Ad Fontesto the sources

Sybaris

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 8 of 41.

Previous tale: Anthus (Tale 7). This page is Tale 8 only, in Greek. Contents heading: Λαμία ἤ Σύβαρις εἰς πηγὴν ὁμώνυμον Σύβαριν. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεριουμένων δ'.

1

Παρὰ τὰ σφυρὰ τοῦ Παρνασσοῦ πρὸς νότον ὄρος ἐστίν, ὅ καλεῖται Κίρφις παρὰ τὴν Κρῖσαν, καὶ ἐν αὐτῷ ἐστιν ἔτι νῦν σπήλαιον ὑπερμέγεθες, ἐν ᾧ θηρίον ᾤκει μέγα καὶ ὑπερφυές, καὶ αὐτὸ Λάμιαν, οἱ δὲ Σύβαριν, ὠνόμαζον.

2

τοῦτο καθ' ἡμέραν ἑκάστην τὸ θηρίον ἐπιφοιτῶν ἀνήρπαζεν ἐκ τῶν ἀγρῶν τὰ θρέμματα καὶ τοὺς ἀνθρώπους.

3

ἤδη δὲ τῶν Δελφῶν βουλευομένων ὑπὲρ ἀναστάσεως καὶ χρηστηριαζομένων εἰς ἥντινα παρέσονται χώραν, ὁ θεὸς ἀπόλυσιν ἐσήμανε τῆς συμφορᾶς, εἰ μένοντες ἐθέλοιεν ἐκθεῖναι παρὰ τῷ σπηλαίῳ ἕνα κοῦρον τῶν πολιτῶν.

4

κἀκεῖνοι καθάπερ ὁ θεὸς εἶπεν ἐποίουν.

5

κληρουμένων δ' ἔλαχεν Ἀλκυονεὺς ὁ Διόμου καὶ Μεγανείρης παῖς, μονογενὴς ὤν τῷ πατρὶ καὶ καλὸς καὶ κατὰ τὴν ὄψιν καὶ τὸ τῆς ψυχῆς ἦθος.

6

καὶ οἱ μὲν ἱερεῖς τὸν Ἀλκυονέα στέψαντες ἀπήγαγον εἰς τὸ τῆς Συβάριδος σπήλαιον, Εὐρύβατος δὲ κατὰ δαίμονα ἐκ τῆς Κουρήτιδος ἀπιὼν ὁ Εὐφήμου παῖς, γένος μὲν ἔχων Ἀξιοῦ τοῦ ποταμοῦ, νέος δ' ὤν καὶ γενναῖος, ἐνέτυχεν <ἀπ>αγομένῳ τῷ παιδί.

7

πληγείς <δ'> ἔρωτι καὶ πυθόμενος καθ' ἥντινα πρόφασιν ἔρχονται, δεινὸν ἐποήσατο μὴ οὐκ ἀμῦναι πρὸς δύναμιν, ἀλλὰ περιιδεῖν οἰκτρῶς ἀναιρεθέντα τὸν παῖδα.

8

περισπάσας οὖν ἀπὸ τοῦ Ἀλκυονέως τὰ στέμματα καὶ αὐτὸς ἐπὶ τὴν κεφαλὴν ἐπιθέμενος ἐκέλευεν ἀπάγειν ἑαυτὸν ἀντὶ τοῦ παιδός.

9

ἐπεὶ δὲ αὐτὸν οἱ ἱερεῖς ἀπήγαγον, εἰσδραμὼν καὶ τὴν Σύβαριν ἐκ τῆς κοίτης συναρπάσας παρήνεγκεν εἰς ἐμφανὲς καὶ κατὰ τῶν πετρῶν ἔρριψεν.

10

ἡ δὲ καταφερομένη προσέκρουσε τὴν κεφαλὴν παρὰ τὰ σφυρὰ τῆς Κρίσης.

11

καὶ αὐτὴ μὲν τοῦ τραύματος ἀφανής ἐγένετο, ἐκ δὲ τῆς πέτρας ἐκείνης ἀνεφάνη πηγή, καὶ αὐτὴν οἱ ἐπιχώριοι καλοῦσι Σύβαριν· ἐκ ταύτης καὶ Λοκροὶ πόλιν ἐν Ἰταλίᾳ Σύβαριν ἔκτισαν.

Notes

Previous tale: Anthus (Tale 7). Next tale: The Daughters of Pierus (Tale 9). Corrections are welcome via the contact form; please say which paragraph you mean.