Ad Fontesto the sources

Lycus

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 38 of 41.

Previous tale: The Dorians with Diomedes (Tale 37). This page is Tale 38 only, in Greek. Contents heading: Λύκος εἰς πέτρον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων α΄.

1

Αἰακῷ τῷ Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ παῖδες ἐγένοντο Τελαμὼν καὶ Πηλεὺς καὶ τρίτος Φῶκος ἐκ Ψαμάθης τῆς Νηρέως.

2

τοῦτον ἐφίλησε περισσῶς Αἰακός, ὅτι καλὸς κἀγαθὸς ἦν ἀνήρ.

3

Πηλεὺς δὲ καὶ Τελαμὼν φθονήσαντες αὐτῷ κτείνουσι θανάτῳ κρυφαίῳ καὶ διὰ τοῦτο ἐξελαθέντες ὑπ' Αἰακοῦ τὴν Αἴγιναν ἐξέλιπον.

4

ᾤκησε δὲ Τελαμὼν μὲν Σαλαμῖνα τὴν νῆσον, Πηλεὺς δ' ἐξίκετο πρὸς Εὐρυτίωνα τὸν Ἴρου καὶ ἱκετεύσας καθαίρεται παρ' αὐτῷ τὸν φόνον· καὶ αὖτις Εὐρυτίωνα ἐν κυνηγεσίοις ἄκων ἐπὶ συὸς βολῇ κτείνει·

5

καὶ φυγὼν ἔρχεται παρὰ Ἄκαστον, οὗ ὑπὸ τῆς γυναικὸς πρὸς ἀφροδίσιον ἔργον <διαβληθεὶς> καταλείπεται μόνος ἐν τῷ Πηλίῳ.

6

καὶ πλαζόμενος ἐντυγχαίνει Χείρωνι τῷ Κενταύρῳ, ἱκετεύοντα δὲ αὐτὸν ὑποδέχεται ἐκεῖνος εἰς τὸ ἄντρον.

7

καὶ Πηλεὺς ἀγείρας πολλὰ πρόβατα καὶ βοῦς ἄγει πρὸς Ἶρον κατὰ ποινὴν τοῦ φόνου.

8

ταύτην οὐχ ὑποδέχεται τὴν ποινὴν ὁ Ἶρος, ἀλλὰ Πηλεὺς ἀπαγαγὼν ἀφίησι κατὰ χρησμὸν θεοῦ.

9

καὶ τὰ πρόβατα νομέων ἔρημα λύκος ἐπελθὼν κατέδει καὶ ὁ λύκος οὗτος κατὰ δαίμονα μεταβαλὼν ἐγένετο πέτρος καὶ ἄχρι πλείστου διέμενε μεταξὺ Λοκρίδος καὶ τῆς Φωκέων γῆς.

Notes

Previous tale: The Dorians with Diomedes (Tale 37). Next tale: Arsinoe (Tale 39). Corrections are welcome via the contact form; please say which paragraph you mean.