Ad Fontesto the sources

Arsinoe

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 39 of 41.

Previous tale: Lycus (Tale 38). This page is Tale 39 only, in Greek. Contents heading: Ἀρσινόη εἰς λίθον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Ἑρμησιάναξ Λεοντίῳ β΄.

1

Ἀρκεοφῶν ὁ Μιννυρίδου πόλεως μὲν ἦν Σαλαμῖνος τῆς ἐν Κύπρῳ, γονέων δὲ οὐκ ἐπιφανῶν (ἦσαν γὰρ ἐκ Φοινίκης), χρήμασι δὲ καὶ τῇ ἄλλῃ εὐδαιμονία πλεῖστον ὑπερήνεγκεν.

2

οὗτος ἰδὼν τὴν θυγατέρα τὴν Νικοκρέοντος τοῦ Σαλαμινίων βασιλέως ἠράσθη.

3

γένος δ' ἦν τοῦ Νικοκρέοντος ἀπό Τεύκρου τοῦ ξυνελόντος Ἴλιον Ἀγαμέμνονι, παρ' ὅ καὶ μᾶλλον ὁ Ἀρκεοφῶν ἐφίετο τοῦ γάμου τῆς παιδός, καὶ ὑπέσχετο πλεῖστα παρὰ τοὺς ἄλλους μνηστῆρας ἀποίσειν ἕδνα.

4

Νικοκρέων δ' οὐχ ὑποδέχεται τὸν γάμον κατ' αἰσχύνην γένους τοῦ Ἀρκεοφῶντος, ὅτι αὐτῷ πατέρες ἦσαν Φοίνικες.

5

Ἀρκεοφῶντι δ' ἀποτυγχανομένῳ πρὸς τὸν γάμον πολὺ χαλεπώτερος ἦν ὁ ἔρως καὶ νυκτὸς ἐπὶ τὰ οἰκία τῆς Ἀρσινόης ἐφοίτα καὶ διενυκτέρευσε μετὰ τῶν ἡλικιωτῶν.

6

ἐπὶ δὲ αὐτῷ πρὸς τὸ ἔργον οὐδὲν ἐτυγχάνετο, πείθει τροφὸν αὐτῆς καὶ πλεῖστα δῶρα πέμψας ἐπειράθη τῆς παιδός, εἴ πως αὐτῷ δύναιτο κρύφα μιχθῆναι τῶν γονέων.

7

ἡ δὲ παῖς, ἐπεὶ τὸν λόγον ἡ τροφὸς αὐτῇ προσήνεγκε, κατεμήνυσε πρὸς τοὺς γονέας· οἱ δὲ γλῶσσαν ἄκραν καὶ ῥῖνα καὶ δακτύλους ἀποτεμόντες τῆς τροφοῦ καὶ λωβησάμενοι ἀνοίκτρως ἐξήλασαν ἐκ τῶν οἰκίων.

8

καὶ πρὸς τὸ ἔργον ἐνεμέσησεν ἡ θεός.

9

Ἀρκεοφῶν μὲν οὖν καθ' ὑπερβολὴν πάθους καὶ ὑπ<ερ>οψίαν τὴν πρὸς τὸν γάμον ἑκὼν ἀποθνῄσκει κατὰ τροφῆς ἔνδειαν· οἱ δὲ πολῖται τὸν θάνατον οἰκτείραντες ἐπένθησαν, ἡμέρᾳ τρίτῃ τὸ σῶμα προήνεγκαν εἰς ἐμφανὲς οἱ προσήκοντες.

10

καὶ οἱ μὲν ἔμελλον κηδεύσειν, Ἀρσινόη δὲ πρὸς ὕβριν ἐπεθύμησεν ἐκ τῶν οἴκων ἐκκύψασα τὸ σῶμα τὸ τοῦ Ἀρκεοφῶντος κατακαιόμενον ἰδεῖν.

11

καὶ ἡ μὲν ἐθεᾶτο, μισήσασα δὲ τὸ ἦθος Ἀφροδίτη μετέβαλεν αὐτὴν καὶ ἐποίησεν ἐξ ἀνθρώπου λίθον καὶ τοὺς πόδας ἐρρίζωσεν ἐπὶ τὴν γῆν.

Notes

Previous tale: Lycus (Tale 38). Next tale: Britomartis (Tale 40). Corrections are welcome via the contact form; please say which paragraph you mean.