Ad Fontesto the sources

Typhon

Antoninus Liberalis, Metamorphoses (Collection of Transformations), Tale 28 of 41.

Previous tale: Iphigenia (Tale 27). This page is Tale 28 only, in Greek. Contents heading: Τυφὼν εἰς διάπυρον μύδρον, Ἀπόλλων εἰς ἱέρακα, Ἑρμῆς εἰς ἴβιν, Ἄρης εἰς λεπιδωτὸν ἰχθύν, Ἄρτεμις εἰς αἴλουρον, Διόνυσος εἰς τράγον, Ἡρακλῆς εἰς ἕλλον, Ἥφαιστος εἰς βοῦν, Λητὼ εἰς μυγαλῆν. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.

Ἱστορεῖ Νίκανδρος Ἑτεροιούμένων δ'.

1

Τυφὼν ἐγένετο Γῆς υἱὸς ἐξαίσιος δαίμων πρὸς ἰσχύν, κατὰ δὲ τὴν ὄψιν παρηλλαγμένος· ἐπεφύκεσαν γὰρ κεφαλαὶ πλεῖσται καὶ χέρες καὶ πτέρυγες, ἐκ δὲ τῶν μηρῶν μέγισται δρακόντων σπεῖραι, φωνὰς δὲ παντοίας ἠφίει καὶ αὐτὸν οὐδὲν ὑπέμενεν εἰς ἀλκήν.

2

οὗτος ἐπεθύμισε τοῦ Διὸς ἔχειν τὴν ἀρχὴν καὶ αὐτὸν ἐπερχόμενον οὐδεὶς ὑπέμενε τῶν θεῶν, ἀλλὰ δείσαντες ἔφυγον πάντες εἰς τὴν Αἴγυπτον, Ἀθηνᾶ δὲ καὶ Ζεὺς ὑπελείφθησαν μόνοι.

3

Τυφὼν δ΄ ἐκ ποδὸς ἐδίωκεν.

4

οἱ δὲ προμηθείᾳ διέφυγον ἀλλάξαντες εἰς ζῷα τὰς ὄψεις·

5

καὶ Ἀπόλλων μὲν ἐγένετο ἱέραξ, Ἑρμῆς δὲ ἶβις, Ἄρης δὲ λεπιδωτὸς ἰχθύς, Ἄρτεμις δὲ αἴλουρος, τράγῳ δὲ εἰκάζεται Διόνυσος, ἕλλῳ δ΄ Ἡρακλῆς, βοῒ δ' Ἥφαιστος, μυγαλῇ δὲ Λητώ, καὶ ὡς ἕκαστος ἔτυχε τῶν ἄλλων θεῶν μετέβαλε τὴν ὄψιν.

6

ἔπει<τα> δὲ Τυφῶνα Ζεὺς βάλλει κεραυνῷ·

7

καιόμενος δὲ ὁ Τυφὼν ἔκρυψεν ἑαυτὸν καὶ ἠφάνισε τὴν φλόγα τῇ θαλάσσῃ.

8

Ζεὺς δ' οὐκ ἀνίησιν, ἀλλ' ὅ μέγιστον ὄρος ἐπιβάλλει Τυφῶνι τὴν Αἴτνην καὶ αὐτῷ φύλακα τὸν Ἥφαιστον ἐπὶ τῶν ἄκρων ἐφίστησιν· ὁ δ' ἐνειρείσας τοὺς ἄκμονας αὐτοῦ τῷ τραχήλῳ διάπυρον ἐργάζεται μύδρον.

Notes

Previous tale: Iphigenia (Tale 27). Next tale: Galinthias (Tale 29). Corrections are welcome via the contact form; please say which paragraph you mean.