Diodorus Siculus — Library of History, Books 11–20
Works in this volume — 1
Library of History, Books 11–20
Contents — 26 sections
- Book 18, Part 1
- Book 18, Part 2
- Book 18, Part 3
- Book 18, Part 4
- Book 18, Part 5
- Book 18, Part 6
- Book 18, Part 7
- Book 18, Part 8
- Book 18, Part 9
- Book 19, Part 1
- Book 19, Part 2
- Book 19, Part 3
- Book 19, Part 4
- Book 19, Part 5
- Book 19, Part 6
- Book 19, Part 7
- Book 19, Part 8
- Book 19, Part 9
- Book 20, Part 1
- Book 20, Part 2
- Book 20, Part 3
- Book 20, Part 4
- Book 20, Part 5
- Book 20, Part 6
- Book 20, Part 7
- Book 20, Part 8
Book 18, Part 1
τάδε ἔνεστιν ἐν τῇ ὀκτωκαιδεκάτῃ τῶν Διοδώρου βύβλων.
α. ἡ γενομένη ταραχὴ καὶ στάσις μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐν ταῖς δυνάμεσιν.
β. Περδίκκου παράληψις τῆς κατὰ τὴν βασιλείαν ἐπιμελείας καὶ διαίρεσις τῶν σατραπειῶν.
γ. ἀπόστασις τῶν ἐν ταῖς ἄνω σατραπείαις Ἑλλήνων καὶ ἀποστολὴ στρατηγοῦ Πίθωνος ἐπʼ αὐτούς.
δ. ἀπαγγελία τῆς κατὰ τὴν Ἀσίαν θέσεως καὶ τῶν ἐν αὐτῇ σατραπειῶν.
ε. ὡς Πίθων κατεπολέμησε τοὺς ἀποστάντας Ἕλληνας.
ς. ὡς Ἀθηναῖοι πόλεμον ἐξήνεγκαν πρὸς Ἀντίπατρον τὸν ὀνομασθέντα Δαμιακόν.
ζ. ὡς Λεωσθένης ἀναδειχθεὶς στρατηγὸς καὶ συστησάμενος δύναμιν ἐνίκησε μάχῃ τὸν Ἀντίπατρον καὶ συνέκλεισεν εἰς πόλιν Λάμιαν.
η. Λεωσθένους τοῦ στρατηγοῦ τελευτὴ καὶ ἐπιτάφιος.
θ. παράληψις τῶν σατραπειῶν ὑπὸ τῶν μεμερισμένων αὐτάς.
ι. ἱππομαχία τῶν Ἑλλήνων πρὸς Λεοννάτον καὶ νίκη τῶν Ἑλλήνων.
α. ὡς Ἀντίπατρος Λεοννάτου σφαγέντος ἐν τῇ μάχῃ παρέλαβε τὴν Λεοννάτου δύναμιν.
β. ὡς Κλεῖτος ὁ τῶν Μακεδόνων ναύαρχος ἐνίκησε δυσὶ ναυμαχίαις τοὺς Ἕλληνας.
γ. ὡς Περδίκκας Ἀριαράθην τὸν βασιλέα παρατάξει μεγάλῃ νικήσας ἐζώγρησε τὸν βασιλέα μετὰ καὶ πολλῶν ἄλλων.
δ. ὡς Κρατερὸς βοηθήσας Ἀντιπάτρῳ ἐνίκησε τοὺς Ἕλληνας καὶ κατέλυσε τὸν Λαμιακὸν πόλεμον.
ε. περὶ τῶν ὑπʼ Ἀντιπάτρου πραχθέντων πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας.
ς. περὶ τῶν πραχθέντων ἐν τῷ κατὰ Κυρήνην πολέμῳ Πτολεμαίῳ.
ζ. ὡς Περδίκκας ἐμβαλὼν εἰς τὴν Πισιδίαν Λαρανδεῖς μὲν ἐξηνδραποδίσατο, Ἰσαυρεῖς δὲ πολιορκήσας συνηνάγκασεν ἑαυτούς τε κατασφάξαι καὶ τὴν πόλιν ἐμπρῆσαι.
η. Ἀντιπάτρου καὶ Κρατεροῦ στρατεία εἰς Αἰτωλίαν.
θ. κατακομιδὴ τοῦ Ἀλεξάνδρου σώματος ἐκ Βαβυλῶνος εἰς Ἀλεξάνδρειαν καὶ τῆς κατὰ τὴν ἁρμάμαξαν πολυτελείας ἀπαγγελία.
κ. ὡς Εὐμενὴς παρατάξει νικήσας Κρατερὸν κατέσφαξεν ἐν τῇ μάχῃ καὶ Νεοπτόλεμον.
α. ὡς Περδίκκας εἰς Αἴγυπτον στρατεύσας ὑπὸ τῶν φίλων ἀνῃρέθη.
β. ὡς τῶν βασιλέων ἐπιμελητὴς ᾑρέθη Πίθων καὶ μετʼ αὐτοῦ Ἀρριδαῖος, ὕστερον δʼ Ἀντίπατρος.
γ. ὡς Ἀντίπατρος ἡγεμὼν κατασταθεὶς τῶν ὅλων ἐμερίσατο τὰς σατραπείας ἐξ ἀρχῆς ἔν Τριπαραδείσῳ τῆς Συρίας.
δ. ὡς Ἀντίγονος ὑπʼ Ἀντιπάτρου κατασταθεὶς στρατηγὸς κατεπολέμησε τὸν Εὐμένη.
ε. περὶ Εὐμενοῦς καὶ τῶν περὶ αὐτὸν γενομένων παραδόξων μεταβολῶν.
ς. ὡς Πτολεμαῖος τήν τε Φοινίκην καὶ τὴν Κοίλην Συρίαν προσεκτήσατο.
ζ. ὡς Ἀντίγονος Ἀλκέταν ἐνίκησεν ἐπιφανεῖ καρατάξει.
η. Ἀντιπάτρου θάνατος καὶ τῆς βασιλικῆς δυνάμεως παράληψις ὑπὸ Πολυπέρχοντος.
θ. ὡς Ἀντίγονος μετεωρισθεὶς ἐπί τε τῇ Ἀντιπάτρου τελευτῇ καὶ τοῖς ὑφʼ αὑτοῦ κατειργασμένοις ἀντεποιήσατο τῆς βασιλείας.
λ. Εὐμενοῦς αὔξησις παράδοξος καὶ παράληψις τῆς τε τῶν βασιλέων ἐπιμελείας καὶ τῆς Μακεδονικῆς δυνάμεως.
α. Κασάνδρου αὔξησις καὶ πόλεμος πρὸς Πολυπέρχοντα τὸν ἐπιμελητὴν τῶν βασιλέων καὶ κοινοπραγία πρὸς Ἀντίγονον.
β. ὡς Εὐμενὴς ἐν Κιλικίᾳ τοὺς ἀργυράσπιδας παραλαβὼν εἰς τὰς ἄνω σατραπείας ἀπῆλθε καὶ δύναμιν ἀξιόλογον παρεσκευάσατο.
γ. περὶ τῆς Εὐμενοῦς ἀγχινοίας καὶ στρατηγίας καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων μέχρι τῆς τελευτῆς.
δ. τὰ συμβάντα περὶ Κάσανδρον κατὰ τὴν Ἀττικὴν καὶ Νικάνορα τὸν φρουροῦντα τὴν Μουνυχίαν.
ε. Φωκίωνος τοῦ χρηστοῦ προσαγορευθέντος θάνατος.
ς. ὡς Πολυπέρχων Μεγαλοπολίτας πολιορκήσας καὶ πολλὰ παθὼν καὶ δράσας ἄπρακτος ἐπανῆλθεν.
ζ. ὡς Κλεῖτος ὁ Πολυπέρχοντος ναύαρχος ἐνίκησε ναυμαχίᾳ Νικάνορα τὸν Κασάνδρου ναύαρχον.
η. ὡς Ἀντίγονος ἐπιφανῶς νικήσας ναυμαχίᾳ τὸν Κλεῖτον ἐθαλαττοκράτησεν.
θ. ὡς Εὐμενὴς ὑπὸ Σελεύκου περὶ τὴν Βαβυλῶνα συγκλεισθεὶς εἰς τοὺς ἐσχάτους κινδύνους ἐσώθη διὰ τὴν ἰδίαν ἀγχίνοιαν.
μ. ὡς Πολυπέρχων καταφρονηθεὶς ὑπὸ τῶν Ἑλλήνων καὶ ταπεινωθεὶς διεπολέμει πρὸς Κάσανδρον.
Πυθαγόρας ὁ Σάμιος καί τινες ἕτεροι τῶν παλαιῶν φυσικῶν ἀπεφήναντο τὰς ψυχὰς τῶν ἀνθρώπων ὑπάρχειν ἀθανάτους, ἀκολούθως δὲ τῷ δόγματι τούτῳ καὶ προγινώσκειν αὐτὰς τὰ μέλλοντα καθʼ ὃν ἂν καιρὸν ἐν τῇ τελευτῇ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ποιῶνται.
τούτοις δὲ ἔοικε συμφωνεῖν καὶ ὁ ποιητὴς Ὅμηρος, παρεισάγων τὸν Ἕκτορα κατὰ τὸν τῆς τελευτῆς καιρὸν προλέγοντα τῷ Ἀχιλλεῖ τὸν μέλλοντα συντόμως αὐτῷ συνακολουθήσειν θάνατον.
ὁμοίως δὲ καὶ κατὰ τοὺς νεωτέρους χρόνους ἐπὶ πολλῶν καταστρεφόντων τὸν βίον ἱστορεῖται γεγονέναι τὸ προειρημένον καὶ μάλιστα ἐπὶ τῆς Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτῆς.
οὗτος γὰρ ἐν Βαβυλῶνι μεταλλάττων τὸν βίον, κατὰ τὴν ἐσχάτην ἀναπνοὴν ἐρωτηθεὶς ὑπὸ τῶν φίλων τίνι τὴν βασιλείαν ἀπολείπει, εἶπεν Τῷ ἀρίστῳ· προορῶμαι γὰρ ἐπιτάφιον μέγαν ἀγῶνα γενησόμενόν μοι τῶν φίλων.
ὅπερ καὶ πρὸς ἀλήθειαν ἐξέβη· οἱ γὰρ ἐπιφανέστατοι τῶν φίλων ὑπὲρ τοῦ πρωτείου διενεχθέντες πολλοὺς καὶ μεγάλους ἀγῶνας συνεστήσαντο μετὰ τὴν Ἀλεξάνδρου τελευτήν. τὰς δὲ συντελεσθείσας ὑπʼ αὐτῶν πράξεις ἡ βύβλος αὕτη περιέχουσα ποιήσει φανερὸν τὸ ῥηθὲν τοῖς φιλαναγνωστοῦσιν.
ἡ μὲν γὰρ πρὸ ταύτης βύβλος τὰς Ἀλεξάνδρου πράξεις ἁπάσας περιείληφε μέχρι τῆς τελευτῆς· αὕτη δὲ τὰ τοῖς διαδεξαμένοις τὴν τούτου βασιλείαν πεπραγμένα περιέχουσα τελευτὴν μὲν ἔχει τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους τυραννίδος, περιείληφεν δʼ ἔτη ἑπτά.
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Φρούριον καὶ Δέκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Ἀλεξάνδρου τοῦ βασιλέως τετελευτηκότος ἄπαιδος ἀναρχία καὶ πολλὴ στάσις ἐγένετο περὶ τῆς ἡγεμονίας.
ἡ μὲν γὰρ τῶν πεζῶν φάλαγξ Ἀρριδαῖον τὸν Φιλίππου μὲν υἱόν, ψυχικοῖς δὲ πάθεσι συνεχόμενον ἀνιάτοις προῆγεν ἐπὶ τὴν βασιλείαν· οἱ δὲ μέγιστον ἔχοντες ἀξίωμα τῶν φίλων καὶ σωματοφυλάκων συνεδρεύσαντες καὶ προσλαβόμενοι τὸ τῶν ἱππέων τῶν ἑταίρων ὀνομαζομένων σύστημα τὸ μὲν πρῶτον διαγωνίζεσθαι τοῖς ὅπλοις πρὸς τὴν φάλαγγα διέγνωσαν καὶ πρέσβεις ἀπέστειλαν πρὸς τοὺς πεζοὺς ἐκ τῶν ἀξίωμα ἐχόντων ἀνδρῶν, ὧν ἦν ἐπιφανέστατος Μελέαγρος, ἀξιοῦντες πειθαρχεῖν αὐτοῖς.
ὁ δὲ Μελέαγρος ὡς ἧκεν πρὸς τοὺς φαλαγγίτας, τῆς μὲν πρεσβείας οὐδεμίαν ἐποιήσατο μνείαν, τοὐναντίον δʼ ἐπαινέσας αὐτοὺς ἐπὶ τοῖς δεδογμένοις παρώξυνε κατὰ τῶν ἐναντιουμένων. διόπερ οἱ Μακεδόνες ἡγεμόνα καταστήσαντες ἑαυτῶν τὸν Μελέαγρον προῆγον πρὸς τοὺς ἀντιλέγοντας μετὰ τῶν ὅπλων.
τῶν δὲ σωματοφυλάκων ἀποχωρησάντων ἐκ τῆς Βαβυλῶνος καὶ παρασκευαζομένων εἰς πόλεμον οἱ χαριέστατοι τῶν ἀνδρῶν ἔπεισαν αὐτοὺς ὁμονοῆσαι. εὐθὺ δὲ βασιλέα κατέστησαν τὸν Φιλίππου υἱὸν Ἀρριδαῖον καὶ μετωνόμασαν Φίλιππον, ἐπιμελητὴν δὲ τῆς βασιλείας Περδίκκαν, ᾧ καὶ ὁ βασιλεὺς τὸν δακτύλιον τελευτῶν δεδώκει, τοὺς δὲ ἀξιολογωτάτους τῶν φίλων καὶ σωματοφυλάκων παραλαβεῖν τὰς σατραπείας καὶ ὑπακούειν τῷ τε βασιλεῖ καὶ τῷ Περδίκκᾳ.
οὗτος δὲ παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν καὶ συνεδρεύσας μετὰ τῶν ἡγεμόνων Πτολεμαίῳ μὲν τῷ Λάγου τὴν Αἴγυπτον ἔδωκεν, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν, Φιλώτᾳ δὲ Κιλικίαν καὶ Πίθωνι μὲν Μηδίαν, Εὐμενεῖ δὲ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ πάσας τὰς συνοριζούσας ταύταις χώρας, ἃς Ἀλέξανδρος οὐκ ἐπῆλθεν ἐκκλεισθεὶς ὑπὸ τῶν καιρῶν, ὅτε διεπολέμει πρὸς Δαρεῖον, Ἀντιγόνῳ δὲ Παμφυλίαν καὶ Λυκίαν καὶ τὴν μεγάλην καλουμένην Φρυγίαν, μετὰ δὲ ταῦτα Κασάνδρῳ μὲν Καρίαν, Μελεάγρῳ δὲ Λυδίαν, Λεοννάτῳ δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν. αὗται μὲν οὖν αἱ σατραπεῖαι τοῦτον τὸν τρόπον ἐμερίσθησαν.
κατὰ δὲ τὴν Εὐρώπην Λυσιμάχῳ μὲν ἐδόθη Θρᾴκη καὶ τὰ συνορίζοντα τῶν ἐθνῶν παρὰ τὴν Ποντικὴν θάλασσαν, ἡ δὲ Μακεδονία καὶ τὰ πλησιόχωρα τῶν ἐθνῶν Ἀντιπάτρῳ προσωρίσθη. τὰς δὲ κατὰ τὴν Ασίαν παραλελειμμένας σατραπείας ἔδοξε μὴ κινεῖν, ἀλλʼ ἐᾶν ὑπὸ τοὺς αὐτοὺς ἡγεμόνας τεταγμένας· ὁμοίως δὲ καὶ Ταξίλην καὶ Πῶρον κυρίους εἶναι τῶν ἰδίων βασιλειῶν, καθάπερ αὐτὸς Ἀλέξανδρος ἦν τεταχώς.
τούτων δὲ τὴν συνορίζουσαν σατραπείαν τοῖς περὶ Ταξίλην βασιλεῦσι συνεχώρησε· τὴν δὲ παρὰ τὸν Καύκασον κειμένην, ὀνομαζομένην δὲ Παροπανισαδῶν προσώρισεν Ὀξυάρτῃ τῷ Βακτριανῷ , οὗ τὴν θυγατέρα Ῥωξάνην γεγαμηκὼς ἦν Ἀλέξανδρος. καὶ Σιβυρτίῳ μὲν ἔδωκεν Ἀραχωσίαν καὶ Κεδρωσίαν, Στασάνορι δὲ τῷ Σολίῳ τὴν Ἀρίαν καὶ Δραγγινήν, Φιλίππῳ δὲ προσώρισε Βακτριανὴν καὶ Σογδιανήν, Φραταφέρνῃ δὲ Παρθυαίαν καὶ Ὑρκανίαν καὶ Πευκέστῃ μὲν Περσίδα, Τληπολέμῳ δὲ Καρμανίαν, Ἀτροπάτῃ δὲ Μηδίαν, Ἄρχωνι δὲ τὴν Βαβυλωνίαν, Ἀρκεσιλάῳ δὲ Μεσοποταμίαν.
Σέλευκον δʼ ἔταξεν ἐπὶ τὴν ἱππαρχίαν τῶν ἑταίρων, οὖσαν ἐπιφανεστάτην· ταύτης γὰρ Ἡφαιστίων πρῶτος μὲν ἡγήσατο, μετὰ δὲ τοῦτον Περδίκκας, τρίτος δʼ ὁ προειρημένος Σέλευκος.
ἐπὶ δὲ τὴν κατακομιδὴν τοῦ σώματος καὶ τὴν κατασκευὴν τῆς ἁρμαμάξης τῆς μελλούσης κομίζειν τὸ σῶμα τοῦ τετελευτηκότος βασιλέως εἰς Ἄμμωνα ἔταξαν Ἀρριδαῖον.
κρατερὸς δὲ τῶν ἐπιφανεστάτων ἀνδρῶν ὑπάρχων ἔτυχε προαπεσταλμένος εἰς Κιλικίαν ὑπʼ Ἀλεξάνδρου μετὰ τῶν ἀπολυθέντων τῆς στρατείας, ὄντων μυρίων. ἅμα δʼ εἰληφὼς ἐντολὰς ἦν ἐγγράπτους, ἃς ἔδωκε μὲν ὁ βασιλεὺς αὐτῷ συντελέσαι, μεταλλάξαντος δʼ Ἀλεξάνδρου τοῖς διαδόχοις ἔδοξε μὴ συντελεῖν τὰ βεβουλευμένα.
ὁ γὰρ Περδίκκας παραλαβὼν ἐν τοῖς ὑπομνήμασι τοῦ βασιλέως τήν τε συντέλειαν τῆς Ἡφαιστίωνος πυρᾶς, πολλῶν δεομένην χρημάτων, τάς τε λοιπὰς αὐτοῦ ἐπιβολὰς πολλὰς καὶ μεγάλας οὔσας καὶ δαπάνας ἀνυπερβλήτους ἐχούσας ἔκρινε συμφέρειν ἀκύρους ποιῆσαι.
Book 18, Part 2
ἵνα δὲ μὴ δόξῃ διὰ τῆς ἰδίας γνώμης καθαιρεῖν τι τῆς Ἀλεξάνδρου δόξης ἐπὶ τὸ κοινὸν τῶν Μακεδόνων πλῆθος ἀνήνεγκε τὴν περὶ τούτων βουλήν. ἦν δὲ τῶν ὑπομνημάτων τὰ μέγιστα καὶ μνήμης ἄξια τάδε,
χιλίας μὲν ναῦς μακρὰς μείζους τριήρων ναυπηγήσασθαι κατὰ τὴν Φοινίκην καὶ Συρίαν καὶ Κιλικίαν καὶ Κύπρον πρὸς τὴν στρατείαν τὴν ἐπὶ Καρχηδονίους καὶ τοὺς ἄλλους τοὺς παρὰ θάλατταν κατοικοῦντας τῆς τε Λιβύης καὶ Ἰβηρίας καὶ τῆς ὁμόρου χώρας παραθαλαττίου μέχρι Σικελίας, ὁδοποιῆσαι δὲ τὴν παραθαλάττιον τῆς Λιβύης μέχρι στηλῶν Ἡρακλείων, ἀκολούθως δὲ τῷ τηλικούτῳ στόλῳ λιμένας καὶ νεώρια κατασκευάσαι κατὰ τοὺς ἐπικαίρους τῶν τόπων, ναούς τε κατασκευάσαι πολυτελεῖς ἕξ, ἀπὸ ταλάντων χιλίων καὶ πεντακοσίων ἕκαστον, πρὸς δὲ τούτοις πόλεων συνοικισμοὺς καὶ σωμάτων μεταγωγὰς ἐκ τῆς Ἀσίας εἰς τὴν Εὐρώπην καὶ κατὰ τοὐναντίον ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν, ὅπως τὰς μεγίστας ἠπείρους ταῖς ἐπιγαμίαις καὶ ταῖς οἰκειώσεσιν εἰς κοινὴν ὁμόνοιαν καὶ συγγενικὴν φιλίαν καταστήσῃ.
τοὺς δὲ προειρημένους ναοὺς ἔδει κατασκευασθῆναι ἐν Δήλῳ καὶ Δελφοῖς καὶ Δωδώνῃ, κατὰ δὲ τὴν Μακεδονίαν ἐν Δίῳ μὲν τοῦ Διός, ἐν Ἀμφιπόλει δὲ τῆς Ταυροπόλου, ἐν Κύρνῳ δὲ τῆς Ἀθηνᾶς· ὁμοίως δὲ καὶ ἐν Ἰλίῳ ταύτης τῆς θεᾶς κατασκευασθῆναι ναὸν ὑπερβολὴν ἑτέρῳ μὴ καταλείποντα. τοῦ δὲ πατρὸς Φιλίππου τάφον πυραμίδι παραπλήσιον μιᾷ τῇ μεγίστῃ κατὰ τὴν Αἴγυπτον, ἃς ἐν τοῖς ἑπτά τινες μεγίστοις ἔργοις καταριθμοῦσιν.
ἀναγνωσθέντων δὲ τῶν ὑπομνημάτων οἱ Μακεδόνες, καίπερ ἀποδεδεγμένοι καλῶς τὸν Ἀλέξανδρον, ὅμως ὑπερόγκους καὶ δυσεφίκτους τὰς ἐπιβολὰς ὁρῶντες ἔκριναν μηδὲν τῶν εἰρημένων συντελεῖν.
Περδίκκας δὲ τὸ μὲν πρῶτον τοὺς ταραχώδεις τῶν στρατιωτῶν καὶ μάλιστα ἀλλοτρίως ἔχοντας τὰ πρὸς αὐτὸν ἀπέκτεινεν, ὄντας τριάκοντα. μετὰ δὲ ταῦτα καὶ Μελέαγρον ἐν τῇ στάσει καὶ πρεσβείᾳ προδότην γεγενημένον, ἐπιβαλόμενος οἰκείας διαβολὰς καὶ κατηγορίας, ὡς ἐπιβουλὴν κατʼ αὐτοῦ πεποιημένον ἐκόλασε.
μετὰ δὲ ταῦτα ἐν ταῖς ἄνω σατραπείαις τῶν κατοικισθέντων Ἑλλήνων ἀποστάντων καὶ δύναμιν ἀξιόλογον συστησαμένων ἕνα τῶν ἐπιφανῶν ἀνδρῶν ἐξέπεμψε Πίθωνα, διαπολεμήσοντα πρὸς αὐτούς.
ἡμεῖς δὲ πρὸς τὰς μελλούσας ἱστορεῖσθαι πράξεις οἰκεῖον εἶναι νομίζομεν ἐκθεῖναι πρότερον τάς τε αἰτίας τῆς ἀποστάσεως καὶ τῆς ὅλης Ἀσίας τὴν θέσιν καὶ τῶν σατραπειῶν τὰ μεγέθη καὶ τὰς ἰδιότητας. οὕτως γὰρ μάλιστα εὐπαρακολούθητος τοῖς ἀναγινώσκουσιν ἡ διήγησις ἔσται, πρὸ ὀφθαλμῶν τεθείσης τῆς ὅλης τοποθεσίας καὶ τῶν διαστημάτων.
ἀπὸ τοίνυν τοῦ κατὰ Κιλικίαν Ταύρου συνεχὲς ὄρος διʼ ὅλης τῆς Ἀσίας διήκει μέχρι τοῦ Καυκάσου καὶ τοῦ πρὸς ἀνατολὰς Ὠκεανοῦ· τοῦτο δὲ παντοδαποῖς ἀναστήμασι λόφων διειλημμένον ἰδίας καθʼ ἕκαστον ἔχει προσηγορίας.
τοῦτον δὲ τὸν τρόπον εἰς δύο μέρη διαιρουμένης τῆς Ἀσίας τὸ μὲν πρὸς τὰς ἄρκτους αὐτῆς νένευκεν, τὸ δὲ πρὸς τὴν μεσημβρίαν. ἀκολούθως δὲ τούτοις τοῖς κλίμασι τῶν ποταμῶν τὰς ῥύσεις ἐχόντων ἀντιπροσώπους οἱ μὲν εἰς τὴν Κασπίαν θάλατταν, οἱ δὲ εἰς τὸν Εὔξεινον Πόντον, ἔνιοι δὲ εἰς τὸν ὑπὸ τὰς ἄρκτους Ὠκεανὸν ἐξερεύγονται. οἱ δʼ ἀντικείμενοι τούτοις οἱ μὲν εἰς τὸν κατὰ τὴν Ἰνδικήν, οἱ δʼ ἐπὶ τὸν συνεχῆ τῆς ἠπείρου ταύτης κείμενον Ὠκεανὸν ἐκβάλλουσιν, ἔνιοι δʼ εἰς τὴν καλουμένην Ἐρυθρὰν θάλατταν καταφέρονται.
ὁμοίως δὲ τούτοις διειλημμένων τῶν σατραπειῶν αἱ μὲν ἐπὶ τὴν ἄρκτον, αἱ δʼ ἐπὶ τὴν μεσημβρίαν ἔχουσι τὰς κλίσεις. καὶ πρώτη μὲν τῶν πρὸς τὴν ἄρκτον ἐστραμμένων κεῖται παρὰ τὸν Τάναϊν ποταμὸν Σογδιανὴ καὶ Βακτριανὴ καὶ τούτων ἐχομένη Ἀρία καὶ Παρθυαία καὶ Ὑρκανία, διʼ ἧς συμβαίνει περιέχεσθαι τὴν Ὑρκανίαν θάλατταν, οὖσαν καθʼ αὑτήν· μετὰ δὲ ταῦτα Μηδία, πολλὰς μὲν ἔχουσα τόπων προσηγορίας, μεγίστη δʼ οὖσα πασῶν τῶν σατραπειῶν· ἑξῆς δʼ Ἀρμενία καὶ Λυκαονία καὶ Καππαδοκία, πᾶσαι τὸν ἀέρα δυσχείμερον ἔχουσαι· ταύταις δὲ συνορίζουσαι κατʼ εὐθεῖαν μὲν ἥ τε μεγάλη Φρυγία καὶ ἡ ἐφʼ Ἑλλησπόντῳ κειμένη, ἐκ δὲ τῶν πλαγίων Λυδία καὶ Καρία, ὑπερδέξιος δὲ τῆς Φρυγίας καὶ παράλληλος ἡ Πισιδικὴ καὶ ταύτης ἐχομένη Λυκία.
ἐν δὲ τοῖς παρὰ θάλασσαν τόποις τούτων τῶν σατραπειῶν αἱ τῶν Ἑλλήνων πόλεις καθίδρυνται, ὧν τὰς προσηγορίας γράφειν οὐκ ἀναγκαῖον πρὸς τὴν ὑποκειμένην ὑπόθεσιν. αἱ μὲν οὖν πρὸς τὴν ἄρκτον ἐστραμμέναι σατραπεῖαι τὸν εἰρημένον τρόπον καθίδρυνται.
τῶν δὲ πρὸς μεσημβρίαν ἐστραμμένων πρώτη μὲν παρὰ τὸν Καύκασόν ἐστιν Ἰνδική, βασιλεία μεγάλη καὶ πολυάνθρωπος, οἰκουμένη δʼ ὑπὸ πλειόνων Ἰνδικῶν ἐθνῶν, ὧν ἐστι μέγιστον τὸ τῶν Γανδαριδῶν ἔθνος, ἐφʼ οὓς διὰ τὸ πλῆθος τῶν παρʼ αὐτοῖς ἐλεφάντων οὐκ ἐπεστράτευσεν ὁ Ἀλέξανδρος.
ὁρίζει δὲ τὴν χώραν ταύτην καὶ τὴν ἑξῆς Ἰνδικὴν ποταμὸς ὁ ὀνομαζόμενος Γάγγης, μέγιστος ὢν τῶν περὶ τοὺς τόπους καὶ τὸ πλάτος ἔχων σταδίων τριάκοντα. ἐχομένη δὲ ταύτης ἡ λοιπὴ τῆς Ἰνδικῆς, ἣν κατεπολέμησεν ὁ Ἀλέξανδρος, ποταμίοις ὕδασι κατάρρυτος καὶ κατὰ τὴν εὐδαιμονίαν ἐπιφανεστάτη, καθʼ ἣν ὑπῆρχε σὺν ἄλλαις πλείοσι βασιλείαις ἥ τε τοῦ Πώρου καὶ Ταξίλου δυναστεία, διʼ ἧς συμβαίνει ῥεῖν τὸν Ἰνδὸν ποταμόν, ἀφʼ οὗ τὴν προσηγορίαν ἔσχεν ἡ χώρα.
ἐχομένη δὲ τῆς Ἰνδικῆς ἀφώριστο σατραπείας Ἀραχωσία καὶ Κεδρωσία καὶ Καρμανία, πρὸς δὲ ταύταις Περσίς, ἐν ᾗ τὴν Σουσιανὴν καὶ Σιττακινὴν κεῖσθαι συμβέβηκεν· ἑξῆς δὲ Βαβυλωνία μέχρι τῆς κατὰ τὴν Ἀραβίαν ἀοικήτου· ἐκ δὲ θατέρου μέρους, ἀφʼ οὗ ποιούμεθα τὴν ἀνάβασιν, Μεσοποταμία περιειλημμένη δυσὶ ποταμοῖς, τῷ τε Εὐφράτῃ καὶ Τίγριδι, διʼ οὓς τέτευχε ταύτης τῆς προσηγορίας· ἐχομένη δὲ τῆς Βαβυλωνίας Συρία ἡ ἄνω καλουμένη καὶ αἱ συνεχεῖς ταύτῃ παραθαλάττιοι Κιλικία καὶ Παμφυλία καὶ ἡ Κοίλη Συρία, καθʼ ἣν ἡ Φοινίκη περιείληπται. παρὰ δὲ τὰ πέρατα τῆς Κοίλης Συρίας καὶ τὴν συνεχῶς κειμένην ἔρημον, καθʼ ἣν ὁ Νεῖλος φερόμενος ὁρίζει Συρίαν τε καὶ τὴν Αἴγυπτον, ἀπεδέδεικτο σατραπεία πασῶν ἀρίστη καὶ προσόδους ἔχουσα μεγάλας
Αἴγυπτος. πᾶσαι δʼ αὗται καυματώδεις εἰσίν, ὡς ἀντιπνέοντος τοῦ κατὰ μεσημβρίαν ἀέρος τῷ πρὸς ἄρκτους καθήκοντι. αἱ μὲν οὖν ὑπʼ Ἀλεξάνδρου καταπολεμηθεῖσαι σατραπεῖαι τὸν εἰρημένον τρόπον κείμεναι διεμερίσθησαν τοῖς ἀξιολογωτάτοις τῶν ἀνδρῶν.
οἱ δʼ ἐν ταῖς ἄνω καλουμέναις σατραπείαις κατοικισθέντες Ἕλληνες ὑπʼ Ἀλεξάνδρου, ποθοῦντες μὲν τὴν Ἑλληνικὴν ἀγωγὴν καὶ δίαιταν, ἐν δὲ ταῖς ἐσχατιαῖς τῆς βασιλείας ἐξερριμμένοι, ζῶντος μὲν τοῦ βασιλέως ὑπέμενον διὰ τὸν φόβον, τελευτήσαντος δὲ ἀπέστησαν.
συμφρονήσαντες δὲ καὶ ἑλόμενοι στρατηγὸν Φίλωνα τὸν Αἰνιᾶνα δύναμιν ἀξιόλογον συνεστήσαντο. πεζοὺς μὲν γὰρ εἶχον πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ τρισχιλίους, πάντας δὲ τῶν κατὰ τὸν πόλεμον ἀγώνων πολλάκις πεῖραν εἰληφότας καὶ διαφόρους ταῖς ἀνδραγαθίαις.
Περδίκκας δὲ πυθόμενος τὴν τῶν Ἑλλήνων ἀπόστασιν ἐκλήρωσεν ἐκ τῶν Μακεδόνων πεζοὺς μὲν τρισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους. τοῦ δὲ πλήθους ἑλόμενος στρατηγὸν Πίθωνα τὸν σωματοφύλακα μὲν Ἀλεξάνδρου γεγονότα, φρονήματος δὲ πλήρη καὶ δυνάμενον στρατηγεῖν παρέδωκε τούτῳ τοὺς ἀποκληρωθέντας. δοὺς δʼ αὐτῷ πρὸς τοὺς σατράπας ἐπιστολὰς, ἐν αἷς γεγραμμένον ἦν στρατιώτας δοῦναι τῷ Πίθωνι μυρίους μὲν πεζούς, ἱππεῖς δὲ ὀκτακισχιλίους, ἐξαπέστειλεν ἐπὶ τοὺς ἀποστάντας.
ὁ δὲ Πίθων μεγαλεπίβολος ὢν ἀσμένως ὑπήκουσεν εἰς τὴν στρατείαν, διανοούμενος τοὺς μὲν Ἕλληνας ταῖς φιλανθρωπίαις προσάγεσθαι, τὴν δὲ δύναμιν τῇ τούτων συμμαχίᾳ μεγάλην ποιήσας ἰδιοπραγεῖν καὶ τῶν ἄνω σατραπειῶν δυναστεύειν.
ὁ δὲ Περδίκκας ὑφορώμενος αὐτοῦ τὴν ἐπιβολήν διεκελεύσατο καταπολεμήσαντα τοὺς ἀφεστηκότας ἅπαντας ἀποκτεῖναι καὶ τὰ λάφυρα διαδοῦναι τοῖς στρατιώταις. ὁ δὲ Πίθων ἀναζεύξας μετὰ τῶν δεδομένων αὐτῷ στρατιωτῶν καὶ παρὰ τῶν σατραπῶν προσλαβόμενος τοὺς συμμάχους ἧκεν μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τοὺς ἀφεστηκότας. διὰ δέ τινος Αἰνιᾶνος διαφθείρας Λητόδωρον, ἐπὶ τρισχιλίων στρατιωτῶν παρὰ τοῖς ἀποστάταις τεταγμένον, τοῖς ὅλοις προετέρησε.
γινομένης γὰρ τῆς παρατάξεως καὶ τῆς νίκης ἀμφιδοξουμένης ὁ προδότης ἐγκαταλιπὼν τοὺς συμμάχους ἀλόγως ἀπῆλθεν ἐπί τινα λόφον, ἔχων τρισχιλίους. οἱ δʼ ἄλλοι δόξαντες τούτους πρὸς φυγὴν ὡρμηκέναι διεταράχθησαν καὶ τραπέντες ἔφυγον.
ὁ δὲ Πίθων νικήσας τῇ μάχῃ διεκηρύξατο πρὸς τοὺς ἡττημένους, κελεύων τὰ μὲν ὅπλα καταθέσθαι, αὐτοὺς δὲ τὰ πιστὰ λαβόντας ἐπὶ τὰς ἰδίας κατοικίας ἀναχωρῆσαι.
γενομένων δʼ ἐπὶ τούτοις ὅρκων καὶ τῶν Ἑλλήνων ἀναμιχθέντων τοῖς Μακεδόσιν ὁ μὲν Πίθων περιχαρὴς ἦν, κατὰ νοῦν αὐτῷ προχωρούντων τῶν πραγμάτων, οἱ δὲ Μακεδόνες μνησθέντες μὲν τῆς τοῦ Περδίκκου παραγγελίας, οὐδὲν δὲ φροντίσαντες τῶν γεγενημένων ὅρκων παρεσπόνδησαν τοὺς Ἕλληνας.
ἀπροσδοκήτως γὰρ αὐτοῖς ἐπιθέμενοι καὶ λαβόντες ἀφυλάκτους ἅπαντας κατηκόντισαν καὶ τὰ χρήματα διήρπασαν. ὁ μὲν οὖν Πίθων διαψευσθεὶς τῶν ἐλπίδων ἀπῆλθε μετὰ τῶν Μακεδόνων πρὸς τὸν Περδίκκαν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Εὐρώπην Ῥόδιοι μὲν ἐκβαλόντες τὴν Μακεδονικὴν φρουρὰν ἠλευθέρωσαν τὴν πόλιν, Ἀθηναῖοι δὲ πρὸς Ἀντίπατρον πόλεμον ἐξήνεγκαν τὸν ὀνομασθέντα Λαμιακόν. τούτου δὲ τὰς αἰτίας ἀναγκαῖόν ἐστι προεκθέσθαι χάριν τοῦ σαφεστέρας γενέσθαι τὰς ἐν αὐτῷ συντελεσθείσας πράξεις.
Ἀλέξανδρος γὰρ βραχεῖ χρόνῳ πρότερον τῆς τελευτῆς ἔκρινε κατάγειν ἅπαντας τοὺς ἐν ταῖς Ἑλληνίσι πόλεσι φυγάδας, ἅμα μὲν δόξης ἕνεκεν, ἅμα δὲ βουλόμενος ἔχειν ἐν ἑκάστῃ πόλει πολλοὺς ἰδίους ταῖς εὐνοίαις πρὸς τοὺς νεωτερισμοὺς καὶ τὰς ἀποστάσεις τῶν Ἑλλήνων.
διόπερ ὑπογύων ὄντων τῶν Ὀλυμπίων ἐξέπεμψεν εἰς τὴν Ἑλλάδα Νικάνορα τὸν Σταγειρίτην, δοὺς ἐπιστολὴν περὶ τῆς καθόδου· ταύτην δὲ προσέταξεν ἐν τῇ πανηγύρει διὰ τοῦ νικήσαντος κήρυκος ἀναγνωσθῆναι τοῖς πλήθεσιν.
τούτου δὲ ποιήσαντος τὸ προσταχθὲν λαβὼν ὁ κῆρυξ ἀνέγνω τὴν ἐπιστολὴν τήνδε. “βασιλεὺς Ἀλέξανδρος τοῖς ἐκ τῶν Ἐλληνίδων πόλεων φυγάσι. τοῦ μὲν φεύγειν ὑμᾶς οὐχ ἡμεῖς αἴτιοι γεγόναμεν, τοῦ δὲ κατελθεῖν εἰς τὰς ἰδίας πατρίδας ἡμεῖς ἐσόμεθα πλὴν τῶν ἐναγῶν. γεγράφαμεν δὲ Ἀντιπάτρῳ περὶ τούτων, ὅπως τὰς μὴν βουλομένας τῶν πόλεων κατάγειν ἀναγκάσῃ.” κηρυχθέντων δὲ
τούτων μεγάλῳ κρότῳ ἐπεσήμηνε τὸ πλῆθος· ἀποδεξάμενοι γὰρ οἱ κατὰ τὴν πανήγυριν τὴν χάριν τοῦ βασιλέως διὰ τὴν χαρὰν ἠμείβοντο τὴν εὐεργεσίαν τοῖς ἐπαίνοις. ἦσαν δʼ οἱ φυγάδες ἀπηντηκότες ἅπαντες ἐπὶ τὴν πανήγυριν, ὄντες πλείους τῶν δισμυρίων.
