Byblis
Previous tale: Galinthias (Tale 29). This page is Tale 30 only, in Greek. Contents heading: Βιβλὶς εἰς Ἁμαδρυάδα νύμφην ὁμώνυμον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β'.
1
Ἀπόλλωνος καὶ Ἀκακαλλίδος τῆς Μίνω θυγατρὸς ἐγένετο παῖς ἐν Κρήτῃ Μίλητος.
2
τοῦτον ἡ Ἀκακαλλίς, δείσασα Μίνω, ἐξέβαλλεν εἰς τὴν ὕλην, καὶ αὐτὸν ἐπιφοιτῶντες λύκοι βουλῇ Ἀπόλλωνος ἐφύλαττον καὶ ὤρεγον παρὰ μέρος γάλα.
3
ἔπειτα δὲ βουκόλοι περιτυχόντες ἀνείλοντο καὶ ἔτρεφον ἐν τοῖς οἰκείοις.
4
ἐπεὶ δὲ ὁ παῖς ηὔξετο καὶ ἐγένετο καλὸς καὶ δραστήριος καὶ ὁ Μίνως κατὰ πόθον ἐνεχείρει βιάζεσθαι, τότε νυκτὸς ὁ Μίλητος ἐμβὰς εἰς ἄκατον βουλῇ Σαρπιδόνος εἰς Καρίαν ἀποδιδράσκει καὶ πόλιν ἐνταυθοῖ κτίσας Μίλητον ἔγημεν Εἰδοθέην τὴν Εὐρύτου θυγατέρα τοῦ βασιλέως τῶν Καρῶν.
5
καὶ ἐγένοντο δίδυμοι παῖδας αὐτῇ Καῦνος [καὶ Βυβλίς], ἀφ' οὗ πόλις ἐστὶν ἔτι νῦν ἐν Καρίᾳ Καῦνος, καὶ Βυβλίς.
6
ταύτης ἐγένοντο πλεῖστοι μηνηστῆρες ἐπιχώριοι καὶ κατὰ κλέος ἐκ τῶν πέριξ πόλεων.
7
ἡ δὲ τῶν μὲν λόγον ἐποιεῖτο βραχύν, αὐτὴν δὲ ἄφατος ἔρως ἐξέμηνε τοῦ Καύνου.
8
καὶ τὸ πάθος ἄχρι μὲν ἐδύνατο κρύπτειν ἐλελήθει τοὺς γονεῖς·
9
ἐπεὶ δὲ καθ' ἡμέραν εἴχετο χαλεπωτέρῳ δαιμόνι, νυκτὸς ἔγνω καταβαλεῖν ἐκ τῆς πέτρας ἑαυτήν.
10
καὶ ἡ μὲν εἰς τὸ πλησίον ὄρος παρελθοῦσα ῥίπτειν ἑαυτὴν ἐπεχείρησε, νύμφαι δὲ κατέσχον οἰκτείρασαι καὶ πολὺν ὕπνον ἐνέβαλον καὶ αὐτὴν ἤλλαξαν ἀπ' ἀνθρώπου εἰς δαίμονα καὶ ὠνόμασαν ἁμαδρυάδα νύμφην Βυβλίδα καὶ ἐποιήσαντο συνδίαιτον ἑταιρίδα.
11
καλεῖται δὲ καὶ τὸ ῥέον ἐκ τῆς πέτρας ἐκείνης ἄχρι νῦν παρὰ τοῖς ἐπιχωρίοις Δάκρυον Βυβλίδος.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Galinthias (Tale 29). Next tale: The Messapian Children (Tale 31). Corrections are welcome via the contact form; please say which paragraph you mean.