Ad Fontesto the sources

Hylas

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 26 of 41.

Previous tale: Metioche and Menippe (Tale 25). This page is Tale 26 only, in Greek. Contents heading: Ὕλας εἰς ἠχώ. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β΄.

1

Ἡρακλῆς ὅτε μετὰ τῶν Ἀργοναυτῶν ἔπλει, στρατηγὸς ὑπ' αὐτῶν ἀποδειχθεὶς συνεπήγετο μεθ' αὑτοῦ καὶ Ὕλαν, παῖδα μὲν Κήυκος, νέον δὲ καὶ καλόν.

2

ἐπεὶ δὲ πρὸς τὸ στενὸν ἐξίκοντο τοῦ Πόντου καὶ τὰ σφυρὰ παρέπλευσαν τῆς Ἀργανθώνης καὶ ἐγένετο χειμὼν καὶ σάλος, ἐνταῦθα καταβαλόντες ἀγκύρας ἀνέπαυσαν τὴν ναῦν.

3

καὶ Ἡρακλῆς παρεῖχε τοῖς ἥρωσι τὸ δεῖπνον.

4

ὁ δὲ παῖς Ὕλας ἔχων κρωσσὸν ἦλθε πρὸς τὸν Ἀσκάνιον ποταμὸν ὕδωρ ἀποίσων τοῖς ἀριστεῦσι· καὶ αὐτὸν ἰδοῦσαι νύμφαι, <αἱ> τοῦ ποταμοῦ τούτου θυγατέρες, ἠράσθησαν, ἀρυόμενον δὲ καταβάλλουσιν εἰς τὴν κρήνην.

5

καὶ ὁ μὲν Ὕλας ἀφανὴς ἐγένετο, Ἡρακλῆς δ', ἐπεὶ αὐτῷ οὐκ ἐνόστει καταλιπὼν τοὺς ἥρωας ἐξερευνᾷ πανταχοῖ τὸν δρυμὸν καὶ ἐβόησε πολλάκις τὸν Ὕλαν.

6

νύμφαι δὲ δείσασαι τὸν Ἡρακλέα, μὴ αὐτὸν εὕροι κρυπτόμενον παρ' αὐταῖς, μετέβαλον τὸν Ὕλαν καὶ ἐποίησαν ἠχὼ καὶ πρὸς τὴν βοὴν πολλάκις ἀντεφώνησεν Ἡρακλεῖ.

7

καὶ ὁ μὲν ὡς οὐκ ἐδύνατο πλεῖστα ποιησάμενος ἐξευρεῖν τὸν Ὕλαν, παρεγένετο πρὸς τὴν ναῦν καὶ αὐτὸς μὲν ἔπλει μετὰ τῶν ἀριστέων.

8

Πολύφημον δὲ καταλείπει ἐν τῷ χωρίῳ, εἴ πως δύναιτο ζητῶν ἐξευρεῖν αὐτῷ τὸν Ὕλαν·

9

καὶ ὁ μὲν Πολύφημος ἔφθη τελευτήσας.

10

Ὕλᾳ δὲ θύουσιν ἄχρι νῦν παρὰ τὴν κρήνην οἱ ἐπιχώριοι καὶ αὐτὸν ἐξ ὀνόματος εἰς τρὶς ὁ ἱερεὺς φωνεῖ καὶ εἰς τρὶς ἀμείβεται πρὸς αὐτὸν ἠχώ.

Notes

Previous tale: Metioche and Menippe (Tale 25). Next tale: Iphigenia (Tale 27). Corrections are welcome via the contact form; please say which paragraph you mean.