Ad Fontesto the sources

The Dorians with Diomedes

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 37 of 41.

Previous tale: Pandareus (into a stone) (Tale 36). This page is Tale 37 only, in Greek. Contents heading: Δωριεῖς οἱ μετὰ Διομήδους εἰς ὄρνιθας μετὰ θάνατον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Οὕ(τως).

1

Διομήδης μετὰ τὴν ἅλωσιν Ἰλίου παραγενόμενος εἰς Ἄργος Αἰγιάλειαν μὲν ἐμέμψατο τὴν γυναῖκα τὴν ἑαυτοῦ χάριν ἔργων Ἀφροδίτης, αὐτὸς δ' εἰς Καλυδῶνα τῆς Αἰτωλίας ἀφίκετο καὶ ἀνελὼν Ἄγριον καὶ τοὺς παῖδας Οἰνεῖ τῷ προπάτορι τὴν βασιλείαν ἀποδίδωσιν.

2

αὖτις δὲ πλέων εἰς Ἄργος ὑπὸ χειμῶνος εἰς τὸν Ἰόνιον ἐκφέρεται πόντον.

3

ἐπεὶ δὲ παραγενόμενον αὐτὸν ἔγνω Δαύνιος ὁ βασιλεὺς ὁ τῶν Δαυνίων, ἐδεήθη τὸν πόλεμον αὐτῷ συμπολεμῆσαι πρὸς Μεσσαπίους ἐπὶ μέρει γῆς καὶ γάμῳ θυγατρὸς τῆς ἑαυτοῦ.

4

καὶ Διομήδης ὑποδέχεται τὸν λόγον.

5

ἐπεὶ δὲ παραταξάμενος ἐτρέψατο τοὺς Μεσσαπίους καὶ ἔλαβε τὴν γῆν, ταύτην μὴν Δωριεῦσιν ἔνειμε τοῖς σὺν αὐτῷ· δύο δὲ παῖδας ἐκ τῆς θυγατρὸς ἔσχε τῆς Δαυνίου, Διομήδη και Ἀμφίνομον.

6

τελευτήσαντα δ' αὐτὸν κατὰ γῆρας ἐν Δαυνίους ἐκτέρισαν οἱ Δωριεῖς ἐν τῇ νήσῳ καὶ ὠνόμασαν αὐτὴν Διομήδειαν, αὐτοὶ δ' ἐγεώργουν ἥν ἐδάσαντο παρὰ τοῦ βασιλέως γῆν καὶ αὐτοῖς ἐξέφερε πλεῖστον καρπὸν κατ' ἐμπειρίαν γεωργικῶν ἔργων.

7

Δαυνίου δ' ἀποθανόντος ἐπεβούλευσαν Ἰλλυριοὶ βάρβαροι κατὰ φθόνον αὐτῶν τῆς γῆς καὶ ἀνεῖλον ἐν τῇ νήσῳ πάντας ἔντομα θύοντας ἐπιφανέντες οἱ Ἰλλυριοὶ τοὺς Δωριεῖς· Διὸς δὲ βουλῇ τὰ σώματα μὲν ἠφανίσθη τῶν Ἑλλήνων, αἱ ψυχαὶ δὲ μετέβαλον εἰς ὄρνιθας.

8

καὶ ἔτι νῦν Ἑλληνικὴ μὲν ἐπὰν καθορμίσηται ναῦς, φοιτῶσι πρὸς αὐτοὺς <οὗτοι> οἱ ὄρνιθες, Ἰλλυρικὴν δὲ φεύγουσι ναῦν καὶ ἀφανίζονται πάντες ἐκ τῆς νήσου.

Notes

Previous tale: Pandareus (into a stone) (Tale 36). Next tale: Lycus (Tale 38). Corrections are welcome via the contact form; please say which paragraph you mean.