Ad Fontesto the sources

The Daughters of Pierus

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 9 of 41.

Previous tale: Sybaris (Tale 8). This page is Tale 9 only, in Greek. Contents heading: αἱ Πιέρου θυγατέρες εἰς ὄρνιθας ὁμωνύμους ἠμαθίδας· ἔστι δ' αὐτῶν ὀνόματα τάδε· κολυμβίς, ἴυγξ, κεγχρίς, κίσσα, χλωρίς, ἀκαλανθίς, νῆσσα, πιπώ, δρακοντίς. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ'.

1

Ζεὺς Μνημοσύνῃ μιγεὶς ἐν Πιερίᾳ Μούσας ἐγέννησεν.

2

ὑπὸ δὲ τὸν χρόνον τοῦτον ἐβασίλευε Πίερος αὐτόχθων Ἠμαθίας καὶ αὐτῷ θυγατέρες ἐγένοντο ἐννέα, καὶ χορὸν ἐναντίον ἔστησαν αὗται Μούσαις καὶ ἀγών ἐγένετο μουσικῆς ἐπὶ τῷ Ἑλικῶνι.

3

ὅτε μὲν οὖν αἱ θυγατέρες ᾄδοιεν <αἱ> τοῦ Πιέρου, ἐπήχλυε πάντα καὶ οὐδὲν ὑπήκουε πρὸς τὴν χορείαν, ὑπὸ δὲ Μουσῶν ἵσταντο μὲν οὐρανὸς καὶ ἄστρα καὶ θάλασσα καὶ ποταμοί, ὁ δ' Ἑλικὼν ηὔξετο κηλούμενος ὑφ' ἡδονῆς εἰς τὸν οὐρανόν, ἄχρις αὐτὸν βουλῇ Ποσειδῶνος ἔπαυσεν ὁ Πήγασος τῇ ὁπλῇ τὴν κορυφὴν πατάξας.

4

ἐπεὶ δὲ νεῖκος ἤραντο θνηταὶ θεαῖς, μετέβαλον αὐτὰς αἱ Μοῦσαι καὶ ἐποίησαν ὄρνιθας ἐννέα καὶ ἔτι νῦν ὀνομάζονται παρ' ἀνθρώποις κολυμβάς, ἴυγξ, κεγχρίς, κίσσα, χλωρίς, ἀκαλανθίς, νῆσσα, πιπώ, δρακοντίς.

Notes

Previous tale: Sybaris (Tale 8). Next tale: The Daughters of Minyas (Tale 10). Corrections are welcome via the contact form; please say which paragraph you mean.