Galinthias
Previous tale: Typhon (Tale 28). This page is Tale 29 only, in Greek. Contents heading: Γαλινθιὰς εἰς γαλῆν. An English translation of this tale has not been published yet; translations are added tale by tale as each is finished. See the Antoninus index for all 41 tales.
Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.
1
Προίτου θυγάτηρ ἐν Θήβαις ἐγένετο Γαλινθιάς.
2
αὕτη παρθένος ἦν συμπαίκτρια καὶ ἑταιρὶς Ἀλκμήνης τῆς Ἠλεκτρύωνος.
3
ἐπεὶ δὲ Ἀλκμήνην ὁ τόκος ἤπειγε τοῦ Ἡρακλέους, Μοῖραι καὶ Εἰλείθυια πρὸς χάριν τῆς Ἥρας κατεῖχον ἐν ταῖς ὠδῖσι τὴν Ἀλκμήνην.
4
καὶ αὗται μὲν ἐκαθέζοντο κρατοῦσαι τὰς ἑαυτῶν χεῖρας, Γαλινθιὰς δὲ δείσασα μὴ Ἀλκμήνην ἐκστήσωσι βαρυνομένην οἱ πόνοι, δραμοῦσα παρὰ τε τὰς Μοίρας καὶ τὴν Εἰλείθυιαν ἐξήγγειλεν ὅτι Διὸς βουλῇ γέγονε τῇ Ἀλκμήνῃ παῖς κόρος, αἱ δὲ ἐκείνων τιμαὶ καταλέλυνται.
5
πρὸς δὴ τοῦτ' ἔκπληξις ἔλαβε τὰς Μοίρας καὶ ἀνῆκαν εὐθὺς τὰς χεῖρας, Ἀλκμήμην δὲ κατέλιπον εὐθὺς αἱ ὠδῖνες καὶ ἐγένετο Ἡρακλῆς.
6
αἱ δὴ Μοῖραι πένθος ἐποιήσαντο καὶ τῆς Γαλινθιάδος ἀφείλοντο τὴν κορείαν, ὅτι θνητὴ τοὺς θεοὺς ἐξηπάτησε, καὶ αὐτὴν ἐποίησαν δολερὰν γαλῆν καὶ δίαιταν ἔδωκαν ἐν τῷ μυχῷ καὶ ἄμορφον ἀπέδειξαν τὴν γονήν.
7
θορίσκεται μὲν γὰρ διὰ τῶν ὤτων, τίκτει δ' ἀναφέρουσα τὸ κυόμενον ἐκ τοῦ τραχήλου.
8
ταύτην Ἑκάτη πρὸς τὴν μεταβολὴν τῆς ὄψεως ᾤκτειρε καὶ ἀπέδειξεν ἱερὰν αὐτῆς διάκονον·
9
Ἡρακλῆς δ' ἐπεὶ ηὐξήθη τὴν χάριν ἐμνημόνευσε καὶ αὐτῆς ἐποίησεν ἀφίδρυμα παρὰ τὸν οἶκον καὶ ἱερὰ προσήνεγκεν.
10
ταῦτα νῦν ἔτι τὰ ἱερὰ Θηβαῖοι φυλάττουσι καὶ πρῲ Ἡρακλέους ἑορτῇ θύουσι Γαλινθιάδι πρώτῃ.
Notes
- Edition check, still open: this Greek text has not yet been checked against a Teubner or critical edition.
Previous tale: Typhon (Tale 28). Next tale: Byblis (Tale 30). Corrections are welcome via the contact form; please say which paragraph you mean.