Ad Fontesto the sources

Iphigenia

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 27 of 41.

Previous tale: Hylas (Tale 26). This page is Tale 27 only, in Greek. Contents heading: Ἰφιγένεια εἰς δαίμονα καλούμενον Ὀρσιλόχην. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.

1

Θησέως καὶ Ἑλένης τῆς Διὸς ἐγένετο θυγάτηρ Ἰφιγένεια καὶ αὐτὴν ἐξέτρεφεν ἡ τῆς Ἑλένης ἀδελφὴ Κλυταιμήστρα, πρὸς δὲ τὸν Ἀγαμέμνονα εἶπεν αὐτὴ τεκεῖν· Ἑλένη γὰρ πυνθανομένων τῶν ἀδελφῶν ἔφη κόρη παρὰ Θησέως ἀπελθεῖν.

2

ἐπεὶ δὲ ἡ στρατιὰ ἡ τῶν Ἀχαιῶν ὑπὸ ἀπλοίας ἐν Αὐλίδι κατείχετο, προεσήμαινον οἱ μάντεις, ὅτι ἔσοιτο πλοῦς, ἐὰν Ἀρτέμιδι θύσωσι τὴν Ἰφιγένειαν.

3

Ἀγαμέμνων δὲ διδοῖ σφάγιον αὐτὴν αἰτούντων τῶν Ἀχαιῶν, πρὸς δὲ τὸν βωμὸν ἀγομένην οἱ μὲν ἀριστεῖς οὐ προσέβλεψαν, ἀλλὰ πάντες ἔτρεψαν ἄλλῃ τὰς ὄψεις.

4

Ἄρτεμις δὲ ἀντὶ τῆς Ἰφιγενείας παρὰ τὸν βωμὸν ἔφηνε μόσχον, αὐτὴν δὲ προσωτάτω τῆς Ἑλλάδος ἀπήνεγκεν εἰς τὸν Εὔξεινον λεγόμενον πόντον παρὰ Θόαντα τὸν Βορυσθένους παῖδα.

5

καὶ τὸ μὲν ἔθνος ἐκεῖνο τῶν νομάδων ἐκάλεσε Ταύρους, ἐπεὶ ἀντὶ τῆς Ἰφιγενείας παρὰ τὸν βωμὸν ἔφηνε ταῦρον, αὑτὴν δ' <ἡ> θεὸς Ταυροπόλου.

6

κατὰ δὲ χρόνον ἱκ<ν>ούμενον ἀπῴκισε τὴν Ἰφιγένειαν εἰς τὴν Λευκὴν λεγόμενην <νῆσον> παρὰ τὸν Ἀχιλλέα καὶ ἀλλάξασα ἐποίησεν αὐτὴν ἀγήρων καὶ ἀθάνατον δαίμονα καὶ ὠνόμασεν ἀντὶ τῆς Ἰφιγενείας Ὀρσιλοχίαν.

7

ἐγένετο δὲ Ἀχιλλεῖ σύνοικος.

Notes

Previous tale: Hylas (Tale 26). Next tale: Typhon (Tale 28). Corrections are welcome via the contact form; please say which paragraph you mean.