οἱ μὲν οὖν πολλοὶ τὴν κάθοδον τῶν φυγάδων ὡς ἐπʼ ἀγαθῷ γινομένην ἀπεδέχοντο, Αἰτωλοὶ δὲ καὶ Ἀθηναῖοι δυσχεραίνοντες τῇ πράξει χαλεπῶς ἔφερον. Αἰτωλοὶ μὲν γὰρ τοὺς Οἰνιάδας ἐκβεβληκότες ἐκ τῆς πατρίδος προσεδόκων τὴν ἐπὶ τοῖς παρανομήμασιν ἐπακολουθοῦσαν κόλασιν· καὶ γὰρ ὁ βασιλεὺς ἠπειληκὼς ἦν ὡς οὐκ Οἰνιαδῶν παῖδες, ἀλλʼ αὐτὸς ἐπιθήσει τὴν δίκην αὐτοῖς·
ὁμοίως δὲ τούτοις Ἀθηναῖοι τὴν Σάμον κατακεκληρουχηκότες οὐδαμῶς τὴν νῆσον ταύτην προΐεντο. οὐκ ὄντες δʼ ἀξιόμαχοι ταῖς τούτου δυνάμεσι κατὰ μὲν τὸ παρὸν ἡσυχίαν ἦγον, ἐπιτηροῦντες καιρὸν
εὔθετον, ὃν ἡ τύχη ταχέως αὐτοῖς παρεσκεύασε· μετʼ ὀλίγον γὰρ τελευτήσαντος Ἀλεξάνδρου καὶ τῆς βασιλείας υἱοὺς διαδόχους οὐκ ἔχοντος ἐτόλμησαν ἀντιλαβέσθαι τῆς ἐλευθερίας καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἡγεμονίας. ἀφορμὰς δὲ ἔσχον εἰς τὸν πόλεμον τό τε πλῆθος τῶν καταλειφθέντων ὑφʼ Ἁρπάλου χρημάτων, περὶ ὧν τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ διήλθομεν, ὁμοίως δὲ καὶ τοὺς κατὰ τὴν Ἀσίαν ἀμίσθους γενομένους ὑπὸ τῶν σατραπῶν μισθοφόρους, ὄντας μὲν ὀκτακισχιλίους, διατρίβοντας δὲ περὶ Ταίναρον τῆς Πελοποννήσου.
διὸ καὶ τούτους προσέταξαν ἐν ἀπορρήτοις Λεωσθένει τῷ Ἀθηναίῳ τὸ μὲν πρῶτον ἀναλαβεῖν αὐτοὺς ὡς ἰδιοπραγοῦντα χωρὶς τῆς τοῦ δήμου γνώμης, ὅπως ὁ μὲν Ἀντίπατρος ῥᾳθυμότερον διατεθῇ πρὸς τὰς παρασκευὰς, καταφρονῶν τοῦ Λεωσθένους, οἱ δʼ Ἀθηναῖοι σχολὴν λάβωσι καὶ χρόνον προκατασκευάσαι τι τῶν εἰς τὸν πόλεμον χρησίμων.
διὸ καὶ Λεωσθένης μετὰ πολλῆς ἡσυχίας μισθωσάμενος τοὺς προειρημένους παραδόξως ἑτοίμην ἔσχε πρὸς τὰς πράξεις ἀξιόλογον δύναμιν· ἐστρατευμένοι γὰρ κατὰ τὴν Ἀσίαν πολὺν χρόνον καὶ πολλῶν καὶ μεγάλων ἀγώνων μετεσχηκότες ἀθληταὶ τῶν κατὰ πόλεμον ἔργων ἐγεγένηντο.
ταῦτα μὲν οὖν οὕτως ἐπράττετο μήπω καλῶς ἐγνωσμένης τῆς Ἀλεξάνδρου τελευτῆς· ἐπεὶ δέ τινες ἐκ Βαβυλῶνος ἧκον αὐτόπται γεγονότες τῆς τοῦ βασιλέως μεταλλαγῆς, τότε φανερῶς ὁ δῆμος ἀπεκαλύψατο πρὸς τὸν πόλεμον καὶ τῶν μὲν Ἁρπάλου χρημάτων μέρος ἐξέπεμψε τῷ Λεωσθένει καὶ πανοπλίας οὐκ ὀλίγας καὶ παρήγγειλε μηκέτι παρακρύπτειν, ἀλλὰ φανερῶς πράττειν τι τῶν συμφερόντων.
ὁ δὲ διαδοὺς τοῖς μισθοφόροις τὰς συντάξεις καὶ καθοπλίσας τοὺς ἀνόπλους παρῆλθεν εἰς Αἰτωλίαν, συνθησόμενος κοινοπραγίαν. ἀσμένως δὲ τῶν Αἰτωλῶν συνυπακουσάντων καὶ διδόντων αὐτῷ στρατιώτας ἑπτακισχιλίους ὁ μὲν Λεωσθένης διαπεμπόμενος πρός τε τοὺς Λοκροὺς καὶ Φωκεῖς καὶ τοὺς ἄλλους τοὺς πλησιοχώρους παρεκάλει τῆς αὐτονομίας ἀντέχεσθαι καὶ τῆς τῶν Μακεδόνων δεσποτείας
ἐλευθερῶσαι τὴν Ἑλλάδα· ὁ δὲ δῆμος τῶν Ἀθηναίων, τῶν μὲν κτηματικῶν συμβουλευόντων τὴν ἡσυχίαν ἄγειν, τῶν δὲ δημοκόπων ἀνασειόντων τὰ πλήθη καὶ παρακαλούντων ἐρρωμένως ἔχεσθαι τοῦ πολέμου, πολὺ τοῖς πλήθεσιν ὑπερεῖχον οἱ τὸν πόλεμον αἱρούμενοι καὶ τὰς τροφὰς εἰωθότες ἔχειν ἐκ τοῦ μισθοφορεῖν· οἷς ποτʼ ἔφησεν ὁ Φίλιππος τὸν μὲν πόλεμον εἰρήνην ὑπάρχειν, τὴν δὲ εἰρήνην πόλεμον.
εὐθὺς οὖν οἱ μὲν ῥήτορες τὰς τῶν δημοτικῶν ὁρμὰς σωματοποιοῦντες ἔγραψαν ψήφισμα τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας φροντίσαι τὸν δῆμον καὶ τὰς μὲν φρουρουμένας πόλεις ἐλευθερῶσαι, ναῦς δὲ παρασκευάσαι τετρήρεις μὲν τεσσαράκοντα, τριήρεις δὲ διακοσίας, στρατεύσασθαι δὲ πάντας Ἀθηναίους τοὺς μέχρι ἐτῶν τεσσαράκοντα καὶ τρεῖς μὲν φυλὰς τὴν Ἀττικὴν παραφυλάττειν, τὰς δʼ ἑπτὰ πρὸς τὰς ὑπερορίους στρατείας ἑτοίμους εἶναι.
ἐκπέμψαι δὲ καὶ πρέσβεις τοὺς ἐπελευσομένους τὰς Ἑλληνίδας πόλεις καὶ διδάξοντας ὅτι καὶ πρότερον μὲν ὁ δῆμος, τὴν Ἑλλάδα πᾶσαν κοινὴν εἶναι πατρίδα κρίνων τῶν Ἑλλήνων, τοὺς ἐπὶ δουλείᾳ στρατευσαμένους βαρβάρους ἠμύνατο κατὰ θάλασσαν καὶ νῦν οἴεται δεῖν ὑπὲρ τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ προκινδυνεύειν.
κυρωθέντος δὲ τοῦ ψηφίσματος προχειρότερον ἢ συνέφερεν οἱ μὲν συνέσει διαφέροντες τῶν Ἑλλήνων ἔφασαν τὸν δῆμον τῶν Ἀθηναίων τὰ μὲν πρὸς εὐδοξίαν εὖ βεβουλεῦσθαι, τοῦ δὲ συμφέροντος διημαρτηκέναι· προεξανίστασθαι γὰρ αὐτὸν τῶν καιρῶν καὶ πρὸς ἀνικήτους καὶ μεγάλας δυνάμεις ἐπιβάλλεσθαι διακινδυνεύειν μηδεμιᾶς ἀνάγκης κατεπειγούσης καὶ φρονήσει δοκοῦντα διαφέρειν μηδὲ ταῖς περιβοήτοις τῶν Θηβαίων συμφοραῖς νενουθετῆσθαι.
οὐ μὴν ἀλλὰ τῶν πρέσβεων ἐπιπορευομένων τὰς πόλεις καὶ τῇ συνήθει τῶν λόγων δεινότητι παρορμώντων πρὸς τὸν πόλεμον αἱ πλεῖσται μὲν συνέθεντο τὴν συμμαχίαν,
αἱ μὲν κατʼ ἔθνος, αἱ δὲ κατὰ πόλιν. τῶν δʼ ἄλλων Ἑλλήνων οἱ μὲν πρὸς Μακεδόνας ἀπέκλινον, οἱ δὲ τὴν ἡσυχίαν εἵλοντο. Αἰτωλοὶ μὲν οὖν ἅπαντες πρῶτοι συνέθεντο τὴν συμμαχίαν, καθάπερ προείρηται, μετὰ δὲ τούτους Θετταλοὶ μὲν πάντες πλὴν Πελινναίων, Οἰταῖοι δὲ πλὴν Ἡρακλεωτῶν, Ἀχαιοὶ δὲ Φθιῶται πλὴν Θηβαίων, Μηλιεῖς δὲ πλὴν Λαμιέων, ἑξῆς δὲ Δωριεῖς ἅπαντες καὶ Λοκροὶ καὶ Φωκεῖς, ἔτι δʼ Αἰνιᾶνες καὶ Ἀλυζαῖοι καὶ Δόλοπες, πρὸς δὲ τούτοις Ἀθαμᾶνες καὶ Λευκάδιοι καὶ Μολοττῶν οἱ περὶ Ἀρυπταῖον· οὗτος δʼ ὕπουλον συμμαχίαν συνθέμενος ὕστερον διὰ προδοσίας συνήργησε τοῖς Μακεδόσι. τῶν τʼ Ἰλλυριῶν καὶ Θρᾳκῶν ὀλίγοι συνέθεντο συμμαχίαν διὰ τὸ πρὸς τοὺς Μακεδόνας μῖσος.
ἑξῆς δὲ συνελάβοντο τοῦ πολέμου Καρύστιοι μὲν ἐξ Εὐβοίας, τελευταῖοι δὲ τῶν Πελοποννησίων Ἀργεῖοι, Σικυώνιοι, Ἠλεῖοι, Μεσσήνιοι καὶ οἱ τὴν Ἀκτὴν κατοικοῦντες. οἱ μὲν οὖν συμμαχίαν συνθέμενοι τῶν Ἑλλήνων ὑπῆρχον οἱ προειρημένοι.
ὁ δὲ δῆμος ἀπέστελλε στρατιώτας τῷ Λεωσθένει βοηθήσοντας πολιτικοὺς μὲν πεζοὺς πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, μισθοφόρους δὲ δισχιλίους. τούτων δὲ πορευομένων διὰ τῆς Βοιωτίας ἀλλοτρίους συνέβαινεν εἶναι τοὺς Βοιωτοὺς τοῖς Ἀθηναίοις διὰ τοιαύτας τινὰς αἰτίας. Ἀλέξανδρος Θήβας κατασκάψας τὴν χώραν τοῖς περιοικοῦσι Βοιωτοῖς ἔδωκεν.
οὗτοι δὲ κατακληρουχήσαντες τὰς τῶν ἠτυχηκότων κτήσεις ἐκ τῆς χώρας μεγάλας ἐλάμβανον προσόδους. διόπερ εἰδότες ὅτι κρατήσαντες Ἀθηναῖοι τῷ πολέμῳ τοῖς Θηβαίοις ἀποκαταστήσουσι τήν τε κατρίδα καὶ τὴν χώραν, ἀκέκλινον πρὸς τοὺς Μακεδόνας.
στρατοπεδευόντων δʼ αὐτῶν περὶ τὰς Πλαταιὰς ὁ Λεωσθένης μέρος τῆς ἰδίας δυνάμεως ἀναλαβὼν ἧκεν εἰς τὴν Βοιωτίαν. μετὰ δὲ τῶν Ἀθηναίων παραταξάμενος πρὸς τοὺς ἐγχωρίους μάχῃ τε ἐνίκησε καὶ τρόκαιον στήσας ταχέως ἐπανῆλθεν εἰς Πύλας· ἐνταῦθα γὰρ διατρίβων χρόνον τινὰ προκατείληπτο τὰς παρόδους καὶ τὴν τῶν Μακεδόνων δύναμιν ἀνεδέχετο.
Ἀντίπατρος δʼ ἀπολελειμμένος ὑπʼ Ἀλεξάνδρου στρατηγὸς τῆς Εὐρώπης ὡς ἐπύθετο τήν τε τοῦ βασιλέως ἐν Βαβυλῶνι τελευτὴν τήν τε τῶν σατραπειῶν διαίρεσιν, πρὸς μὲν Κρατερὸν εἰς Κιλικίαν διεπέμπετο παρακαλῶν τὴν ταχίστην βοηθῆσαι ʽοὗτος γὰρ προαπεσταλμένος εἰς Κιλικίαν ἤμελλε κατάγειν εἰς Μακεδονίαν τοὺς ἀπολελυμένους τῆς στρατείας Μακεδόνας, ὄντας ὑπὲρ τοὺς μυρίουσʼ, πρὸς δὲ Φιλώταν τὸν εἰληφότα σατραπείαν τὴν ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν, ὁμοίως ἀξιῶν καὶ τοῦτον βοηθῆσαι καὶ μίαν τῶν ἑαυτοῦ θυγατέρων συνοικιεῖν ἐπαγγελλόμενος.
πυθόμενος δὲ τὴν ὑπὸ τῶν Ἑλλήνων συνδρομὴν ἐπʼ αὐτὸν γεγενημένην, τῆς μὲν Μακεδονίας ἀπέλιπε στρατηγὸν Σίππαν, δοὺς στρατιώτας τοὺς ἱκανοὺς καὶ παραγγείλας στρατολογεῖν ὡς πλείστους· αὐτὸς δʼ ἀναλαβὼν Μακεδόνας μὲν μυρίους καὶ τρισχιλίους, ἱππεῖς δὲ ἑξακοσίους ʽἐσπάνιζε γὰρ ἡ Μακεδονία στρατιωτῶν πολιτικῶν διὰ τὸ πλῆθος τῶν ἀπεσταλμένων εἰς τὴν Ἀσίαν ἐπὶ διαδοχὴν τῆς στρατείασʼ ἀνέζευξεν ἐκ τῆς Μακεδονίας εἰς Θετταλίαν, συμπαραπλέοντος αὐτῷ τοῦ στόλου παντός, ὃν ἀπεσταλκὼς ἦν Ἀλέξανδρος παραπέμψοντα πλῆθος χρημάτων ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς τὴν Μακεδονίαν, οὐσῶν τῶν πασῶν τριήρων ἑκατὸν καὶ δέκα.
οἱ δὲ Θετταλοὶ τὸ μὲν πρῶτον συμμαχοῦντες τῷ Ἀντιπάτρῳ πολλοὺς καὶ ἀγαθοὺς ἱππεῖς ἐξέπεμψαν αὐτῷ· ὕστερον δʼ ὑπὸ τῶν Ἀθηναίων μεταπεισθέντες ἀφίππευσαν πρὸς Λεωσθένην καὶ μετὰ τῶν Ἀθηναίων ταχθέντες διεπολέμουν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας.
μεγάλης δὲ δυνάμεως ταύτης τοῖς Ἀθηναίοις προσγεγενημένης οἱ μὲν Ἕλληνες ἐκράτουν πολὺ τῶν Μακεδόνων ὑπερέχοντες, ὁ δὲ Ἀντίπατρος μάχῃ λειφθεὶς καὶ τὸ λοιπὸν οὔτε παρατάξασθαι τολμῶν οὔτʼ εἰς τὴν Μακεδονίαν ἐπανελθεῖν ἀσφαλῶς δυνάμενος κατέφυγεν εἰς πόλιν Λάμιαν. ἐν ταύτῃ δὲ τὴν δύναμιν συνέχων καὶ τὰ τείχη κατασκευάζων, ἔτι δὲ παρασκευὰς ὅπλων καὶ καταπελτῶν καὶ σίτου ποιούμενος ἐκαραδόκει τοὺς ἀπὸ τῆς Ἀσίας συμμάχους.
Λεωσθένης δὲ μετὰ πάσης τῆς δυνάμεως παρελθὼν πλησίον τῆς Λαμίας καὶ τὴν παρεμβολὴν ὀχυρωσάμενος τάφρῳ βαθείᾳ καὶ χάρακι τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν προσῆγε τῇ πόλει καὶ τοὺς Μακεδόνας εἰς μάχην προυκαλεῖτο. μὴ τολμώντων δὲ αὐτῶν διαγωνίσασθαι προσβολὰς καθʼ ἡμέραν τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο.
ἀμυνομένων δὲ τῶν Μακεδόνων εὐρώστως πολλοὶ τῶν προπετῶς βιαζομένων Ἑλλήνων ἀπώλλυντο· δυνάμεως γὰρ ἀξιολόγου κατὰ τὴν πόλιν οὔσης καὶ βελῶν παντοδαπῶν ἀφθονίας, ἔτι δὲ τείχους πολυτελοῦς κατεσκευασμένου ῥᾳδίως οἱ πολιορκούμενοι περιεγίνοντο.
ὁ δὲ Λεωσθένης ἀπογνοὺς τὴν ἐκ βίας ἅλωσιν τῆς πόλεως τὰς ἀγομένας εἰς ταύτην ἀγορὰς παρῃρεῖτο, νομίζων ῥᾳδίως τῇ σιτοδείᾳ καταπολεμήσειν τοὺς ἐγκεκλεισμένους ἐν τῇ πόλει. κατεσκεύαζε δὲ καὶ τεῖχος καὶ τάφρον ὤρυττεν μεγάλην καὶ βαθεῖαν, εἴργων τοὺς πολιορκουμένους ἀπὸ τῆς ἐξόδου.
μετὰ δὲ ταῦτα Αἰτωλοὶ μὲν ἀξιώσαντες τὸν Λεωσθένην διά τινας ἐθνικὰς χρείας κατὰ τὸ παρὸν ἀπελθεῖν ἐπʼ οἴκου πάντες ἐπανῆλθον εἰς τὴν Αἰτωλίαν· οὕτως δὲ τῶν περὶ Ἀντίπατρον καταπονηθέντων καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι διὰ τὴν προσδοκωμένην σιτοδείαν ἡ τύχη τι παράδοξον ἀπένειμε τοῖς Μακεδόσιν εὐκλήρημα.
τοῦ γὰρ Ἀντιπάτρου τοῖς τὰς τάφρους ὀρύττουσιν ἐπιθεμένου καὶ συμπλοκῆς γενομένης ὁ Λεωσθένης παραβοηθῶν τοῖς ἰδίοις καὶ πληγεὶς εἰς τὴν κεφαλὴν λίθῳ παραχρῆμα μὲν ἔπεσεν καὶ λιποψυχήσας εἰς τὴν παρεμβολὴν ἀπεκομίσθη, τῇ τρίτῃ δʼ ἡμέρᾳ τελευτήσαντος αὐτοῦ καὶ ταφέντος ἡρωικῶς διὰ τὴν ἐν τῷ πολέμῳ δόξαν ὁ μὲν δῆμος τῶν Ἀθηναίων τὸν ἐπιτάφιον ἔπαινον εἰπεῖν προσέταξεν Ὑπερείδῃ τῷ πρωτεύοντι τῶν ῥητόρων τῇ τοῦ λόγου δεινότητι καὶ τῇ κατὰ τῶν Μακεδόνων ἀλλοτριότητι·
κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν ὁ μὲν κορυφαῖος τῶν Ἀθήνησι ῥητόρων Δημοσθένης ἐπεφεύγει, καταδεδικασμένος ὡς εἰληφὼς τῶν Ἁρπαλείων χρημάτων. ἀντὶ δὲ τοῦ Λεωσθένους κατεστάθη στρατηγὸς Ἀντίφιλος, ἀνὴρ συνέσει στρατηγικῇ καὶ ἀνδρείᾳ διαφέρων. καὶ τὰ μὲν κατὰ τὴν Εὐρώπην ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἀσίαν τῶν μεμερισμένων τὰς σατραπείας Πτολεμαῖος μὲν ἀκινδύνως παρέλαβε τὴν Αἴγυπτον καὶ τοῖς μὲν ἐγχωρίοις φιλανθρώπως προσεφέρετο, παραλαβὼν δὲ ὀκτακισχίλια τάλαντα μισθοφόρους ἤθροιζε καὶ δυνάμεις παρεσκευάζετο· συνέτρεχε δὲ καὶ φίλων πλῆθος πρὸς αὐτὸν διὰ τὴν ἐπιείκειαν.
πρὸς δὲ Ἀντίπατρον διαπρεσβευόμενος κοινοπραγίαν συνέθετο, σαφῶς εἰδὼς ὅτι Περδίκκας ἐπιβαλεῖται παρελέσθαι τὴν τῆς Αἰγύπτου σατραπείαν. Λυσίμαχος δʼ ἐπιβαλὼν τοῖς κατὰ τὴν Θρᾴκην τόποις καὶ καταλαβὼν Σεύθην τὸν βασιλέα κατεστρατοπεδευκότα πεζοῖς μὲν δισμυρίοις, ἱππεῦσι δʼ ὀκτακισχιλίοις οὐ κατεπλάγη τὸ μέγεθος τῆς δυνάμεως. ἔχων δὲ τοὺς σύμπαντας πεζοὺς μὲν οὐ πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ δισχιλίους συνῆψε μάχην τοῖς βαρβάροις.
Book 18, Part 3
ταῖς μὲν οὖν ἀνδραγαθίαις προεῖχεν αὐτῶν, τοῖς δὲ πλήθεσι λειπόμενος καρτερὰν μάχην συνεστήσατο καὶ πολλοὺς μὲν τῶν ἰδίων ἀποβαλών, πολλαπλασίους δʼ ἀποκτείνας ἐπανῆλθεν εἰς τὴν στρατοπεδείαν ἀμφίδοξον ἔχων τὴν νίκην.
τότε μὲν οὖν ἐχωρίσθησαν ἐκ τῶν τόπων αἱ παρʼ ἀμφοτέροις δυνάμεις καὶ παρασκευὰς μείζους ἐποιοῦντο πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν. Λεοννάτος δέ, παραγενομένου πρὸς αὐτὸν Ἑκαταίου πρεσβευτοῦ καὶ δεομένου βοηθῆσαι τὴν ταχίστην Ἀντιπάτρῳ καὶ Μακεδόσιν, ἐπηγγείλατο συμμαχήσειν.
διαβὰς οὖν εἰς τὴν Εὐρώπην καὶ καταντήσας εἰς Μακεδονίαν προσελάβετο πολλοὺς στρατιώτας Μακεδόνας· ἀθροίσας δὲ τοὺς ἅπαντας πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους προῆγεν διὰ τῆς Θετταλίας ἐπὶ τοὺς πολεμίους.
οἱ δὲ Ἕλληνες λύσαντες τὴν πολιορκίαν καὶ τὴν στρατοπεδείαν ἐμπρήσαντες τὸν μὲν ἀχρεῖον εἰς παράταξιν ὄχλον καὶ τὰς παρασκευὰς εἰς Μελιτίαν πόλιν ἐξέπεμψαν, αὐτοὶ δʼ εὔζωνοι καὶ πρὸς μάχην ὄντες ἕτοιμοι προῆγον, ἀπαντήσοντες τοῖς περὶ Λεοννάτον πρὸ τοῦ τὸν Ἀντίπατρον συμμίξαι καὶ τὰς δυνάμεις ἀμφοτέρας εἰς ἕνα τόπον συνελθεῖν.
εἶχον δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους καὶ δισχιλίους· οἱ γὰρ Αἰτωλοὶ πάντες προαπηλλαχότες ἦσαν εἰς τὴν οἰκείαν καὶ τῶν ἄλλων Ἑλλήνων οὐκ ὀλίγοι κατʼ ἐκεῖνον τὸν καιρὸν ὑπῆρχον εἰς τὰς πατρίδας κεχωρισμένοι· ἱππεῖς δὲ συνεστρατεύοντο πλείους τῶν τρισχιλίων καὶ πεντακοσίων, ὧν ἦσαν Θετταλοὶ δισχίλιοι διάφοροι ταῖς ἀρεταῖς, ἐν οἷς εἶχον μάλιστα τὰς τῆς νίκης ἐλπίδας.
γενομένης δʼ ἱππομαχίας ἰσχυρᾶς ἐπὶ πολὺν χρόνον καὶ τῶν Θετταλῶν διὰ τὰς ἀρετὰς ἐπικρατούντων ὁ μὲν Λεοννάτος λαμπρῶς ἀγωνισάμενος καὶ διακλεισθεὶς εἰς τόπον τελματώδη τοῖς ὅλοις ἠλαττοῦτο, πολλοῖς δὲ τραύμασι περιπεσὼν καὶ τελευτήσας ὑπὸ τῶν ἰδίων ἤρθη καὶ πρὸς τὴν ἀποσκευὴν ἀπηνέχθη τετελευτηκώς·
τῇ δʼ ἱππομαχίᾳ λαμπρῶς τῶν Ἑλλήνων νενικηκότων Μένωνος ἱππαρχοῦντος τοῦ Θετταλοῦ, εὐθὺς ἡ τῶν Μακεδόνων φάλαγξ φοβουμένη τοὺς ἱππεῖς ἀπεχώρησεν ἐκ τοῦ πεδίου πρὸς τὰς ὑπερκειμένας δυσχωρίας καὶ τῇ τῶν τόπων ὀχυρότητι τὴν ἀσφάλειαν περιεποιήσατο. τῶν δὲ Θετταλῶν ἱππέων προσμαχομένων καὶ διὰ τὴν δυσχωρίαν ἀπράκτων γινομένων οἱ μὲν Ἕλληνες τρόπαιον στήσαντες καὶ τῶν νεκρῶν κυριεύσαντες ἀπηλλάγησαν ἐκ τῆς μάχης,
τῇ δʼ ὑστεραίᾳ παραγενηθέντος Ἀντιπάτρου μετὰ τῆς δυνάμεως καὶ συμμίξαντος τοῖς ἡττημένοις μίαν οἱ πάντες Μακεδόνες ἐποιήσαντο τὴν στρατοπεδείαν καὶ τὴν τῶν ὅλων στρατηγίαν παρέλαβεν Ἀντίπατρος.
οὗτος δὲ κρίνας ἐπὶ τοῦ παρόντος ἡσυχίαν ἔχειν καὶ θεωρῶν τοὺς πολεμίους ἱπποκρατοῦντας τὴν μὲν διὰ τῶν ὁμαλῶν ἀποχώρησιν ἀπέγνω, διὰ δὲ τῆς δυσχωρίας προάγων καὶ τοὺς ὑπερδεξίους τόπους προκαταλαμβανόμενος ἀπεχώρησεν ἐκ τούτων τῶν τόπων.
Ἀντίφιλος δὲ ὁ τῶν Ἑλλήνων στρατηγὸς ἐπιφανεῖ μάχῃ νικήσας τοὺς Μακεδόνας ἐφήδρευε περὶ Θετταλίαν διατρίβων καὶ καραδοκῶν τὴν τῶν πολεμίων ὁρμήν. καὶ τὰ μὲν κατὰ τοὺς Ἕλληνας ἐν τοιαύταις εὐημερίαις ὑπῆρχε.
τῶν δὲ Μακεδόνων θαλασσοκρατούντων οἱ Ἀθηναῖοι πρὸς ταῖς ὑπαρχούσαις ναυσὶν ἄλλας κατεσκεύασαν, ὥστε γενέσθαι τὰς πάσας ἑκατὸν ἑβδομήκοντα. τῶν δὲ Μακεδονικῶν νεῶν οὐσῶν διακοσίων καὶ τεσσαράκοντα τὴν ναυαρχίαν εἶχε Κλεῖτος.
οὗτος δὲ ναυμαχήσας πρὸς Ἠετίωνα τὸν Ἀθηναίων ναύαρχον ἐνίκησε δυσὶν ναυμαχίαις καὶ συχνὰς τῶν πολεμίων νεῶν διέφθειρε περὶ τὰς καλουμένας Ἐχινάδας νήσους.
ἅμα δὲ τούτοις πραττομένοις Περδίκκας, ἔχων μεθʼ ἑαυτοῦ τόν τε βασιλέα Φίλιππον καὶ τὴν βασιλικὴν δύναμιν, ἐστράτευσεν ἐπὶ Ἀριαράθην τὸν Καππαδοκίας δυνάστην. οὗτος γὰρ οὐ προσέχων τοῖς Μακεδόσιν ὑπὸ μὲν Ἀλεξάνδρου παρεωράθη διὰ τοὺς περὶ Δαρεῖον ἀγῶνας καὶ περισπασμούς, ἀναστροφὴν δὲ πολυχρόνιον εἶχε κυριεύων τῆς Καππαδοκίας.
διὸ καὶ πολλὰ μὲν ἐκ τῶν προσόδων χρήματα ἤθροισε, δυνάμεις δʼ ἐγχωρίους καὶ ξενικὰς μεγάλας συνεστήσατο. διὸ καὶ βασιλείας ἀντιποιούμενος ἕτοιμος ἦν πρὸς τὸν Περδίκκαν διαγωνίζεσθαι, πεζοὺς μὲν ἔχων τρισμυρίους, ἱππεῖς δὲ μυρίους πεντακισχιλίους. ὁ δὲ Περδίκκας συνάψας αὐτῷ μάχην καὶ τῇ παρατάξει νικήσας ἀνεῖλε μὲν εἰς τετρακισχιλίους, ἐζώγρησε δὲ ὑπὲρ τοὺς πεντακισχιλίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ Ἀριαράθης.
τοῦτον μὲν οὖν καὶ τοὺς συγγενεῖς αὐτοῦ πάντας αἰκισάμενος ἀνεσταύρωσε· τοῖς δʼ ἡττηθεῖσι συγχωρήσας τὴν ἀσφάλειαν καὶ καταστήσας τὰ κατὰ τὴν Καππαδοκίαν παρέδωκε τὴν σατραπείαν Εὐμενεῖ τῷ Καρδιανῷ, καθάπερ ἐξ ἀρχῆς ἦν μεμερισμένος.
ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς καὶ Κρατερὸς ἐκ Κιλικίας ἀναζεύξας ἧκεν εἰς Μακεδονίαν, βοηθήσων τοῖς περὶ τὸν Ἀντίπατρον καὶ διορθωσόμενος τὰς γεγενημένας ἥττας τῶν Μακεδόνων. ἦγε δὲ πεζοὺς μὲν τῶν εἰς Ἀσίαν Ἀλεξάνδρῳ συνδιαβεβηκότων ἑξακισχιλίους, τῶν δʼ ἐν παρόδῳ προσειλημμένων τετρακισχιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας χιλίους, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους.
παρελθὼν δʼ εἰς τὴν Θετταλίαν καὶ τοῦ πρωτείου παραχωρήσας ἑκουσίως Ἀντιπάτρῳ κοινῇ μετʼ αὐτοῦ κατεστρατοπέδευσε παρὰ τὸν Πηνειὸν ποταμόν. οἱ δὲ πάντες ἠθροίσθησαν σὺν τοῖς μετὰ Λεοννάτου παραγεγενημένοις πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων ἐν τοῖς βαρέσιν ὅπλοις, τοξόται δὲ καὶ σφενδονῆται τρισχίλιοι,
ἱππεῖς δὲ πεντακισχίλιοι. οἱ δὲ Ἕλληνες κατὰ τοῦτον τὸν καιρὸν ἀντεστρατοπέδευσαν πολὺ τοῖς πλήθεσι λειπόμενοι· πολλοὶ γὰρ αὐτῶν διὰ τὰς προγεγενημένας εὐημερίας καταφρονοῦντες τῶν πολεμίων εἰς τὰς πατρίδας ἦσαν ἀπεληλυθότες πρὸς τὴν τῶν ἰδίων ἐπίσκεψιν.
διʼ ἃς αἰτίας τῶν στρατιωτῶν ἀτακτούντων ὑπολοίπους εἶχον ἐν τῇ παρεμβολῇ πεζοὺς μὲν δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ πεντακοσίους, ἐν οἷς μάλιστα εἶχον τὰς τῆς νίκης ἐλπίδας διά τε τὰς τῶν ἀνδρῶν ἀρετὰς καὶ διὰ τὸ πεδινὴν ὑποκεῖσθαι χώραν.
τέλος δὲ τῶν περὶ Ἀντίπατρον καθʼ ἡμέραν προαγόντων τὰς δυνάμεις καὶ προκαλουμένων εἰς μάχην τὸ μὲν πρῶτον ἀνέμενον τοὺς ἀπὸ τῶν πόλεων παραγενησομένους, τῶν δὲ καιρῶν κατεπειγόντων ἠναγκάζοντο συγκαταβαίνειν εἰς τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον. ἐκτάξαντες δὲ τὴν δύναμιν καὶ σπεύδοντες διὰ τῶν ἱππέων κρῖναι τὸν πόλεμον τούτους πρὸ τῆς τῶν πεζῶν φάλαγγος ἔστησαν.
γενομένης δὲ ἱππομαχίας καὶ τῶν Θετταλῶν ἱππέων πλεονεκτούντων διὰ τὰς ἀρετὰς οἱ περὶ τὸν Ἀντίπατρον ἐπήγαγον τὴν ἰδίαν φάλαγγα καὶ τοῖς πεζοῖς τῶν πολεμίων ἐπιρράξαντες πολὺν ἐποιοῦντο φόνον. οἱ δʼ Ἕλληνες τὸ βάρος καὶ τὸ πλῆθος τῶν πολεμίων οὐ δυνάμενοι φέρειν εὐθὺς ἀπεχώρησαν πρὸς τὰς δυσχωρίας, τηροῦντες τὰς τάξεις ἐπιμελῶς. διὸ καὶ δραξάμενοι τόπων ὑπερδεξίων ῥᾳδίως ἠμύναντο τοὺς Μακεδόνας, ὑπερδέξιον ἔχοντες τὴν στάσιν.
οἱ δὲ τῶν Ἑλλήνων ἱππεῖς ἐπὶ τοῦ προτερήματος ὄντες, ὡς ἔγνωσαν τὴν τῶν πεζῶν ἀποχώρησιν, εὐθὺς πρὸς ἐκείνους ἀφίππευσαν. τότε μὲν οὖν τοῦτον τὸν τρόπον ἀγωνισάμενοι διελύθησαν, ῥεπούσης τῆς νίκης πρὸς τοὺς Μακεδόνας· ἀπέθανον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων πλείους τῶν πεντακοσίων, τῶν δὲ Μακεδόνων ἑκατὸν καὶ τριάκοντα.
τῇ δʼ ὑστεραίᾳ Μένων μὲν καὶ Ἀντίφιλος οἱ τῶν Ἑλλήνων ἡγεμόνες συνεδρεύσαντες ἐβουλεύσαντο πότερον ἀναμείναντες τοὺς ἀπὸ τῶν πόλεων συμμάχους καὶ καταστάντες ἀξιόμαχοι περὶ τῶν ὅλων διακρίνωνται ἢ τῷ παρόντι καιρῷ συνείξαντες πρεσβεύωνται περὶ διαλύσεως. ἔδοξεν οὖν ἀποστέλλειν κήρυκας περὶ τῆς τοῦ πολέμου καταλύσεως.
πραξάντων δʼ αὐτῶν τὸ δόξαν ἀπεκρίθησαν οἱ περὶ τὸν Ἀντίπατρον κατὰ πόλεις πρεσβεύειν· οὐδενὶ γὰρ τρόπῳ κοινὴν σύλλυσιν ποιήσεσθαι. τῶν δὲ Ἑλλήνων οὐ προσδεχομένων τὰς κατὰ πόλιν διαλύσεις οἱ μὲν περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν ἐπολιόρκουν τὰς ἐπὶ Θετταλίας πόλεις καὶ κατὰ κράτος ᾕρουν, μὴ δυναμένων τῶν Ἑλλήνων βοηθεῖν. διὸ καὶ τῶν πόλεων περιφόβων οὐσῶν καὶ κατʼ ἰδίαν ἑκάστης πρεσβευούσης περὶ διαλύσεως πάσαις συγχωρῶν τὴν εἰρήνην ἐπιεικῶς προσεφέρετο.
διόπερ ἐμπεσούσης ὁρμῆς εἰς τὰς πόλεις ἰδίᾳ πορίζεσθαι τὴν σωτηρίαν ταχὺ πᾶσαι τῆς εἰρήνης ἔτυχον. οἱ δʼ ἀλλοτριώτατα διακείμενοι πρὸς τοὺς Μακεδόνας Αἰτωλοὶ καὶ Ἀθηναῖοι, συμμάχων ὄντες ἔρημοι, μετὰ τῶν ἰδίων στρατηγῶν ἐβουλεύοντο περὶ τοῦ πολέμου.
Ἀντίπατρος δὲ διὰ ταύτης τῆς στρατηγίας διαλύσας τὸ σύστημα τῶν Ἑλλήνων ἤγαγε τὴν δύναμιν πᾶσαν ἐπὶ τοὺς Ἀθηναίους. ὁ δὲ δῆμος ἐρημωθεὶς τῆς τῶν συμμάχων βοηθείας ἐν ἀπορίᾳ πολλῇ καθειστήκει· πάντων δὲ καταφερομένων ἐπὶ τὸν Δημάδην καὶ βοώντων τοῦτον ἐκπέμπειν πρεσβευτὴν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς εἰρήνης οὗτος μὲν καλούμενος σύμβουλος οὐχ ὑπήκουσεν·
ἦν γὰρ τρὶς ἡλωκὼς παρανόμων καὶ διὰ τοῦτο γεγονὼς ἄτιμος καὶ κωλυόμενος ὑπὸ τῶν νόμων συμβουλεύειν· ἀπολαβὼν δὲ τὴν ἐπιτιμίαν ὑπὸ τοῦ δήμου παραχρῆμα ἐξεπέμφθη πρεσβευτὴς μετὰ Φωκίωνος καί τινων ἑτέρων.
τοῦ δʼ Ἀντιπάτρου διακούσαντος τῶν λόγων καὶ δόντος ἀπόκρισιν ὡς ἄλλως οὐ μὴ συλλύσηται τὸν πρὸς Ἀθηναίους πόλεμον, ἐὰν μὴ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψωσιν αὐτῷ ʽκαὶ γὰρ ἐκείνους συγκλείσαντας εἰς Λάμιαν τὸν Ἀντίπατρον τὰς αὐτὰς ἀποκρίσεις πεποιῆσθαι πρεσβεύσαντος αὐτοῦ περὶ τῆς εἰρήνησʼ ὁ δῆμος οὐκ ὢν ἀξιόμαχος ἠναγκάσθη τὴν ἐπιτροπὴν καὶ τὴν ἐξουσίαν πᾶσαν Ἀντιπάτρῳ δοῦναι περὶ τῆς πόλεως.
ὁ δὲ φιλανθρώπως αὐτοῖς προσενεχθεὶς συνεχώρησεν ἔχειν τήν τε πόλιν καὶ τὰς κτήσεις καὶ τἄλλα πάντα· τὴν δὲ πολιτείαν μετέστησεν ἐκ τῆς δημοκρατίας καὶ προσέταξεν ἀπὸ τιμήσεως εἶναι τὸ πολίτευμα καὶ τοὺς μὲν κεκτημένους πλείω δραχμῶν δισχιλίων κυρίους εἶναι τοῦ πολιτεύματος καὶ τῆς χειροτονίας, τοὺς δὲ κατωτέρω τῆς τιμήσεως ἅπαντας ὡς ταραχώδεις ὄντας καὶ πολε μικοὺς ἀπήλασε τῆς πολιτείας καὶ τοῖς βουλομένοις χώραν ἔδωκεν εἰς κατοίκησιν ἐν τῇ Θρᾴκῃ.
οὗτοι μὲν οὖν ὄντες πλείους τῶν μυρίων καὶ δισχιλίων μετεστάθησαν ἐκ τῆς πατρίδος, οἱ δὲ τὴν ὡρισμένην τίμησιν ἔχοντες περὶ ἐννακισχιλίους ἀπεδείχθησαν κύριοι τῆς τε πόλεως καὶ χώρας καὶ κατὰ τοὺς Σόλωνος νόμου ἐπολιτεύοντο· πάντες δὲ τὰς οὐσίας εἰάθησαν ἔχειν ἀναφαιρέτους. φρούραρχον δὲ Μένυλλον καὶ φρουρὰν ἠναγκάσθησαν δέξασθαι τὴν οὐκ ἐπιτρέψουσαν οὐδενὶ νεωτερίζειν.
περὶ δὲ τῆς Σάμου τὴν ἀναφορὰν ἐπὶ τοὺς βασιλεῖς ἐποιήσαντο. Ἀθηναῖοι μὲν οὖν παρʼ ἐλπίδα φιλανθρωπευθέντες ἔτυχον τῆς εἰρήνης καὶ τὸ λοιπὸν ἀταράχως πολιτευόμενοι καὶ τὴν χώραν ἀδεῶς καρπούμενοι ταχὺ ταῖς οὐσίαις προσανέδραμον.
ὁ δʼ Ἀντίπατρος ἐπανελθὼν εἰς τὴν Μακεδονίαν τὸν μὲν Κρατερὸν ταῖς ἁρμοζούσαις τιμαῖς τε καὶ δωρεαῖς ἐκόσμησε καὶ τῶν θυγατέρων μίαν συνοικίσας αὐτῷ τὴν πρεσβυτάτην Φίλαν τὴν εἰς τὴν Ἀσίαν ἐπάνοδον συγκατεσκεύασεν.
