Metioche and Menippe
Previous tale: Ascalabus (Tale 24). This page is Tale 25 only, in Greek. Contents heading: Μητιόχη καὶ Μενίππη εἰς ἀστέρας κομήτας. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεί Νίκανδρος Ἑτεροιουμένων δ' καὶ Κόριννα Γεροίων α'.
1
Ὠρίωνος τοῦ Ὑριέως ἐν Βοιωτίᾳ θυγατέρες ἐγένοντο Μητιόχη καὶ Μενίππη.
2
αὗται, ὅτε Ὠρίωνα ἠφάνισεν ἐξ ἀνθρώπων Ἄρτεμις, ἐτρέφοντο παρὰ τῇ μητρί.
3
καὶ Ἀθηνᾶ μὲν ἐδίδασκεν αὐτὰς ἱστοὺς ἐξυφαίνειν, Ἀφροδίτη δὲ αὐταῖς ἔδωκε κάλλος.
4
ἐπεὶ δὲ Ἀονίαν ὅλην ἔλαβε λοιμὸς καὶ πολλοὶ ἀπέθνησκον, θεωροὺς ἀπέστειλαν παρὰ τὸν Ἀπόλλωνα τὸν Γορτύνιον· καὶ αὐτοῖς εἶπεν ὁ θεὸς ἱλάσσασθαι δύο τοὺς ἐριουνίους θεούς· ἔφη δὲ καταπαύσειν αὐτοὺς τὴν μῆνιν, εἰ δύο δυσὶν ἑκοῦσαι παρθένοι θύματα γένοιντο.
5
πρὸς [δὲ] δὴ τὸ μαντεῖον οὐδεμία τῶν ἐν τῇ πόλει παρθένων ὑπήκουσεν, ἄχρι γυνὴ θῆσσα τὸν χρησμὸν ἐξήνεγκε πρὸς τὰς θυγατέρας τοῦ Ὠρίωνος.
6
αἱ δ' ὡς ἐπύθοντο παρὰ τὸν ἱστὸν ἔχουσαι, τὸν ὑπὲρ ἀστῶν θάνατον ἐδέξαντο πρίν ἤ τὴν ἐπιδήμιον ἐπιπεσοῦσαν αὐτὰς ἀφανίσαι νόσον· τρὶς δὲ βοησάμεναι χθονίους δαίμονας, ὅτι αὐτοῖς ἑκοῦσαι θύματα γίνονται, ἐπάταξαν ἑαυτὰς τῇ κερκίδι παρὰ τὴν κλεῖδα καὶ ἀνέρρηξαν τὴν σφαγήν.
7
καὶ αὐταὶ μὲν ἀμφότεραι κατέπεσον ἐς τὴν γῆν· Φερσεφόνη δὲ καὶ Ἅιδης οἰκτείραντες τὰ μὲν σώματα τῶν παρθένων ἠφάνισαν, ἀντὶ δ' ἐκείνων ἀστέρας ἀνήνεγκαν ἐκ τῆς γῆς· οἱ δὲ φανέντες ἀνηνέχθησαν εἰς οὐρανόν, καὶ αὐτοὺς ὠνόμασαν ἄνθρωποι κομήτας.
8
ἱδρύσαντο δὲ πάντες Ἄονες ἐν Ὀρχομενῷ τῆς Βοιωτίας ἱερὸν ἐπίσημον τῶν παρθένων τούτων.
9
καὶ αὐταῖς καθ' ἕκαστον ἔτος κόροι τε καὶ κόραι μειλίγματα φέρουσιν.
10
προσαγορεύσουσι δ'αὐτὰς ἄχρι νῦν Ἄονες Κορωνίδας παρθένους.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Ascalabus (Tale 24). Next tale: Hylas (Tale 26). Corrections are welcome via the contact form; please say which paragraph you mean.