὶ δι' Ἀχαΐας τῆς Φθιώτιδος καὶ διὰ Λοκρίδος καὶ Βοιωτίας καὶ Μεγαρίδος καὶ ἐντεῦθεν εἰς Πελοπόννησον διὰ Κορίνθου καὶ Λαρίσσης ἄχρι Τεγέας καὶ ἐντεῦθεν παρὰ τὸ Λύκιον ὄρος ἐπορεύετο καὶ παρὰ τὸ Μαίναλιον καὶ τὰς λεγομένας Βάττου Σκοπιάς.

9

ᾤκει δὲ ὁ Βάττος οὗτος ἐπ' ἄκρῳ τῷ σκοπέλῳ· καὶ ἐπεὶ τῆς φωνῆς ἤκουσε παρελαυνομένων τῶν μόσχων, προελθὼν ἐκ τῶν οἰκείων ἔγνω περὶ τῶν βοῶν, ὅτι κλοπιμαίας ἄγει, καὶ μισθὸν ᾔτησεν, ἵνα πρὸς μηδένα φράσῃ περὶ αὐτῶν.

10

Ἑρμῆς δὲ δώσειν ἐπὶ τούτοις ὑπέσχετο καὶ ὁ Βάττος ὤμοσε περὶ τῶν βοῶν πρὸς μηδένα κατερεῖν.

11

ἐπεὶ δὲ αὐτὰς Ἑρμῆς ἔκρυψεν ἐν τῶ πρηῶνι παρὰ τὸ Κορυφάσιον εἰς τὸ σπήλαιον εἰσελάσας ἄντικρυς Ἰταλίας καὶ Σικελίας, αὖθις ἀφίκετο πρὸς τὸν Βάττον ἀλλάξας ἑαυτὸν καὶ πειρώμενος, εἰ αὐτῷ συμμένειν ἐπὶ τοῖς ὁρκίοις ἐθέλει· διδοὺς δὲ μισθὸν χλαῖναν ἐπυνθάνετο παρ' αὐτοῦ, μὴ κλοπιμαίας βοῦς ἔγνω παρελαθείσας.

12

ὁ δὲ Βάττος ἔλαβε τὴν χλαμύδα καὶ ἐμήνυσε περὶ τῶν βοῶν.

13

Ἑρμῆς δὲ χαλεπήνας, ὅτι διχόμυθος ἦν, ἐρράπισεν αὐτὸν τῇ ῥάβδῳ καὶ μετέβαλεν εἰς πέτρον.

14

καὶ αὐτὸν οὐκ ἐκλείπει κρύος οὐδὲ καῦμα.

15

λέγεται δὲ καὶ ὁ τόπος παρ' ὁδευόντων ἄχρι νῦν Σκοπια<ὶ> Βάττου.

Notes

Previous tale: Cerambus (Tale 22). Next tale: Ascalabus (Tale 24). Corrections are welcome via the contact form; please say which paragraph you mean.