ὁμοίως δὲ καὶ ταῖς ἄλλαις Ἑλληνίσι πόλεσιν ἐπιεικῶς προσενεχθείς καὶ τὰ πολιτεύματα συναγαγὼν καὶ καλῶς καταστήσας ἐπαίνων καὶ στεφάνων ἔτυχεν.
ὀ δὲ Περδίκκας ἀποκαταστήσας τοῖς Σαμίοις τήν τε πόλιν καὶ χώραν κατήγαγεν αὐτοὺς εἰς τὴν πατρίδα, πεφευγότας ἔτη τρισὶ πλείω τῶν τεσσαράκοντα.
ἡμεῖς δʼ ἐπεὶ τὰς κατὰ τὸν Λαμιακὸν πόλεμον ἐπιτελεσθείσας πράξεις διήλθομεν, μεταβησόμεθα πρὸς τὸν ἐν τῇ Κυρήνῃ γενόμενον πόλεμον, ἵνα μὴ μακρὰν τοῖς χρόνοις ἀποπλανῶμεν τὸ σύνεχὲς τῆς ἱστορίας. ἀναγκαῖον δʼ ἐστὶ βραχὺ τοῖς χρόνοις προσαναδραμεῖν, ὅπως σαφεστέρας ποιήσωμεν τὰς κατὰ μέρος πράξεις.
Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν,
ὄντων ἑπτακισχιλίων. ὁμοίως δὲ καὶ τῶν νεῶν ἐγκρατὴς γενόμενος καὶ τοὺς στρατιώτας εἰς ταύτας θέμενος κατέπλευσεν εἰς τὴν χώραν τῶν Κυρηναίων. ἀνειληφὼς δὲ μεθʼ αὑτοῦ τοὺς ἐκ τῆς Κυρήνης φυγάδας καὶ τούτους ἔχων καθηγουμένους τῆς ἐπιβουλῆς διὰ τὴν τῶν τόπων ἐμπειρίαν, ἀπαντησάντων τῶν Κυρηναίων καὶ μάχης γενομένης ὁ Θίβρων νικήσας πολλοὺς μὲν ἀπέκτεινεν, οὐκ ὀλίγους δʼ ἐζώγρησε.
κυριεύσας δὲ τοῦ λιμένος καὶ πολιορκήσας καὶ καταπληξάμενος τοὺς Κυρηναίους ἠνάγκασεν ὁμολογίας ποιήσασθαι ὥστε αὐτοὺς δοῦναι ἀργυρίου τάλαντα πεντακόσια, τῶν δὲ ἁρμάτων τά ἡμίση πρὸς τὰς στρατείας συνεκπέμπειν.
διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι. διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.
οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων ἡ τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας. τῶν ἡγεμόνων τῶν παρʼ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δʼ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους.
κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι. διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων ὁ μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην· οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε.
τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν.
τούτων δʼ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν. καθʼ ὃν δὴ χρόνον ὁ Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι.
ὑπακουσάντων δʼ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει.
ὁ δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς· μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι. μετʼ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν.
οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθʼ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι. οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δʼ ἐζώγρησαν· οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις. ἐπιγενομένου δὲ μεγάλου πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δʼ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δʼ εἰς Αἴγυπτον ἀπερρίφησαν.
ὁ δὲ Θίβρων τηλικαύτῃ συμφορᾷ περιπεσὼν ὅμως ἀντείχετο τοῦ πολέμου, προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθέτους ἔπεμψεν εἰς τὴν Πελοπόννησον ἀναληψομένους τῶν ξένων τοὺς ἐνδιατρίβοντας περὶ Ταίναρον. ἔτι γὰρ τῶν ἀμισθώτων γενομένων πολλοὶ διεπλανῶντο ζητοῦντες τοὺς μισθοδοτήσοντας καὶ τότε περὶ Ταίναρον ὑπῆρχον πλείους τῶν δισχιλίων καὶ πεντακοσίων.
τούτους δὲ οἱ πεμφθέντες ἀνέλαβον, τὸν δὲ εἰς Κυρήνην πλοῦν ἐποιοῦντο. τῆς δὲ τούτων πρότερον παρουσίας οἱ μὲν Κυρηναῖοι θαρρήσαντες τοῖς γεγονόσι προτερήμασι μάχην συνῆψαν καὶ νικήσαντες τὸν Θίβρωνα πολλοὺς τῶν στρατιωτῶν ἀπέκτειναν.
διὰ δὲ τὰς ἐλαττώσεις ὁ Θίβρων ἀπογινώσκων ἤδη τὰ κατὰ τὴν Κυρήνην παραδόξως πάλιν ἐθάρρησε. τῶν γὰρ ἀπὸ Ταινάρου στρατιωτῶν καταπλευσάντων καὶ μεγάλης αὐτῷ χειρὸς προσγενομένης εὔελπις ἐγένετο τῇ ψυχῇ.
οἱ δὲ Κυρηναῖοι πάλιν θεωροῦντες τὸν πόλεμον αὐξόμενον μετεπέμψαντο τὴν συμμαχίαν παρὰ τῶν πλησιοχώρων Λιβύων καὶ παρὰ τῶν Καρχηδονίων, ἀθροίσαντες δὲ τοὺς ἅπαντας μετὰ τῶν πολιτικῶν στρατιώτας τρισμυρίους ἡτοιμάζοντο παρατάξει περὶ τῶν ὅλων διακριθῆναι. γενομένης δὲ παρατάξεως μεγάλης ὁ μὲν Θίβρων νικήσας τῇ μάχῃ καὶ πολλοὺς ἀνελὼν περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα κυριεύσων τῶν πλησίον πόλεων,
οἱ δὲ Κυρηναῖοι τῶν στρατηγῶν ἁπάντων ἀνῃρημένων ἐν τῇ μάχῃ τὸν Κρῆτα Μνασικλῆν μεθʼ ἑτέρων εἵλοντο στρατηγόν. Θίβρων δʼ ἐπαρθεὶς τῇ νίκῃ τὸν λιμένα τῶν Κυρηναίων ἐπολιόρκησε καὶ τῇ Κυρήνῃ καθʼ ἡμέραν προσβολὰς ἐποιεῖτο.
χρονίζοντος δὲ τοῦ πολέμου Κυρηναῖοι μὲν σπανίζοντες τροφῆς ἐστασίασαν πρὸς ἀλλήλους· ἐπικρατούντων δὲ τῶν δημοτικῶν καὶ τοὺς κτηματικοὺς ἐκβαλλόντων οἱ τῆς πατρίδος στερηθέντες ἔφυγον οἱ μὲν πρὸς Θίβρωνα,
οἱ δʼ εἰς Αἴγυπτον. οὗτοι δὲ πείσαντες τὸν Πτολεμαῖον κατάγειν αὐτοὺς ἧκον ἄγοντες δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν καὶ στρατηγὸν Ὀφέλλαν· ὧν τὴν παρουσίαν ἀκούσαντες οἱ παρὰ τῷ Θίβρωνι φυγάδες, νυκτὸς ἐπιχειρήσαντες πρὸς τούτους ἀπιέναι λάθρᾳ, φωραθέντες ἅπαντες κατεκόπησαν.
οἱ δὲ τῆς Κυρήνης στρατηγοῦντες δημοτικοί, φοβηθέντες τὴν τῶν φυγάδων κάθοδον, διελύσαντο πρὸς τὸν Θίβρωνα καὶ κοινῇ πολεμεῖν πρὸς τὸν Ὀφέλλαν παρεσκευάζοντο.
Ὀφέλλας δὲ καταπολεμήσας τὸν Θίβρωνα καὶ ζωγρήσας, ἔτι δὲ τῶν πόλεων ἐγκρατὴς γενόμενος παρέδωκε τάς τε πόλεις καὶ τὴν χώραν Πτολεμαίῳ τῷ βασιλεῖ. οἱ μὲν οὖν Κυρηναῖοι καὶ αἱ περιοικοῦσαι πόλεις τοῦτον τὸν τρόπον ἀποβαλοῦσαι τὴν ἐλευθερίαν ὑπὸ τὴν Πτολεμαϊκὴν βασιλείαν ἐτάχθησαν.
Περδίκκας δὲ καὶ ὁ βασιλεὺς Φίλιππος καταπεπολεμηκότες Ἀριαράθην καὶ τὴν σατραπείαν αὐτοῦ Εὐμενεῖ παραδόντες ἐχωρίσθησαν ἐκ τῆς Καππαδοκίας. καταντήσαντες δὲ εἰς τὴν Πισιδικὴν ἔκριναν ἀναστάτους ποιῆσαι δύο πόλεις, τήν τε τῶν Λαρανδέων καὶ τὴν τῶν Ἰσαυρέων· αὗται γὰρ ἔτι ζῶντος Ἀλεξάνδρου Βάλακρον τὸν Νικάνορος ἀπέκτειναν, ἀποδεδειγμένον στρατηγὸν ἅμα καὶ σατράπην.
τὴν μὲν οὖν τῶν Λαρανδέων πόλιν ἐξ ἐφόδου χειρωσάμενοι καὶ τοὺς ἡβῶντας κατασφάξαντες, τοὺς δʼ ἄλλους ἐξανδραποδισάμενοι κατέσκαψαν· τὴν δὲ τῶν Ἰσαυρέων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἔτι δὲ πλήθουσαν ἀλκίμων ἀνδρῶν, ἐπὶ μὲν ἡμέραις δύο πολιορκήσαντες ἐνεργῶς καὶ πολλοὺς τῶν ἰδίων ἀποβαλόντες ἀνεχώρησαν·
οἱ γὰρ ἐγχώριοι βελῶν καὶ τῶν ἄλλων τῶν πρὸς πολιορκίαν ἀνηκόντων εὐποροῦντες, ἔτι δὲ ταῖς ψυχαῖς ὑπομένοντες τὸ δεινὸν παραστατικῶς ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀπέθνησκον.
Book 18, Part 4
τῇ δὲ τρίτῃ πολλῶν μὲν ἀνῃρημένων, τῶν δὲ τειχῶν ἐλλειπεῖς ἐχόντων τὰς φυλακὰς διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἐπετελέσαντο πρᾶξιν οἱ κατὰ τὴν πόλιν ἡρωικὴν καὶ μνήμης ἀξίαν. ὁρῶντες γὰρ ἀπαραίτητον οὖσαν τὴν κατʼ αὐτῶν τιμωρίαν καὶ δύναμιν οὐκ ἔχοντες ἀξιόχρεων τὴν ἀμυνομένην τὸ μὲν ἐγχειρίσαι τὴν πόλιν καὶ τὰ κατʼ αὐτοὺς ἐπιτρέψαι τοῖς πολεμίοις οὐκ ἔκριναν, ἐμφανοῦς οὔσης τῆς μεθʼ ὕβρεως τιμωρίας, νυκτὸς δʼ ὁμοθυμαδὸν πρὸς τὸν εὐγενῆ θάνατον ὁρμήσαντες τέκνα μὲν καὶ γυναῖκας καὶ γονεῖς εἰς τὰς οἰκίας ἐγκλείσαντες ἐνέπρησαν, κοινὸν θάνατον καὶ τάφον διὰ τοῦ πυρὸς ἑλόμενοι.
τῆς δὲ φλογὸς ἄφνω πρὸς ὕψος αἰρομένης οἱ μὲν Ἰσαυρεῖς τὰ κτήματα καὶ πάντα τὰ δυνάμενα τοῖς κρατοῦσιν ὠφελείας παρέχεσθαι τῷ πυρὶ παρέβαλον, οἱ δὲ περὶ τὸν Περδίκκαν θαυμάσαντες τὸ γινόμενον περιέστησαν τὴν δύναμιν καὶ κατὰ πάντα τόπον ἐβιάζοντο παρεισπεσεῖν εἰς τὴν πόλιν.
τῶν δʼ ἐγχωρίων ἀπὸ τῶν τειχῶν ἀμυνομένων καὶ πολλοὺς τῶν Μακεδόνων καταβαλλόντων ἔτι μᾶλλον ὁ Περδίκκας καταπληττόμενος ἐζήτει τὴν αἰτίαν διʼ ἣν οἱ τὰς οἰκίας καὶ τὰ λοιπὰ πάντα τῷ πυρὶ παραδεδωκότες φιλοτίμως τὰ τείχη φυλάττουσι.
τέλος δὲ τοῦ Περδίκκου καὶ τῶν Μακεδόνων ἀπὸ τῆς πόλεως ἀποχωρησάντων οἱ Ἰσαυρεῖς εἰς τὸ πῦρ ἑαυτοὺς ῥίψαντες ἐν ταῖς οἰκίαις συνετάφησαν τοῖς οἰκείοις.
Περδίκκας δὲ νυκτὸς διελθούσης ἔδωκε τοῖς στρατιώταις τὴν πόλιν εἰς διαρπαγήν. οὗτοι δὲ τὴν φλόγα κατασβέσαντες πολὺν ἄργυρόν τε καὶ χρυσόν εὗρον, ὡς ἂν πόλεως γεγενημένης εὐδαίμονος ἐκ πολλῶν χρόνων.
μετὰ δὲ τὴν ἀπώλειαν τῶν πόλεων ἧκον δύο γυναῖκες εἰς συνοικισμὸν τῷ Περδίκκᾳ, Νίκαιά τε ἡ Ἀντιπάτρου θυγάτηρ, ἣν αὐτὸς ὁ Περδίκκας ἦν μεμνηστευκώς, καὶ Κλεοπάτρα ἡ Ἀλεξάνδρου μὲν ἀδελφὴ γνησία, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου.
ὁ δὲ Περδίκκας πρότερον μὲν ἦν κεκρικὼς κοινοπραγίαν Ἀντιπάτρῳ καὶ διὰ τοῦτο τὴν μνηστείαν ἐπεποίητο, μήπω τῶν κατʼ αὐτὸν πραγμάτων βεβαίως ἐστερεωμένων· ὡς δὲ παρέλαβε τάς τε βασιλικὰς δυνάμεις καὶ τὴν τῶν βασιλέων προστασίαν, μετέπεσε τοῖς λογισμοῖς.
ὀρεγόμενος γὰρ βασιλείας ἔσπευδε τὴν Κλεοπάτραν γῆμαι, νομίζων διὰ ταύτης προτρέψεσθαι τοὺς Μακεδόνας συγκατάσκευάζειν αὐτῷ τὴν τῶν ὅλων ἐξουσίαν. οὔπω δὲ βουλόμενος ἀποκαλύψασθαι πρὸς τὴν ἐπιβολὴν κατὰ μὲν τὸ παρὸν ἦγε τὴν Νίκαιαν, ὅπως μὴ τὸν Ἀντίπατρον ἀλλότριον ἔχῃ ταῖς ἰδίαις ἐπιβολαῖς· μετὰ δὲ ταῦτα Ἀντιγόνου τὴν προαίρεσιν αὐτοῦ κατανοήσαντος καὶ φιλίαν ἔχοντος πρὸς Ἀντίπατρον, ἔτι δὲ ὄντος τοῦ ἀνδρὸς τούτου πρακτικωτάτου τῶν ἡγεμόνων ἔκρινεν αὐτὸν ἐκποδῶν ποιήσασθαι. ἐπιβαλὼν οὖν αὐτῷ διαβολὰς ψευδεῖς καὶ κατηγορίας ἀδίκους φανερὸς ἦν ἀναιρήσων αὐτόν ὁ δʼ Ἀντίγονος συνέσει καὶ τόλμῃ διαφέρων φανερῶς μὲν ἀπεφαίνετο βούλεσθαι περὶ τῶν ἐγκαλουμένων ἀπολογήσασθαι, λάθρᾳ δὲ παρασκευασάμενος τὰ πρὸς τὸν δρασμὸν ἔλαθε μετὰ τῶν ἰδίων φίλων καὶ τοῦ υἱοῦ Δημητρίου νυκτὸς εἰσβὰς εἰς τὰς Ἀττικὰς ναῦς. ἐν δὲ ταύταις κομισθεὶς εἰς τὴν Εὐρώπην προῆγε συμμίξων Ἀντιπάτρῳ.
κατὰ δὲ τούτους τοὺς καιροὺς Ἀντίπατρος καὶ Κρατερὸς ἐπὶ τοὺς Αἰτωλοὺς ἐστράτευσαν, ἔχοντες πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ δισχιλίους καὶ πεντακοσίους· οὗτοι γὰρ τῶν ἐν τῷ Λαμιακῷ πολέμῳ διαπολεμησάντων ὑπόλοιποι διέμενον ἀχείρωτοι.
οἱ δὲ Αἰτωλοὶ τηλικούτων δυνάμεων ἐπʼ αὐτοὺς ὡρμημένων οὐ κατεπλάγησαν ταῖς ψυχαῖς, ἀλλὰ τοὺς μὲν ἀκμάζοντας ταῖς ἡλικίαις ἀθροίσαντες εἰς μυρίους κατέφυγον εἰς τοὺς ὀρεινοὺς καὶ τραχεῖς τόπους, εἰς οὓς τέκνα καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας καὶ τὸ τῶν χρημάτων πλῆθος ἀπέθεντο, καὶ τὰς μὲν ἀνωχύρους πόλεις ἐξέλιπον, τὰς δὲ ὀχυρότητι διαφερούσας φρουραῖς ἀξιολόγοις διαλαβόντες εὐτόλμως ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας. τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον· ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας· μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·
ἀναγκαῖον γὰρ ἦν ἢ καταβάντας ἀπὸ τῶν ὀρέων διαγωνίσασθαι πρὸς δυνάμεις πολλαπλασίους καὶ στρατηγοὺς ἐπιφανεῖς ἢ μένοντας ὑπʼ ἐνδείας καὶ κρυμοῦ διαφθαρῆναι. ἤδη δʼ αὐτῶν ἀπογινωσκόντων τὴν σωτηρίαν αὐτόματός τις λύσις τῶν κακῶν ἐφάνη, καθάπερ θεῶν τινος ἐλεοῦντος αὐτῶν τὴν εὐψυχίαν.
Ἀντίγονος γὰρ ὁ πεφευγὼς ἐκ τῆς Ἀσίας συμμίξας τοῖς περὶ τὸν Ἀντίπατρον ἐδίδαξεν αὐτοὺς περὶ τῆς ὅλης ἐπιβουλῆς τοῦ Περδίκκου καὶ διότι τὴν Κλεοπάτραν γαμήσας εὐθὺς ἥξει μετὰ τῆς δυνάμεως εἰς Μακεδονίαν ὡς βασιλεὺς καὶ τὴν ἡγεμονίαν αὐτῶν παραιρήσεται.
οἱ δὲ περὶ τὸν Κρατερὸν καὶ Ἀντίπατρον διὰ τὸ παράδοξον τῆς προσαγγελίας καταπλαγέντες συνήδρευσαν μετὰ τῶν ἡγεμόνων. προτεθείσης οὖν βουλῆς περὶ τούτων ἔδοξεν ὁμογνωμόνως πρὸς μὲν Αἰτωλοὺς ἐφʼ οἷς ἦν δυνατὸν διαλυθῆναι, τὰς δὲ δυνάμεις κατὰ τάχος περαιοῦν εἰς τὴν Ἀσίαν καὶ τῷ μὲν Κρατερῷ τὴν τῆς Ἀσίας ἡγεμονίαν περιτιθέναι, τῷ δʼ Ἀντιπάτρῳ τὴν τῆς Εὐρώπης, πρεσβεύειν δὲ καὶ πρὸς Πτολεμαῖον περὶ κοινοπραγίας, ὄντα τοῦ μὲν Περδίκκου παντελῶς ἀλλότριον, ἑαυτοῖς δὲ φίλον, κοινῇ δὲ ἐπιβουλευόμενον.
εὐθὺς οὖν πρὸς μὲν Αἰτωλοὺς διάλυσιν ἐποιήσαντο, διεγνωκότες ὕστερον αὐτοὺς καταπολεμῆσαι καὶ μεταστῆσαι πανοικίους ἅπαντας εἰς τὴν ἐρημίαν καὶ πορρωτάτω τῆς Ἀσίας κειμένην χώραν, αὐτοὶ δὲ δόγμα γράψαντες ἀκόλουθον τοϊς προειρημένοις παρεσκευάζοντο τὰ πρὸς τὴν στρατείαν.
Περδίκκας δὲ τούς τε φίλους καὶ τοὺς ἡγεμόνας ἀθροίσας προέθηκε βουλὴν πότερον ἐπὶ τὴν Μακεδονίαν χρὴ στρατεύειν ἢ πρότερον ἐπὶ τὸν Πτολεμαῖον ὁρμῆσαι. πάντων δʼ ἐπενεχθέντων ἐπὶ τὸ πρότερον καταπολεμῆσαι τὸν Πτολεμαῖον, ὅπως μηδὲν ἐμπόδιον ἔχωσι τῆς κατὰ τὴν Μακεδονίαν ὁρμῆς, Εὐμενῆ μὲν ἐξέπεμψε μετὰ δυνάμεως ἀξιολόγου, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ τὴν διάβασιν κωλύειν, αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Πισιδικῆς τὴν πορείαν ἐπὶ τὴν Αἴγυπτον ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
ἐπ ἄρχοντος δʼ Ἀθήνησι Φιλοκλέους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Γάιος Σολπίκιος καὶ Γάιος Αἴλιος. ἐπὶ δὲ τούτων Ἀρριδαῖος ὁ κατασταθεὶς ἐπὶ τὴν κατακομιδὴν τοῦ Ἀλεξάνδρου σώματος, συντετελεκὼς τὴν ἁρμάμαξαν ἐφʼ ἧς ἔδει κατακομισθῆναι τὸ βασιλικὸν σῶμα, παρεσκευάζετο τὰ πρὸς τὴν κομιδήν.
ἐπεὶ δὲ τὸ κατασκευασθὲν ἔργον, ἄξιον ὑπάρχον τῆς Ἀλεξάνδρου δόξης, οὐ μόνον κατὰ τὴν δαπάνην διήνεγκε τῶν ἄλλων, ὡς ἀπὸ πολλῶν ταλάντων κατασκευασθέν, ἀλλὰ καὶ τῇ κατὰ τὴν τέχνην περιττότητι περιβόητον ὑπῆρξε, καλῶς ἔχειν ὑπολαμβάνομεν ἀναγράψαι περὶ αὐτοῦ.
πρῶτον μὲν γὰρ τῷ σώματι κατεσκευάσθη χρυσοῦν σφυρήλατον ἁρμόζον καὶ τοῦτʼ ἀνὰ μέσον ἐπλήρωσαν ἀρωμάτων τῶν ἅμα δυναμένων τὴν εὐωδίαν καὶ τὴν διαμονὴν παρέχεσθαι τῶ σώματι.
ἐπάνω δὲ τῆς θήκης ἐπετέθειτο καλυπτὴρ χρυσοῦς, ἁρμόζων ἀκριβῶς καὶ περιλαμβάνων τὴν ἀνωτάτω περιφέρειαν. ταύτης δʼ ἐπάνω περιέκειτο φοινικὶς διαπρεπὴς χρυσοποίκιλτος, παρʼ ἣν ἔθεσαν τὰ τοῦ μετηλλαχότος ὅπλα, βουλόμενοι συνοικειοῦν τὴν ὅλην φαντασίαν ταῖς προκατειργασμέναις πράξεσι.
μετὰ δὲ ταῦτα παρέστησαν τὴν τοῦτο κομιοῦσαν ἁρμάμαξαν, ἧς κατεσκεύαστο κατὰ μὲν τὴν κορυφὴν καμάρα χρυσῆ, ἔχουσα φολίδα λιθοκόλλητον, ἧς ἦν τὸ μὲν πλάτος ὀκτὼ πηχῶν, τὸ δὲ μῆκος δώδεκα, ὑπὸ δὲ τὴν ὑπωροφίαν παρʼ ὅλον τὸ ἔργον θριγκὸς χρυσοῦς, τῷ σχήματι τετράγωνος, ἔχων τραγελάφων προτομὰς ἐκτύπους, ἐξ ὧν ἤρτηντο κρίκοι χρυσοῖ διπάλαιστοι, διʼ ὧν κατακεκρέμαστο στέμμα πομπικόν, χρώμασι παντοδαποῖς διαπρεπῶς κατηνθισμένον.
ἐπὶ δὲ τῶν ἄκρων ὑπῆρχε θύσανος δικτυωτός, ἔχων εὐμεγέθεις κώδωνας, ὥστʼ ἐκ πολλοῦ διαστήματος προσπίπτειν τὸν ψόφον τοῖς ἐγγίζουσι. κατὰ δὲ τὰς τῆς καμάρας γωνίας ἐφʼ ἑκάστης ἦν πλευρᾶς Νίκη χρυσῆ τροπαιοφόρος. τὸ δʼ ἐκδεχόμενον τὴν καμάραν περίστυλον χρυσοῦν ὑπῆρχεν, ἔχον Ἰωνικὰ κιονόκρανα. ἐντὸς δὲ τοῦ περιστύλου δίκτυον ἦν χρυσοῦν, τὸ πάχος τῇ πλοκῇ δακτυλιαῖον καὶ πίνακας παραλλήλους ζῳοφόρους τέσσαρας ἴσους τοῖς τοίχοις ἔχον.
τούτων δʼ ὁ μὲν πρῶτος ἦν ἔχων ἅρμα τορευτὸν καὶ καθήμενον ἐπὶ τούτου τὸν Ἀλέξανδρον, μετὰ χεῖρας ἔχοντα σκῆπτρον διαπρεπές· περὶ δὲ τὸν βασιλέα μία μὲν ὑπῆρχε θεραπεία καθωπλισμένη Μακεδόνων, ἄλλη δὲ Περσῶν μηλοφόρων καὶ πρὸ τούτων ὁπλοφόροι· ὁ δὲ δεύτερος εἶχε τοὺς ἐπακολουθοῦντας τῇ θεραπείᾳ ἐλέφαντας κεκοσμημένους πολεμικῶς, ἀναβάτας ἔχοντας ἐκ μὲν τῶν ἔμπροσθεν Ἰνδούς, ἐκ δὲ τῶν ὄπισθεν Μακεδόνας καθωπλισμένους τῇ συνήθει σκευῇ, ὁ δὲ τρίτος ἱππέων εἴλας μιμουμένας τὰς ἐν ταῖς παρατάξεσι συναγωγάς, ὁ δὲ τέταρτος ναῦς κεκοσμημένας πρὸς ναυμαχίαν. καὶ παρὰ μὲν τὴν εἰς τὴν καμάραν εἴσοδον ὑπῆρχον λέοντες χρυσοῖ, δεδορκότες πρὸς τοὺς εἰσπορευομένους·
ἀνὰ μέσον δὲ ἑκάστου τῶν κιόνων ὑπῆρχε χρυσοῦς ἄκανθος ἀνατείνων ἐκ τοῦ κατʼ ὀλίγον μέχρι τῶν κιονοκράνων. ἐπάνω δὲ τῆς καμάρας κατὰ μέσην τὴν κορυφὴν φοινικὶς ὑπῆρχεν ὑπαίθριος, ἔχουσα χρυσοῦν στέφανον ἐλαίας εὐμεγέθη, πρὸς ὃν ὁ ἥλιος προσβάλλων τὰς ἀκτῖνας κατεσκεύαζε τὴν αὐγὴν ἀποστίλβουσαν καὶ σειομένην, ὥστʼ ἐκ μακροῦ διαστήματος ὁρᾶσθαι τὴν πρόσοψιν ἀστραπῇ παραπλησίαν.
ἡ δʼ ὑπὸ τὴν καμάραν καθέδρα δύο εἶχεν ἄξονας, οὓς περιεδίνευον τροχοὶ Περσικοὶ τέσσαρες, ὧν ὑπῆρχε τὰ μὲν πλάγια καὶ αἱ κνημίδες κατακεχρυσωμέναι, τὸ δὲ προσπῖπτον τοῖς ἐδάφεσι μέρος σιδηροῦν. τῶν δʼ ἀξόνων τὰ προέχοντα χρυσᾶ κατεσκεύαστο, προτομὰς ἔχοντα λεόντων σιβύνην ὀδὰξ κατεχούσας.
κατὰ δὲ μέσον τὸ μῆκος εἶχον πόλον ἐνηρμοσμένον μηχανικῶς ἐν μέσῃ τῇ καμάρᾳ, ὥστε δύνασθαι διὰ τούτου τὴν καμάραν ἀσάλευτον εἶναι κατὰ τοὺς σεισμοὺς καὶ ἀνωμάλους τόπους.
τεσσάρων δʼ ὄντων ῥυμῶν ἑκάστῳ τετραστοιχία ζευγῶν ὑπέζευκτο, τεσσάρων ἡμιόνων ἑκάστῳ ζεύγει προσδεδεμένων, ὥστε τοὺς ἅπαντας ἡμιόνους εἶναι ἑξήκοντα καὶ τέσσαρας, ἐπιλελεγμένους ταῖς τε ῥώμαις καὶ τοῖς ἀναστήμασιν. ἕκαστος δὲ τούτων ἐστεφάνωτο κεχρυσωμένῳ στεφάνῳ καὶ παρʼ ἑκατέραν τῶν σιαγόνων εἶχεν ἐξηρτημένον κώδωνα χρυσοῦν, περὶ δὲ τοὺς τραχήλους χλιδῶνας λιθοκολλήτους.
ἡ μὲν οὖν ἁρμάμαξα, τοιαύτην ἔχουσα τὴν κατασκευὴν καὶ διὰ τῆς ὁράσεως μᾶλλον ἢ τῆς ἀπαγγελίας φαινομένη μεγαλοπρεπεστέρα, πολλοὺς ἐπεσπᾶτο θεωροὺς διὰ τὴν περιβόητον δόξαν· οἱ γὰρ ἐκ τῶν πόλεων καθʼ ἃς αἰεὶ γίνοιτο πανδημεὶ συνήντων καὶ πάλιν προέπεμπον, οὐκ ἐμπιμπλάμενοι τῆς κατὰ τὴν θεωρίαν τέρψεως.
ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ παρηκολούθει πλῆθος ὁδοποιῶν καὶ τεχνιτῶν, ἔτι δὲ τῶν στρατιωτῶν παραπεμπόντων. Ἀρριδαῖος μὲν οὖν σχεδὸν ἔτη δύο καταναλώσας περὶ τὴν κατασκευὴν τῶν ἔργων ἀπεκόμισε τὸ σῶμα τοῦ βασιλέως ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον·
Πτολεμαῖος δὲ τιμῶν τὸν Ἀλέξανδρον ἀπήντησε μετὰ δυνάμεως μέχρι τῆς Συρίας καὶ παραλαβὼν τὸ σῶμα τῆς μεγίστης φροντίδος ἠξίωσεν. ἔκρινε γὰρ ἐπὶ τοῦ παρόντος εἰς μὲν Ἄμμωνα μὴ παρακομίζειν, κατὰ δὲ τὴν ἐκτισμένην ὑπʼ αὐτοῦ πόλιν, ἐπιφανεστάτην οὖσαν σχεδόν τι τῶν κατὰ τὴν οἰκουμένην, ἀποθέσθαι.
κατεσκεύασεν οὖν τέμενος κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν κατασκευὴν τῆς Ἀλεξάνδρου δόξης ἄξιον, ἐν ᾧ κηδεύσας αὐτὸν καὶ θυσίαις ἡρωικαῖς καὶ ἀγῶσι μεγαλοπρεπέσι τιμήσας οὐ παρʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παρὰ θεῶν καλὰς ἀμοιβὰς ἔλαβεν.
οἱ μὲν γὰρ ἄνθρωποι διὰ τὸ τῆς ψυχῆς εὐχάριστον καὶ μεγαλόψυχον συνέτρεχον πάντοθεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ προθύμως ἑαυτοὺς εἰς τὴν στρατείαν παρείχοντο, καίπερ τῆς βασιλικῆς δυνάμεως μελλούσης πολεμεῖν πρὸς Πτολεμαῖον, καὶ κινδύνων προδήλων καὶ μεγάλων ὄντων ὅμως ἅπαντες τὴν τούτου σωτηρίαν τοῖς ἰδίοις κινδύνοις ἑκουσίως περιεποιήσαντο·
οἱ δὲ θεοὶ διὰ τὴν ἀρετὴν καὶ εἰς πάντας τοὺς φίλους ἐπιείκειαν ἐκ τῶν μεγίστων κινδύνων παραδόξως αὐτὸν διέσωσαν.
Περδίκκας γὰρ ὑφορώμενος αὐτοῦ τὴν αὔξησιν αὐτὸς μὲν ἔκρινε μετὰ τῶν βασιλέων τῷ πλείστῳ μέρει τῆς δυνάμεως στρατεύειν ἐπὶ τὴν Αἴγυπτον, Εὐμενῆ δʼ ἐξέπεμψεν ἐπὶ τὸν Ἑλλήσποντον κωλύσοντα τοὺς περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν διαβαίνειν εἰς τὴν Ἀσίαν, δοὺς αὐτῷ τὴν ἁρμόζουσαν δύναμιν.
συνεξέπεμψε δὲ καὶ τῶν ἀξιολόγων ἡγεμόνων τοὺς ἱκανούς, ὧν ἦσαν ἐπιφανέστατοι Ἀλκέτας ὁ ἀδελφὸς καὶ Νεοπτόλεμος, καὶ τούτοις παρεκελεύσατο πάντα πειθαρχεῖν Εὐμενεῖ διά τε τὴν στρατηγίαν αὐτοῦ καὶ διὰ τὴν τῆς πίστεως βέβαιότητα.
ὁ δʼ Εὐμενὴς μετὰ τῆς δοθείσης δυνάμεως παρελθὼν ἐπὶ τὸν Ἑλλήσποντον καὶ προκατασκευασάμενος ἐκ τῆς ἰδίας σατραπείας ἵππων πλῆθος ἐκόσμησε τὴν στρατιάν, ἐλλειπῆ καθεστῶσαν κατὰ τοῦτο τὸ μέρος.
τῶν δὲ περὶ Κρατερὸν καὶ Ἀντίπατρον περαιωσάντων τὰς δυνάμεις ἐκ τῆς Εὐρώπης ὁ μὲν Νεοπτόλεμος φθονήσας τῷ Εὐμενεῖ καὶ περὶ αὑτὸν ἔχων Μακεδονικὴν δύναμιν ἀξιόλογον λάθρᾳ διεπρεσβεύσατο πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον καὶ συνθέμενος κοινοπραγίαν ἐπεβούλευσε τῷ Εὐμενεῖ. καταφανὴς δὲ γενόμενος καὶ συναναγκασθεὶς μάχην συνάψαι αὐτός τε ἐκινδύνευσεν ἀναιρεθῆναι καὶ τὴν δύναμιν σχεδὸν ἅπασαν ἀπέβαλεν·
ὁ γὰρ Εὐμενὴς νικήσας καὶ πολλοὺς ἀνελὼν τὸ λοιπόν τε πλῆθος τῶν στρατιωτῶν προσηγάγετο καὶ τὴν δύναμιν τὴν ἰδίαν οὐ μόνον διὰ τῆς νίκης ἐπηύξησεν, ἀλλὰ καὶ προσλαβόμενος Μακεδόνων ἀγαθῶν ἀνδρῶν πλῆθος.
Νεοπτόλεμος πτόλεμος μὲν οὖν μετὰ τριακοσίων ἱππέων διασωθεὶς ἐκ τῆς παρατάξεως ἀφίππευσε μετὰ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον·
οὗτοι δὲ συνεδρεύσαντες περὶ τοῦ πολέμου διέγνωσαν τὰς δυνάμεις εἰς δύο μέρη διελεῖν καὶ τὸ μὲν ἕτερον Ἀντίπατρον ἀναλαβόντα προάγειν ἐπὶ Κιλικίας, διαπολεμήσοντα πρὸς Περδίκκαν, τὸ δὲ ἄλλο μέρος ἔχοντα Κρατερὸν ἐπιβαλεῖν τοῖς περὶ τὸν Εὐμενῆ καὶ τούτους καταπολεμήσαντα καταντᾶν πρὸς Ἀντίπατρον, ὅπως εἰς ταὐτὸ συναχθεισῶν τῶν δυνάμεων καὶ τοῦ Πτολεμαίου προσληφθέντος εἰς τὴν συμμαχίαν δυνατοὶ γένωνται περιγενέσθαι τῶν βασιλικῶν δυνάμεων.
Εὐμενὴς δὲ πυνθανόμενος προάγειν ἐπʼ αὐτὸν τοὺς πολεμίους ἤθροισε πανταχόθεν τὰς δυνάμεις καὶ μάλιστα τὴν ἱππικήν· τοῖς γὰρ πεζοῖς οὐ δυνάμενος ἐξισωθῆναι τῇ Μακεδονικῇ φάλαγγι κατεσκεύαζεν ἀξιόλογον σύστημα τῶν ἱππέων, διʼ ὧν ἤλπιζε κρατήσειν τῶν ἐναντίων.
ὡς δʼ ἤγγισαν ἀλλήλαις αἱ δυνάμεις, ὁ μὲν Κρατερὸς συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ παρορμήσας εἰς τὸν ἀγῶνα τοῖς οἰκείοις λόγοις ἔφησε διδόναι τοῖς στρατιώταις, ἐὰν κρατήσωσι τῇ μάχῃ, διαρπάσαι τῶν πολεμίων πάσας τὰς ἀποσκευάς.
πάντων δὲ προθύμων γενομένων ἐξέταξε τὴν δύναμιν, τοῦ μὲν δεξιοῦ κέρατος αὐτὸς ἡγούμενος, τοῦ δʼ εὐωνύμου τὴν ἡγεμονίαν παραδοὺς Νεοπτολέμῳ.
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν δισμυρίους, ὧν ἦσαν οἱ πλείους Μακεδόνες, διαβεβοημένοι ταῖς ἀνδραγαθίαις, ἐν οἷς εἶχε μάλιστα τὰς ἐλπίδας τῆς νίκης· ἱππεῖς δὲ συνηκολούθουν πλείους τῶν δισχιλίων.
Εὐμενὴς δʼ εἶχε πεζοὺς μὲν δισμυρίους, παντοδαποὺς τοῖς γένεσιν, ἱππεῖς δὲ πεντακισχιλίους, δι’ ὧν τὸν κίνδυνον κρίνειν διεγνώκει. ἀμφοτέρων δὲ τοὺς ἱππεῖς διελομένων ἐπὶ τὰ κέρατα καὶ πολὺ πρὸ τῆς φάλαγγος προϊππευσάντων ὁ μὲν Κρατερὸς πρῶτος μετὰ τῶν ἐπιλέκτων ἐπιρράξας τοῖς πολεμίοις ἠγωνίσατο μὲν περιβλέπτως, σφαλέντος δὲ τοῦ ἵππου ἔπεσεν ἐπὶ τὴν γῆν, διὰ δὲ τὸν φυρμὸν καὶ τὴν πυκνότητα τῶν ἐφιππευόντων ἀγνοηθεὶς ὃς ἦν συνεπατήθη καὶ τὸν βίον ἀλόγως κατέστρεψεν.
τῇ δὲ τούτου τελευτῇ τῶν πολεμίων ἐπαρθέντων καὶ τῷ πλήθει πανταχόθεν περιχεομένων πολὺς ἐγίνετο φόνος. καὶ τὸ μὲν δεξιὸν κέρας τοῦτον τὸν τρόπον θλιβόμενον ἠναγκάσθη καταφυγεῖν πρὸς τὴν τῶν πεζῶν φάλαγγα,
κατὰ κράτος ἡττημένον, κατὰ δὲ τὸ εὐώνυμον Νεοπτολέμου κατʼ αὐτὸν τὸν Εὐμενῆ τεταγμένου συνέστη φιλοτιμία μεγάλη τῶν ἡγεμόνων ἐπʼ ἀλλήλους ὁρμησάντων.
γνωρισθέντες γὰρ ἀπό τε τῶν ἵππων καὶ τῶν ἄλλων ἐπισήμων συνεπλάκησαν ἀλλήλοις καὶ τῇ καθʼ αὑτοὺς μονομαχίᾳ τὴν νίκην ἐποίησαν ἀκολουθῆσαι. τὸ μὲν οὖν πρῶτον τοῖς ξίφεσιν ἀλλήλων καθικόμενοι παράδοξον καὶ παντελῶς ἐξηλλαγμένην μονομαχίαν συνεστήσαντο· ἐκφερόμενοι γὰρ τῷ θυμῷ καὶ τῇ πρὸς ἀλλήλους δυσμενείᾳ ταῖς ἀριστεραῖς χερσὶν ἀφέντες τὰς ἡνίας ἀλλήλων ἐδράξαντο. οὗ συμβάντος οἱ μὲν ἵπποι κατὰ τὴν ὁρμὴν ὑπεξέδραμον, αὐτοὶ δʼ ἔπεσον ἐπὶ τὴν γῆν.
