Pandareus (into a stone)
Previous tale: The Herdsmen (Tale 35). This page is Tale 36 only, in Greek. Contents heading: Πανδάρεος εἰς πέτρον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Οὕ(τως).
1
Ἡνίκα Ῥέα φοβούμενη Κρόνον κατέκρυψεν ἐν τῷ κευθμῶνι τῆς Κρήτης τὸν Δία, τότε αὐτὸν ἐξέθρεψεν αἴξ [νύμφη] μαστὸν ὀρέγουσα.
2
τὴν αἶγα δὲ Ῥέας βουλῇ κύων χρύσεος ἐφύλαττεν.
3
ἐπεὶ δὲ Ζεὺς Τιτῆνας ἐξελάσας τὸν Κρόνον ἀφείλετο τῆς ἀρχῆς, ἐποίησε τὴν μὲν αἶγα μεταβαλὼν ἀθάνατον· καὶ αὐτῆς ἔτι νῦν εἴδωλόν ἐστιν ἐν τοῖς ἄστροις· τὸν δὲ κύνα τὸν χρύσεον ἀπέδειξε φυλάττειν τὸ ἱερὸν ἐν Κρήτῃ.
4
τοῦτον Πανδάρεος ὁ Μέροπος κλέψας ᾤχετο φέρων εἰς Σίπυλον καὶ αὐτὸν παρεδέξατο φυλάττειν παρὰ τοῦ Πανδαρέου Τάνταλος ὁ Διὸς καὶ Πλουτοῦς.
5
ἐπεὶ δὲ μετὰ χρόνον Πανδάρεος ἐλθὼν εἰς Σίπυλον ἀπῄτει τὸν κύνα, Τάνταλος ὤμοσε μὴ λαβεῖν.
6
Ζεὺς δὲ Πανδάρεον μὲν ἀντὶ τῆς κλοπῆς ἐποίησεν ὅθιπερ εἱστήκει πέτρον· Τάνταλον δὲ, ἐπεὶ τὸν ὅρκον ἐψεύσατο, κατάβαλε καὶ περι<έθηκε περὶ> αὐτὸν ὑπὲρ κεφαλῆς τὸν Σίπυλον.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: The Herdsmen (Tale 35). Next tale: The Dorians with Diomedes (Tale 37). Corrections are welcome via the contact form; please say which paragraph you mean.