Ascalabus
Previous tale: Battus (Tale 23). This page is Tale 24 only, in Greek. Contents heading: Ἀσκαλαβὸς εἰς ζῷον ὁμώνυμον. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ'.
1
Δημήτηρ ὅτε πλανῆτις ἐπῄει γῆν ἅπασαν κατὰ ζήτησιν τῆς θυγατρὸς ἀνεπαύσατο ἐν τῇ Ἀττικῇ.
2
καὶ αὐτὴν ὑπὸ πολλοῦ καύματος ὑποδέχεται Μίσμη καὶ διδοῖ ποτὸν ὕδωρ ἐμβαλοῦσα γλήχωνα καὶ ἄλφιτον εἰς αὐτό.
3
καὶ ἡ Δημήτηρ ἐξέπιε κατὰ τὸ δίψος τὸ ποτὸν ἀθροῦν.
4
ὁ δὲ παῖς ὁ τῆς Μίσμης Ἀσκάλαβος ἰδὼν ἐποιήσατο γέλωτα καὶ αὖτις ἐκέλευεν ὀρέγειν αὐτῇ λέβητα βαθὺν ἤ πιθάκνην.
5
Δημήτηρ δὲ κατ' ὀργὴν ὥς εἶχε τὸ ποτὸν αὐτῷ τὸ καταλειπόμενον προσέχεεν.
6
ὁ δὲ μεταβαλὼν ἐγένετο ποικίλος ἐκ τοῦ σώματος ἀσκάλαβος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων μεμίσηται.
7
καὶ ἔστιν αὐτῷ δίαιτα παρ' ὀχετόν.
8
ὁ δὲ ἀποκτείνας κεχαρισμένος γίνεται Δήμητρι.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Battus (Tale 23). Next tale: Metioche and Menippe (Tale 25). Corrections are welcome via the contact form; please say which paragraph you mean.