τῆς δʼ ἐπαναστάσεως διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ πτώματος χαλεπῶς γινομένης ἀμφοτέροις, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τὰ σώματα, ὁ μὲν Εὐμενὴς ἔφθασε, πρότερος διαναστάς, τοῦ Νεοπτολέμου τὴν ἰγνὺν πατάξαι.
μεγάλης δὲ γενομένης διαιρέσεως καὶ σφαλείσης τῆς βάσεως ὁ μὲν πληγεὶς παραλελυμένος ἔκειτο, κωλυόμενος ὑπὸ τοῦ τραύματος διαναστῆναι· ὅμως δὲ τῆς εὐψυχίας ὑπεραγούσης τὴν τοῦ σώματος ἐλάττωσιν ἐν γόνασι βεβηκὼς ἔτρωσε τὸν ἀντίπαλον εἴς τε τὸν βραχίονα καὶ τοὺς μηροὺς τρισὶ πληγαῖς.
οὐδεμιᾶς δʼ οὔσης πληγῆς καιρίου καὶ τῶν τραυμάτων ἔτι θερμῶν ὄντων ὁ Εὐμενὴς δευτέραν πληγὴν ἐπὶ τὸν τράχηλον ἐπενέγκας ἀπέκτεινε τὸν Νεοπτόλεμον.
ἅμα δὲ τούτοις πραττομἐνοις καὶ τὸ λοιπὸν πλῆθος τῶν ἱππέων συμπεσὸν εἰς μάχην πολὺν ἐποίει φόνον. διὸ καὶ τῶν μὲν πιπτόντων, τῶν δὲ τραυματιζομένων τὸ μὲν πρῶτον ἰσόρροπος ἦν ὁ κίνδυνος, μετὰ ταῦτα δὲ φανερᾶς γενομένης τῆς τοῦ Νεοπτολέμου τελευτῆς καὶ τῆς ἐπὶ θατέρου κέρατος τροπῆς ἅπαντες πρὸς φυγὴν ὥρμησαν καὶ καθάπερ πρὸς τεῖχος ὀχυρὸν πρὸς τὴν τῶν πεζῶν φάλαγγα κατέφυγον.
ὁ δʼ Εὐμενὴς ἀρκεσθεὶς τῷ προτερήματι καὶ τῶν στρατηγικῶν σωμάτων ἀμφοτέρων κυριεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας. στήσας δὲ τρόπαιον καὶ τοὺς νεκροὺς θάψας διεπέμψατο πρὸς τὴν τῶν ἡττημένων φάλαγγα, παρακαλῶν ἑαυτῷ προσθέσθαι καὶ διδοὺς ἐξουσίαν ἑκάστοις ὅποι βούλονται τὴν ἀποχώρησιν ποιήσασθαι.
δεξαμένων δὲ τὰς διαλύσεις τῶν Μακεδόνων καὶ δόντων τὰς διὰ τῶν ὅρκων πίστεις ἔλαβον ἐξουσίαν ἔν τισι κώμαις πλησίον κειμέναις ἐπισιτίσασθαι καὶ παρεκρούσαντο τὸν Εὐμενῆ· ἀναλαβόντες γὰρ ἑαυτοὺς καὶ τὰς τροφὰς παρασκευασάμενοι νυκτὸς ἀπηλλάγησαν καὶ λαθραίως ἀπεχώρουν πρὸς τὸν Ἀντίπατρον.
ὁ δʼ Εὐμενὴς ἐπεβάλετο μὲν κολάσαι τὴν ἀθεσίαν τῶν παραβεβηκότων τοὺς ὅρκους καὶ διώκειν ἐκ ποδῶν τὴν φάλαγγα, οὐδὲν δὲ δυνάμενος πρᾶξαι διά τε τὰς ἀρετὰς τῶν ἀποχωρούντων καὶ διὰ τὴν ἐκ τῶν τραυμάτων ἐλάττωσιν ἀπέγνω τὸν διωγμόν. οὗτος μὲν οὖν ἐπιφανεῖ μάχῃ νικήσας καὶ δύο μεγάλους ἡγεμόνας ἀνελὼν μεγάλης ἔτυχε δόξης.
Ἀντίπατρος δὲ τοὺς ἀπὸ τῆς φυγῆς διασωθέντας ἐκδεξάμενος καὶ προσαναλαβὼν προῆγεν ἐπὶ Κιλικίαν, σπεύδων βοηθῆσαι τῷ Πτολεμαίῳ. Περδίκκας δὲ πυθόμενος τὴν κατὰ τὸν Εὐμενῆ νίκην πολλῷ θρασύτερος ἐγένετο πρὸς τὴν εἰς Αἴγυπτον στρατείαν· ὡς δʼ ἐγγὺς ἐγένετο τοῦ Νείλου, κατεστρατοπέδευσεν οὐ μακρὰν πόλεως Πηλουσίου.
ἐπιχειρήσας δὲ διώρυγά τινα παλαιὰν ἀνακαθαίρειν καὶ τοῦ ποταμοῦ λάβρως ἐκραγέντος καὶ τὰ ἔργα λυμηναμένου πολλοὶ τῶν φίλων ἐγκαταλιπόντες ἀπεχώρησαν πρὸς τὸν Πτολεμαῖον·
καὶ γὰρ φονικὸς ἦν καὶ τῶν ἄλλων ἡγεμόνων περιαιρούμενος τὰς ἐξουσίας καὶ καθόλου πάντων βουλόμενος ἄρχειν βιαίως, ὁ δὲ Πτολεμαῖος τοὐναντίον εὐεργετικὸς καὶ ἐπιεικὴς καὶ μεταδιδοὺς πᾶσι τοῖς ἡγεμόσι τῆς παρρησίας, πρὸς δὲ τούτοις διειληφὼς πάντας τοὺς ἐπικαιροτάτους Αἰγύπτου τόπους φυλακαῖς ἀξιολόγοις καὶ βέλεσι παντοδαποῖς καὶ τοῖς ἄλλοις ἅπασιν εὖ κατεσκευασμένος.
Book 18, Part 5
διὸ καὶ κατὰ τὰς ἐπιβολὰς κατὰ τὸ πλεῖστον ἐπλεονέκτει, πολλοὺς ἔχων εὐνοοῦντας καὶ προθύμως διακινδυνεύοντας.
ὁ δʼ οὖν Περδίκκας διορθούμενος τὰς ἐλαττώσεις συνήγαγε τοὺς ἡγεμόνας καὶ τοὺς μὲν δωρεαῖς, τοὺς δʼ ἐπαγγελίαις μεγάλαις, πάντας δὲ φιλανθρώποις ὁμιλίαις ἐξιδιοποιησάμενος προετρέψατο πρὸς τοὺς ἐπιφερομένους κινδύνους. παραγγείλας δὲ ἑτοίμους εἶναι πρὸς ἀναζυγὴν ὥρμησε μετὰ τῆς δυνάμεως ἀφʼ ἑσπέρας, οὐδενὶ δηλώσας τὸν τόπον εἰς ὃν διεγνωκὼς ἦν καταντᾶν.
τὴν δὲ νύκτα πᾶσαν ὁδοιπορήσας ἐν τάχει κατεστρατοπέδευσε παρὰ τὸν Νεῖλον πλησίον φρουρίου τινος ὃ προσηγορεύετο Καμήλων τεῖχος. διαφαινούσης δὲ τῆς ἡμέρας διεβίβαζε τὴν δύναμιν ἡγουμένων τῶν ἐλεφάντων, ἐπακολουθούντων δὲ τῶν ὑπασπιστῶν καὶ κλιμακοφόρων καὶ τῶν ἄλλων διʼ ὧν ἔμελλε τὴν τειχομαχίαν ποιεῖσθαι. ἐπὶ πᾶσι δὲ ἐπεβάλοντο οἱ κράτιστοι τῶν ἱππέων, οὓς διενοεῖτο ἐπιπέμπειν τοῖς περὶ τὸν Πτολεμαῖον, ἐὰν τύχωσιν ἐπιφαινόμενοι.
μεσοπορούντων δʼ αὐτῶν ἐπεφάνησαν οἱ περὶ τὸν Πτολεμαῖον δρόμῳ προσιόντες πρὸς τὴν τοῦ πολίσματος ἐπικουρίαν. φθασάντων δʼ αὐτῶν καὶ παρεισπεσόντων εἰς τὸ χωρίον καὶ διά τε τῶν σαλπίγγων καὶ βοῆς φανερὰν ποιησάντων τὴν ἑαυτῶν παρουσίαν οἱ μὲν περὶ τὸν Περδίκκαν οὐ κατεπλάγησαν, ἀλλὰ τολμηρῶς προσῆγον τοῖς τειχίσμασιν.
εὐθὺ δʼ οἱ μὲν ὑπασπισταὶ προσθέμενοι τὰς κλίμακας ἀνέβαινον, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων τὸν χάρακα διέσπων καὶ τὰς ἐπάλξεις ἐρρίπτουν. ὁ δὲ Πτολεμαῖος ἔχων περὶ αὐτὸν τοὺς ἀρίστους καὶ βουλόμενος προτρέψασθαι τοὺς ἄλλους ἡγεμόνας καὶ φίλους προσιέναι τοῖς δεινοῖς αὐτὸς ἀναλαβὼν τὴν σάρισαν καὶ στὰς ἐπʼ ἄκρου τοῦ προτειχίσματος τὸν μὲν ἡγούμενον τῶν ἐλεφάντων ἐξετύφλωσεν, ὑπερδέξιον ἔχων τὴν στάσιν, τὸν δὲ ἐπικαθήμενον Ἰνδὸν τραυματίαν ἐποίησεν, τοὺς δὲ διὰ τῆς κλίμακος ἀναβαίνοντας καταπεφρονηκότως τύπτων καὶ κατατραυματίζων περιεκύλισεν εἰς τὸν ποταμὸν μετὰ τῶν ὅπλων.
ἀκολούθως δὲ τούτῳ καὶ τῶν φίλων τοῦ Πτολεμαίου διαγωνιζομένων τὸ μὲν ἐχόμενον θηρίον κατακοντισθέντος τοῦ κυβερνῶντος αὐτὸ Ἰνδοῦ παντελῶς ἄχρηστον ἐγένετο.
ἐπὶ πολὺν δὲ χρόνον τῆς τειχομαχίας συνεστώσης οἱ μὲν περὶ τὸν Περδίκκαν ἐκ διαδοχῆς προσβάλλοντες πᾶσαν σπουδὴν εἰσεφέροντο κατὰ κράτος ἑλεῖν τὸ χωρίον, ὁ δὲ Πτολεμαῖος, αὐτὸς ἀριστεύων καὶ τοὺς φίλους παρακαλῶν ἐνδείξασθαι τὴν εὔνοιαν ἅμα καὶ τὴν ἀρετήν, ἡρωικοὺς ἀγῶνας συνεστήσατο.
πολλῶν δʼ ἀπολλυμένων παρʼ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἡγεμόνων φιλοτιμίας καὶ τῶν περὶ τὸν Πτολεμαῖον ταῖς ὑπεροχαῖς τῶν τόπων πλεονεκτούντων, τῶν δὲ περὶ τὸν Περδίκκαν τοῖς πλήθεσιν ὑπερεχόντων, τὸ τελευταῖον ἀμφοτέρων διημερευσάντων ἐν τοῖς κινδύνοις ὁ μὲν Περδίκκας λύσας τὴν πολιορκίαν ἐπανῆλθεν εἰς τὴν ἰδίαν στρατοπεδείαν.
νυκτὸς δʼ ἀναζεύξας λαθραίαν ἐποιεῖτο τὴν πορείαν καὶ κατήντησεν εἰς τὸν ἀπέναντι τόπον τῆς Μέμφεως, πρὸς ᾗ συμβαίνει σχίζεσθαι τὸν Νεῖλον καὶ ποιεῖν νῆσον δυναμένην ἀσφαλῶς δέξασθαι στρατοπεδείαν τε καὶ δύναμιν τὴν μεγίστην.
εἰς ταύτην οὖν διεβίβαζε τὴν δύναμιν ἐπιπόνως τῶν στρατιωτῶν περαιουμένων διὰ τὸ βάθος τοῦ ποταμοῦ· μέχρι γὰρ τοῦ γενείου τὸ ῥεῦμα προσπῖπτον ἐσάλευε τὰ σώματα τῶν διαβαινόντων, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τοὺς ἄνδρας.
ὁ δὲ Περδίκκας κατανοήσας τὴν δυσκολίαν τοῦ ῥείθρου τοὺς μὲν ἐλέφαντας ἐκ τῶν εὐωνύμων ἐπέστησεν, ἐκδεχόμενος τὴν καταφορὰν τοῦ ποταμοῦ, καταπραϋνοῦντας τὸ ῥεῖθρον, τοὺς δʼ ἱππεῖς ἐκ τοῦ δεξιοῦ μέρους ἔταξε, διʼ ὧν ἐξεδέχετο τοὺς παραφερομένους ὑπὸ τοῦ ποταμοῦ καὶ διέσωζεν εἰς τὸ πέραν.
ἴδιον δέ τι καὶ παράδοξον συνέβη γενέσθαι κατὰ τὴν διάβασιν τῆς δυνάμεως ταύτης. τῶν πρώτων γὰρ ἀσφαλῶς διαβάντων οἱ μετὰ ταῦτα περαιούμενοι μεγάλοις περιέπιπτον κινδύνοις· ὁ γὰρ ποταμὸς οὐδεμιᾶς οὔσης αἰτίας φανερᾶς πολλῷ βαθύτερος ἐγίνετο καὶ τῶν σωμάτων ὅλων καταδυομένων ἅπαντες εἰς πολλὴν ἀμηχανίαν περιέπιπτον.
τῆς δὲ κατὰ τὴν πλήρωσιν αἰτίας ἐπιζητουμένης τὸ μὲν ἀληθὲς ἀσυλλόγιστον ἦν, ἔφασαν δʼ οἱ μὲν ἐν τοῖς ἄνω τόποις ἐγκεχωσμένην διώρυγα πάλιν ἐκφραχθῆναι καὶ συμμιχθεῖσαν τῷ ποταμῷ βαθύτερον πεποιηκέναι τὸν πόρον, οἱ δʼ ὄμβρους ἐν τοῖς ἄνω τόποις γενομένους αὐξῆσαι τὸ μέγεθος τοῦ Νείλου.
τούτων δʼ οὐδέτερον ἦν, ἀλλὰ τοῦ πόρου τὴν μὲν πρώτην διάβασιν ἀσφαλεστέραν συνέβαινε γεγονέναι ἀκεραίου τῆς κατὰ τὴν διάβασιν ἄμμου γεγενημένης, κατὰ δὲ τὰς ἄλλας ὑπὸ τῶν προδιαβεβηκότων ἵππων τε καὶ ἐλεφάντων, ἔτι δὲ πεζῶν τοῖς μὲν ποσὶ τὴν ἄμμον πατουμένην καὶ κινουμένην ὑπὸ τοῦ ῥείθρου κατενεχθῆναι καὶ διὰ τοῦτο κοιλωθέντος τοῦ πόρου βαθυτέραν γενέσθαι τὴν διάβασιν κατὰ μέσον τὸν ποταμόν.
διὰ δὲ ταύτην τὴν αἰτίαν ἀδυνατούσης τῆς λοιπῆς δυνάμεως διαβῆναι τὸν ποταμὸν ὁ Περδίκκας εἰς πολλὴν ἀπορίαν ἐνέπιπτεν καὶ τῶν μὲν διαβεβηκότων οὐκ ἀξιομάχων ὄντων τοῖς πολεμίοις, τῶν δʼ ἐν τῷ πέραν μὴ δυναμένων βοηθεῖν τοῖς ἰδίοις προσέταξεν εἰς τοὐπίσω πάλιν ἀπιέναι πάντας.
διόπερ ἀναγκασθέντων ἁπάντων περαιοῦσθαι τὸ ῥεῖθρον οἱ μὲν ἐπιστάμενοι καλῶς νεῖν καὶ τοῖς σώμασιν ἰσχυρότατοι μετὰ πολλῆς κακοπαθίας διενήξαντο τὸν Νεῖλον, πολλὰ τῶν ὅπλων ἀποβαλόντες, τῶν δʼ ἄλλων διὰ τὴν ἀπειρίαν οἱ μὲν ὑπὸ τοῦ ῥείθρου κατεπόθηαν, οἱ δὲ πρὸς τοὺς πολεμίους ἐξέπεσον, οἱ πλεῖστοι δὲ παρενεχθέντες ἐπὶ πολὺν τόπον ὑπὸ τῶν ἐν τῷ ποταμῷ θηρίων κατεβρώθησαν.
ἀπολομένων δὲ πλειόνων ἢ δισχιλίων, ἐν οἷς καὶ τῶν ἐπιφανῶν τινες ἡγεμόνων ὑπῆρχον, ἀλλοτρίως τὸ πλῆθος ἔσχε πρὸς τὸν Περδίκκαν. ὁ δὲ Πτολεμαῖος τὰ σώματα τῶν πρὸς αὐτὸν ἐκπεσόντων καύσας καὶ τῆς ἁρμοζούσης κηδείας ἀξιώσας ἀπέστειλε τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους τε καὶ φίλους τῶν τετελευτηκότων.
τούτων δὲ πραχθέντων οἱ παρὰ τῷ Περδίκκᾳ Μακεδόνες πρὸς μὲν τοῦτον πολλῷ μᾶλλον ἀπεθηριώθησαν, πρὸς δὲ τὸν Πτολεμαῖον ἀπέκλιναν ταῖς εὐνοίαις.
ἐπιγενομένης δὲ νυκτὸς πλήρης ἦν ἡ παρεμβολὴ κλαυθμοῦ καὶ πένθους, τοσούτων μὲν ἀνδρῶν ἀλόγως ἀπολωλότων ἄνευ πολεμίας πληγῆς καὶ τούτων οὐκ ἐλαττόνων ἢ χιλίων θηριοβρώτων γεγονότων.
πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων συνίσταντο καὶ κατηγόρουν τοῦ Περδίκκου, πᾶσα δʼ ἡ φάλαγξ τῶν πεζῶν ἀπαλλοτριωθεῖσα φανερὰν διὰ τῆς ἀπειλούσης φωνῆς τὴν ἰδίαν κατεσκεύασεν ἀλλοτριότητα.
διόπερ πρῶτοι τῶν ἡγεμόνων ἀπέστησαν ὡς ἑκατόν, ὧν ἦν ἐπιφανέστατος Πίθων ὁ τοὺς ἀποστάντας Ἕλληνας καταπολεμήσας, οὐδενὸς δὲ τῶν Ἀλεξάνδρου λειπόμενος φίλων ἀρετῇ τε καὶ δόξῃ· μετὰ δὲ ταῦτα καὶ τῶν ἱππέων τινὲς συμφρονήσαντες ἐπὶ τὴν σκηνὴν τοῦ Περδίκκου κατήντησαν καὶ προσπεσόντες ἀθρόοι κατέσφαξαν τὸν Περδίκκαν.
τῇ δʼ ὑστεραίᾳ γενομένης ἐκκλησίας ὁ Πτολεμαῖος καταβὰς καὶ τοὺς Μακεδόνας ἀσπασάμενος περί τε τῶν καθʼ αὑτὸν ἀπελογήσατο καὶ τῶν ἐπιτηδείων ἐκλελοιπότων ἐχορήγησε σῖτόν τε δαψιλῆ ταῖς δυνάμεσι καὶ τῶν ἄλλων ἐπιτηδείων ἐπλήρωσε τὴν παρεμβολήν. μεγάλης δὲ τυγχάνων ἀποδοχῆς καὶ δυνάμενος παραλαβεῖν τὴν ἐπιμέλειαν τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους εὔνοιαν τούτου μὲν οὐκ ὠρέχθη, τῷ δὲ Πίθωνι καὶ Ἀρριδαίῳ χάριτας ὀφείλων συγκατεσκεύασε τὴν τῶν ὅλων ἡγεμονίαν·
οἱ γὰρ Μακεδόνες βουλῆς προτεθείσης περὶ τῆς ἡγεμονίας καὶ συμβουλεύσαντος Πτολεμαίου πάντες προθύμως εἵλαντο τῶν βασιλέων ἐπιμελητὰς αὐτοκράτορας Πίθωνα καὶ Ἀρριδαῖον τὸν τὸ σῶμα τοῦ βασιλέως κατακομίσαντα. Περδίκκας μὲν οὖν ἄρξας ἔτη τρία τοῦτον τὸν τρόπον ἀπέβαλε τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ψυχήν.
μετὰ δὲ τὴν τούτου τελευτὴν εὐθὺς ἧκόν τινες ἀπαγγέλλοντες ὅτι παρατάξεως γενομένης περὶ Καππαδοκίαν Εὐμενὴς νενίκηκε, Κρατερὸς δὲ καὶ Νεοπτόλεμος ἡττηθέντες ἀνῄρηνται. τοῦτο δʼ εἰ δυσὶ πρότερον ἡμέραις ἐγένετο τῆς Περδίκκου τελευτῆς, οὐδεὶς ἂν ἐτόλμησε τὰς χεῖρας Περδίκκᾳ προσενεγκεῖν διὰ τὸ μέγεθος τῆς εὐημερίας.
οἱ δʼ οὖν Μακεδόνες πυθόμενοι τὰ περὶ τὸν Εὐμενῆ κατέγνωσαν αὐτοῦ θάνατον καὶ τῶν περὶ αὐτὸν ἐπιφανῶν ἀνδρῶν πεντήκοντα, ἐν οἷς ἦν καὶ Ἀλκέτας ὁ ἀδελφὸς τοῦ Περδίκκου. ἀπέκτειναν δὲ καὶ τῶν φίλων τοῦ Περδίκκου τοὺς μάλιστα πιστοτάτους καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἀταλάντην, ἣν ἦν γεγαμηκὼς Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν παρειληφώς.
μετὰ δὲ τὴν ἀναίρεσιν τοῦ Περδίκκου Ἄτταλος ὁ τοῦ στόλου τὴν ἡγεμονίαν ἔχων διέτριβε μὲν περὶ τὸ Πηλούσιον, ὡς δʼ ἐπύθετο τὴν τῆς γυναικὸς ἀναίρεσιν καὶ τοῦ Περδίκκου, τὸν στόλον ἀναλαβὼν ἐξέπλευσε καὶ κατήντησεν εἰς Τύρον.
ὁ δὲ τῆς πόλεως ταύτης φρούραρχος Ἀρχέλαος, Μακεδὼν τὸ γένος, τὸν Ἄτταλον φιλοφρόνως ὑπεδέξατο καὶ τήν τε πόλιν παρέδωκεν αὐτῷ καὶ τὰ χρήματα, δεδομένα μὲν ὑπὸ Περδίκκου φυλάττειν, τότε δὲ δικαίως ἀποδεδομένα, τὸ δὲ πλῆθος ὄντα ταλάντων ὀκτακοσίων. ὁ δʼ Ἄτταλος ἐν τῇ Τύρῳ διατρίβων ἀνελάμβανε τῶν Περδίκκου φίλων τοὺς διασωζομένους ἐκ τῆς πρὸς τῇ Μέμφει στρατοπεδείας.
Ἀντιπάτρου δʼ εἰς τὴν Ἀσίαν διαβεβηκότος Αἰτωλοὶ κατὰ τὰς πρὸς Περδίκκαν συνθήκας ἐστράτευσαν εἰς τὴν Θετταλίαν, ἀντιπερισπάσαι βουλόμενοι τὸν Ἀντίπατρον. εἶχον δὲ στρατιώτας πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ὧν ἦν στρατηγὸς Ἀλέξανδρος Αἰτωλός.
ἐν παρόδῳ δὲ τοὺς Ἀμφισσεῖς Λοκροὺς πολιορκήσαντες τήν τε χώραν αὐτῶν κατέδραμον καί τινα τῶν πλησίον πολισμάτων εἷλον. ἐνίκησαν δὲ μάχῃ τὸν Ἀντιπάτρου στρατηγὸν Πολυκλῆν καὶ τοῦτόν τε καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγους ἀνεῖλον· τῶν δὲ ζωγρηθέντων οὓς μὲν ἀπέδοντο, οὓς δὲ ἀπελύτρωσαν.
μετὰ δὲ ταῦτα εἰς Θετταλίαν ἐμβαλόντες τοὺς πλείστους τῶν Θετταλῶν ἔπεισαν κοινωνεῖν τοῦ πρὸς Ἀντίπατρον πολέμου· καὶ ταχέως ἠθροίσθησαν οἱ πάντες πεζοὶ μὲν δισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ χίλιοι πεντακόσιοι.
τούτων δὲ προσαγομένων τὰς πόλεις Ἀκαρνᾶνες ἀλλοτρίως ἔχοντες πρὸς Αἰτωλοὺς ἐνέβαλον εἰς τὴν Αἰτωλίαν καὶ τήν τε χώραν ἐδῄουν καὶ τὰς πόλεις ἐπολιόρκουν.
οἱ δὲ Αἰτωλοὶ πυθόμενοι τὰς ἰδίας πατρίδας κινδυνεύειν τοὺς μὲν ἄλλους στρατιώτας ἀπέλιπον ἐν Θετταλίᾳ, Μένωνα τὸν Φαρσάλιον ἐπιστήσαντες στρατηγόν, αὐτοὶ δὲ τοὺς πολιτικοὺς ἀναλαβόντες ἧκον συντόμως εἰς τὴν Αἰτωλίαν καὶ τοὺς Ἀκαρνᾶνας καταπληξάμενοι τὰς πατρίδας ἠλευθέρωσαν τῶν κινδύνων.
τούτων δὲ περὶ ταῦτα ἀσχολουμένων Πολυπέρχων ὁ καταλελειμμένος ἐν Μακεδονίᾳ στρατηγὸς ἧκεν εἰς τὴν Θετταλίαν μετὰ δυνάμεως ἀξιολόγου, νικήσας δὲ παρατάξει τοὺς πολεμίους τόν τε στρατηγὸν Μένωνα ἀνεῖλε καὶ τῶν ἄλλων κατέκοψε τοὺς πλείστους καὶ τὴν Θετταλίαν ἀνεκτήσατο.
κατὰ δὲ τὴν Ἀσίαν Ἀρριδαῖος καὶ Πίθων οἱ τῶν βασιλέων ἐπιμεληταὶ ἀναζεύξαντες ἀπὸ τοῦ Νείλου μετὰ τῶν βασιλέων καὶ τῆς δυνάμεως ἧκον εἰς Τριπαράδεισον τῆς ἄνω Συρίας.
ἐνταῦθα δὲ Εὐρυδίκης τῆς βασιλίσσης πολλὰ περιεργαζομένης καὶ ταῖς τῶν ἐπιμελητῶν ἐπιβολαῖς ἀντιπραττούσης οἱ μὲν περὶ τὸν Πίθωνα δυσχρηστούμενοι καὶ τοὺς Μακεδόνας ὁρῶντες τοῖς ἐκείνης προστάγμασιν ἀεὶ μᾶλλον προσέχοντας συνήγαγον ἐκκλησίαν καὶ τὴν ἐπιμέλειαν ἀπείπαντο,
οἱ δὲ Μακεδόνες ἐπιμελητὴν εἵλαντο τὸν Ἀντίπατρον αὐτοκράτορα. οὗτος δὲ μετʼ ὀλίγας ἡμέρας καταντήσας εἰς Τριπαράδεισον κατέλαβε τὴν Εὐρυδίκην στασιάζουσαν καὶ τοὺς Μακεδόνας ἀπαλλοτριοῦσαν ἀπὸ τοῦ Ἀντιπάτρου.
ταραχῆς δὲ μεγάλης οὔσης ἐν ταῖς δυνάμεσι καὶ κοινῆς ἐκκλησίας συναχθείσης ὁ μὲν Ἀντίπατρος διαλεχθεὶς τοῖς πλήθεσι τὴν μὲν ταραχὴν κατέπαυσε, τὴν δʼ Εὐρυδίκην καταπληξάμενος ἔπεισε τὴν ἡσυχίαν ἄγειν.
μετὰ δὲ ταῦτα τὰς σατραπείας ἐξ ἀρχῆς ἐμερίσατο καὶ Πτολεμαίῳ μὲν τὴν προϋπάρχουσαν προσώρισεν· ἀδύνατον γὰρ ἦν τοῦτον μεταθεῖναι διὰ τὸ δοκεῖν τὴν Αἴγυπτον διὰ τῆς ἰδίας ἀνδρείας ἔχειν οἱονεὶ δορίκτητον.
καὶ Λαομέδοντι μὲν τῷ Μιτυληναίῳ Συρίαν ἔδωκε, Φιλοξένῳ δὲ τὴν Κιλικίαν, τῶν δʼ ἄνω σατραπειῶν Μεσοποταμίαν μὲν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ, τὴν δὲ Βαβυλωνίαν Σελεύκῳ, Ἀντιγένει δὲ τὴν Σουσιανὴν διὰ τὸ τοῦτον πρῶτον πεποιῆσθαι τὴν ἐπὶ τὸν Περδίκκαν ἐπίθεσιν, Πευκέστῃ δὲ τὴν Περσίδα, Τληπολέμῳ δὲ τὴν Καρμανίαν, Πίθωνι δὲ Μηδίαν, Φιλίππῳ δὲ τὴν Παρθυαίαν, Ἀρίαν δὲ καὶ Δραγγηνὴν Στασάνδρῳ τῷ Κυπρίῳ, τὴν δὲ Βακτριανὴν καὶ Σογδιανὴν Στασάνορι τῷ Σολίῳ ἀπὸ τῆς αὐτῆς ὄντι νήσου. Παροπανισάδας δὲ Ὀξυάρτῃ προσώρισε τῷ Ῥωξάνης πατρὶ τῆς Ἀλεξάνδρου γυναικός, τῆς δὲ Ἰνδικῆς τὰ μὲν συνορίζοντα Παροπανισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δʼ ἐχομένας βασιλείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν Πώρῳ, τὴν δὲ παρὰ τὸν Ὑδάσπην Ταξίλῃ ʽοὐ γὰρ ἦν τούτους τοὺς βασιλεῖς μετακινῆσαι χωρὶς βασιλικῆς δυνάμεως καὶ ἡγεμόνος ἐπιφανοῦσʼ, τῶν δὲ πρὸς τὴν ἄρκτον κεκλιμένων Καππαδοκίαν μὲν Νικάνορι, Φρυγίαν δὲ τὴν μεγάλην καὶ Λυκίαν Ἀντιγόνῳ, καθάπερ πρότερον ἔσχε, Καρίαν δὲ Κασάνδρῳ, Λυδίαν δὲ Κλείτῳ, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Ἀρριδαίῳ.
στρατηγὸν δὲ τῆς βασιλικῆς δυνάμεως ἀπέδειξεν Ἀντίγονον, ᾧ προστεταγμένον ἦν καταπολεμῆσαι Εὐμενῆ τε καὶ Ἀλκέταν· παρέζευξε δὲ τῷ Ἀντιγόνῳ χιλίαρχον τὸν υἱὸν Κάσανδρον, ὅπως μὴ δύνηται διαλαθεῖν ἰδιοπραγῶν. αὐτὸς δὲ τοὺς βασιλεῖς ἀναλαβὼν καὶ τὴν ἰδίαν δύναμιν προῆγεν ἐπὶ Μακεδονίαν, κατάξων τοὺς βασιλεῖς ἐπὶ τὴν πατρίδα.
Ἀντίγονος δὲ τῆς Ἀσίας ἀποδεδειγμένος στρατηγὸς διαπολεμήσων πρὸς Εὐμενῆ ἤθροισεν ἐκ τῆς χειμασίας τὰς δυνάμεις. παρασκευασάμενος δὲ τὰ πρὸς τὴν μάχην προῆγεν ἐπὶ τὸν Εὐμενῆ, διατρίβοντα περὶ Καππαδοκίαν.
ὁ δʼ Εὐμενὴς, ἀποστάντος ἀπʼ αὐτοῦ τινος τῶν ἐπιφανῶν ἡγεμόνων ὀνόματι Περδίκκου, στρατοπεδεύοντος ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ μετὰ τῶν συναποστάντων στρατιωτῶν πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξέπεμψεν ἐπʼ αὐτὸν Φοίνικα τὸν Τενέδιον, ἔχοντα πεζοὺς μὲν ἐπιλέκτους τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους.
οὗτος δὲ νυκτοπορίᾳ συντόνῳ χρησάμενος προσέπεσε τοῖς ἀποστάταις ἀπροσδοκήτως περὶ δευτέραν φυλακὴν νυκτερινήν· καταλαβὼν δʼ αὐτοὺς κοιμωμένους τόν τε Περδίκκαν ἐζώγρησε καὶ τῆς δυνάμεως ἐγκρατὴς ἐγένετο.
Εὐμενὴς δὲ τοὺς αἰτιωτάτους τῆς ἀποστάσεως ἡγεμόνας ἐθανάτωσε· τοὺς δὲ στρατιώτας τοῖς ἄλλοις ἀναμίξας καὶ φιλανθρώπως προσενεχθεὶς ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο.
μετὰ δὲ ταῦθʼ ὁ μὲν Ἀντίγονος διαπεμψάμενος πρὸς Ἀπολλωνίδην τινά, τῶν ἱππέων ἀφηγούμενον παρʼ Εὐμενεῖ, μεγάλαις ἐπαγγελίαις διʼ ἀπορρήτων ἔπεισε προδότην γενέσθαι καὶ κατὰ τὴν μάχην αὐτομολῆσαι.
τοῦ δʼ Εὐμενοῦς στρατοπεδεύοντος τῆς Καππαδοκίας ἔν τισιν εὐθέτοις πεδίοις πρὸς ἱππομαχίαν ἐπιβαλὼν ὁ Ἀντίγονος μετὰ πάσης τῆς δυνάμεως κατελάβετο τὴν ὑπερκειμένην τῶν πεδίων ὑπωρίαν.
εἶχε δʼ ὁ μὲν Ἀντίγονος κατʼ ἐκείνους τοὺς καιροὺς πεζοὺς μὲν πλείω τῶν μυρίων, ὧν ἦσαν οἱ ἡμίσεις Μακεδόνες, θαυμαστοὶ κατὰ τὰς ἀνδραγαθίας, ἱππεῖς δὲ δισχιλίους, ἐλέφαντας δὲ τριάκοντα, ὁ δʼ Εὐμενὴς πεζοὺς μὲν οὐκ ἐλάττους τῶν δισμυρίων, ἱππεῖς δὲ πεντακισχιλίους.
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τοῦ Ἀπολλωνίδου μετὰ τῶν περὶ αὐτὸν ἱππέων ποιήσαντος ἀλόγως ἀπὸ τῶν ἰδίων διάστασιν ἐνίκησεν ὁ Ἀντίγονος καὶ ἀνεῖλεν τῶν ἐναντίων εἰς ὀκτακισχιλίους. ἐκυρίευσε δὲ καὶ τῆς ἀποσκευῆς ἁπάσης, ὥστε τοὺς περὶ τὸν Εὐμενῆ στρατιώτας διὰ μὲν τὴν ἧτταν καταπλαγῆναι, διὰ δὲ τὴν ἀπώλειαν τῆς ἀποσκευῆς ἀθυμῆσαι.
μετὰ δὲ ταῦθʼ ὁ μὲν Εὐμενὴς ἐπεβάλετο φεύγειν εἰς Ἀρμενίαν καὶ τῶν ἐν ταύτῃ κατοικούντων τινὰς πρὸς τὴν συμμαχίαν συλλαβέσθαι· καταταχούμενος δὲ καὶ τοὺς στρατιώτας ὁρῶν ἀποχωροῦντας πρὸς τὸν Ἀντίγονον κατελάβετο χωρίον ὀχυρὸν ὃ προσηγορεύετο Νῶρα.
ἦν δὲ τὸ φρούριον τοῦτο παντελῶς μικρὸν διὰ τὸ τὸν περίβολον ἔχειν μὴ πλείω δυεῖν σταδίων, κατὰ δὲ τὴν ἐρυμνότητα θαυμαστόν· ἐπὶ γὰρ πέτρας ὑψηλῆς εἶχε τὰς οἰκίας συνῳκοδομημένας καὶ τὰ μὲν ὑπὸ τῆς φύσεως, τὰ δʼ ὑπὸ τῆς ἐκ τῶν χειρῶν κατασκευῆς θαυμαστῶς ὠχύρωτο.
εἶχε δὲ καὶ παραθέσεις σίτου πολλοῦ καὶ ξύλων καὶ ἁλῶν ὥστʼ εἰς ἔτη πολλὰ δύνασθαι χορηγῆσαι πάντα τοῖς εἰς αὐτὴν καταφυγοῦσι. συνέφυγον δὲ μετʼ αὐτοῦ τῶν φίλων οἱ ταῖς εὐνοίαις διαφέροντες καὶ κεκρικότες συναποθνήσκειν αὐτῷ κατὰ τοὺς ἐσχάτους κινδύνους· οἱ δὲ πάντες ὑπῆρχον ἱππεῖς τε καὶ πεζοὶ περὶ ἑξακοσίους.
Ἀντίγονος δὲ παραλαβὼν τὴν μετʼ Εὐμενοῦς δύναμιν καὶ τῶν σατραπειῶν καὶ τῶν ἐν ταύταις προσόδων κύριος γενόμενος, ἔτι δὲ παραλαβὼν πλῆθος χρημάτων μειζόνων πραγμάτων ὠρέγετο· οὐκέτι γὰρ οὐδεὶς τῶν κατὰ τὴν Ἀσίαν ἡγεμόνων ἀξιόμαχον εἶχε δύναμιν διαγωνίσασθαι πρὸς αὐτὸν περὶ τῶν πρωτείων.
διὸ καὶ πρὸς Ἀντίπατρον κατὰ μὲν τὸ παρὸν προσεποιεῖτο φιλικῶς διακεῖσθαι, διεγνώκει δὲ τὰ καθʼ αὑτὸν ἀσφαλισάμενος μηκέτι προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε Ἀντιπάτρῳ.
τὸ μὲν οὖν πρῶτον περιέλαβε τοὺς καταπεφευγότας εἰς τὸ φρούριον διπλοῖς τοῖς τείχεσι καὶ τάφροις καὶ χαρακώμασι θαυμαστοῖς· μετὰ ταῦτα δʼ εἰς σύλλογον ἐλθὼν Εὐμενεῖ καὶ τὴν προϋπάρχουσαν φιλίαν ἀνανεωσάμενος ἔπειθεν αὐτὸν κοινοπραγεῖν. ὁ δὲ εἰδὼς τὴν τύχην ὀξέως μεταβάλλουσαν μείζονας ᾔτει φιλανθρωπίας τῆς περὶ αὐτὸν οὔσης περιστάσεως·
ᾤετο γὰρ δεῖν αὐτῷ συγχωρηθῆναι τὰς ἐξ ἀρχῆς δεδομένας σατραπείας καὶ τῶν ἐγκλημάτων ἁπάντων ἀπόλυσιν. ὁ δὲ Ἀντίγονος περὶ μὲν τούτων ἐπὶ τὸν Ἀντίπατρον τὴν ἀναφορὰν ἐποιήσατο, τοῦ δὲ χωρίου τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ὥρμησεν ἐπὶ τοὺς ἐπιπορευομένους ἡγεμόνας τῶν πολεμίων καὶ δυνάμεις ἔχοντας Ἀλκέταν τε τὸν ἀδελφὸν τοῦ Περδίκκου καὶ Ἄτταλον τὸν τοῦ στόλου παντὸς κυριεύοντα.
μετὰ δὲ ταῦτα ὁ Εὐμενὴς πρὸς τὸν Ἀντίπατρον πρεσβευτὰς ἀπέστειλε περὶ τῶν ὁμολογιῶν, ὧν ἦν ἡγούμενος Ἱερώνυμος ὁ τὰς τῶν διαδόχων ἱστορίας γεγραφώς. αὐτὸς δὲ πολλαῖς καὶ ποικίλαις κεχρημένος τοῦ βίου μεταβολαῖς οὐκ ἐταπεινοῦτο τῷ φρονήματι, σαφῶς εἰδὼς τὴν τύχην ὀξείας τὰς εἰς ἀμφότερα τὰ μέρη ποιουμένην μεταβολάς.
ἑώρα γὰρ τοὺς μὲν τῶν Μακεδόνων βασιλεῖς κενὸν ἔχοντας τὸ τῆς βασιλείας πρόσχημα, πολλοὺς δὲ καὶ μεγάλους τοῖς φρονήμασιν ἄνδρας διαδεχομένους τὰς ἡγεμονίας, πάντας δὲ ἰδιοπραγεῖν βουλομένους. ἤλπιζεν οὖν, ὅπερ ἦν πρὸς ἀλήθειαν, πολλοὺς αὐτοῦ χρείαν ἕξειν διά τε τὴν φρόνησιν καὶ τὴν ἐμπειρίαν τῶν πολεμικῶν, ἔτι δὲ τὴν ὑπερβολὴν τῆς ἐν τῇ πίστει βεβαιότητος.
