The Messapian Children
Previous tale: Byblis (Tale 30). This page is Tale 31 only, in Greek. Contents heading: Μεσσάπιοι παῖδες εἰς δένδρα. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β'.
1
Λυκάνονος τοῦ αὐτόχθονος ἐγένοντο παῖδες Ἰάπυξ καὶ Δαύνιος καὶ Πευκέτιος.
2
οὗτοι λαὸν ἀθροίσαντες ἀφίκοντο τῆς Ἰταλίας παρὰ τὸν Ἀδρίαν· ἐξελάσαντες δὲ τοὺς ἐνταυθοῖ οἰκοῦντας Αὔσονας αὐτοὶ καθιδρύθησαν.
3
ἦν δὲ τὸ πλέον αὐτοῖς τῆς στρατιᾶς ἔποικον, Ἰλλυριοὶ <οἱ> Μεσσαπίου.
4
ἐπεὶ δὲ τὸν στρατὸν ἅμα καὶ τὴν γῆν ἐμέρισαν τριχῇ καὶ ὠνόμασαν ὡς ἑκάστοις ἡγεμόνος <ὄνομα> εἶχε Δαυνίους καὶ Πευκετίους καὶ Μεσσαπίους, τὸ μὲν ἀπὸ Τάραντος ἄχρι πρὸς τὴν ἐσχατιὰν τῆς Ἰταλίας ἐγένετο Μεσσαπίων, ἐν ᾗ πόλις ᾤκηται Βρεντέσιον, τὸ δὲ παρὰ τὴν <γῆν> ἐντὸς τοῦ Τάραντος ἐγένετο Πευκετίων, ἐνδοτέρῳ δὲ τούτου <τὸ> τῆς θαλάσσης ἐπὶ πλέον <ἐγενέτο> Δαυνίων, τὸ δὲ σύμπαν ἔθνος ὠνόμασαν Ἰαπύγων.
5
καὶ [ἐγένετο] ταῦτα πολὺ πρὸ τῆς Ἡρακλέους στρατείας.
6
ἦν δὲ τοῖς τότε βίος ἀπὸ θρεμμάτων καὶ νομῆς.
7
μυθολογοῦσιν οὖν ἐν τῇ Μεσσαπίων γῇ παρὰ τὰς λεγομένας Ἱερὰς Πέτρας φανῆναι νύμφας Ἐπιμελίδας χορευούσας, τοὺς δὲ παῖδας τῶν Μεσσαπίων καταλιπόντας τὰ ποίμνια καὶ θεωμένους εἰπεῖν, ὅτι βέλτιον αὐτοὶ χορεύουσιν.
8
οὗτος ὁ λόγος ἤλγυνε τὰς νύμφας καὶ τὸ νεῖκος ἐπὶ πλέον ἐγένετο περὶ τῆς χορείας.
9
οἱ δὲ παῖδες, ὅτι μὲν ἦν αὐτοῖς ἅμιλλα πρὸς δαίμονας ἠγνόουν, ἐχόρευον δ' οἷα πρὸς ὁμηλίκας θνητὰς καὶ ὁ τρόπος αὐτοῖς τῆς ὀρχήσεως ἅτε ποιμένων ἄμουσος ἦν, ταῖς δὲ νύμφαις πᾶν ὅσον [ἤ πλεῖστον] ἐπέδωκεν εἰς κάλλος.
10
καὶ ἐπεκράτησαν χορεύουσαι τῶν παίδων καὶ ἔλεγον πρὸς αὐτοὺς τάδε· "ὦ κοῦροι, τὸ νεῖκος ἤρασθε πρὸς Ἐπιμελίδας νύμφας· οὔκουν, ὦ ἄφρονες, νικώμενοι δώσετε δίκην;" καὶ οἱ παῖδες, ἵναπερ ἑστήκεσαν παρὰ ἱερὸν τῶν νυμφῶν, ἐγένοντο δένδρη.
11
καὶ ἔτι νῦν ἀκούεται φωνὴ νυκτὸς ἐκ τῆς ὕλης οἷα θρηνούντων, ὁ δὲ τόπος ὀνομάζεται Νυμφῶν τε καὶ Παίδων.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Byblis (Tale 30). Next tale: Dryope (Tale 32). Corrections are welcome via the contact form; please say which paragraph you mean.