ὁρῶν δὲ τοὺς ἵππους, διὰ τὴν ἐν τῇ στενοχωρίᾳ τραχύτητα μὴ δυναμένους γυμνάζεσθαι, πρὸς τὴν ἐν ταῖς ἱππομαχίαις χρείαν ἀχρήστους ἐσομένους ἐπενοήσατό τινα ξένην καὶ παρηλλαγμένην τῶν ἵππων γυμνασίαν.
Book 18, Part 6
τὰς γὰρ κεφαλὰς αὐτῶν ταῖς σειραῖς ἀναδεσμεύων ἔκ τινων δοκίων ἢ παττάλων καὶ δύο ἢ τρεῖς διχάδας ἐωρήσας συνηνάγκαζεν τοῖς ὀπισθίοις ποσὶν ἐπιβεβηκέναι, τοῖς δʼ ἔμπροσθεν μόγις ψαύειν τῆς γῆς μικρὸν ἀπολείποντας· εὐθὺς οὖν ὁ μὲν ἵππος βουλόμενος στηρίζεσθαι τοῖς ἐμπροσθίοις διεπονεῖτο τῷ τε σώματι παντὶ καὶ τοῖς σκέλεσι, συμπασχόντων ἁπάντων τῶν κατὰ τὸν ὄγκον μελῶν· τοιαύτης δὲ γινομένης κινήσεως ἱδρώς τε πολὺς ἐκ τοῦ σώματος ἐξεχεῖτο καὶ τῇ τῶν πόνων ὑπερβολῇ τὴν ἀκρότητα τῶν γυμνασίων τοῖς ζῴοις περιεποιεῖτο.
τοῖς δὲ στρατιώταις ἅπασι τὰς αὐτὰς τροφὰς παρείχετο, μετέχων αὐτὸς τῆς λιτότητος, καὶ διὰ τῆς ὁμοίας συμπεριφορᾶς πολλὴν εὔνοιαν ἑαυτῷ, τοῖς δὲ συμπεφευγόσι πᾶσιν ὁμόνοιαν συγκατεσκεύασε. καὶ τὰ μὲν κατὰ τὸν Εὐμενῆ καὶ τοὺς συμπεφευγότας εἰς τὴν πέτραν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Αἴγυπτον Πτολεμαῖος παραδόξως ἀποτετριμμένος τόν τε Περδίκκαν καὶ τὰς βασιλικὰς δυνάμεις τὴν μὲν Αἴγυπτον ὡσανεί τινα βασιλείαν δορίκτητον εἶχεν. ὁρῶν δὲ τήν τε Φοινίκην καὶ τὴν Κοίλην ὀνομαζομένην Συρίαν εὐφυῶς κειμένας κατὰ τῆς Αἰγύπτου πολλὴν εἰσεφέρετο σπουδὴν κυριεῦσαι τούτων τῶν τόπων.
ἐξαπέστειλεν οὖν τὴν ἱκανὴν δύναμιν καὶ στρατηγόν, ἕνα τῶν φίλων προχειρισάμενος, Νικάνορα. οὗτος δὲ στρατεύσας εἰς τὴν Συρίαν Λαομέδοντα μὲν τὸν σατράπην ἐζώγρησε, τὴν δὲ Συρίαν ἅπασαν ἐχειρώσατο. ὁμοίως δὲ καὶ τὰς κατὰ τὴν Φοινίκην πόλεις προσαγαγόμενος καὶ ποιήσας ἐμφρούρους ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον, σύντομον τὴν στρατείαν καὶ πρακτικὴν πεποιημένος.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀπολλοδώρου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Ποπίλλιον καὶ Κόιντον Πόπλιον. ἐπὶ δὲ τούτων Ἀντίγονος καταπεπολεμηκὼς τοὺς περὶ τὸν Εὐμενῆ ἔκρινε στρατεύειν ἐπὶ τὸν Ἀλκέταν καὶ Ἄτταλον· οὗτοι γὰρ ὑπελείποντο τῶν Περδίκκου φίλων καὶ οἰκείων ἡγεμόνες μὲν ἀξιόλογοι, στρατιώτας δʼ ἔχοντες ἱκανοὺς ἀμφισβητῆσαι πραγμάτων. ἀναζεύξας οὖν μετὰ πάσης τῆς δυνάμεως ἐκ Καππαδοκίας προῆγεν ἐπὶ τὴν Πισιδικήν, ἐν ᾗ συνέβαινε διατρίβειν τοὺς περὶ τὸν Ἀλκέταν.
ὀξεῖαν δὲ καὶ παντελῶς ἐπιτεταμένην τὴν πορείαν ποιησάμενος ἐν ἡμέραις ἑπτὰ καὶ ταῖς ἴσαις νυξὶ διήνυσε σταδίους δισχιλίους καὶ πεντακοσίους εἰς τὴν ὀνομαζομένην Κρητῶν πόλιν. λαθὼν δὲ τοὺς πολεμίους διὰ τὴν ὀξύτητα τῆς πορείας καὶ γενόμενος πλησίον αὐτῶν ἀγνοούντων τὴν παρουσίαν ἔφθασεν ἀκρολοφίας τινὰς καὶ δυσχωρίας προκαταλαβόμενος.
οἱ δὲ περὶ τὸν Ἀλκέταν πυθόμενοι τὴν παρουσίαν τῶν πολεμίων τὴν μὲν φάλαγγα ταχέως ἐξέταξαν, τοῖς δʼ ἱππεῦσι προσπεσόντες τοῖς τὴν ἀκρώρειαν προκατέχουσιν ἐφιλοτιμοῦντο βίᾳ κρατῆσαι καὶ ἀπὸ τῆς ἀκρολοφίας ἐκβαλεῖν.
γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ πολλῶν παρʼ ἀμφοτέρων πεσόντων ὁ μὲν Ἀντίγονος ἔχων ἱππεῖς ἑξακισχιλίους ἀπὸ κράτους ἤλαυνεν ἐπὶ τὴν τῶν ἐναντίων φάλαγγα, σπεύδων ἀποκόψαι τῶν περὶ τὸν Ἀλκέταν τὴν ἐπὶ ταύτην καταφυγήν.
οὗ συντελεσθέντος οἱ μὲν ἐπὶ τῆς ἀκρωρείας ὄντες, πολὺ τοῖς τε πλήθεσιν ὑπερέχοντες καὶ τῇ δυσχωρίᾳ τῶν τόπων πλεονεκτοῦντες, ἐτρέψαντο τοὺς προσμαχομένους. οἱ δὲ περὶ τὸν Ἀλκέταν τῆς μὲν ἐπὶ τοὺς πεζοὺς καταφυγῆς ἀποκεκλεισμένοι, τῷ δὲ πλήθει τῶν πολεμίων εἰς μέσον ἀπειλημμένοι πρόδηλον εἶχον τὴν ἀπώλειαν. διὸ καὶ τῆς σωτηρίας δυσβοηθήτου γενομένης ὁ μὲν
Ἀλκέτας πολλοὺς ἀποβαλὼν μόλις διεξέπεσε πρὸς τὴντῶν πεζῶν φάλαγγα, ὁ δʼ Ἀντίγονος ἐξ ὑπερδεξίων τόπων ἐπαγαγὼν τούς τε ἐλέφαντας καὶ πᾶσαν τὴν δύναμιν κατεπλήξατο τοὺς πολεμίους πολὺ τοῖς πλήθεσι λειπομένους· ἦσαν γὰρ οἱ σύμ πάντες πεζοὶ μὲν μύριοι καὶ ἑξακισχίλιοι, ἱππεῖς δὲ ἐννακόσιοι, οἱ δʼ Ἀντιγόνου χωρὶς τῶν ἐλεφάντων πεζοὶ μὲν πλείους τῶν τετρακισμυρίων, ἱππεῖς δὲ ὑπὲρ τοὺς ἑπτακισχιλίους.
ἅμα δὲ τῶν ἐλεφάντων ἐπιόντων κατὰ μέτωπον καὶ τῶν ἱππέων διὰ τὸ πλῆθος πανταχῇ περιχεομένων, ἔτι δὲ τῶν πεζῶν πολλαπλασίων καὶ κρειττόνων ὄντων ταῖς ἀρεταῖς καὶ τὴν στάσιν ὑπερδέξιον ἐχόντων πολὺς θόρυβος καὶ φόβος κατεῖχε τοὺς περὶ τὸν Ἀλκέταν· διὰ δὲ τὴν ὑπερβολὴν τῆς ὀξύτητος καὶ τῆς ἐνεργείας οὐδʼ ἐκτάξαι καλῶς τὴν φάλαγγα κατίσχυσε.
τροπῆς δὲ παντελοῦς γενομένης Ἄτταλος μὲν καὶ Δόκιμος καὶ Πολέμων καὶ πολλοὶ τῶν ἀξιολόγων ἡγεμόνων ἐζωγρήθησαν, Ἀλκέτας δὲ μετὰ τῶν ἰδίων ὑπασπιστῶν καὶ παίδων ἔφυγε μετὰ τῶν Πισιδῶν τῶν συστρατευομένων εἰς πόλιν Πισιδικὴν ὄνομα Τερμησσόν.
ὁ δʼ Ἀντίγονος τούτους μὲν καθʼ ὁμολογίαν παραλαβὼν τοὺς λοιποὺς εἰς τὰ ἴδια τάγματα κατέταξε καὶ φιλανθρώπως αὐτοῖς χρησάμενος ηὔξησε τὴν ἰδίαν δύναμιν οὐ μετρίως.
οἱ δὲ Πισίδαι τὸν ἀριθμὸν ὄντες εἰς ἑξακισχιλίους καὶ ταῖς ἀλκαῖς διαφέροντες παρεκάλουν τὸν Ἀλκέταν θαρρεῖν, ἐπαγγελλόμενοι μηδʼ ἑνί τῳ τρόπῳ ἐγκαταλείψειν αὐτόν. διέκειντο γὰρ πρὸς αὐτὸν εὐνοϊκῶς καθʼ ὑπερβολὴν διὰ τοιαύτας τινὰς αἰτίας.
Ἀλκέτας μετὰ τὸν Περδίκκου θάνατον οὐκ ἔχων συμμάχους κατὰ τὴν Ἀσίαν ἔκρινε τοὺς Πισίδας εὐεργετεῖν, νομίζων ἕξειν συμμάχους πολεμικοὺς ἄνδρας καὶ χώραν ἔχοντας δυσέμβολον καὶ μεστὴν ὀχυρῶν φρουρίων.
διόπερ ἐν ταῖς στρατείαις παρὰ πάντας τοὺς συμμάχους ἐτίμα περιττότερον τούτους καὶ τὰς μὲν ἐκ τῆς πολεμίας ὠφελείας ἐμέριζεν αὐτοῖς, διδοὺς τῶν λαφύρων τὰ ἡμίση, κατὰ δὲ τὰς ὁμιλίας λόγοις φιλανθρώποις χρώμενος καὶ κατὰ τὰ σύνδειπνα καθʼ ἡμέραν τοὺς ἀξιολογωτάτους ἐν μέρει παραλαμβάνων ἐπὶ τὰς ἑστιάσεις, ἔτι δὲ τιμῶν πολλοὺς δωρεαῖς ἀξιολόγοις ἰδίους ταῖς εὐνοίαις κατεσκεύασεν.
διόπερ καὶ τότε τὰς ἐλπίδας ἔχοντος ἐν τούτοις Ἀλκέτου τῶν ἐλπίδων αὐτὸν οὐ διεψεύσαντο. τοῦ γὰρ Ἀντιγόνου μετὰ πάσης τῆς δυνάμεως πλησίον τῆς Τερμησσοῦ καταστρατοπεδεύσαντος καὶ τὸν Ἀλκέταν ἐξαιτοῦντος, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευόντων ἐκδοῦναι συστραφέντες οἱ νεώτεροι πρὸς τοὺς γονεῖς διαστάντες ἐψηφίσαντο πᾶν ὑπομένειν δεινὸν ἕνεκα τῆς τούτου σωτηρίας.
οἱ δὲ πρεσβύτεροι τὸ μὲν πρῶτον πείθειν ἐπεχείρουν τοὺς νέους μὴ διʼ ἕνα Μακεδόνα περιιδεῖν τὴν πατρίδα γινομένην δοριάλωτον· ἐπεὶ δʼ ἀμετάθετον αὐτῶν τὴν ὁρμὴν ἑώρων, λάθρᾳ συμφρονήσαντες ἐξέπεμψαν νυκτὸς πρεσβείαν πρὸς Ἀντίγονον, ἐπαγγελλόμενοι τὸν Ἀλκέταν ἢ ζῶντα παραδώσειν ἢ τετελευτηκότα.
ἠξίουν δʼ αὐτὸν ἐφʼ ἡμέρας τινὰς προσβάλλοντα τῇ πόλει καὶ διʼ ἀκροβολισμῶν ἐλαφρῶν προαγόμενον τοὺς ἐκ τῆς πόλεως ὑποχωρεῖν ὡς φεύγοντα· τούτου γὰρ γενομένου καὶ τῶν νεωτέρων περὶ τὴν μάχην ἐκτὸς τῆς πόλεως ἀσχολουμένων λήψεσθαι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
ὁ δʼ Ἀντίγονος πεισθεὶς ὑπʼ αὐτῶν καὶ μακρὰν τῆς πόλεως μεταστρατοπεδεύσας διὰ τῶν ἀκροβολισμῶν προεσπᾶτο τοὺς νέους εἰς τὸν ἐκτὸς τῆς πόλεως ἀγῶνα.
οἱ δὲ πρεσβύτεροι μεμονωμένον ὁρῶντες τὸν Ἀλκέταν καὶ τῶν τε δούλων τοὺς πιστοτάτους καὶ τῶν ἀκμαζόντων πολιτῶν ἐπιλέξαντες τοὺς μὴ συστρατευομένους τῷ Ἀλκέτᾳ τὴν ἐπίθεσιν ἐποιήσαντο κατὰ τὴν ἀπουσίαν τῶν νέων. ζωγρῆσαι μὲν οὖν αὐτὸν οὐ κατίσχυσαν ʽἔφθασε γὰρ αὑτὸν διαχειρισάμενος, ὅπως μὴ ζῶν ὑποχείριος γένηται τοῖς πολεμίοισʼ, τὸ δὲ σῶμα αὐτοῦ θέντες ἐπὶ κλινίδιον καὶ συγκατακαλύψαντες εὐτελεῖ τρίβωνι κατὰ τὰς πύλας ἐξήνεγκαν καὶ λαθόντες τοὺς ἀκροβολιζομένους παρέδωκαν Ἀντιγόνῳ.
διὰ δὲ τῆς ἰδίας ἐπινοίας ἐκ τῶν κινδύνων ἐξελόμενοι τὴν πατρίδα τὸν μὲν πόλεμον ἀπεστρέψαντο, τὴν δὲ πρὸς τοὺς νέους ἀλλοτριότητα φυγεῖν οὐ κατίσχυσαν· οὗτοι γὰρ ἀπὸ τῆς μάχης ἐπανελθόντες καὶ τὸ πεπραγμένον ἀκούσαντες πρὸς τοὺς ἰδίους ἀπηγριώθησαν διὰ τὴν πρὸς Ἀλκέταν ὑπερβολὴν τῆς εὐνοίας.
καὶ τὸ μὲν πρῶτον καταλαβόμενοι μέρος τῆς πόλεως ἐψηφίσαντο τὰς μὲν οἰκίας ἐμπρῆσαι, μετὰ δὲ τῶν ὅπλων ἐκχυθέντας ἐκ τῆς πόλεως καὶ τῆς ὀρεινῆς ἐχομένους πορθεῖν τὴν ὑπʼ Ἀντίγονον τεταγμένην χώραν, ὕστερον δὲ μετανοήσαντες τοῦ μὲν ἐμπρῆσαι τὴν πόλιν ἀπέσχοντο, δόντες δʼ ἑαυτοὺς εἰς λῃστείας καὶ καταδρομὰς πολλὴν τῆς πολεμίας χώραν κατέφθειραν.
ὁ δʼ Ἀντίγονος παραλαβὼν τὸ σῶμα καὶ καταικισάμενος ἐπὶ τρεῖς ἡμέρας καὶ τοῦ νεκροῦ σῆψιν λαβόντος ἀφεὶς αὐτὸν ἄταφον ἀνέζευξεν ἐκ τῆς Πισιδικῆς. οἱ δὲ τῶν Τερμησσέων νέοι φυλάττοντες τὴν πρὸς τὸν ᾐκισμένον εὔνοιαν τό τε σῶμα ἀνείλαντο καὶ λαμπρῶς ἐκήδευσαν. οὕτως ἡ τῆς εὐεργεσίας φύσις, ἴδιόν τι φίλτρον ἔχουσα πρὸς τοὺς εὖ πεποιηκότας, ἀμετάθετον διαφυλάττει τὴν εἰς αὐτοὺς εὔνοιαν.
ὁ δʼ οὖν Ἀντίγονος ἀναζεύξας ἐκ τῆς Πισιδικῆς προῆγεν ἐπὶ Φρυγίας μετὰ πάσης τῆς δυνάμεως. ὡς δὲ κατήντησεν εἰς Κρητῶν πόλιν, ἧκεν πρὸς αὐτὸν Ἀριστόδημος ὁ Μιλήσιος ἀπαγγέλλων ὅτι Ἀντίπατρος μὲν τετελεύτηκεν, ἡ δὲ τῶν ὅλων ἡγεμονία καὶ τῶν βασιλέων ἡ ἐπιμέλεια μεταπέπτωκεν εἰς Πολυπέρχοντα τὸν Μακεδόνα.
ἡσθεὶς δʼ ἐπὶ τοῖς γεγονόσι μετέωρος ἦν ταῖς ἐλπίσι καὶ διενοεῖτο τῶν κατὰ τὴν Ἀσίαν ἔχεσθαι πραγμάτων καὶ τῆς κατʼ αὐτὴν ἡγεμονίας μηδενὶ παραχωρεῖν. καὶ τὰ μὲν περὶ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Μακεδονίαν Ἀντιπάτρου περιπεσόντος ἀρρωστίᾳ βαρυτέρᾳ καὶ τοῦ γήρως συνεργοῦντος πρὸς τὴν ἀπόλυσιν τοῦ βίου Ἀθηναῖοι μὲν ἐξέπεμψαν πρεσβευτὴν πρὸς Ἀντίπατρον Δημάδην, δοκοῦντα καλῶς πολιτεύεσθαι τὰ πρὸς τοὺς Μακεδόνας, ἀξιοῦντες τὸν Ἀντίπατρον, καθάπερ ἦν ἐξ ἀρχῆς ὡμολογηκώς, ἐξαγαγεῖν τὴν φρουρὰν ἐκ τῆς Μουνυχίας.
ὁ δʼ Ἀντίπατρος τὸ μὲν πρῶτον εὐνοϊκῶς διέκειτο πρὸς τὸν Δημάδην, ὕστερον δὲ Περδίκκου τελευτήσαντος καί τινων ἐπιστολῶν εὑρεθεισῶν ἐν τοῖς βασιλικοῖς γράμμασιν, ἐν αἷς ἦν ὁ Δημάδης παρακαλῶν τὸν Περδίκκαν κατὰ τάχος διαβαίνειν εἰς τὴν Εὐρώπην ἐπʼ Ἀντίπατρον, ἀπηλλοτριώθη πρὸς αὐτὸν καὶ κεκρυμμένην ἐτήρει τὴν ἔχθραν.
διόπερ τοῦ Δημάδου κατὰ τὰς ὑπὸ τοῦ δήμου δεδομένας ἐντολὰς ἀπαιτοῦντος τὴν ἐπαγγελίαν καὶ παρρησιωδέστερον ἀπειλήσαντος περὶ τῆς φρουρᾶς ὁ μὲν Ἀντίπατρος οὐδεμίαν δοὺς ἀπόκρισιν παρέδωκε τοῖς ἐπὶ τὰς τιμωρίας τεταγμένοις αὐτόν τε τὸν Δημάδην καὶ τὸν υἱὸν Δημέαν συμπρεσβεύοντα τῷ πατρί.
οὗτοι μὲν οὖν ἀπαχθέντες εἴς τι οἴκημα εὐτελὲς ἐθανατώθησαν διὰ τὰς προειρημένας αἰτίας. ὁ δʼ Ἀντίπατρος ἐσχάτως ἤδη διακείμενος ἀπέδειξεν ἐπιμελητὴν τῶν βασιλέων Πολυπέρχοντα καὶ στρατηγὸν αὐτοκράτορα, πρεσβύτατον σχεδὸν ὄντα τῶν Ἀλεξάνδρῳ συνεστρατευμένων καὶ τιμώμενον ὑπὸ τῶν κατὰ τὴν Μακεδονίαν, τὸν δʼ υἱὸν Κάσανδρον χιλίαρχον καὶ δευτερεύοντα κατὰ τὴν ἐξουσίαν.
ἡ δὲ τοῦ χιλιάρχου τάξις καὶ προαγωγὴ τὸ μὲν πρῶτον ὑπὸ τῶν Περσικῶν βασιλέων εἰς ὄνομα καὶ δόξαν προήχθη, μετὰ δὲ ταῦτα πάλιν ὑπʼ Ἀλεξάνδρου μεγάλης ἔτυχεν ἐξουσίας καὶ τιμῆς, ὅτε καὶ τῶν ἄλλων Περσικῶν νομίμων ζηλωτὴς ἐγένετο. διὸ καὶ Ἀντίπατρος κατὰ τὴν αὐτὴν ἀγωγὴν τὸν υἱὸν Κάσανδρον ὄντα νέον ἀπέδειξε χιλίαρχον.
οὐ μὴν ὁ Κάσανδρός γε τῇ τάξει συνευδοκήθη, δεινὸν ἡγούμενος εἰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ὁ μὴ προσήκων κατὰ γένος διαδέξεται καὶ ταῦθʼ υἱοῦ γʼ ὄντος τοῦ δυναμένου πραγμάτων ἡγεῖσθαι καὶ δεδωκότος ἤδη πεῖραν ἱκανὴν ἀρετῆς τε καὶ ἀνδρείας.
τὸ μὲν οὖν πρῶτον εἰς ἀγρὸν βαδίσας μετὰ τῶν φίλων τούτοις διελέγετο πολλὴν ἔχων εὐκαιρίαν καὶ σχολὴν περὶ τῆς τῶν ὅλων ἡγεμονίας· ἕκαστον δʼ αὐτῶν ἐκλαμβάνων κατʼ ἰδίαν προετρέπετο συγκατασκευάζειν αὐτῷ τὴν δυναστείαν καὶ μεγάλαις ἐπαγγελίαις πείσας ἑτοίμους ἐποιήσατο πρὸς τὴν κοινοπραγίαν.
ἐξαπέστειλε δὲ καὶ πρὸς Πτολεμαῖον λάθρᾳ πρεσβευτάς, τήν τε φιλίαν ἀνανεούμενος καὶ παρακαλῶν συμμαχεῖν αὐτῷ καὶ ναυτικὴν δύναμιν πέμψαι τὴν ταχίστην ἐκ τῆς Φοινίκης ἐπὶ τὸν Ἑλλήσποντον. ὁμοίως δὲ καὶ πρὸς τοὺς ἄλλους ἡγεμόνας καὶ πόλεις ἐξέπεμψε τοὺς προτρεψομένους ἑαυτῷ συμμαχεῖν. αὐτὸς δὲ κυνηγίαν ἐπὶ πολλὰς ἡμέρας συστησάμενος ἀνύποπτον ἑαυτὸν ἐποίει τῆς ἀποστάσεως.
Πολυπέρχων δὲ παραλαβὼν τὴν τῶν βασιλέων ἐπιμέλειαν καὶ συνεδρεύσας μετὰ τῶν φίλων Ὀλυμπιάδα μὲν σὺν τῇ τῶν συνέδρων γνώμῃ μετεπέμπετο, παρακαλῶν τὴν ἐπιμέλειαν τοῦ Ἀλεξάνδρου υἱοῦ παιδὸς ὄντος παραλαβεῖν καὶ διατρίβειν ἐν Μακεδονίᾳ τὴν βασιλικὴν ἔχουσαν προστασίαν· ἡ δʼ Ὀλυμπιὰς ἐν τοῖς ἐπάνω χρόνοις ἐτύγχανεν εἰς Ἤπειρον πεφευγυῖα διὰ τὴν πρὸς Ἀντίπατρον ἀλλοτριότητα. καὶ τὰ μὲν κατὰ τὴν Μακεδονίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἀσίαν διαβοηθείσης τῆς Ἀντιπάτρου τελευτῆς ἀρχὴ πραγμάτων καινῶν ἐγίνετο καὶ κίνησις, τῶν ἐν ἐξουσίαις ὄντων ἰδιοπραγεῖν ἐπιβαλομένων. τούτων δὲ πρῶτος μὲν Ἀντίγονος προνενικηκὼς Εὐμενῆ περὶ Καππαδοκίαν καὶ τὰς μετʼ αὐτοῦ δυνάμεις παρειληφώς, καταπεπολεμηκὼς δʼ Ἀλκέταν καὶ Ἄτταλον περὶ τὴν Πισιδικὴν καὶ τὰς δυνάμεις τὰς μετʼ αὐτῶν ἀνειληφώς, πρὸς δὲ τούτοις ὑπʼ Ἀντιπάτρου τῆς Ἀσίας στρατηγὸς αὐτοκράτωρ ᾑρημένος, ἅμα δὲ καὶ μεγάλης δυνάμεως ἡγεμὼν ἀποδεδειγμένος πλήρης ἦν ὄγκου καὶ φρονήματος.
περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν ἔγνω μὴ προσέχειν μήτε τοῖς βασιλεῦσι μήτε τοῖς ἐπιμεληταῖς αὐτῶν· ὑπελάμβανε γὰρ αὑτὸν κρείττω δύναμιν ἔχοντα τῶν κατὰ τὴν Ἀσίαν θησαυρῶν κύριον ἔσεσθαι, μηδενὸς ὄντος τοῦ δυναμένου πρὸς αὐτὸν ἀντιτάξασθαι.
εἶχε γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον στρατιώτας πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ τριάκοντα· χωρὶς δὲ τούτων ἑτοίμας ποιήσασθαι καὶ ἄλλας δυνάμεις ἤλπιζεν, ἂν ᾖ χρεία, δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας.
ταῦτα δὲ διανοηθεὶς Ἱερώνυμον μὲν τὸν τὰς ἱστορίας γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦς τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότος εἰς τὸ χωρίον τὸ καλούμενον Νῶρα. τοῦτον δὲ μεγάλαις δωρεαῖς προκαλεσάμενος ἐξαπέστειλε πρεσβευτὴν πρὸς τὸν Εὐμενῆ, παρακαλῶν τῆς μὲν περὶ Καππαδοκίαν μάχης γενομένης πρὸς αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰς πολλαπλασίους ὧν πρότερον ἦν ἐσχηκὼς καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρʼ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆς ὅλης ἐπιβολῆς.
εὐθὺς δὲ καὶ τῶν φίλων συναγαγὼν συνέδριον καὶ περὶ τῆς τῶν ὅλων ἐπιβολῆς κοινωσάμενος διέγραψε τῶν ἀξιολόγων φίλων οἷς μὲν σατραπείας, οἷς δὲ στρατηγίας· πᾶσι δὲ μεγάλας ἐλπίδας ὑποθεὶς προθύμους κατεσκεύασε πρὸς τὰς ἰδίας ἐπιβολάς. διενοεῖτο γὰρ ἐπελθεῖν τὴν Ἀσίαν καὶ τοὺς μὲν προϋπάρχοντας σατράπας ἐκβαλεῖν, πρὸς δὲ τῶν ἑαυτοῦ φίλων καθιστάναι τὰς ἡγεμονίας.
τούτου δὲ περὶ ταῦτʼ ὄντος Ἀρριδαῖος ὁ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας σατράπης, γνοὺς αὐτοῦ τὴν ἐπιβολήν, ἔκρινεν ἀσφαλισάμενος τὰ κατὰ τὴν ἰδίαν σατραπείαν καὶ τὰς ἀξιολογωτάτας πόλεις φρουραῖς περιλαμβάνειν. οὔσης δὲ τῆς τῶν Κυζικηνῶν πόλεως ἐπικαιροτάτης καὶ μεγίστης ἀνέζευξεν ἐπʼ αὐτὴν ἔχων πεζοὺς μὲν μισθοφόρους πλείους τῶν μυρίων, Μακεδόνας δὲ χιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους, ἱππεῖς δὲ ὀκτακοσίους, βέλη δὲ παντοδαπὰ καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ πετροβόλους καὶ τὴν ἄλλην χορηγίαν πᾶσαν τὴν ἀνήκουσαν πρὸς πολιορκίαν.
ἄφνω δὲ προσπεσὼν τῇ πόλει καὶ τὸν πολὺν ὄχλον ἀπολαβὼν ἐπὶ τῆς χώρας εἴχετο τῆς πολιορκίας καὶ τοὺς ἐν τῇ πόλει καταπληξάμενος ἠνάγκαζε δέχεσθαι φρουράν. οἱ δὲ Κυζικηνοὶ παραδόξου τῆς ἐπιθέσεως γενομένης καὶ τῶν μὲν πλείστων ἐπὶ τῆς χώρας ἀπειλημμένων, ὀλίγων δʼ ὄντων τῶν ὑπολελειμμένων ἀπαράσκευοι παντελῶς ὑπῆρχον πρὸς τὴν πολιορκίαν.
ὅμως δὲ κρίναντες ἀντέχεσθαι τῆς ἐλευθερίας φανερῶς μὲν πρέσβεις ἐξέπεμψαν τοὺς διαλεξομένους τῷ Ἀρριδαίῳ λῦσαι τὴν πολιορκίαν· ποιήσειν γὰρ πάντα τὴν πόλιν Ἀρριδαίῳ πλὴν τοῦ δέξασθαι φρουράν· λάθρᾳ δὲ τοὺς νέους ἀθροίζοντες καὶ τῶν οἰκετῶν τοὺς εὐθέτους ἐπιλεγόμενοι καθώπλιζον καὶ τὸ τεῖχος ἀνεπλήρουν τῶν ἀμυνομένων.
τοῦ δὲ Ἀρριδαίου βιαζομένου δέχεσθαι φρουρὰν ἔφησαν βούλεσθαι τῷ δήμῳ προσανενεγκεῖν περὶ τούτου. συγχωρήσαντος δὲ τοῦ σατράπου λαβόντες ἀνοχὴν ταύτην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα βέλτιον παρεσκευάσαντο τὰ πρὸς τὴν πολιορκίαν.
ὁ δʼ Ἀρριδαῖος καταστρατηγηθεὶς καὶ τὸν οἰκεῖον ἑαυτῷ προέμενος καιρὸν διεσφάλη τῆς ἐλπίδος· οἱ γὰρ Κυζικηνοὶ πόλιν ἔχοντες ὀχυρὰν καὶ παντελῶς εὐφύλακτον ἀπὸ τῆς γῆς διὰ τὸ χερρόνησον αὐτὴν εἶναι καὶ θαλαττοκρατοῦντες ῥᾳδίως ἠμύνοντο τοὺς πολεμίους.
μετεπέμποντο δὲ καὶ παρὰ Βυζαντίων στρατιώτας καὶ βέλη καὶ τἄλλα τὰ χρήσιμα πρὸς τὴν πολιορκίαν· ὧν ἅπαντα συντόμως καὶ προθύμως χορηγησάντων ἀνέλαβον ἑαυτοὺς ταῖς ἐλπίσι καὶ πρὸς τοὺς κινδύνους εὐθαρσεῖς κατέστησαν.
εὐθὺ δὲ καὶ μακρὰς ναῦς καθελκύσαντες παρέπλεον τὴν παραθαλάττιον καὶ τοὺς ἀπὸ τῆς χώρας ἀναλαμβάνοντες ἀπεκόμιζον εἰς τὴν πόλιν. ταχὺ δὲ στρατιωτῶν εὐπορήσαντες καὶ πολλοὺς τῶν πολιορκούντων ἀποκτείναντες ἀπετρίψαντο τὴν πολιορκίαν. Ἀρριδαῖος μὲν οὖν καταστρατηγηθεὶς ὑπὸ τῶν Κυζικηνῶν ἄπρακτος ἐπανῆλθεν εἰς τὴν ἰδίαν σατραπείαν.
Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν Κυζικηνῶν πόλιν πολιορκουμένην ἔτυχε μὲν ἐν Κελαιναῖς διατρίβων, κρίνας δὲ τὴν κινδυνεύουσαν πόλιν ἰδίαν κατασκευάσασθαι πρὸς τὰς μελλούσας ἐπιβολὰς ἀπέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως τοὺς ἀρίστους, πεζοὺς μὲν δισμυρίους,
ἱππεῖς δὲ τρισχιλίους. τούτους δὲ ἀναλαβὼν ἐν τάχει προῆγε βοηθήσων τοῖς Κυζικηνοῖς. βραχὺ δὲ τῶν καιρῶν ὑστερήσας φανερὰν μὲν ἔσχε τὴν εἰς τὴν πόλιν εὔνοιαν, τῆς δὲ ὅλης ἐπιβολῆς ἀπέτυχε.
πρὸς δὲ Ἀρριδαῖον ἐξέπεμψε πρεσβευτάς, ἐγκαλῶν ὅτι πρῶτον μὲν Ἑλληνίδα πόλιν σύμμαχον οὖσαν καὶ μηδὲν ἀδικοῦσαν ἐτόλμησε πολιορκεῖν, ἔπειθʼ ὅτι φανερός ἐστιν ἀποστατήσων καὶ τὴν σατραπείαν ἑαυτῷ δυναστείαν κατασκευαζόμενος· τὸ δὲ τελευταῖον προσέταττε τῆς σατραπείας παραχωρεῖν καὶ μίαν λαβόντα πόλιν εἰς καταβίωσιν τὴν ἡσυχίαν ἄγειν.
ὁ δʼ Ἀρριδαῖος διακούσας τῶν πρέσβεων καὶ τὸ τῶν λόγων ὑπερήφανον καταμεμψάμενος οὐκ ἔφη παραχωρήσειν τῆς σατραπείας, τὰς δὲ πόλεις φρουραῖς διαλαμβάνων πειράσεσθαι τοῖς ὅπλοις διαγωνίζεσθαι πρὸς αὐτόν. ἀκολούθως δὲ ταῖς ἀποκρίσεσι τὰς πόλεις ἀσφαλισάμενος μέρος τῆς δυνάμεως ἐξέπεμψε καὶ στρατηγὸν ἐπʼ αὐτῆς. τούτῳ δὲ προσέταξε συνάπτειν τοῖς περὶ τὸν Εὐμενῆ καὶ λύειν τὴν πολιορκίαν τοῦ φρουρίου καὶ τὸν Εὐμενῆ τῶν κινδύνων ἀπαλλάξαντα ποιήσασθαι σύμμαχον.
Ἀντίγονος δὲ σπεύδων ἀμύνασθαι τὸν Ἀρριδαῖον ἐξέπεμψεν ἐπʼ αὐτὸν δύναμιν τὴν διαπολεμήσουσαν, αὐτὸς δὲ τὴν ἱκανὴν στρατιὰν ἀναλαβὼν προῆγεν ἐπὶ Λυδίας, βουλόμενος ἐκβαλεῖν τὸν ἐν αὐτῇ σατράπην Κλεῖτον.
ὁ δὲ προϊδόμενος τὴν ἔφοδον αὐτοῦ τὰς μὲν ἀξιολογωτάτας πόλεις φρουραῖς ἠσφαλίσατο, αὐτὸς δὲ εἰς Μακεδονίαν ἐξέπλευσε, δηλώσων τοῖς τε βασιλεῦσι καὶ Πολυπέρχοντι τὴν Ἀντιγόνου τόλμαν καὶ ἀπόστασιν καὶ ἀξιώσων ἑαυτῷ βοηθεῖν.
ὁ δʼ Ἀντίγονος τὴν μὲν Ἔφεσον ἐξ ἐφόδου παρέλαβε συνεργησάντων αὐτῷ τινων ἐκ τῆς πόλεως· μετὰ δὲ ταῦτα καταπλεύσαντος εἰς Ἔφεσον Αἰσχύλου τοῦ Ῥοδίου καὶ κομίζοντος ἐκ Κιλικίας ἐν τέσσαρσι ναυσὶν ἀργυρίου τάλαντα ἑξακόσια ἀπεσταλμένα εἰς Μακεδονίαν πρὸς τοὺς βασιλεῖς παρείλετο, φάσκων ἑαυτῷ χρείαν ἔχειν πρὸς τὰς τῶν ξένων μισθοφορίας.
τοῦτο δὲ πράξας φανερὸς ἐγένετο πρὸς ἰδιοπραγίαν ὡρμημένος καὶ τοῖς βασιλεῦσιν ἐναντιούμενος. μετὰ δὲ ταῦτα συμπολιορκήσας ἐπῄει τὰς ἑξῆς πόλεις, ἃς μὲν βίᾳ χειρούμενος, ἃς δὲ πειθοῖ προσαγόμενος.
ἡμεῖς δὲ διεληλυθότες τὰ περὶ Ἀντίγονον μεταβιβάσομεν τὴν ἀναγραφὴν ἐπὶ τὰ συμβάντα περὶ Εὐμενῆ. οὗτος γὰρ μεγάλαις καὶ παραδόξοις μεταβολαῖς χρώμενος διετέλεσεν ἀεὶ παρʼ ἐλπίδας ἀγαθῶν τε καὶ κακῶν μεταλαμβάνων.
πρὸ μὲν γὰρ τούτων τῶν καιρῶν συναγωνιζόμενος Περδίκκᾳ τε καὶ τοῖς βασιλεῦσιν ἔλαβε σατραπείαν Καππαδοκίαν καὶ τοὺς συνορίζοντας ταύτῃ τόπους, ἐν οἷς μεγάλων δυνάμεων καὶ πολλῶν χρημάτων κυριεύσας περιβόητον ἔσχε τὴν εὐτυχίαν.
κρατερὸν μὲν γὰρ καὶ Νεοπτόλεμον, διωνομασμένους ἡγεμόνας καὶ τὰς ἀνικήτους τῶν Μακεδόνων ἔχοντας δυνάμεις, ἐνίκησε παρατάξει καὶ αὐτοὺς κατὰ τὴν μάχην ἀνεῖλεν.
Book 18, Part 7
δόξας δὲ ἀνυπόστατος εἶναι τηλικαύτης ἐπειράθη μεταβολῆς ὥστε ὑπʼ Ἀντιγόνου μεγάλῃ παρατάξει λειφθῆναι καὶ μετʼ ὀλίγων φίλων ἀναγκασθῆναι καταφυγεῖν εἴς τι χωρίον παντελῶς μικρόν. εἰς τοῦτο δʼ ἐγκλεισθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν πολεμίων διπλοῖς τείχεσιν οὐδένα βοηθὸν ἔσχε τῆς ἰδίας συμφορᾶς.
ἐνιαυσίου δʼ οὔσης τῆς πολιορκίας καὶ τῆς σωτηρίας ἀπογινωσκομένης ἄφνω παράδοξος λύσις ἐφάνη τῶν ἀτυχημάτων. ὁ γὰρ πολιορκῶν τὸν Εὐμενῆ καὶ σπεύδων ἀνελεῖν Ἀντίγονος ἐκ μεταβολῆς παρεκάλεσεν αὐτὸν πρὸς κοινοπραγίαν καὶ λαβὼν διὰ τῶν ὅρκων τὰς πίστεις τῆς πολιορκίας ἀπελύθη.
μετὰ δέ τινα χρόνον ἀνελπίστως διασωθεὶς τότε μὲν περὶ τὴν Καππαδοκίαν διέτριβεν ἀναλαμβάνων τοὺς προγεγονότας φίλους καὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν συνεστρατευκότων αὐτῷ πρότερον. ἀγαπώμενος δὲ διαφερόντως ταχὺ πολλοὺς ἔσχε κοινωνοὺς τῶν αὐτῶν ἐλπίδων καὶ πρὸς τὴν μετʼ αὐτοῦ στρατείαν ὑπακούοντας.
τέλος δὲ ἐν ὀλίγαις ἡμέραις χωρὶς τῶν ἐν τῷ φρουρίῳ συμπεπολιορκημένων φίλων πεντακοσίων ἔσχε στρατιώτας ἐθελοντὶ ὑπακούοντας πλείους τῶν δισχιλίων. τῆς τύχης δʼ αὐτῷ συνεργούσης τηλικαύτην ἔλαβεν αὔξησιν ὥστε παραλαβεῖν τὰς βασιλικὰς δυνάμεις καὶ προστῆναι τῶν βασιλέων πρὸς τοὺς καταλύειν αὐτῶν τὴν ἀρχὴν τετολμηκότας. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἀκριβέστερον διέξιμεν ἐν τοῖς οἰκείοις καιροῖς.
νυνὶ δʼ ἀρκούντως τὰ κατὰ τὴν Ἀσίαν διεληλυθότες μεταβησόμεθα πρὸς τὰς κατὰ τὴν Εὐρώπην συντελεσθείσας πράξεις. Κάσανδρος γὰρ ἀποτετευχὼς τῆς κατὰ τὴν Μακεδονίαν ἡγεμονίας οὐκ ἔπτηξεν, ἀλλʼ ἔκρινεν ἀντέχεσθαι ταύτης, αἰσχρὸν εἶναι διαλαμβάνων τὴν τοῦ πατρὸς ἀρχὴν ὑφʼ ἑτέρων διοικεῖσθαι.
ὁρῶν δὲ τὴν τῶν Μακεδόνων ὁρμὴν κεκλιμένην πρὸς τὸν Πολυπέρχοντα τῶν μὲν φίλων οἷς ἐπίστευε κατʼ ἰδίαν προσδιαλεγόμενος ἐξέπεμπεν ἐπὶ τὸν Ἑλλήσποντον ἀνυπόπτως, αὐτὸς δʼ ἐφʼ ἡμέρας τινὰς σχολάσας ἐπὶ τῆς χώρας καὶ κυνήγια συνιστάμενος ἐγέννησε περὶ αὑτοῦ διάληψιν ὡς οὐκ ἀντιποιούμενος τῆς ἀρχῆς.
ὡς δʼ εὐτρεπῆ πάντα ἦν αὐτῷ τὰ πρὸς τὴν ἀποδημίαν, ἔλαθεν ἀναζεύξας ἐκ τῆς Μακεδονίας. καταντήσας δʼ εἰς τὴν Χερρόνησον κἀκεῖθεν ἀναζεύξας παρῆλθεν εἰς Ἑλλήσποντον. διαπλεύσας δʼ εἰς τὴν Ἀσίαν πρὸς Ἀντίγονον ἠξίου βοηθεῖν αὐτῷ, φήσας καὶ Πτολεμαῖον ἐπηγγέλθαι συμμαχήσειν. ὁ δʼ Ἀντίγονος προθύμως αὐτὸν προσδεξάμενος ἐπηγγείλατο πάντα συμπράξειν προθύμως αὐτῷ καὶ δύναμιν παραχρῆμα δώσειν πεζικήν τε καὶ ναυτικήν.
ταῦτα δʼ ἔπραττε προσποιούμενος διὰ τὴν πρὸς Ἀντίπατρον φιλίαν συνεργεῖν, τῇ δʼ ἀληθείᾳ βουλόμενος τοὺς περὶ Πολυπέρχοντα πολλοὺς καὶ μεγάλους περισπασμοὺς ἔχειν, ὅπως αὐτὸς ἀκινδύνως τὴν Ἀσίαν ἐπέλθῃ καὶ τὴν τῶν ὅλων ἡγεμονίαν εἰς αὑτὸν περιστήσῃ.
ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Μακεδονίαν Πολυπέρχων ὁ τῶν βασιλέων ἐπιμελητὴς μετὰ τὴν ἀπαλλαγὴν τοῦ Κασάνδρου προεώρα μὲν τὸ μέγεθος τοῦ πρὸς Κάσανδρον ἐσομένου πολέμου, οὐδὲν δʼ ἄνευ τῆς τῶν φίλων γνώμης κρίνων πράττειν συνήγαγε τούς τε ἡγεμόνας ἅπαντας καὶ τῶν ἄλλων Μακεδόνων τοὺς ἀξιολογωτάτους.
φανεροῦ δʼ ὄντος ὅτι Κάσανδρος μὲν σωματοποιηθεὶς ὑπʼ Ἀντιγόνου τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἀνθέξεται διὰ τὸ τὰς μὲν αὐτῶν πατρικαῖς φρουραῖς φυλάττεσθαι, τὰς δʼ ὑπʼ ὀλιγαρχιῶν διοικεῖσθαι, κυριευομένας ὑπὸ τῶν Ἀντιπάτρου φίλων καὶ ξένων, πρὸς δὲ τούτοις συμμαχήσειν τῷ Κασάνδρῳ Πτολεμαῖόν τε τὸν Αἰγύπτου κρατοῦντα καὶ Ἀντίγονον τὸν φανερῶς ἤδη γενόμενον ἀποστάτην τῶν βασιλέων, ἀμφοτέρους δὲ καὶ δυνάμεις μεγάλας καὶ χρημάτων ἔχειν πλῆθος, ἔτι δὲ πολλῶν ἐθνῶν καὶ πόλεων ἀξιολόγων κυριεύειν — προτεθείσης οὖν βουλῆς πῶς τούτοις πολεμητέον ἐστὶ καὶ πολλῶν καὶ ποικίλων λόγων περὶ τοῦ πολέμου ῥηθέντων ἔδοξεν αὐτοῖς τὰς μὲν κατὰ τὴν Ἑλλάδα πόλεις ἐλευθεροῦν, τὰς δʼ ἐν αὐταῖς ὀλιγαρχίας καθεσταμένας ὑπʼ Ἀντιπάτρου καταλύειν·
οὕτως γὰρ ἂν μάλιστα τὸν μὲν Κάσανδρον ταπεινώσειν, ἑαυτοῖς δὲ μεγάλην δόξαν καὶ πολλὰς συμμαχίας ἀξιολόγους περιποιήσειν.
εὐθὺς οὖν τοὺς ἀπὸ τῶν πόλεων παρόντας πρεσβευτὰς προσκαλεσάμενοι καὶ θαρρεῖν παρακαλέσαντες ἐπηγγείλαντο τὰς δημοκρατίας ἀποκαταστήσειν ταῖς πόλεσι καὶ τὸ κυρωθὲν δόγμα γράψαντες ἔδωκαν τοῖς πρεσβευταῖς, ὅπως κατὰ τάχος εἰς τὰς πατρίδας ἐπανελθόντες ἀπαγγείλωσι τοῖς δήμοις τὴν τῶν βασιλέων καὶ τῶν ἡγεμόνων εἰς τοὺς Ἕλληνας εὔνοιαν. ἦν δὲ τὸ διάγραμμα τοιοῦτον.
“ἐπειδὴ συμβέβηκε τοῖς προγόνοις ἡμῶν πολλὰ τοὺς Ἕλληνας εὐεργετηκέναι, βουλόμεθα διαφυλάττειν τὴν ἐκείνων προαίρεσιν καὶ πᾶσι φανερὰν ποιῆσαι τὴν ἡμετέραν εὔνοιαν ἣν ἔχοντες διατελοῦμεν πρὸς τοὺς Ἕλληνας.
πρότερον μὲν οὖν Ἀλεξάνδρου μεταλλάξαντος ἐξ ἀνθρώπων καὶ τῆς βασιλείας εἰς ἡμᾶς καθηκούσης, ἡγούμενοι δεῖν ἐπαναγαγεῖν πάντας ἐπὶ τὴν εἰρήνην καὶ τὰς πολιτείας ἃς Φίλιππος ὁ ἡμέτερος πατὴρ κατέστησεν, ἐπεστείλαμεν εἰς ἁπάσας τὰς πόλεις περὶ τούτων.
ἐπεὶ δὲ συνέβη, μακρὰν ἀπόντων ἡμῶν, τῶν Ἑλλήνων τινὰς μὴ ὀρθῶς γινώσκοντας πόλεμον ἐξενεγκεῖν πρὸς Μακεδόνας καὶ κρατηθῆναι ὑπὸ τῶν ἡμετέρων στρατηγῶν καὶ πολλὰ καὶ δυσχερῆ ταῖς πόλεσι συμβῆναι, τούτων μὲν τοὺς στρατηγοὺς αἰτίους ὑπολάβετε γεγενῆσθαι, ἡμεῖς δὲ τιμῶντες τὴν ἐξ ἀρχῆς προαίρεσιν κατασκευάζομεν ὑμῖν εἰρήνην, πολιτείας δὲ τὰς ἐπὶ Φιλίππου καὶ Ἀλεξάνδρου καὶ τἄλλα πράττειν κατὰ τὰ διαγράμματα τὰ πρότερον ὑπʼ ἐκείνων γραφέντα.
καὶ τοὺς μεταστάντας ἢ φυγόντας ὑπὸ τῶν ἡμετέρων στρατηγῶν ἐκ τῶν πόλεων ἀφʼ ὧν χρόνων Ἀλέξανδρος εἰς τὴν Ἀσίαν διέβη κατάγομεν· καὶ τοὺς ὑφʼ ἡμῶν κατελθόντας πάντα τὰ αὑτῶν ἔχοντας καὶ ἀστασιάστους καὶ ἀμνησικακουμένους ἐν ταῖς ἑαυτῶν πατρίσι πολιτεύεσθαι· καὶ εἴ τι κατὰ τούτων ἐψήφιστο, ἄκυρον ἔστω, πλὴν εἴ τινες ἐφʼ αἵματι ἢ ἀσεβείᾳ κατὰ νόμον πεφεύγασι.
μὴ κατιέναι δὲ μηδὲ Μεγαλοπολιτῶν τοὺς μετὰ Πολυαινέτου ἐπὶ προδοσίᾳ φεύγοντας μηδʼ Ἀμφισσεῖς μηδὲ Τρικκαίους μηδὲ Φαρκαδωνίους μηδὲ Ἡρακλεώτας· τοὺς δʼ ἄλλους καταδεχέσθωσαν πρὸ τῆς τριακάδος τοῦ ξανθικοῦ μηνός.
εἰ δέ τινα τῶν πολιτευμάτων Φίλιππος ἢ Ἀλέξανδρος ἀπέδειξαν ἑαυτοῖς ὑπεναντία, παραγινέσθωσαν πρὸς ἡμᾶς, ἵνα διορθωσάμενοι τὰ συμφέροντα καὶ ἡμῖν καὶ ταῖς πόλεσι πράττωσιν. Ἀθηναίοις δʼ εἶναι τὰ μὲν ἄλλα καθάπερ ἐπὶ Φιλίππου καὶ Ἀλεξάνδρου, Ὠρωπὸν δὲ Ὠρωπίους ἔχειν καθάπερ νῦν.
Σάμον δὲ δίδομεν Ἀθηναίοις, ἐπειδὴ καὶ Φίλιππος ἔδωκεν ὁ πατήρ. ποιήσασθαι δὲ δόγμα πάντας τοὺς Ἕλληνας μηδένα μήτε στρατεύειν μήτε πράττειν ὑπεναντία ἡμῖν· εἰ δὲ μή, φεύγειν αὐτὸν καὶ γενεὰν καὶ τῶν ὄντων στέρεσθαι. προστετάχαμεν δὲ καὶ περὶ τούτων καὶ τῶν λοιπῶν Πολυπέρχοντι πραγματεύεσθαι.
ὑμεῖς οὖν, καθάπερ ὑμῖν καὶ πρότερον ἐγράψαμεν, ἀκούετε τούτου· τοῖς γὰρ μὴ ποιοῦσί τι τῶν γεγραμμένων οὐκ ἐπιτρέψομεν.”
τούτου δὲ τοῦ διαγράμματος ἐκδοθέντος καὶ πρὸς ἁπάσας τὰς πόλεις ἀποσταλέντος ἔγραψεν ὁ Πολυπέρχων πρός τε τὴν Ἀργείων πόλιν καὶ τὰς λοιπάς, προστάττων τοὺς ἀφηγησαμένους ἐπʼ Ἀντιπάτρου τῶν πολιτευμάτων φυγαδεῦσαι, τινῶν δὲ καὶ θάνατον καταγνῶναι καὶ δημεῦσαι τὰς οὐσίας, ὅπως ταπεινωθέντες εἰς τέλος μηδὲν ἰσχύσωσι συνεργεῖν Κασάνδρῳ.
ἔγραψε δὲ καὶ πρὸς Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα, διατρίβουσαν ἐν Ἠπείρῳ διὰ τὴν πρὸς Κάσανδρον ἔχθραν, ἵνα τὴν ταχίστην εἰς Μακεδονίαν καταντήσῃ καὶ παραλαβοῦσα τὸ Ἀλεξάνδρου παιδίον ἐπιμέλειαν αὐτοῦ ποιῆται, μέχρι ἂν εἰς ἡλικίαν ἔλθῃ καὶ τὴν πατρῴαν βασιλείαν παραλάβῃ.
ἔπεμψε δὲ καὶ πρὸς Εὐμενῆ, γράψας ἐπιστολὴν ἐκ τοῦ τῶν βασιλέων ὀνόματος, ὅπως πρὸς μὲν Ἀντίγονον μὴ διαλύσηται τὴν ἀλλοτριότητα, πρὸς δὲ τοὺς βασιλεῖς ἀποκλίνας εἴτε βούλεται καταντᾶν εἰς Μακεδονίαν καὶ μετʼ αὐτοῦ κοινοπραγῶν ἐπιμελητὴς εἶναι τῶν βασιλέων, εἴτε μᾶλλον προαιρεῖται μένειν ἐπὶ τῆς Ἀσίας καὶ λαβὼν δύναμιν καὶ χρήματα διαπολεμεῖν πρὸς Ἀντίγονον, φανερῶς ἤδη γεγενημένον ἀποστάτην τῶν βασιλέων. ἀποκαθιστάνειν δʼ αὐτῷ τοὺς βασιλεῖς τήν τε σατραπείαν, ἣν Ἀντίγονος ἀφῄρηται, καὶ τὰς δωρεὰς ἁπάσας ὅσας πρότερον εἶχε κατὰ τὴν Ἀσίαν.
τὸ δʼ ὅλον ἀπεφαίνετο μάλιστα πάντων πρέπειν Εὐμενῆ τῆς βασιλικῆς οἰκίας κήδεσθαι καὶ φροντίζειν, ἀκολουθοῦντα τοῖς ὑπʼ αὐτοῦ προπεπολιτευμένοις πρὸς τὴν βασιλικὴν οἰκίαν. ἐὰν δὲ μείζονος δυνάμεως προσδέηται, καὶ αὐτὸς μετὰ τῶν βασιλέων ἀναζεύξειν ἐκ Μακεδονίας μετὰ πάσης τῆς βασιλικῆς δυνάμεως. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀρχίππου Ῥωμαῖοι κατέστησαν ὑπάτους Κόιντον Αἴλιον καὶ Λεύκιον Παπίριον. ἐπὶ δὲ τούτων Εὐμενὴς μὲν ἄρτι τὴν ἐκ τοῦ φρουρίου πεποιημένος ἀποχώρησιν ἐκομίσατο τὰς ἐπιστολὰς τὰς ἀποσταλείσας ὑπὸ Πολυπέρχοντος, ἐν αἷς ἦν γεγραμμένον χωρὶς τῶν προειρημένων ὅτι πεντακόσια μὲν τάλαντα διδόασιν αὐτῷ δωρεὰν οἱ βασιλεῖς εἰς ἐπανόρθωσιν τῶν γεγενημένων περὶ αὐτὸν ἐλαττωμάτων καὶ διότι γράμματα ἀπέστειλαν οἱ βασιλεῖς πρὸς τοὺς ἐν τῇ Κιλικίᾳ στρατηγοὺς καὶ θησαυροφύλακας, ὅπως αὐτῷ τὰ πεντακόσια τάλαντα δῶσι καὶ τῶν ἄλλων χρημάτων ὅσα ἂν αἰτήσῃ πρός τε τὰς ξενολογίας καὶ τὰς ἄλλας τὰς κατεπειγούσας χρείας, τούς τε τῶν ἀργυρασπίδων Μακεδόνων τρισχιλίων ἀφηγουμένους, ἵνα παραδῶσιν αὑτοὺς Εὐμενεῖ καὶ τἄλλα συμπράττωσι προθύμως, ὡς ἂν ἀποδεδειγμένῳ στρατηγῷ τῆς ὅλης Ἀσίας αὐτοκράτορι.
ἧκεν δὲ καὶ παρʼ Ὀλυμπιάδος αὐτῷ γράμματα, δεομένης καὶ λιπαρούσης βοηθεῖν τοῖς βασιλεῦσι καὶ ἑαυτῇ· μόνον γὰρ ἐκεῖνον πιστότατον ἀπολελεῖφθαι τῶν φίλων καὶ δυνάμενον διορθώσασθαι τὴν ἐρημίαν τῆς βασιλικῆς οἰκίας.
ἠξίου δʼ αὐτὸν ἡ Ὀλυμπιὰς συμβουλεῦσαι πότερον αὐτῷ δοκεῖ συμφέρειν μένειν αὐτὴν ἐν Ἠπείρῳ καὶ μὴ πιστεύειν τοῖς αἰεὶ δοκοῦσι μὲν ἐπιμεληταῖς εἶναι, τῇ δὲ ἀληθείᾳ τὴν βασιλείαν εἰς ἑαυτοὺς μεθιστῶσιν, ἢ ἐπανέρχεσθαι.
ὁ δʼ Εὐμενὴς πρὸς μὲν τὴν Ὀλυμπιάδα παραχρῆμα ἀντέγραψε, συμβουλεύων κατὰ τὸ παρὸν μένειν ἐν Ἠπείρῳ, μέχρι ἂν ὁ πόλεμος λάβῃ τινὰ κρίσιν. αὐτὸς δʼ ἀεὶ τὴν εὔνοιαν βεβαιοτάτην πρὸς τοὺς βασιλεῖς τετηρηκὼς ἔκρινεν Ἀντιγόνῳ μὲν μὴ προσέχειν ἐξιδιαζομένῳ τὴν βασιλείαν, τοῦ δὲ Ἀλεξάνδρου παιδὸς προσδεομένου βοηθείας διά τε τὴν ὀρφανίαν καὶ διὰ τὴν τῶν ἡγεμόνων πλεονεξίαν διέλαβεν ἁρμόζειν ἑαυτῷ πάντα κίνδυνον ἀναδέχεσθαι τῆς τῶν βασιλέων σωτηρίας ἕνεκα.
εὐθὺς οὖν παραγγείλας τοῖς περὶ αὐτὸν ἀναζευγνύειν προῆγεν ἐκ Καππαδοκίας, ἔχων ἱππεῖς μὲν περὶ πεντακοσίους, πεζοὺς δὲ πλείους τῶν δισχιλίων· οὐ γὰρ ἔσχεν ἀναστροφὴν προσδέξασθαι τοὺς ἀφυστεροῦντας τῶν ἐπηγγελμένων συστρατεύσεσθαι διὰ τὸ προσάγειν παρʼ Ἀντιγόνου δύναμιν ἀξιόλογον καὶ στρατηγοὺς τοὺς περὶ Μένανδρον, κωλύσοντας αὐτὸν ἐνδιατρίβειν τῇ Καππαδοκίᾳ, πολέμιον γενόμενον τοῖς περὶ Ἀντίγονον.
ἀλλὰ γὰρ ἡ δύναμις αὕτη τρισὶν ὕστερον ἡμέραις παραγενομένη καὶ τῶν καιρῶν ὑστεροῦσα ἐπεβάλετο μὲν διώκειν τοὺς μετʼ Εὐμενοῦς προάγοντας, οὐ δυναμένη δὲ καταλαβεῖν ἐπανῆλθεν εἰς Καππαδοκίαν.
ὁ δʼ Εὐμενὴς συντόνους τὰς ὁδοιπορίας ποιησάμενος καὶ ταχὺ τὸν Ταῦρον ὑπερβαλὼν ἧκεν εἰς τὴν Κιλικίαν. οἱ δὲ τῶν ἀργυρασπίδων ἡγεμόνες Ἀντιγένης καὶ Τεύταμος, πειθαρχοῦντες ταῖς παρὰ τῶν βασιλέων ἐπιστολαῖς, ἀπάντησιν ἐποιήσαντο τῷ Εὐμενεῖ μετὰ τῶν φίλων ἐκ πολλοῦ διαστήματος. ἀσπασάμενοι δὲ φιλοφρόνως καὶ συγχαρέντες ἐπὶ τῷ διασεσῶσθαι παραδόξως αὐτὸν ἐκ τῶν μεγίστων κινδύνων ἐπηγγέλλοντο πάντα συμπράξειν αὐτῷ προθύμως· οἵ τε ἀργυράσπιδες Μακεδόνες, ὄντες περὶ τρισχιλίους, ὁμοίως ἀπήντησαν μετὰ φιλοφροσύνης τε καὶ ὁρμῆς.
πάντες δʼ ἐθαύμαζον τὸ τῆς τύχης εὐμετάβολον καὶ παράδοξον, ὁρῶντες τούς τε βασιλεῖς καὶ τοὺς Μακεδόνας ὀλίγῳ μὲν χρόνῳ πρότερον κατεγνωκότας Εὐμενοῦς καὶ τῶν φίλων αὐτοῦ θάνατον, τότε δὲ ἐπιλαθομένους τῆς ἰδίας κρίσεως μὴ μόνον ἀθῷον ἀφεικότας τῆς τιμωρίας, ἀλλὰ καὶ πάσης τῆς βασιλείας τὴν ἡγεμονίαν αὐτῷ παραδεδωκότας.
καὶ τοῦτʼ εὐλόγως ἔπασχον ἅπαντες οἱ τότε τὰς Εὐμενοῦς ἐπισκοπούμενοι περιπετείας. τίς γὰρ οὐκ ἂν λαβὼν ἔννοιαν τῆς κατὰ τὸν ἀνθρώπινον βίον ἀνωμαλίας καταπλαγείη τὴν ἐπʼ ἀμφότερα τὰ μέρη τῆς τύχης παλίρροιαν; ἢ τίς ἂν ταῖς κατὰ τὴν εὐτυχίαν ἐξουσίαις πιστεύσας ἀναλάβοι φρόνημα μεῖζον τῆς ἀνθρωπίνης ἀσθενείας;
ὁ γὰρ κοινὸς βίος ὥσπερ ὑπὸ θεῶν τινος οἰακιζόμενος ἐναλλὰξ ἀγαθοῖς τε καὶ κακοῖς κυκλεῖται πάντα τὸν αἰῶνα. διόπερ παράδοξόν ἐστιν οὐκ εἰ γέγονέν τι παράλογον, ἀλλʼ εἰ μὴ πᾶν ἐστι τὸ γινόμενον ἀνέλπιστον. διὸ καὶ τὴν ἱστορίαν προσηκόντως ἄν τις ἀποδέξαιτο· τῇ γὰρ τῶν πράξεων ἀνωμαλίᾳ καὶ μεταβολῇ διορθοῦται τῶν μὲν εὐτυχούντων τὴν ὑπερηφανίαν, τῶν δʼ ἀκληρούντων τὴν ἀτυχίαν.
ἃ καὶ τότε διανοούμενος Εὐμενὴς ἐμφρόνως τὰ καθʼ ἑαυτὸν ἠσφαλίσατο, προορώμενος τὴν τῆς τύχης καινοτομίαν. ὁρῶν γὰρ ἑαυτὸν μὲν ξένον ὄντα καὶ μηδὲν προσήκοντα βασιλικαῖς ἐξουσίαις, τοὺς δʼ ὑποταττομένους Μακεδόνας θάνατον αὐτοῦ προκατεγνωκότας, τοὺς δʼ ἐν ταῖς στρατιωτικαῖς ἡγεμονίαις διατρίβοντας φρονήματος πλήρεις ὑπάρχοντας καὶ μεγάλων πραγμάτων ὀρεγομένους ὑπέλαβεν ἔσεσθαι περὶ αὐτὸν συντόμως καταφρόνησιν ἅμα καὶ φθόνον καὶ τὸ τελευταῖον τὸν περὶ τοῦ ζῆν κίνδυνον· μηδένα γὰρ ποιήσειν ἑκουσίως τὸ προσταττόμενον ὑπὸ τῶν ἡττόνων εἶναι δοκούντων μηδὲ καρτερήσειν δεσποζόμενον ὑπὸ τῶν ὀφειλόντων ἑτέροις ὑποτάττεσθαι.
δοὺς δὲ αὑτῷ περὶ τούτων λόγον πρῶτον μὲν διδομένων αὐτῷ τῶν πεντακοσίων ταλάντων κατὰ τὰς τῶν βασιλέων ἐπιστολὰς εἰς ἀνάληψιν καὶ κατασκευὴν οὐκ ἔφησε λήψεσθαι· μὴ γὰρ προσδεῖσθαι τηλικαύτης δωρεᾶς, ὡς ἂν μηδεμιᾶς αὐτοῦ σπεύδοντος τυχεῖν ἡγεμονίας.
καὶ γὰρ νῦν οὐχ ἑκουσίως αὐτὸν ὑπακηκοέναι πρὸς ταύτην τὴν χρείαν, ἀλλʼ ὑπὸ τῶν βασιλέων συνηναγκάσθαι προσδέξασθαι τὴν τοιαύτην λειτουργίαν. καθόλου γὰρ διὰ τὴν συνέχειαν τῆς στρατείας μηκέτι δύνασθαι φέρειν τὰς κακοπαθίας καὶ πλάνας, καὶ ταῦτα μηδεμιᾶς ὑποκειμένης ἀρχῆς ξένῳ καὶ τῆς ὁμοεθνοῦς τοῖς Μακεδόσιν ἐξουσίας κεχωρισμένῳ.
ἀπεφαίνετο δὲ αὑτὸν ἑωρακέναι κατὰ τὸν ὕπνον ὄψιν παράδοξον, ἣν ἀναγκαῖον ἡγεῖσθαι δηλῶσαι πᾶσι· δοκεῖν γὰρ αὐτὴν πολλὰ συνεργήσειν πρός τε ὁμόνοιαν καὶ τὸ κοινῇ συμφέρον.
δόξαι γὰρ κατὰ τὸν ὕπνον ὁρᾶν Ἀλέξανδρον τὸν βασιλέα ζῶντα καὶ τῇ βασιλικῇ σκευῇ κεκοσμημένον χρηματίζειν καὶ τὰ προστάγματα διδόναι τοῖς ἡγεμόσι καὶ πάντα τὰ κατὰ τὴν βασιλείαν διοικεῖν ἐνεργῶς.
»διόπερ οἶμαι δεῖν ἐκ τῆς βασιλικῆς γάζης κατασκευάσαι χρυσοῦν θρόνον, ἐν ᾧ τεθέντος τοῦ διαδήματος καὶ σκήπτρου καὶ στεφάνου καὶ τῆς ἄλλης κατασκευῆς ἐπιθύειν ἅμʼ ἡμέρᾳ πάντας αὐτῷ τοὺς ἡγεμόνας καὶ πλησίον τοῦ θρόνου συνεδρεύειν καὶ τὰ προστάγματα λαμβάνειν ἐκ τοῦ ὀνόματος τοῦ βασιλέως, ὡς ζῶντος καὶ προεστηκότος τῆς ἰδίας βασιλείας.«
πάντων δʼ ἀποδεξαμένων τοὺς λόγους ταχέως ἅπαντα κατεσκευάσθη τὰ πρὸς τὴν χρείαν, ὡς ἂν πολυχρύσου τῆς βασιλικῆς οὔσης γάζης. εὐθὺς οὖν κατασκευασθείσης μεγαλοπρεποῦς σκηνῆς ὅ τε θρόνος ἔχων τὸ διάδημα καὶ τὸ σκῆπτρον ἐτέθη καὶ τὰ ὅπλα οἷς εἰώθει χρῆσθαι καὶ κειμένης ἐσχάρας ἐχούσης πῦρ ἐπέθυον ἐκ κιβωτίου χρυσοῦ πάντες οἱ ἡγεμόνες τόν τε λιβανωτὸν καὶ τῶν ἄλλων θυμιαμάτων εὐωδῶν τὰ πολυτελέστατα καὶ προσεκύνουν ὡς θεὸν τὸν Ἀλέξανδρον.
ἀκολούθως δὲ τούτοις δίφρων πολλῶν κειμένων ἐκάθιζον ἐπὶ τούτων οἱ τὰς ἡγεμονίας ἔχοντες καὶ συνεδρεύοντες ἐβουλεύοντο περὶ τῶν ἀεὶ κατεπειγόντων. ὁ δʼ Εὐμενὴς ἐν πᾶσι τοῖς χρηματιζομένοις ἴσον ἑαυτὸν τοῖς ἄλλοις ἡγεμόσιν ἀποδεικνύων καὶ πάντας ταῖς φιλανθρωποτάταις ὁμιλίαις δημαγωγῶν τόν τε καθʼ ἑαυτοῦ φθόνον ἀπετρίψατο καὶ πολλὴν εὔνοιαν ἐν τοῖς ἡγεμόσι πρὸς ἑαυτὸν κατεσκεύασεν.
ἅμα δὲ καὶ τῆς κατὰ τὸν βασιλέα δεισιδαιμονίας ἐνισχυούσης ἀγαθῶν ἐλπίδων ἅπαντες ἐπληροῦντο, καθάπερ θεοῦ τινος αὐτῶν ἡγουμένου. ὁμοίως δὲ τούτοις καὶ πρὸς τοὺς ἀργυράσπιδας Μακεδόνας πολιτευόμενος ἀποδοχῆς μεγάλης ἐτύγχανεν παρʼ αὐτοῖς, ὡς ἄξιος ὢν τῆς τῶν βασιλέων φροντίδος.
προχειρισάμενος δὲ τῶν φίλων τοὺς εὐθετωτάτους καὶ δοὺς χρήματα δαψιλῆ πρὸς τὴν ξενολογίαν ἐξέπεμψεν ὁρίας ἀξιολόγους μισθούς. εὐθὺς δʼ οἱ μὲν εἰς τὴν Πισιδικὴν καὶ Λυκίαν καὶ τὴν πλησιόχωρον παρελθόντες ἐξενολόγουν ἐπιμελῶς, οἱ δὲ τὴν Κιλικίαν ἐπεπορεύοντο, ἄλλοι δὲ τὴν Κοίλην Συρίαν καὶ Φοινίκην, τινὲς δὲ τὰς ἐν τῇ Κύπρῳ πόλεις.
διαβοηθείσης δὲ τῆς ξενολογίας καὶ τῆς μισθοφορᾶς ἀξιολόγου προκειμένης πολλοὶ καὶ ἐκ τῶν τῆς Ἑλλάδος πόλεων ἐθελοντὶ κατήντων καὶ πρὸς τὴν στρατείαν ἀπεγράφοντο. ἐν ὀλίγῳ δὲ χρόνῳ συνήχθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ δισχίλιοι χωρὶς τῶν ἀργυρασπίδων καὶ τῶν μετʼ Εὐμενοῦς κατηντηκότων.
παραδόξου δὲ καὶ ταχείας τῆς περὶ τὸν Εὐμενῆ γενομένης αὐξήσεως Πτολεμαῖος μὲν μετὰ στόλου πλεύσας εἰς Ζεφύριον τῆς Κιλικίας διεπέμπετο πρὸς τοὺς τῶν ἀργυρασπίδων ἡγεμόνας, παρακαλῶν μὴ προσέχειν τῷ Εὐμενεῖ, καθʼ οὗ πάντες Μακεδόνες θάνατον κατέγνωσαν.
ὁμοίως δὲ πρὸς τοὺς ἐπὶ τῶν ἐν Κυΐνδοις φρουρίων τεταγμένους ἐξέπεμψε, διαμαρτυρόμενος μὴ διδόναι μηδὲν τῶν χρημάτων Εὐμενεῖ καὶ τὴν ἀσφάλειαν αὐτοῖς ἐπηγγείλατο παρέξεσθαι. ἀλλὰ τούτῳ μὲν οὐδεὶς προσεῖχε διὰ τὸ τοὺς βασιλεῖς καὶ τὸν ἐπιμελητὴν αὐτῶν Πολυπέρχοντα, ἔτι δὲ Ὀλυμπιάδα τὴν Ἀλεξάνδρου μητέρα γεγραφέναι πάντα ὑπηρετεῖν Εὐμενεῖ, ὡς ὄντι τῆς βασιλείας αὐτοκράτορι στρατηγῷ.
μάλιστα δʼ Ἀντιγόνῳ δυσηρέστει τότε τὰ περὶ τὴν Εὐμενοῦς προαγωγὴν καὶ τὸ μέγεθος τῆς περὶ αὐτὸν συνισταμένης ἐξουσίας· ὑπελάμβανε γὰρ ὑπὸ τοῦ Πολυπέρχοντος τοῦτον ἑαυτῷ κατασκευάζεσθαι μέγιστον ἀντίπαλον ἀποστάτῃ γεγονότι τῆς βασιλείας.
διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατʼ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετʼ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατʼ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατʼ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατʼ Εὐμενοῦς ἐπιβουλήν.
τῶν μὲν οὖν ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ ὁ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως.
ὁ δʼ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον. ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον ἢ τὸν Ἀντίγονον·
ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν. οἱ μὲν οὖν τὰς κατʼ Εὐμενοῦς ἐπιβουλὰς κατασκευάζοντες ἀπέτυχον τὸν προειρημένον
τρόπον· τοῦ δὲ Φιλώτου τὴν κοινὴν ἐπιστολὴν ἀναδόντος τοῖς ἡγεμόσι συνήχθησαν οἵ τε ἀργυράσπιδες καὶ οἱ ἄλλοι Μακεδόνες κατʼ ἰδίαν ἄνευ τοῦ Εὐμενοῦς καὶ τὴν ἐπιστολὴν προσέταξαν ἀναγνωσθῆναι.
ἦν δʼ ἐν αὐτῇ γεγραμμένη κατηγορία μὲν τοῦ Εὐμενοῦς, παράκλησις δὲ τῶν Μακεδόνων συλλαβεῖν τὸν Εὐμενῆ ταχέως καὶ ἀποκτεῖναι· ἐὰν δὲ ταῦτα μὴ πράξωσιν, ὅτι μετὰ πάσης τῆς δυνάμεως ἥξει πολεμήσων αὐτοῖς καὶ τοῖς μὴ πειθαρχοῦσι τὴν προσήκουσαν ἐπιθήσει τιμωρίαν.
ἀναγνωσθείσης δὲ τῆς ἐπιστολῆς εἰς πολλὴν ἀπορίαν ἐνέπεσον οἵ τε ἡγεμόνες καὶ οἱ Μακεδόνες πάντες· ἀναγκαῖον γὰρ ἦν αὐτοῖς ἢ πρὸς τοὺς βασιλεῖς ἀποκλίναντας ὑπʼ Ἀντιγόνου τιμωρίας τυχεῖν ἢ πειθαρχήσαντας Ἀντιγόνῳ ὑπὸ Πολυπέρχοντος καὶ τῶν βασιλέων κολασθῆναι.
τοιαύτης δὲ συγχύσεως ἐπεχούσης τὰ πλήθη ἧκεν ὁ Εὐμενὴς καὶ τὴν ἐπιστολὴν ἀναγνοὺς παρεκάλεσε τοὺς Μακεδόνας πράττειν τὰ τοῖς βασιλεῦσι δεδογμένα, τῷ δὲ ἀποστάτῃ γεγονότι μὴ προσέχειν.
πολλὰ δὲ διαλεχθεὶς οἰκεῖα τῆς ὑποθέσεως οὐ μόνον αὐτὸς ἀπελύθη τῶν ἐνεστώτων κινδύνων, ἀλλὰ καὶ τὸ πλῆθος εἰς εὔνοιαν μείζονα τῆς προϋπαρχούσης παρεστήσατο.
οὗτος μὲν οὖν πάλιν εἰς ἀνελπίστους κινδύνους ἐμπεσὼν παραδόξως ἰσχυροτέραν κατεσκεύασε τὴν περὶ αὑτὸν δύναμιν. διὸ καὶ τοῖς στρατιώταις παραγγείλας ἀναζευγνύειν προῆγεν ἐπὶ Φοινίκης, σπεύδων τὰς ναῦς ἐξ ἁπασῶν τῶν πόλεων ἀθροῖσαι καὶ στόλον ἀξιόλογον κατασκευάσαι, ὅπως Πολυπέρχων μὲν προσλαβόμενος τὰς ἐκ τῆς Φοινίκης ναῦς θαλαττοκρατῇ καὶ δύνηται διαβιβάζειν ἀσφαλῶς, ὅταν βούληται, τὰς ἐκ τῆς Μακεδονίας δυνάμεις εἰς τὴν Ἀσίαν ἐπʼ Ἀντίγονον. οὗτος μὲν οὖν ἐν Φοινίκῃ διέτριβε κατασκευαζόμενος τὴν ναυτικὴν δύναμιν.
Book 18, Part 8
ἅμα δὲ τούτοις πραττομένοις Νικάνωρ ὁ τὴν Μουνυχίαν κατέχων ἀκούων τὸν μὲν Κάσανδρον ἐκ Μακεδονίας κεχωρίσθαι πρὸς Ἀντίγονον, τὸν δὲ Πολυπέρχοντα προσδόκιμον εἶναι συντόμως ἥξειν εἰς τὴν Ἀττικὴν μετὰ τῆς δυνάμεως ἠξίου τοὺς Ἀθηναίους διαφυλάττειν τὴν πρὸς τὸν Κάσανδρον εὔνοιαν.
οὐθενὸς δὲ αὐτῷ προσέχοντος, ἀλλὰ καὶ τὴν φρουρὰν πάντων οἰομένων δεῖν ἐξάγειν τὴν ταχίστην τὸ μὲν πρῶτον παρακρουσάμενος τὸν δῆμον ἔπεισεν ὀλίγας ἡμέρας ἐπισχεῖν· πράξειν γὰρ αὐτὸν τὰ συμφέροντα τῇ πόλει· μετὰ δὲ ταῦτα τῶν Ἀθηναίων ἐπί τινας ἡμέρας ἡσυχίαν ἐχόντων ἔλαθε νυκτὸς κατʼ ὀλίγους στρατιώτας εἰσαγαγὼν εἰς τὴν Μουνυχίαν, ὥστε γενέσθαι δύναμιν ἀξιόχρεων τηρεῖν τὴν φυλακὴν καὶ διαγωνίζεσθαι πρὸς τοὺς ἐπιβαλλομένους πολιορκεῖν τὴν φρουράν.
οἱ δὲ Ἀθηναῖοι γνόντες τὸν Νικάνορα μηδὲν ὑγιὲς πράττοντα πρὸς μὲν τοὺς βασιλέας καὶ Πολυπέρχοντα πρεσβείαν ἐξέπεμψαν, ἀξιοῦντες βοηθεῖν αὐτοῖς κατὰ τὸ διάγραμμα τὸ γραφὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων αὐτονομίας· αὐτοὶ δὲ πλεονάκις ἐκκλησίαν συναγαγόντες ἐβουλεύοντο πῶς χρηστέον εἴη περὶ τοῦ πρὸς Νικάνορα πολέμου.
τούτων δʼ ἔτι περὶ ταῦτʼ ἀσχολουμένων ὁ Νικάνωρ, πολλοὺς ἐξενολογηκώς, λάθρᾳ νυκτὸς ἐξαγαγὼν τοὺς στρατιώτας κατελάβετο τὰ τείχη τοῦ Πειραιέως καὶ τοῦ λιμένος τὰ κλεῖθρα. οἱ δὲ Ἀθηναῖοι τὴν μὲν Μουνυχίαν οὐκ ἀπειληφότες, τὸν δὲ Πειραιᾶ προσαποβεβληκότες χαλεπῶς ἔφερον.
διόπερ ἑλόμενοι πρέσβεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ φιλίαν ἐχόντων πρὸς Νικάνορα Φωκίωνα τὸν Φώκου καὶ Κόνωνα τὸν Τιμοθέου καὶ Κλέαρχον τὸν Ναυσικλέους ἐξαπέστειλαν, ἐγκαλοῦντες μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἀξιοῦντες δὲ ἀποδοῦναι τὴν αὐτονομίαν αὐτοῖς κατὰ τὸ γεγενημένον διάταγμα. ὁ δὲ Νικάνωρ ἀποκρίσεις ἔδωκε πρεσβεύειν αὐτοὺς πρὸς Κάσανδρον· ὑπʼ ἐκείνου γὰρ καθεσταμένον φρούραρχον μηδαμῶς ἔχειν ἐξουσίαν ἰδιοπραγεῖν.
κατὰ δὲ τοῦτον τὸν καιρὸν ἧκεν ἐπιστολὴ Νικάνορι παρʼ Ὀλυμπιάδος, ἐν ᾗ προσέταττεν ἀποδοῦναι Ἀθηναίοις τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ. ὁ δὲ Νικάνωρ ἀκούων ὅτι μέλλουσιν οἱ βασιλεῖς καὶ Πολυπέρχων κατάγειν εἰς Μακεδονίαν τὴν Ὀλυμπιάδα καὶ τοῦ τε παιδίου τὴν ἐπιμέλειαν ἐκείνῃ παραδιδόναι καὶ τὴν προϋπάρχουσαν ἀποδοχὴν καὶ τιμὴν Ἀλεξάνδρου ζῶντος ἀποκαθιστάναι Ὀλυμπιάδι, φοβηθεὶς ἐπηγγείλατο μὲν παραδώσειν, ἀεὶ δὲ προφάσεις τινὰς ποιούμενος παρῆγε τὴν πρᾶξιν.
οἱ δὲ Ἀθηναῖοι πεπολυωρηκότες ἐν τοῖς ἔμπροσθεν χρόνοις τὴν Ὀλυμπιάδα καὶ νομίσαντες τὰς μὲν ταύτῃ δεδογμένας τιμὰς ὄντως γεγονέναι, τὴν δὲ ἀπόληψιν τῆς αὐτονομίας διὰ ταύτης ἐλπίζοντες ἀκινδύνως ἔσεσθαι περιχαρεῖς ἦσαν.
ἀτελέστων δʼ ἔτι τῶν ἐπαγγελιῶν οὐσῶν ᾗκεν Ἀλέξανδρος ὁ Πολυπέρχοντος υἱὸς μετὰ δυνάμεως εἰς τὴν Ἀττικήν. οἱ μὲν οὖν Ἀθηναῖοι διέλαβον αὐτὸν ἥκειν ἀποκαταστήσοντα τῷ δήμῳ τήν τε Μουνυχίαν καὶ τὸν Πειραιᾶ, τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον αὐτὸς ἰδίᾳ παραληψόμενος ἀμφότερα πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας.
τῶν γὰρ Ἀντιπάτρῳ γεγονότων φίλων τινές, ὧν ὑπῆρχον καὶ οἱ περὶ Φωκίωνα, φοβούμενοι τὰς ἐκ τῶν νόμων τιμωρίας ὑπήντησαν τῷ Ἀλεξάνδρῳ καὶ διδάξαντες τὸ συμφέρον ἔπεισαν αὐτὸν ἰδίᾳ κατέχειν τὰ φρούρια καὶ μὴ παραδιδόναι τοῖς Ἀθηναίοις, μέχρι ἂν ὁ Κάσανδρος καταπολεμηθῇ.
ὁ δὲ Ἀλέξανδρος πλησίον τοῦ Πειραιῶς καταστρατοπεδεύσας τοὺς μὲν Ἀθηναίους οὐ παρελάμβανε πρὸς τὰς ἐντεύξεις τὰς πρὸς τὸν Νικάνορα, ἰδίᾳ δὲ συνιὼν εἰς λόγους καὶ ἐν ἀπορρήτοις διαπραττόμενος φανερὸς ἦν ἀδικεῖν μέλλων τοὺς Ἀθηναίους.
ὁ δὲ δῆμος εἰς ἐκκλησίαν συνελθὼν τὰς μὲν ὑπαρχούσας ἀρχὰς κατέλυσεν, ἐκ δὲ τῶν δημοτικωτάτων τὰ ἀρχεῖα καταστήσας τοὺς ἐπὶ τῆς ὀλιγαρχίας γεγονότας ἄρχοντας κατεδίκασε τοὺς μὲν θανάτῳ, τοὺς δὲ φυγῇ καὶ δημεύσει τῆς οὐσίας· ἐν οἷς ἦν καὶ Φωκίων ὁ ἐπʼ Ἀντιπάτρου τὴν τῶν ὅλων ἀρχὴν ἐσχηκώς.
οὗτοι μὲν οὖν ἐκβληθέντες ἐκ τῆς πόλεως κατέφυγον πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος καὶ διὰ τούτου τὴν σωτηρίαν ἑαυτοῖς πορίζειν ἐφιλοτιμοῦντο. προσδεχθέντες δὲ ὑπʼ αὐτοῦ φιλοφρόνως γράμματα ἔλαβον πρὸς τὸν πατέρα Πολυπέρχοντα, ὅπως μηδὲν πάθωσιν οἱ περὶ Φωκίωνα, τἀκείνου πεφρονηκότες καὶ νῦν ἐπαγγελλόμενοι πάντα συμπράξειν.
ἀποστείλαντος δὲ καὶ τοῦ δήμου πρεσβείαν πρὸς τὸν Πολυπέρχοντα τὴν κατηγοροῦσαν μὲν τῶν περὶ Φωκίωνα, παρακαλοῦσαν δὲ τὴν Μουνυχίαν αὐτοῖς δοῦναι μετὰ τῆς αὐτονομίας ὁ Πολυπέρχων ἔσπευδε μὲν φρουρᾷ κατέχειν τὸν Πειραιᾶ διὰ τὸ πολλὰ δύνασθαι χρησιμεύειν τὸν λιμένα πρὸς τὰς ἐν τοῖς πολέμοις χρείας· αἰσχυνόμενος δʼ ἐναντία πράττειν τῷ ὑφʼ ἑαυτοῦ γεγραμμένῳ διαγράμματι καὶ νομίζων ἄπιστος κριθήσεσθαι παρὰ τοῖς Ἕλλησιν, ἐὰν εἰς τὴν ἐπιφανεστάτην παρανομήσῃ πόλιν, μετενόησε τῇ γνώμῃ.
διακούσας δὲ τῶν πρέσβεων τοῖς μὲν παρὰ τοῦ δήμου πρεσβεύουσι φιλανθρώπως κεχαρισμένας ἔδωκεν ἀποκρίσεις, τοὺς δὲ περὶ Φωκίωνα συλλαβὼν ἀπέστειλε δεσμίους εἰς τὰς Ἀθήνας, διδοὺς τὴν ἐξουσίαν τῷ δήμῳ εἴτε βούλεται θανατοῦν εἴτʼ ἀπολῦσαι τῶν ἐγκλημάτων.
συναχθείσης οὖν ἐκκλησίας ἐν ταῖς Ἀθήναις καὶ προτεθείσης κρίσεως τοῖς περὶ τὸν Φωκίωνα πολλοὶ τῶν τε φυγάδων γεγονότων ἐπʼ Ἀντιπάτρου καὶ τῶν ἀντιπολιτευομένων κατηγόρησαν αὐτῶν θανάτου.
ἦν δʼ ὁ σύμπας τῆς κατηγορίας λόγος ὅτι οὗτοι παραίτιοι γεγένηνται μετὰ τὸν Λαμιακὸν πόλεμον τῆς τε δουλείας τῇ πατρίδι καὶ τῆς καταλύσεως τοῦ δήμου καὶ τῶν νόμων. ὡς δὲ τοῖς ἀπολογουμένοις ὁ καιρὸς παρεδόθη τῆς ἀπολογίας, ὁ μὲν Φωκίων ἤρξατο ποιεῖσθαι τὸν ὑπὲρ ἑαυτοῦ λόγον, τὸ δὲ πλῆθος τοῖς θορύβοις ἐξέσεισε τὴν ἀπολογίαν, ὥστʼ εἰς πολλὴν ἀπορίαν παραγενέσθαι τοὺς ἀπολογουμένους.
λήξαντος δὲ τοῦ θορύβου πάλιν ὁ μὲν Φωκίων ἀπελογεῖτο, ὁ δὲ ὄχλος κατεβόα καὶ τὴν φωνὴν τοῦ κινδυνεύοντος ἐκώλυεν ἐξακούεσθαι· τὸ γὰρ πλῆθος τῶν δημοτικῶν, ἀπωσμένον τῆς πολιτείας καὶ παρʼ ἐλπίδας τετευχὸς τῆς καθόδου, πικρῶς διέκειτο πρὸς τοὺς ἀφῃρημένους τὴν αὐτονομίαν.
βιαζομένου δὲ τοῦ Φωκίωνος καὶ πρὸς περίστασιν ἀπεγνωσμένην ὑπὲρ τοῦ ζῆν ἀγωνιζομένου οἱ μὲν πλησίον ὄντες ἤκουον τῶν τῆς ὑποθέσεως δικαίων, οἱ δὲ μακρότερον διεστηκότες διὰ τὸ μέγεθος τῆς κραυγῆς τῶν θορυβούντων ἤκουον μὲν οὐδέν, αὐτὴν δὲ μόνην ἐθεώρουν τὴν τοῦ σώματος κίνησιν, γινομένην ἐναγώνιον καὶ ποικίλην διὰ τὸ μέγεθος τοῦ κινδύνου.
τέλος δὲ ἀπογνοὺς τὴν σωτηρίαν ὁ Φωκίων ἀνεβόησε, δεόμενος αὐτοῦ μὲν καταψηφίσασθαι τὸν θάνατον, τῶν δʼ ἄλλων φείδεσθαι. ἀμεταθέτου δὲ· τῆς τοῦ πλήθους ὁρμῆς καὶ βίας οὔσης παρεπορεύοντό τινες τῶν φίλων συνηγορήσοντες τῷ Φωκίωνι, ὧν τὰς μὲν ἀρχὰς τῶν λόγων ἤκουον, ὁπότε δὲ προβαίνοντες φανεροὶ καθίσταντο τὴν ἀπολογίαν διεξιόντες, ἐξεβάλλοντο τοῖς θορύβοις καὶ ταῖς ἐναντιουμέναις κραυγαῖς.
τὸ δʼ ἔσχατον πανδήμῳ φωνῇ καταχειροτονηθέντες εἰς τὸ δεσμωτήριον ἤγοντο τὴν ἐπὶ θανάτῳ. συνηκολούθουν δὲ αὐτοῖς πολλοὶ τῶν σπουδαίων ἀνδρῶν, ὀδυρόμενοι καὶ συμπάσχοντες ἐπὶ τῷ μεγέθει τῶν ἀτυχημάτων·
τὸ γὰρ πρωτεύοντας ἄνδρας ταῖς δόξαις καὶ ταῖς εὐγενείαις, πολλὰ πεπραχότας ἐν τῷ ζῆν φιλάνθρωπα, μήτε λόγου μήτε κρίσεως δικαίας τυγχάνειν πολλοὺς ἦγεν εἰς ἐπίστασιν διανοίας καὶ φόβον, ἀστάτου καὶ κοινῆς ἅπασι τῆς τύχης οὔσης.
πολλοὶ δὲ καὶ τῶν δημοτικῶν καὶ πικρῶς διακειμένων πρὸς αὐτὸν ἐλοιδόρουν τε ἀνηλεῶς καὶ πικρῶς ὠνείδιζον αὐτῷ τὰς συμφοράς· τὸ γὰρ ἐν ταῖς εὐτυχίαις σιωπώμενον μῖσος, ὅταν ἐκ μεταβολῆς ἐν ταῖς ἀτυχίαις ἐκραγῇ, ταῖς ὀργαῖς ἀποθηριοῦται πρὸς τοὺς μισουμένους.
διὰ δὲ τῆς τοῦ κωνείου πόσεως κατὰ τὸ πάτριον ἔθος τὸν βίον καταλύσαντες ἐρρίφησαν ἄταφοι πάντες ἐκ τῶν τῆς Ἀττικῆς ὅρων. ὁ μὲν οὖν Φωκίων καὶ οἱ μετʼ αὐτοῦ διαβληθέντες τοιαύτην ἔσχον τὴν τοῦ βίου καταστροφήν.
Κάσανδρος δὲ παρʼ Ἀντιγόνου λαβὼν ναῦς μακρὰς τριάκοντα· καὶ πέντε, στρατιώτας δὲ τετρακισχιλίους κατέπλευσεν εἰς τὸν Πειραιᾶ. προσδεχθεὶς δʼ ὑπὸ Νικάνορος τοῦ φρουράρχου παρέλαβε τὸν Πειραιᾶ καὶ τὰ κλεῖθρα τοῦ λιμένος· τὴν δὲ Μουνυχίαν αὐτὸς ὁ Νικάνωρ κατεῖχεν, ἔχων ἰδίους στρατιώτας ἱκανοὺς εἰς τὸ τηρεῖν τὸ φρούριον.
Πολυπέρχων δὲ μετὰ τῶν βασιλέων ἔτυχε μὲν διατρίβων περὶ τὴν Φωκίδα, πυθόμενος δὲ τὸν εἰς Πειραιᾶ κατάπλουν τοῦ Κασάνδρου παρῆλθεν εἰς τὴν Ἀττικὴν καὶ πλησίον τοῦ Πειραιῶς κατεστρατοπέδευσεν.
εἶχεν δὲ μεθʼ ἑαυτοῦ στρατιώτας πεζοὺς μὲν Μακεδόνας δισμυρίους, τῶν δʼ ἄλλων συμμάχων περὶ τετρακισχιλίους, ἱππεῖς δὲ χιλίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε. ἐπεβάλετο μὲν οὖν πολιορκεῖν τοὺς περὶ τὸν Κάσανδρον, σπανίζων δὲ τροφῆς καὶ τὴν πολιορκίαν ὑπολαμβάνων ἔσεσθαι πολυχρόνιον ἠναγκάσθη μέρος τῆς δυνάμεως ἀπολιπεῖν κατὰ τὴν Ἀττικὴν τὸ δυνάμενον ἔχειν τὴν τοῦ σίτου χορηγίαν, ἡγουμένου τοῦ υἱοῦ Ἀλεξάνδρου, αὐτὸς δὲ τὸ πλεῖστον τῆς δυνάμεως ἀναλαβὼν παρῆλθεν εἰς Πελοπόννησον, συναναγκάσων τοὺς Μεγαλοπολίτας πειθαρχεῖν τοῖς βασιλεῦσιν, οἳ ἐτύγχανον μὲν τὰ Κασάνδρου φρονοῦντες καὶ διὰ τῆς ὑπʼ Ἀντιπάτρου καθεσταμένης ὀλιγαρχίας διοικούμενοι.
τοῦ δὲ Πολυπέρχοντος περὶ ταῦτα διατρίβοντος ὁ Κάσανδρος ἀναλαβὼν τὸν στόλον Αἰγινήτας μὲν προσηγάγετο, τοὺς δὲ Σαλαμινίους ἀλλότρια φρονοῦντας εἰς πολιορκίαν συνέκλεισε. καθʼ ἡμέραν δὲ συνεχεῖς ποιούμενος προσβολὰς καὶ βελῶν καὶ στρατιωτῶν εὐπορῶν εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγε τοὺς Σαλαμινίους.
κινδυνευούσης δὲ τῆς πόλεως ἁλῶναι κατὰ κράτος ὁ Πολυπέρχων ἐξέπεμψε δύναμιν ἀξιόλογον πεζικήν τε καὶ ναυτικὴν τὴν ἐπιθησομένην τοῖς πολιορκοῦσι. διόπερ ὁ Κάσανδρος καταπλαγεὶς καὶ λύσας τὴν πολιορκίαν ἀπέπλευσεν εἰς τὸν Πειραιᾶ.
Πολυπέρχων δὲ βουλόμενος τὰ κατὰ τὴν Πελοπόννησον διοικῆσαι συμφερόντως παρῆλθε καὶ συναγαγὼν ἐκ τῶν πόλεων συνέδρους διελέχθη περὶ τῆς πρὸς αὐτὸν συμμαχίας. ἐξέπεμψε δὲ καὶ πρὸς τὰς πόλεις πρεσβευτάς, προστάττων τοὺς μὲν διʼ Ἀντιπάτρου καθεσταμένους ἄρχοντας ἐπὶ τῆς ὀλιγαρχίας θανατῶσαι, τοῖς δὲ δήμοις ἀποδοῦναι τὴν αὐτονομίαν.
πολλῶν δʼ ὑπακουσάντων καὶ κατὰ τὰς πόλεις φόνων γινομένων καί τινων φυγαδευομένων οἱ μὲν Ἀντιπάτρου φίλοι διεφθάρησαν, τὰ δὲ πολιτεύματα τὴν ἐκ τῆς αὐτονομίας παρρησίαν ἀπέλαβον καὶ συνεμάχουν τοῖς περὶ τὸν Πολυπέρχοντα. μόνων δὲ τῶν Μεγαλοπολιτῶν διατηρούντων τὴν πρὸς Κάσανδρον φιλίαν ἔκρινε πολιορκῆσαι τὴν πόλιν αὐτῶν.
οἱ δὲ Μεγαλοπολῖται γνόντες τὴν ἐπιβουλὴν τοῦ Πολυπέρχοντος ἐψηφίσαντο τὰ μὲν ἀπὸ τῆς χώρας κατάγειν εἰς τὴν πόλιν, τῶν δὲ πολιτῶν καὶ ξένων καὶ δούλων ἀριθμὸν ποιησάμενοι μυρίους καὶ πεντακισχιλίους εὗρον τοὺς δυναμένους παρέχεσθαι τὰς πολεμικὰς χρείας. εὐθὺς οὖν τοὺς μὲν εἰς τάξεις κατελόχιζον, οὓς δὲ πρὸς τὰς ὑπηρεσίας τοῖς ἔργοις καθίστανον, οὓς δʼ ἐπὶ τὴν ἐπιμέλειαν τῶν τειχῶν ἔταττον.
ὑφʼ ἕνα δὲ καὶ τὸν αὐτὸν καιρὸν οἱ μὲν περὶ τὴν πόλιν τάφρον ὤρυττον βαθεῖαν, οἱ δὲ ἀπὸ τῆς χώρας χάρακα παρεκόμιζον, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν κατεσκεύαζον, ἄλλοι δὲ περὶ τὰς ὁπλοποιίας καὶ τὴν κατασκευὴν τῶν ὀξυβελῶν καταπελτῶν ἐγίνοντο, πᾶσα δʼ ἡ πόλις ἐν ἔργοις καθειστήκει διά τε τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ διὰ τοὺς προσδοκωμένους κινδύνους·
διεβεβόητο γὰρ τό τε μέγεθος τῆς βασιλικῆς δυνάμεως καὶ τὸ πλῆθος τῶν συνακολουθούντων ἐλεφάντων καὶ δοκούντων ἀνυπόστατον ἔχειν τήν τε ἀλκὴν καὶ τὴν τοῦ σώματος ὁρμήν.
ταχὺ δὲ πάντων εὐτρεπῶν γενομένων ὁ μὲν Πολυπέρχων ἧκε μετὰ πάσης τῆς δυνάμεως καὶ πλησίον τῆς πόλεως ἐστρατοπέδευσε δύο θέμενος παρεμβολάς, τὴν μὲν τῶν Μακεδόνων, τὴν δὲ τῶν συμμάχων. κατασκευάσας δὲ πύργους ξυλίνους ὑψηλοτέρους τῶν τειχῶν προσῆγε τῇ πόλει κατὰ τοὺς εὐθέτους τόπους καὶ βέλη παντοδαπὰ καὶ τοὺς ἀγωνιζομένους ἐπιστήσας ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἀντιτεταγμένους.
ἅμα δὲ τούτοις πραττομένοις διὰ τῶν μεταλλευόντων ὑπορύξας τὰ τείχη καὶ τὰς στήριγγας ἐμπρήσας κατέβαλε τρεῖς πύργους τοὺς μεγίστους καὶ μεσοπύργια τὰ ἴσα. μεγάλου δὲ τοῦ πτώματος καὶ παραδόξου γενομένου τὸ μὲν πλῆθος τῶν Μακεδόνων ἀνεβόησεν, οἱ δὲ κατὰ τὴν πόλιν διὰ τὴν δεινότητα τῆς πράξεως κατεπλάγησαν.
ἔνθα δὴ τῶν Μακεδόνων διὰ τοῦ πτώματος εἰσπιπτόντων εἰς τὴν πόλιν οἱ Μεγαλοπολῖται διεῖλον σφᾶς αὐτοὺς καὶ τῷ μὲν ἑνὶ μέρει τοὺς πολεμίους ὑποστάντες καὶ τὴν ἐν τῷ πτώματι δυσχωρίαν συνεργὸν ἔχοντες καρτερὰν μάχην συνίσταντο, τῷ δʼ ἑτέρῳ χάρακι διελάμβανον τὸν ἐντὸς τοῦ πτώματος τόπον καὶ τεῖχος ἕτερον ἀντῳκοδόμουν, συνεχῶς ἐργαζόμενοι καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ.
ταχὺ δὲ τῶν ἔργων συντελουμένων διά τε τὴν πολυχειρίαν καὶ τὸ πλῆθος· τῆς εἰς ἅπαντα παρασκευῆς τὸ μὲν διὰ τοῦ πτώματος ἐλάττωμα συντόμως οἱ Μεγαλοπολῖται διωρθώσαντο, πρὸς δὲ τοὺς ἐπὶ τῶν ξυλίνων πύργων ἀγωνιζομένους τοῖς τε ὀξυβελέσι καταπέλταις ἐχρῶντο καὶ τοῖς σφενδονήταις καὶ τοξόταις πολλοὺς τῶν πολεμίων κατετίτρωσκον.
πολλῶν δὲ πιπτόντων παρʼ ἀμφοτέροις καὶ κατατραυματιζομένων καὶ τῆς νυκτὸς περικαταλαβούσης ὁ μὲν Πολυπέρχων ἀνακαλεσάμενος τῇ σάλπιγγι τοὺς στρατιώτας ἐπανῆλθεν ἐπὶ τὴν ἰδίαν στρατοπεδείαν.
τῇ δʼ ὑστεραίᾳ τὸν τοῦ πτώματος τόπον ἀνακαθάρας ἐποίησε βάσιμον τοῖς θηρίοις καὶ διενοεῖτο χρήσασθαι ταῖς τούτων ῥώμαις πρὸς τὴν ἅλωσιν τῆς πόλεως. οἱ δὲ Μεγαλοπολῖται Δάμιδος ἡγουμένου καὶ τούτου γεγονότος κατὰ τὴν Ἀσίαν μετʼ Ἀλεξάνδρου καὶ περὶ τὰς φύσεις καὶ χρείας τῶν ἐλεφάντων ἐμπειρίαν ἔχοντος οὐ μετρίως προετέρησαν.
οὗτος γὰρ τὴν ἰδίαν ἐπίνοιαν ἀντίταγμα τῇ τῶν θηρίων βίᾳ κατασκευάσας ἀχρήστους ἐποίησε τὰς τῶν σωμάτων ῥώμας. θύρας γὰρ μεγάλας πλείονας ἥλοις ὀξέσι καταπυκνώσας καὶ ταύτας ἐν ὀρύγμασι ταπεινοῖς καταστρώσας καὶ τὰς ἐξοχὰς τῶν κέντρων ἐπικρυψάμενος κατέλιπε διὰ τούτων δίοδον εἰς τὴν πόλιν καὶ κατὰ μέτωπον μὲν οὐδένα τῶν στρατιωτῶν ἔστησεν, ἐκ δὲ τῶν πλαγίων ἔταξε πλῆθος ἀκοντιστῶν καὶ τοξοτῶν καὶ τῶν καταπελτικῶν βελῶν.
τοῦ δὲ Πολυπέρχοντος ἀνακαθαίροντος πάντα τὸν τόπον τοῦ πτώματος καὶ τοῖς θηρίοις ἀθρόοις διὰ τούτου τὴν ἔφοδον ποιουμένου παράδοξος ἐγένετο πρᾶξις περὶ τοὺς ἐλέφαντας. οὐδενὸς γὰρ ἀπαντῶντος κατὰ στόμα τοῖς θηρίοις οἱ μὲν Ἰνδοὶ συνηνάγκαζον εἰσπίπτειν εἰς τὴν πόλιν, οἱ δʼ ἐλέφαντες τῇ ῥύμῃ προπίπτοντες ἐνέπιπτον εἰς τὰς κατακεκεντρωμένας θύρας.
τραυματιζόμενοι δὲ τοὺς πόδας ὑπὸ τῶν ἥλων καὶ διὰ τὸ βάρος περιπειρόμενοι τοῖς κέντροις οὔτε προϊέναι πορρώτερον οὔτε ἀναστρέφειν διὰ τὴν δυσκινησίαν ἠδύναντο. ἅμα δὲ καὶ βελῶν παντοδαπῶν ἐκ πλαγίων φερομένων οἱ μὲν ἀπέθνησκον τῶν Ἰνδῶν, οἱ δὲ κατατραυματιζόμενοι τῆς ἐνδεχομένης χρείας ὑστεροῦντο.
τὰ δὲ θηρία διά τε τὸ πλῆθος τῶν βελῶν καὶ τὴν ἰδιότητα τῆς τῶν ἥλων πληγῆς περιώδυνα γινόμενα τὴν διὰ τῶν φίλων ἐπιστροφὴν ἐποιοῦντο καὶ πολλοὺς αὐτῶν κατεπάτουν. τέλος δὲ τὸ μὲν ἀνδρειότατον αὐτῶν καὶ πλείστην ἔχον κατάπληξιν ἔπεσε, τῶν δὲ ἄλλων τὰ μὲν ἄχρηστα παντελῶς ἐγένετο, τὰ δὲ πολλοῖς τῶν ἰδίων θάνατον ἐπήνεγκεν.
μετὰ δὲ τὴν εὐημερίαν ταύτην οἱ μὲν Μεγαλοπολῖται ταῖς ψυχαῖς ἐθάρρησαν, ὁ δὲ Πολυπέρχων μετανοηθεὶς ἐπὶ τῇ πολιορκίᾳ καὶ πολὺν χρόνον ἐπιμένειν οὐ δυνάμενος ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, αὐτὸς δʼ ἐφʼ ἑτέρας ἀναγκαιοτέρας πράξεις ἐτρέπετο.
καὶ Κλεῖτον μὲν τὸν ναύαρχον μετὰ τοῦ στόλου παντὸς ἐξέπεμψε, προστάξας ἐφεδρεύειν τοῖς περὶ τὸν Ἑλλήσποντον τόποις καὶ κωλύειν τὰς ἐκ τῆς Ἀσίας διαβιβαζομένας δυνάμεις εἰς τὴν Εὐρώπην, προσλαβέσθαι δὲ καὶ Ἀρριδαῖον τὸν συμπεφευγότα μὲν μετὰ τῶν στρατιωτῶν εἰς τὴν τῶν Κιανῶν πόλιν, ἐχθρὸν δʼ ὄντα τοῖς περὶ Ἀντίγονον.
τούτου δὲ πλεύσαντος ἐπὶ τὸν Ἑλλήσποντον καὶ προσαγαγομένου τὰς ἐν τῇ Προποντίδι πόλεις, ἔτι δὲ προσδεξαμένου τὴν μετʼ Ἀρριδαίου δύναμιν κατέπλευσεν εἰς τοὺς τόπους ἐκείνους Νικάνωρ ὁ τῆς Μουνυχίας φρούραρχος, ἐξαπεσταλμένος ὑπὸ Κασάνδρου μετὰ παντὸς τοῦ στόλου· προσελάβετο δὲ καὶ τὰς παρʼ Ἀντιγόνου ναῦς, ὥστε τὰς πάσας ἔχειν πλείους τῶν ἑκατόν.
γενομένης δὲ ναυμαχίας οὐ μακρὰν τῆς τῶν Βυζαντίων πόλεως ἐνίκα ὁ Κλεῖτος καὶ κατέδυσε μὲν τῶν ἐναντίων ναῦς ἑπτακαίδεκα, εἷλε δὲ σὺν αὐτοῖς τοῖς ἀνδράσιν οὐκ ἐλάττω τῶν τεσσαράκοντα· αἱ δὲ λοιπαὶ κατέφυγον εἰς τὸν τῶν Χαλκηδονίων λιμένα.
τοιαύτης δʼ εὐημερίας γενομένης τοῖς περὶ τὸν Κλεῖτον οὗτος μὲν ὑπέλαβε μηκέτι τολμήσειν τοὺς πολεμίους ναυμαχήσειν διὰ τὸ μέγεθος τῆς ἥττης, ὁ δʼ Ἀντίγονος πυθόμενος τὰ περὶ τὸν στόλον ἐλαττώματα παραδόξως διὰ τῆς ἰδίας ἀγχινοίας καὶ στρατηγίας ἀνεμαχέσατο τὸ γεγονὸς ἐλάττωμα.
παρὰ γὰρ Βυζαντίων μεταπεμψάμενος νυκτὸς ναῦς ὑπηρετικὰς ταύταις μὲν διεβίβαζεν εἰς τὸ πέραν τοξότας τε καὶ σφενδονήτας καὶ τῶν ἄλλων τῶν ψιλικῶν ταγμάτων τοὺς ἱκανούς. οὗτοι δὲ πρὸ ἡμέρας ἐπιθέμενοι τοῖς ἐκ τῶν πολεμίων νεῶν ἀποβεβῃκόσιν ἐπὶ τὴν γῆν καὶ πεζῇ κατεστρατοπεδευκόσι κατεπλήξαντο τοὺς περὶ τὸν Κλεῖτον. ταχὺ δὲ πάντων διὰ τὸν φόβον τεταραγμένων καὶ εἰς τὰς ναῦς ἐμπηδώντων πολὺς ἐγένετο θόρυβος διά τε τὰς ἀποσκευὰς καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων.
ἐν τοσούτῳ δὲ Ἀντίγονος ἐξαρτύσας τὰς μακρὰς ναῦς καὶ τῶν ἀλκιμωτάτων πεζῶν πολλοὺς ἐπιβάτας ἐπιστήσας ἀπέστειλε, παρακαλέσας τεθαρρηκότως ἐπιθέσθαι τοῖς πολεμίοις, ὡς πάντως καθʼ ἑαυτοὺς ἐσομένου τοῦ νικήματος.
τοῦ δὲ Νικάνορος νυκτὸς ἀναχθέντος καὶ διαφωσκούσης τῆς ἡμέρας οὗτοι μὲν ἐπιπεσόντες ἄφνω τοῖς πολεμίοις τεθορυβημένοις εὐθὺς κατὰ τὸν πρῶτον ἐπίπλουν ἐτρέψαντο καὶ τὰς μὲν τοῖς ἐμβόλοις τύπτοντες ἀνέρρηττον, ὧν δὲ τοὺς ταρσοὺς παρέσυρον, ὧν δὲ αὐτάνδρων παραδιδομένων ἀκινδύνως ἐκυρίευον· τέλος δὲ πλὴν μιᾶς τῆς ναυαρχίδος τῶν λοιπῶν πασῶν αὐτάνδρων ἐκυρίευσαν.
ὁ δὲ Κλεῖτος φυγὼν ἐπὶ τὴν γῆν καὶ καταλιπὼν τὴν ναῦν ἐπεβάλετο μὲν διὰ Μακεδονίας ἀνασώζεσθαι, περιπεσὼν δὲ στρατιώταις τισὶ τοῦ Λυσιμάχου διεφθάρη.
Ἀντίγονος μὲν οὖν τηλικαύτῃ συμφορᾷ περιβαλὼν τοὺς πολεμίους μεγάλην ἐπὶ στρατηγίᾳ καὶ συνέσει δόξαν ἀπηνέγκατο. θαλασσοκρατῆσαι δὲ ἔσπευδε καὶ τὴν τῆς Ἀσίας ἡγεμονίαν ἀδήριτον περιποιήσασθαι. διόπερ ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξας εὐζώνους πεζοὺς μὲν δισμυρίους, ἱππεῖς δὲ τετρακισχιλίους προῆγεν ἐπὶ Κιλικίας, σπεύδων τοὺς περὶ τὸν Εὐμενῆ κατακόψαι πρὸ τοῦ δύναμιν ἁδροτέραν ἀθροῖσαι.
Εὐμενὴς δὲ πυθόμενος τὴν ὁρμὴν τῶν περὶ τὸν Ἀντίγονον ἐπεβάλετο μὲν τὴν Φοινίκην ἀνακτᾶσθαι τοῖς βασιλεῦσι, κατειλημμένην ἀδίκως ὑπὸ Πτολεμαίου, καταταχούμενος δʼ ὑπὸ τῶν καιρῶν ἀνέζευξεν ἐκ τῆς Φοινίκης καὶ διὰ τῆς Κοίλης Συρίας προῆγε μετὰ τῆς δυνάμεως, σπεύδων τῶν ἄνω λεγομένων σατραπειῶν ἅψασθαι.
περὶ δὲ τὸν Τίγριν ποταμὸν ἐπιθεμένων αὐτῷ τῶν ἐγχωρίων νυκτὸς ἀπέβαλέ τινας τῶν στρατιωτῶν. παραπλησίως δὲ καὶ κατὰ τὴν Βαβυλωνίαν ἐπιθεμένου τοῦ Σελεύκου παρὰ τὸν Εὐφράτην ποταμὸν ἐκινδύνευσε μὲν ἅπασαν ἀποβαλεῖν τὴν δύναμιν, διώρυγός τινος ῥαγείσης καὶ τῆς στρατοπεδείας ὅλης συγκλυσθείσης, ὅμως δὲ διὰ τῆς ἰδίας στρατηγίας, ἐπί τι χῶμα καταφυγὼν καὶ τὴν διώρυγα πάλιν ἀποστρέψας,
διέσωσεν αὑτόν τε καὶ τὴν δύναμιν. παραδόξως δὲ τὰς τοῦ Σελεύκου χεῖρας διαφυγὼν διήνυσεν εἰς τὴν Περσίδα μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν μυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ τρισχιλίους καὶ τριακοσίους. ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐκ τῆς κακοπαθίας διεπέμπετο πρός τε τοὺς σατράπας καὶ στρατηγοὺς τοὺς ἐν ταῖς ἄνω σατραπείαις, μεταπεμπόμενος στρατιώτας τε καὶ χρήματα. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτου προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
κατὰ δὲ τὴν Εὐρώπην Πολυπέρχοντος διὰ τὴν ἐλάττωσιν τῆς κατὰ τοὺς Μεγαλοπολίτας πολιορκίας καταφρονηθέντος αἱ πλεῖσται τῶν Ἑλληνίδων πόλεων ἀφιστάμεναι τῶν βασιλέων πρὸς Κάσανδρον ἀπέκλιναν. Ἀθηναίων δὲ μὴ δυναμένων ἀποτρίψασθαι τὴν φρουρὰν μήτε διὰ τοῦ Πολυπέρχοντος μήτε διʼ Ὀλυμπιάδος ἀπετόλμησέ τις τῶν ἐπαινουμένων πολιτῶν εἰπεῖν ἐν ἐκκλησίᾳ διότι συμφέρει πρὸς Κάσανδρον διαλύσασθαι.
τὸ μὲν οὖν πρῶτον ἐγένετο θόρυβος, τῶν μὲν ἀντιλεγόντων, τῶν δὲ συγκατατιθεμένων τοῖς λόγοις·. ὡς δὲ ἀνεθεωρήθη τὸ συμφέρον, ἔδοξε τοῖς πᾶσι πρεσβεύειν πρὸς Κάσανδρον καὶ τίθεσθαι τὰ πρὸς αὐτὸν ὡς ἂν ᾖ δυνατόν.
Book 18, Part 9
γενομένων δὲ πλειόνων ἐντεύξεων συνέθεντο τὴν εἰρήνην ὥστε τοὺς Ἀθηναίους ἔχειν πόλιν τε καὶ χώραν καὶ προσόδους καὶ ναῦς καὶ τἄλλα πάντα φίλους ὄντας καὶ συμμάχους Κασάνδρου, τὴν δὲ Μουνυχίαν κατὰ τὸ παρὸν κρατεῖν Κάσανδρον, ἕως ἂν διαπολεμήσῃ πρὸς τοὺς βασιλεῖς, καὶ τὸ πολίτευμα διοικεῖσθαι ἀπὸ τιμήσεων ἄχρι μνῶν δέκα, καταστῆσαι δʼ ἐπιμελητὴν τῆς πόλεως ἕνα ἄνδρα Ἀθηναῖον ὃν ἂν δόξῃ Κασάνδρῳ· καὶ ᾑρέθη Δημήτριος ὁ Φαληρεύς. οὗτος δὲ παραλαβὼν τὴν ἐπιμέλειαν τῆς πόλεως ἦρχεν εἰρηνικῶς καὶ πρὸς τοὺς πολίτας φιλανθρώπως.
μετὰ δὲ ταῦτα Νικάνορος καταπλεύσαντος εἰς τὸν Πειραιᾶ κεκοσμημένῳ τῷ στόλῳ τοῖς ἀπὸ τῆς νίκης ἀκροστολίοις τὸ μὲν πρῶτον ἀποδοχῆς αὐτὸν ἠξίωσε μεγάλης ὁ Κάσανδρος διὰ τὰς εὐημερίας, μετὰ δὲ ταῦτα ὁρῶν αὐτὸν ὄγκου πλήρη καὶ πεφρονηματισμένον, ἔτι δὲ τὴν Μουνυχίαν διὰ τῶν ἑαυτοῦ στρατιωτῶν φρουροῦντα, κρίνας αὐτὸν ἀλλότρια φρονεῖν ἐδολοφόνησεν. ἐστράτευσε δὲ καὶ εἰς Μακεδονίαν καὶ πολλοὺς ἔσχε τῶν ἐγχωρίων ἀφισταμένους πρὸς αὐτόν.
ὁμοίως δὲ καὶ εἰς τὰς Ἑλληνίδας πόλεις ἐνέπεσέν τις ὁρμὴ τῆς Ἀντιπάτρου συμμαχίας. ὁ μὲν γὰρ Πολυπέρχων ἀργῶς ἐδόκει καὶ ἀφρόνως προστατεῖν τῆς τε βασιλείας καὶ τῶν συμμάχων, ὁ δὲ Κάσανδρος ἐπιεικῶς προσφερόμενος πᾶσι καὶ κατὰ τὰς πράξεις ἐνεργὸς ὢν πολλοὺς εἶχεν αἱρετιστὰς τῆς αὑτοῦ δυναστείας.
ἐπεὶ δὲ κατὰ τὸν ἑπόμενον ἐνιαυτὸν Ἀγαθοκλῆς ἐγένετο τύραννος τῶν Συρακοσίων, ταύτην μὲν τὴν βύβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δʼ ἐχομένης τὴν ἀρχὴν ἀπὸ τῆς Ἀγαθοκλέους τυραννίδος ποιησάμενοι διέξιμεν τὰς οἰκείας τῇ γραφῇ πράξεις.
Book 19, Part 1
Τάδε ἔνεστιν ἐν τῇ ἐννεακαιδεκάτῃ τῶν Διοδώρου βύβλων.
α. περὶ τῶν ἀφορμῶν αἷς χρησάμενος Ἀγαθοκλῆς τύραννος ἐγένετο τῶν Συρακουσίων.
β. ὡς οἱ Κροτωνιατῶν φυγάδες ἐπιστρατεύσαντες ἐπὶ τὴν πατρίδα πάντες ἀνῃρέθησαν.
γ. Ὀλυμπιάδος μετὰ τοῦ παιδὸς κάθοδος ἐπὶ τὴν βασιλείαν.
δ. Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἅλωσις καὶ θάνατος.
ε. ὡς Εὐμενὴς ἔχων τοὺς ἀργυράσπιδας ἀνέβη μὲν εἰς τὰς ἄνω σατραπείας, συνήγαγε δὲ τούς τε σατράπας καὶ τὰς δυνάμεις εἰς τὴν Περσίδα.
ς. ὡς Ἄτταλος καὶ Πολέμων μετὰ τῶν συνεπιθεμένων τῇ φυλακῇ ληφθέντες ἀνῃρέθησαν.
ζ. ὡς Ἀντίγονος διώξας Εὐμενῆ περὶ τὸν Κοπράτην ποταμὸν ἠλαττώθη.
η. ὡς εἰς Μηδίαν ἀναζεύξας ἐν ταῖς παρόδοις πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν.
θ. παράταξις Ἀντιγόνου πρὸς Εὐμενῆ καὶ τοὺς σατράπας ἐν Παραιτάκοις.
ι. ἀποχώρησις Ἀντιγόνου μετὰ τῆς δυνάμεως εἰς Μηδίαν πρὸς χειμασίαν.
ια. Κασάνδρου στρατεία εἰς Μακεδονίαν καὶ πολιορκία Ὀλυμπιάδος ἐν Πύδνῃ.
ιβ. ὡς κατεστρατήγησεν Εὐμενὴς τοὺς περὶ Ἀντίγονον διὰ τῆς ἐρήμου πορευομένους.
ιγ. Ἀντιγόνου πορεία διὰ τῆς ἐρήμου ἐπὶ τοὺς πολεμίους καὶ ἐπίθεσις τοῖς ἐν τῇ παραχειμασίᾳ θηρίοις.
ιδ. ὡς παρατάξεως γενομένης Ἀντίγονος ἐκυρίευσε πάσης τῆς τῶν ἀντιταχθέντων δυνάμεως.
ιε. ὡς Εὐμενῆ καὶ τῶν ἄλλων ἡγεμόνων τοὺς ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντας ἀνεῖλεν.
ις. ὁ γενόμενος ἐν Ῥόδῳ κατακλυσμὸς καὶ τὰ συμβάντα περὶ τὴν πόλιν ἀτυχήματα.
ιζ. Πείθωνος ὑπʼ Ἀντιγόνου θάνατος καὶ τῶν διʼ αὐτὸν ἀποστάντων εἰς τὴν Μηδίαν ἀναίρεσις.
ιη. Ὀλυμπιάδος ἅλωσις ὑπὸ Κασάνδρου καὶ θάνατος.
ιθ. ὡς Κάσανδρος Θεσσαλονίκην ἔγημε τὴν Φιλίππου τοῦ Ἀμύντου, ἐπώνυμον δʼ ἑαυτοῦ πόλιν ἔκτισεν ἐπὶ τῆς Παλλήνης.
κ. ὡς Πολυπέρχων ἀπογνοὺς τὰ πρὸς τοὺς βασιλεῖς ἔφυγεν εἰς τὴν Αἰτωλίαν.
κα. ὡς Κάσανδρος τὴν τῶν Θηβαίων πόλιν ὑπʼ Ἀλεξάνδρου κατεσκαμμένην ἀποκατέστησε.
κβ. περὶ τῶν ἐν τοῖς ἀρχαίοις χρόνοις συμβάντων τῇ πόλει τῶν Θηβαίων καὶ ποσάκις ἀνάστατος ἐγένετο.
κγ. περὶ τῶν πραχθέντων Κασάνδρῳ κατὰ Πελοπόννησον.
κδ. Ἀντιγόνου μετὰ τῆς δυνάμεως κατάβασις ἐπὶ θάλατταν καὶ φυγὴ Σελεύκου πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.
κε. σύνθεσις Πτολεμαίου καὶ Σελεύκου καὶ Κασάνδρου, πρὸς δὲ τούτοις καὶ Λυσιμάχου πρὸς τὸν κατʼ Ἀντιγόνου πόλεμον.
κς. ὡς Ἀντίγονος ναῦς τε πολλὰς ἐναυπηγήσατο καὶ στρατηγοὺς ἀπέστειλεν εἴς τε τὴν Ἑλλάδα καὶ τὸν Πόντον.
κζ. ὡς πρὸς Ἀλέξανδρον τὸν Πολυπέρχοντος φιλίαν συνέθετο καὶ Τύρον ἐξεπολιόρκησε καὶ ὡς Ἀλέξανδρος μετέθετο πρὸς Κάσανδρον.
κη. ὡς Πολύκλειτος ὁ Πτολεμαίου ναύαρχος ἐνίκησε τοὺς Ἀντιγόνου στρατηγοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
κθ. περὶ τῆς Ἀγαθοκλέους στρατείας ἐπὶ Μεσσηνίους καὶ τῆς μεσιτευθείσης εἰρήνης ὑπὸ Καρχηδονίων.
λ. Νουκερίας ἀπόστασις ἀπὸ Ῥωμαίων.
λα. τὰ πραχθέντα τοῖς Ἀντιγόνου καὶ Κασάνδρου στρατηγοῖς περὶ τὴν Ἑλλάδα.
λβ. Κασάνδρου στρατεία εἰς τὴν Αἰτωλίαν καὶ τοὺς κατὰ τὸν Ἀδρίαν τόπους.
λγ. ἅλωσις περὶ Καρίαν τῆς ἀποσταλείσης ὑπὸ Κασάνδρου δυνάμεως.
λδ. ὡς οἱ φυγάδες τῶν Συρακουσίων Ἀκραγαντίνους πείσαντες πολεμεῖν Ἀγαθοκλεῖ στρατηγὸν ἐκ Λακεδαίμονος Ἀκρότατον μετεπέμψαντο.
λε. ὡς οὗτος μὲν παραλαβὼν τὴν ἡγεμονίαν τυραννικῶς ἄρχων διεγένετο, οἱ δʼ Ἀκραγαντῖνοι τὴν εἰρήνην ἐποιήσαντο πρὸς τὸν δυνάστην.
λς. τὰ πραχθέντα Ῥωμαίοις περὶ τὴν Ἰαπυγίαν.
λζ. Καλλαντιανῶν ἀπόστασις ἀπὸ Λυσιμάχου καὶ τὰ συμβάντα τοῖς ἐπὶ τὴν βοήθειαν ἀποσταλεῖσιν ὑπʼ Ἀντιγόνου.
λη. ὡς Φίλιππος ἀποσταλεὶς ὑπὸ Κασάνδρου στρατηγὸς εἰς τὴν Αἰτωλίαν ἐνίκησεν Αἰτωλοὺς ἅμα καὶ τοὺς Ἠπειρώτας.
λθ. ὡς Ῥωμαῖοι μάχῃ νικήσαντες Σαμνίτας μετʼ ὀλίγον Καμπανοὺς ἀποστάντας προσηγάγοντο.
μ. ὡς Ἀντίγονος Πολέμωνα στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως ἐλευθερώσοντα τοὺς Ἕλληνας καὶ τὰ πραχθέντα περὶ τὴν Ἑλλάδα.
μα. ἀπόστασις Κυρηναίων καὶ ἅλωσις, ἔτι δὲ Πτολεμαίου στρατεία εἰς Κύπρον καὶ Συρίαν.
μβ. μάχη Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Πτολεμαίου.
μγ. ἀπόστασις Τελεσφόρου τοῦ στρατηγοῦ ἀπὸ Ἀντιγόνου.
μδ. τὰ περὶ τὴν Ἤπειρον καὶ τὸν Ἀδρίαν πραχθέντα Κασάνδρῳ.
με. ὡς Σέλευκος παρὰ Πτολεμαίου λαβὼν δύναμιν ὀλίγην ἐκράτησε Βαβυλῶνος καὶ τὴν προϋπάρχουσαν αὐτῷ σατραπείαν ἀνεσώσατο.
μς. ὡς Ἀντίγονος ἀκινδύνως παραλαβὼν Κοίλην Συρίαν δύναμιν ἐξέπεμψεν εἰς τὴν Ἀραβίαν.
μζ. περὶ τῶν νομίμων οἷς χρᾶται τὰ ἔθνη τῶν Ἀράβων.
μη. περὶ τῆς καλουμένης Ἀσφαλτίτιδος λίμνης.
μθ. ὡς Ἀντίγονος τὸν υἱὸν Δημήτριον ἐξαπέστειλε μετὰ τῆς δυνάμεως εἰς τὴν Βαβυλωνίαν.
ν. περὶ τῶν πραχθέντων Ῥωμαίοις καὶ Σαμνίταις.
να. ὡς Ἀγαθοκλῆς Μεσσηνίους παρακρουσάμενος τῆς πόλεως ἐκυρίευσεν.
νβ. ὡς τοὺς ἀντιταξαμένους Μεσσηνίων καὶ Ταυρομενιτῶν, ἔτι δὲ Κεντοριπίνων ἀπέσφαξεν.
νγ. ὡς Ἀγαθοκλῆς Δεινοκράτη καὶ τοὺς φυγάδας περὶ Γαλαρίαν ἐνίκησεν.
νδ. Ῥωξάνης καὶ Ἀλεξάνδρου τοῦ βασιλέως θάνατος.
νε. τὰ πραχθέντα Ῥωμαίοις κατὰ τὴν Ἰταλίαν.
νς. περὶ τῆς γενομένης τοῖς Καρχηδονίοις ναυαγίας.
νζ. ὡς Καρχηδόνιοι περὶ τὸν Ἱμέραν Ἀγαθοκλέα παρατάξει νικήσαντες συνέκλεισαν εἰς τὰς Συρακούσσας.
παλαιός τις παραδέδοται λόγος ὅτι τὰς δημοκρατίας οὐχ οἱ τυχόντες τῶν ἀνθρώπων, ἀλλʼ οἱ ταῖς ὑπεροχαῖς προέχοντες καταλύουσι. διὸ καὶ τῶν πόλεων ἔνιαι τοὺς ἰσχύοντας μάλιστα τῶν πολιτευομένων ὑποπτεύουσαι καθαιροῦσιν αὐτῶν τὰς ἐπιφανείας.
σύνεγγυς γὰρ ἡ μετάβασις εἶναι δοκεῖ τοῖς ἐν ἐξουσίᾳ μένουσιν ἐπὶ τὴν τῆς πατρίδος καταδούλωσιν καὶ δυσχερὲς ἀποσχέσθαι μοναρχίας τοῖς διʼ ὑπεροχὴν τὰς τοῦ κρατήσειν ἐλπίδας περιπεποιημένοις·
ἔμφυτον γὰρ εἶναι τὸ πλεονεκτεῖν τοῖς μειζόνων ὀρεγομένοις καὶ τὰς ἐπιθυμίας ἔχειν ἀτερματίστους. τοιγαροῦν Ἀθηναῖοι μὲν διὰ ταύτας τὰς αἰτίας τοὺς πρωτεύοντας τῶν πολιτῶν ἐφυγάδευσαν, τὸν λεγόμενον παρʼ αὐτοῖς ἐξοστρακισμὸν νομοθετήσαντες. καὶ τοῦτʼ ἔπραττον οὐχ ἵνα τῶν προγεγενημένων ἀδικημάτων λάβωσι τιμωρίαν, ἀλλʼ ὅπως τοῖς δυναμένοις παρανομεῖν ἐξουσία μὴ γένηται κατὰ τῆς πατρίδος ἐξαμαρτεῖν.
τῆς γὰρ Σόλωνος φωνῆς ὥσπερ χρησμοῦ τινος ἐμνημόνευον, ἐν οἷς περὶ τῆς Πεισιστράτου τυραννίδος προλέγων ἔθηκε τόδε τὸ ἐλεγεῖον »ἀνδρῶν ἐκ μεγάλων πόλις ὄλλυται, εἰς δὲ τυράννου δῆμος ἀϊδρίῃ δουλοσύνην ἔπεσεν.«
μάλιστα δὲ πάντων ἐπεπόλασεν ἡ πρὸς τὰς μοναρχίας ὁρμὴ περὶ Σικελίαν πρὸ τοῦ Ῥωμαίους κυριεῦσαι ταύτης τῆς νήσου· αἱ γὰρ πόλεις ταῖς δημαγωγίαις ἐξαπατώμεναι μέχρι τούτου τοὺς ἀσθενεῖς ἰσχυροὺς κατεσκεύαζον, ἕως δεσπόται γένωνται τῶν ἐξαπατηθέντων.
ἰδιώτατα δὲ πάντων Ἀγαθοκλῆς ἐτυράννησε τῶν Συρακοσίων, ἀφορμαῖς μὲν ἐλαχίσταις χρησάμενος, ἀτυχήμασι δὲ μεγίστοις περιβαλὼν οὐ τὰς Συρακούσσας μόνον, ἀλλὰ καὶ πᾶσαν Σικελίαν τε καὶ Λιβύην.
διʼ ἀπορίαν γὰρ βίου καὶ πραγμάτων ἀσθένειαν τὴν κεραμευτικὴν τέχνην μεταχειρισάμενος εἰς τοῦτο προῆλθε δυνάμεως ἅμα καὶ μιαιφονίας ὥστε καταδουλώσασθαι μὲν τὴν μεγίστην καὶ καλλίστην τῶν πασῶν νήσων, κατακτήσασθαι δὲ χρόνον τινὰ τῆς τε Λιβύης τὴν πλείστην καὶ μέρη τῆς Ἰταλίας, ὕβρεως δὲ καὶ σφαγῆς ἐμπλῆσαι τὰς κατὰ Σικελίαν πόλεις.
οὐδεὶς γὰρ τῶν πρὸ τούτου τυράννων ἐπετελέσατό τι τοιοῦτον οὔτε τοιαύτην ὠμότητα κατὰ τῶν ὑποτεταγμένων ἔσχε. τοὺς μὲν γὰρ ἰδιώτας ἐκόλαζε πᾶσαν τὴν συγγένειαν ἀποσφάττων, παρὰ δὲ τῶν πόλεων τὰς εὐθύνας ἐλάμβανεν ἡβηδὸν μιαιφονῶν καὶ διʼ ὀλίγους τῶν ἐγκαλουμένων τοὺς πολλοὺς καὶ μηδʼ ὁτιοῦν ἀδικήσαντας ἀναγκάζων τὴν αὐτὴν ἀναδέχεσθαι συμφορὰν πανδημεὶ τῶν πόλεων θάνατον κατεγίνωσκεν.
ἀλλὰ γὰρ τῆς βύβλου ταύτης σὺν τοῖς ἄλλοις περιεχούσης καὶ τὴν τυραννίδα τὴν Ἀγαθοκλέους ἀφιέμενοι τὸ περὶ αὐτῆς προλέγειν τὰ συνεχῆ τοῖς προειρημένοις προσθήσομεν, παραθέντες πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους.
ἐν μὲν οὖν ταῖς προειρημέναις ὀκτωκαίδεκα βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων πράξεις τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης, ἐφʼ ὅσον ἡμῖν δύναμις, ἄχρι πρὸς τὸν ἐνιαυτὸν τὸν πρὸ τῆς Ἀγαθοκλέους τυραννίδος, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται ὀκτακόσια ἑξήκοντα ἕξ· ἐν δὲ ταύτῃ τὴν ἀρχὴν ἀπὸ τῆς δυναστείας ταύτης ποιησάμενοι καταλήξομεν εἰς τὴν ἐφʼ Ἱμέρᾳ μάχην Ἀγαθοκλεῖ πρὸς Καρχηδονίους, περιλαβόντες ἔτη ἑπτά.
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Δημογένους Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Λεύκιον Πλώτιον καὶ Μάνιον Φούλβιον, Ἀγαθοκλῆς δʼ ὁ Συρακόσιος τύραννος ἐγένετο τῆς πόλεως. ἕνεκα δὲ τοῦ σαφεστέρας γενέσθαι τὰς κατὰ μέρος πράξεις βραχέα προαναληψόμεθα περὶ τοῦ προειρημένου δυνάστου.
Καρκῖνος ὁ Ῥηγῖνος φυγὰς γενόμενος ἐκ τῆς πατρίδος κατῴκησεν ἐν Θέρμοις τῆς Σικελίας, τεταγμένης τῆς πόλεως ταύτης ὑπὸ Καρχηδονίους. ἐμπλακεὶς δὲ τῶν ἐγχωρίων τινὶ γυναικὶ καὶ ποιήσας αὐτὴν ἔγκυον συνεχῶς κατὰ τοὺς ὕπνους ἐταράττετο.
διόπερ ἀγωνιῶν ὑπὲρ τῆς παιδοποιίας ἔδωκεν ἐντολὰς Καρχηδονίοις τισὶ θεωροῖς ἀναγομένοις εἰς Δελφοὺς ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ γεννηθησομένου βρέφους. ὧν ἐπιμελῶς τὸ παρακληθὲν πραξάντων ἐξέπεσε χρησμὸς ὅτι μεγάλων ἀτυχημάτων ὁ γεννηθεὶς αἴτιος ἔσται Καρχηδονίοις καὶ πάσῃ Σικελίᾳ.
ἃ δὴ πυθόμενος καὶ φοβηθεὶς ἐξέθηκε τὸ παιδίον δημοσίᾳ καὶ τοὺς τηρήσοντας ἵνα τελευτήσῃ παρακατέστησεν. διελθουσῶν δέ τινων ἡμερῶν τὸ μὲν οὐκ ἀπέθνησκεν, οἱ τεταγμένοι δʼ ἐπὶ τῆς φυλακῆς ὠλιγώρουν.
καθʼ ὃν δὴ χρόνον ἡ μήτηρ νυκτὸς παρελθοῦσα λάθρᾳ τὸ παιδίον ἀνείλετο καὶ πρὸς αὑτὴν μὲν οὐκ ἀπήνεγκε, φοβουμένη τὸν ἄνδρα, πρὸς δὲ τὸν ἀδελφὸν Ἡρακλείδην καταθεμένη προσηγόρευσεν Ἀγαθοκλέα, τὴν ὁμωνυμίαν εἰς τὸν ἑαυτῆς ἀνενέγκασα πατέρα.
παρʼ ᾧ τρεφόμενος ὁ παῖς ἐξέβη τήν τε ὄψιν εὐπρεπὴς καὶ τὸ σῶμα εὔρωστος πολὺ μᾶλλον ἢ κατὰ τὴν ἡλικίαν. ἑπταετοῦς δʼ ὄντος αὐτοῦ παρακληθεὶς ὁ Καρκῖνος ὑφʼ Ἡρακλείδου πρός τινα θυσίαν καὶ θεασάμενος τὸν Ἀγαθοκλέα παίζοντα μετά τινων ἡλικιωτῶν ἐθαύμαζε τό τε κάλλος καὶ τὴν ῥώμην, τῆς τε γυναικὸς εἰπούσης ὅτι τηλικοῦτος ἂν ἦν ὁ ἐκτεθείς, εἴπερ ἐτράφη, μεταμέλεσθαί τε ἔφη τοῖς πραχθεῖσι καὶ συνεχῶς ἐδάκρυεν.
εἶθʼ ἡ μὲν γνοῦσα τὴν ὁρμὴν τἀνδρὸς συμφωνοῦσαν τοῖς πεπραγμένοις ἐξέθηκε πᾶσαν τὴν ἀλήθειαν. ὁ δʼ ἀσμένως προσδεξάμενος τοὺς λόγους τὸν μὲν υἱὸν ἀπέλαβε, τοὺς δὲ Καρχηδονίους φοβούμενος μετῴκησεν εἰς Συρακούσσας πανοίκιος· πένης δʼ ὢν ἐδίδαξε τὸν Ἀγαθοκλέα τὴν κεραμευτικὴν τέχνην ἔτι παῖδα τὴν ἡλικίαν ὄντα.
καθʼ ὃν δὴ χρόνον Τιμολέων μὲν ὁ Κορίνθιος νικήσας τὴν ἐπὶ τῷ Κρημισσῷ μάχην τοὺς Καρχηδονίους μετέδωκε τῆς ἐν Συρακούσσαις πολιτείας πᾶσι τοῖς βουλομένοις. ὁ δὲ Καρκῖνος μετʼ Ἀγαθοκλέους πολιτογραφηθεὶς καὶ μετὰ ταῦτα ὀλίγον βιώσας χρόνον ἐτελεύτησεν.
ἡ δὲ μήτηρ ἀνέθηκεν λιθίνην εἰκόνα τοῦ παιδὸς ἔν τινι τεμένει, πρὸς ἣν μελισσῶν ἑσμὸς προσκαθίσας ἐκηροπλάστησεν ἐπὶ τῶν ἰσχίων. τοῦ δὲ σημείου προσενεχθέντος τοῖς περὶ ταῦτʼ ἀσχολουμένοις ἀπεφήναντο πάντες κατὰ τὴν ἀκμὴν ἥξειν αὐτὸν εἰς μεγάλην ἐπιφάνειαν· ὅπερ καὶ συνετελέσθη.
Δάμας γάρ τις τῶν ἐνδόξων ἀριθμούμενος ἐν Συρακούσσαις ἐρωτικῶς διετέθη πρὸς τὸν Ἀγαθοκλέα καὶ τὸ μὲν πρῶτον δαψιλῶς ἅπαντα χορηγῶν αἴτιος ἐγένετο σύμμετρον αὐτὸν οὐσίαν συλλέξασθαι, μετὰ δὲ ταῦτα αἱρεθεὶς ἐπʼ Ἀκράγαντα στρατηγός, ἐπειδὴ τῶν χιλιάρχων τις ἀπέθανεν, τοῦτον εἰς τὸν ἐκείνου τόπον κατέστησεν.
ὁ δὲ καὶ πρὸ τῆς στρατείας μὲν ἦν πολύσεμνος διὰ τὸ μέγεθος τῶν ὅπλων· ἐπετήδευσε γὰρ ἐν ταῖς ἐξοπλασίαις φορεῖν πανοπλίαν τηλικαύτην τὸ μέγεθος ὥστε μηδένα τῶν ἄλλων δύνασθαι ῥᾳδίως χρῆσθαι τῷ βάρει τῶν ὅπλων· πολὺ δʼ ἔτι μᾶλλον γενόμενος χιλίαρχος περιεποιήσατο δόξαν, φιλοκίνδυνος μὲν ὢν καὶ παράβολος ἐν ταῖς μάχαις, ἰταμὸς δὲ καὶ πρόχειρος ἐν ταῖς δημηγοίαις. τοῦ δὲ Δάμαντος νόσῳ τελευτήσαντος καὶ τὴν οὐσίαν καταλιπόντος τῇ γυναικὶ ταύτην ἔγημε καὶ τῶν πλουσιωτάτων εἷς ἠριθμεῖτο.
μετὰ δὲ ταῦτα Κροτωνιάταις πολιορκουμένοις ὑπὸ Βρεττίων οἱ Συρακόσιοι δύναμιν ἁδρὰν ἔπεμψαν, ἧς ἐστρατήγει μὲν μεθʼ ἑτέρων Ἄντανδρος ὁ Ἀγαθοκλέους ἀδελφός, τῶν δʼ ὅλων εἶχε τὴν ἡγεμονίαν Ἡρακλείδης καὶ Σώστρατος, ἄνδρες ἐν ἐπιβουλαῖς καὶ φόνοις καὶ μεγάλοις ἀσεβήμασι γεγονότες τὸν πλείω τοῦ βίου· περὶ ὧν τὰ κατὰ μέρος ἡ πρὸ ταύτης περιέχει βύβλος.
συνεστρατεύετο δʼ αὐτοῖς καὶ Ἀγαθοκλῆς, ἐγνωσμένος ὑπὸ τοῦ δήμου καὶ τεταγμένος ἐπὶ χιλιαρχικῆς ἡγεμονίας, ὃς τὸ μὲν πρῶτον ἐν ταῖς πρὸς τοὺς βαρβάρους μάχαις γενόμενος κράτιστος ὑπὸ τῶν περὶ Σώστρατον ἀφῃρέθη τὴν τῶν ἀριστείων τιμὴν διὰ τὸν φθόνον.
ἐφʼ οἷς περιαλγὴς γενόμενος αὐτοὺς ὡς διεγνωκότας ἐπιθέσθαι τυραννίδι κατηγόρησεν ἐν τῷ δήμῳ. οὐ προσεχόντων δὲ τῶν Συρακοσίων ταῖς διαβολαῖς οἱ μὲν περὶ Σώστρατον ἐδυνάστευσαν τῆς πατρίδος μετὰ τὴν ἐκ Κρότωνος ἐπάνοδον.
ὁ δʼ Ἀγαθοκλῆς ἀλλοτρίως ἔχων τὰ πρὸς αὐτοὺς τὸ μὲν πρῶτον κατέμενεν ἐν Ἰταλίᾳ μετὰ τῶν κοινοπραγούντων καὶ καταλαμβάνεσθαι τὴν τῶν Κροτωνιατῶν πόλιν ἐπιχειρήσας ἐξέπεσε καὶ μετʼ ὀλίγων εἰς Τάραντα διεσώθη. ταχθεὶς δὲ παρὰ τοῖς Ταραντίνοις ἐν τῇ τῶν μισθοφόρων τάξει καὶ πολλαῖς καὶ παραβόλοις ἐγχειρῶν πράξεσιν εἰς ὑποψίαν ἦλθε καινοτομεῖν.
διόπερ ἀπολυθεὶς καὶ ταύτης τῆς στρατείας συνήθροισε τοὺς κατὰ τὴν Ἰταλίαν φυγάδας καὶ Ῥηγίνοις πολεμουμένοις ὑπὸ τῶν περὶ τὸν Ἡρακλείδην καὶ Σώστρατον ἐβοήθησεν.
ἔπειτα τῆς ἐν Συρακούσσαις δυναστείας καταλυθείσης καὶ τῶν περὶ τὸν Σώστρατον φυγόντων κατῆλθεν εἰς τὴν πατρίδα. συνεκπεσόντων δὲ τοῖς δυνάσταις πολλῶν ἐνδόξων ἀνδρῶν, ὡς ἂν τῆς ὀλιγαρχίας κενοινωνηκότων τῆς τῶν ἑξακοσίων τῶν ἐπιφανεστάτων, ἐνέστη πόλεμος τοῖς φυγάσι πρὸς τοὺς ἀντεχομένους τῆς δημοκρατίας. συμμαχούντων δὲ τῶν Καρχηδονίων τοῖς περὶ τὸν Σώστρατον φυγάσιν ἐγίνοντο κίνδυνοι συνεχεῖς καὶ παρατάξεις ἁδρῶν δυνάμεων, ἐν αἷς Ἀγαθοκλῆς, ποτὲ μὲν ἰδιώτης ὤν, ποτὲ δὲ ἐφʼ ἡγεμονίας τεταγμένος, ὑπελήφθη δραστικὸς εἶναι καὶ φιλότεχνος ἐκ τοῦ πρὸς ἕκαστον τῶν καιρῶν ἐπινοεῖσθαί τι τῶν χρησίμων· ὧν ἓν ἔπραξε καὶ μάλα μνήμης ἄξιον.
στρατοπεδευόντων γάρ ποτε τῶν Συρακοσίων πλησίον τῆς Γέλας αὐτὸς μὲν νυκτὸς παρεισέπεσεν εἰς τὴν πόλιν μετὰ χιλίων στρατιωτῶν, οἱ δὲ περὶ τὸν Σώστρατον ἐπιφανέντες μετὰ μεγάλης καὶ τεταγμένης δυνάμεως ἐτρέψαντο τοὺς παρεισπεπτωκότας καὶ κατέβαλον εἰς τριακοσίους.
τῶν δʼ ἄλλων ἐπιβαλομένων μὲν φεύγειν διά τινος στενοῦ τόπου καὶ τὴν σωτηρίαν ἀπεγνωκότων παραδόξως αὐτοὺς Ἀγαθοκλῆς ἐκ τῶν κινδύνων ἐρρύσατο.
αὐτὸς μὲν γὰρ λαμπρότατα πάντων ἀγωνισάμενος ἑπτὰ τραύμασι περιέπεσε καὶ διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος τὸ σῶμα παρελύετο· τῶν δὲ πολεμίων ἐπικειμένων παρήγγειλε τοῖς σαλπιγκταῖς ἐπʼ ἀμφότερα τὰ μέρη τοῦ τείχους παρελθόντας σημαίνειν τὸ πολεμικόν.
ὧν ταχέως τὸ ῥηθὲν πραξάντων οἱ προσβοηθήσαντες ἐκ τῆς Γέλας τὸ μὲν ἀληθὲς διὰ τὸ σκότος οὐκ ἠδύναντο συνιδεῖν, ὑπολαβόντες δὲ τὴν ἄλλην δύναμιν τῶν Συρακοσίων κατʼ ἀμφότερα τὰ μέρη παρεισπεπτωκέναι τοῦ μὲν ἔτι διώκειν ἀπέστησαν, διελόμενοι δὲ τὰς τάξεις διχῇ ταχέως ἐβοήθουν, συντρέχοντες πρὸς τὸν ἦχον τῶν σαλπιγκτῶν. ἐν τοσούτῳ δὲ τυχόντες ἀνοχῆς οἱ περὶ τὸν Ἀγαθοκλέα μετὰ πάσης ἀσφαλείας διεσώθησαν εἰς τὸν χάρακα. ἐνταῦθα μὲν οὖν τοῦτον τὸν τρόπον καταστρατηγήσας τοὺς πολεμίους οὐ μόνον τοὺς σὺν αὐτῷ παραδόξως ἔσωσεν, ἀλλὰ καὶ τῶν συμμάχων ἑπτακοσίους ἄνδρας.
Book 19, Part 2
μετὰ δὲ ταῦτα ἐν ταῖς Συρακούσσαις αἱρεθέντος Ἀκεστορίδου τοῦ Κορινθίου στρατηγοῦ δόξας ἐπιθέσθαι τυραννίδι διὰ τὴν σύνεσιν ἐξέφυγε τὸν κίνδυνον. ὁ μὲν γὰρ Ἀκεστορίδης εὐλαβηθεὶς τὴν στάσιν καὶ διὰ τοῦτο οὐ βουλόμενος αὐτὸν φανερῶς ἀνελεῖν ἐκέλευεν ἐκ τῆς πόλεως μεταστῆναι καὶ τοὺς νυκτὸς κατὰ τὴν ὁδὸν ἀποκτενοῦντας ἐξαπέστειλεν.
Ἀγαθοκλῆς δὲ καταστοχασάμενος πιθανῶς τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῶν παίδων ἐξελέξατο τὸν ἑαυτῷ μάλιστα ἐοικότα καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὴν ὄψιν· τούτῳ δὲ δοὺς τὴν ἑαυτοῦ πανοπλίαν καὶ τὸν ἵππον, ἔτι δὲ τὴν ἐσθῆτα παρεκρούσατο τοὺς ἐπὶ τὴν ἀναίρεσιν ἀποσταλέντας.
αὐτὸς δὲ ῥάκη περιβαλόμενος ἀνοδίᾳ τὴν ὁδοιπορίαν ἐποιήσατο. ἐκεῖνοι δὲ ἀπὸ τῶν ὅπλων καὶ τῶν ἄλλων συσσήμων ὑπολαβόντες εἶναι τὸν Ἀγαθοκλέα καὶ τἀκριβὲς διὰ τὸ σκότος οὐ συνιδόντες τὸν μὲν φόνον ἐπετέλεσαν, τῆς δὲ προκεχειρισμένης πράξεως διήμαρτον.
μετὰ δὲ ταῦτα τῶν Συρακοσίων καταδεξαμένων τοὺς μετὰ Σωστράτου φυγάδας καὶ πρὸς Καρχηδονίους εἰρήνην συνθεμένων Ἀγαθοκλῆς φυγὰς ὢν ἰδίαν δύναμιν ἐν τῇ μεσογείῳ συνεστήσατο. γενόμενος δὲ φοβερὸς οὐ μόνον τοῖς πολίταις, ἀλλὰ καὶ τοῖς Καρχηδονίοις ἐπείσθη κατελθεῖν εἰς τὴν πατρίδα καὶ παραχθεὶς εἰς τὸ τῆς Δήμητρος ἱερὸν ὑπὸ τῶν πολιτῶν ὤμοσε μηδὲν ἐναντιωθήσεσθαι τῇ δημοκρατίᾳ.
προσποιηθεὶς δὲ τῆς δημοκρατίας προΐστασθαι καὶ δημαγωγήσας ποικίλως τὰ πλήθη στρατηγὸς κατεστάθη καὶ φύλαξ τῆς εἰρήνης, μέχρι ἂν γνησίως ὁμονοήσωσιν οἱ συνεληλυθότες εἰς τὴν πόλιν.
εἰς πολλὰ γὰρ μέρη συνέβαινε διαιρεῖσθαι τὰς ἑταιρίας τῶν συνιόντων καὶ πρὸς ἀλλήλους ἑκάστοις εἶναι μεγάλας διαφοράς, μέγιστον δʼ ἦν ἀντίταγμα τοῖς περὶ τὸν Ἀγαθοκλέα τὸ τῶν ἑξακοσίων συνέδριον, κατὰ τὴν ὀλιγαρχίαν ὑφηγημένον τῆς πόλεως· οἱ προέχοντες γὰρ τῶν Συρακοσίων ταῖς δόξαις καὶ ταῖς οὐσίαις ἐν τούτοις ὑπῆρχον καταλελεγμένοι.
ὁ δʼ οὖν Ἀγαθοκλῆς ἐπιθυμητὴς ὢν δυναστείας πολλὰς ἀφορμὰς ἔσχεν εἰς τὸ συντελέσαι τὸ βουλευθέν. οὐ μόνον γὰρ στρατηγὸς ὢν κύριος τῆς δυνάμεως ἦν, ἀλλὰ καὶ προσαγγελθέντος ὅτι τινὲς τῶν ἀποστατῶν ἐν τῇ μεσογείῳ πρὸς Ἐρβίτῃ συνάγουσι δύναμιν, ἐξουσίαν ἔλαβεν ἀνυπόπτως καταγράφειν οὓς προαιροῖτο στρατιώτας.
διὸ καὶ προσποιηθεὶς στρατεύειν ἐπὶ τὴν Ἐρβίταν κατέλεξεν εἰς τάξεις τούς τʼ ἐκ Μοργαντίνης καὶ τῶν ἄλλων τῶν ἐν τῇ μεσογείῳ πόλεων τοὺς αὐτῷ πρότερον συμπορευθέντας πρὸς Καρχηδονίους.
οὗτοι γὰρ πάντες πρὸς Ἀγαθοκλέα μὲν εὐνούστατα διέκειντο, πολλὰ προευεργετημένοι κατὰ τὰς στρατείας, πρὸς δὲ τοὺς ἐν Συρακούσσαις ὀλιγαρχίας κεκοινωνηκότας ἑξακοσίους ἀεὶ πολεμικῶς εἶχον καὶ καθόλου τὸν δῆμον ἐμίσουν, ἀναγκαζόμενοι ποιεῖν τὸ προσταττόμενον. τούτων δʼ ὄντων μὲν τὸν ἀριθμὸν εἰς τρισχιλίους, ταῖς δʼ ὁρμαῖς καὶ ταῖς προαιρέσεσιν εὐθετωτάτων πρὸς τὴν κατάλυσιν τῆς δημοκρατίας προσεπελέξατο καὶ τῶν πολιτῶν τοὺς διὰ πενίαν καὶ φθόνον ἐναντιουμένους ταῖς τῶν ἰσχυόντων ἐπιφανείαις.
ὡς δʼ αὐτῷ πάντʼ ἦν εὐτρεπῆ, τοῖς μὲν στρατιώταις παρήγγειλεν ἀπαντᾶν ἅμʼ ἡμέρᾳ εἰς τὸ Τιμολεόντιον, αὐτὸς δὲ μεταπεμπόμενος τοὺς περὶ Πείσαρχον καὶ Διοκλέα, τοὺς δοκοῦντας προεστάναι τῆς τῶν ἑξακοσίων ἑταιρίας, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, ἐπειδὴ παρεγένοντο παραλαβόντες τῶν φίλων εἰς τεσσαράκοντα, προσποιηθεὶς ἑαυτὸν ἐπιβουλεύεσθαι συνελάμβανεν ἅπαντας καὶ κατηγόρησε μὲν αὐτῶν ἐν τοῖς στρατιώταις, φήσας ὑπὸ τῶν ἑξακοσίων ἁρπάζεσθαι διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ κατωδύρετο τὴν περὶ αὐτὸν τύχην.
παροξυνομένου δὲ τοῦ πλήθους καὶ βοῶντος μηκέτι μέλλειν, ἀλλʼ ἐκ χειρὸς ἐπιθεῖναι τοῖς ἀδικήσασι τὴν δίκην, τοῖς μὲν σαλπιγκταῖς παρήγγειλε σημαίνειν τὸ πολεμικόν, τοῖς δὲ στρατιώταις ἀναιρεῖν τοὺς αἰτίους καὶ διαρπάζειν τὰς κτήσεις τῶν ἑξακοσίων καὶ τῶν τούτοις κοινοπραγούντων.
ὁρμησάντων δὲ πάντων ἐπὶ τὴν ἁρπαγὴν ἡ πόλις ἐπληρώθη ταραχῆς καὶ μεγάλων ἀτυχημάτων· οἱ μὲν γὰρ χαριέστατοι τῶν πολιτῶν, ἀγνοοῦντες τὸν καθʼ αὑτῶν κεκυρωμένον ὄλεθρον, ἐξεπήδων ἐκ τῶν οἰκιῶν εἰς τὰς ὁδούς, μαθεῖν σπεύδοντες τὸν θόρυβον, οἱ δὲ στρατιῶται τὰ μὲν διὰ τὴν πλεονεξίαν, τὰ δὲ διὰ τὸν θυμὸν ἠγριωμένοι τὰς ψυχὰς ἀνῄρουν τοὺς διὰ τὴν ἄγνοιαν γυμνὰ τὰ σώματα τῶν ἀμυνομένων ὅπλων παρεχομένους.
διαληφθέντων δὲ τῶν στενωπῶν κατὰ μέρος ὑπὸ τῶν στρατιωτῶν οἱ μὲν κατὰ τὰς ὁδούς, οἱ δʼ ἐν ταῖς οἰκίαις ἐφονεύοντο. πολλοὶ δὲ καὶ τῶν μηδʼ ὁτιοῦν διαβεβλημένων ἀνῃροῦντο, δεόμενοι μαθεῖν τὴν αἰτίαν τῆς ἀπωλείας. καθωπλισμένον γὰρ πλῆθος ἐξουσίαν προσλαβὸν οὐ διέκρινε φίλον ἢ πολέμιον, ἀλλὰ παρʼ οὗ πλέον ὠφεληθήσεσθαι διειλήφει, τοῦτον ἐχθρὸν ἡγεῖτο.
διὸ καὶ παρῆν ὁρᾶν πᾶσαν τὴν πόλιν πεπληρωμένην ὕβρεως καὶ φόνων καὶ παντοίων ἀνομημάτων. οἱ μὲν γὰρ διὰ τὰς προϋπαρχούσας ἔχθρας οὐδεμιᾶς ἐπηρείας ἀπείχοντο κατὰ τῶν μισουμένων, ἔχοντες ἐξουσίαν διατιθέναι πᾶν τὸ κεχαρισμένον τῷ θυμῷ· οἱ δὲ ταῖς τῶν εὐπόρων σφαγαῖς οἰόμενοι τὰς ἰδίας ἀπορίας ἐπανορθώσασθαι πᾶν ἐμηχανῶντο πρὸς τὸν κατʼ αὐτῶν ὄλεθρον.
οἱ μὲν γὰρ τὰς αὐλίους θύρας ἐξέκοπτον, οἱ δὲ διὰ κλιμάκων ἐπὶ τὰς ὀροφὰς προσανέβαινον, ἄλλοι δὲ διηγωνίζοντο πρὸς τοὺς ἀπὸ τῶν στεγῶν ἀμυνομένους. οὐ μὴν οὐδὲ τοῖς εἰς τὰ τεμένη καταφυγοῦσιν ἡ τῶν θεῶν ἱκετεία παρείχετο τὴν ἀσφάλειαν, ἀλλʼ ἡ πρὸς θεοὺς εὐσέβεια ἐνικᾶτο πρὸς ἀνθρώπων.
καὶ ταῦτʼ ἐτόλμων ἐν εἰρήνῃ καὶ πατρίδι παρανομεῖν Ἕλληνες καθʼ Ἑλλήνων, οἰκεῖοι κατὰ συγγενῶν, οὐ φύσιν, οὐ σπονδάς, οὐ θεοὺς ἐντρεπόμενοι, ἐφʼ οἷς οὐχ ὅτι φίλος, ἀλλὰ καὶ παντελῶς ἐχθρός, μέτριός γε τὴν ψυχήν, οὐκ ἔστιν ὅστις
οὐκ ἂν τὴν τῶν πασχόντων τύχην ἐλεήσειεν. πᾶσαι μὲν γὰρ αἱ πύλαι τῆς πόλεως ἐκλείσθησαν, πλείους δὲ τῶν τετρακισχιλίων ἀνῃρέθησαν αὐθημερόν, τοῦτο μόνον ἐγκληθέντες ὅτι χαριέστεροι τῶν ἄλλων ἦσαν. τῶν δὲ φυγόντων οἱ μὲν ἐπὶ τὰς πύλας ὁρμήσαντες συνελήφθησαν, οἱ δὲ κατὰ τῶν τειχῶν ῥίπτοντες αὑτοὺς εἰς τὰς ἀστυγείτονας πόλεις διεσώθησαν, τινὲς δὲ διὰ τὸν φόβον ἀπρονοήτως ἁλλόμενοι κατεκρημνίσθησαν.
τὸ δὲ πλῆθος ἦν τῶν ἐκπεσόντων ἐκ τῆς πατρίδος ὑπὲρ τοὺς ἑξακισχιλίους, ὧν οἱ πλεῖστοι κατέφυγον πρὸς τοὺς Ἀκραγαντίνους κἀκεῖ τῆς καθηκούσης ἐπιμελείας ἠξιώθησαν.
οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα διημερεύσαντες ἐν τοῖς τῶν πολιτῶν φόνοις οὐδὲ τῆς εἰς γυναῖκας ὕβρεως καὶ παρανομίας ἀπέσχοντο, ἀλλὰ παρὰ τῶν ἐκπεφευγότων τὸν θάνατον ἱκανὴν ὑπελάμβανον λήψεσθαι τιμωρίαν τὴν εἰς τοὺς συγγενεῖς ἐπήρειαν· δεινότερα γὰρ θανάτου τοὺς μὲν ἄνδρας καὶ πατέρας εἰκὸς ἦν πείσεσθαι γυναικῶν ὕβρεις καὶ παρθένων αἰσχύνας ἀναλογιζομένους.
ἀφʼ ὧν ἡμῖν περιαιρετέον ἐστὶ τὴν ἐπίθετον καὶ συνήθη τοῖς συγγραφεῦσι τραγῳδίαν, μάλιστα μὲν διὰ τὸν τῶν παθόντων ἔλεον, ἔπειτα καὶ διὰ τὸ μηθένα τῶν ἀναγινωσκόντων ἐπιζητεῖν ἀκοῦσαι τὰ κατὰ μέρος, ἐν ἑτοίμῳ τῆς γνώσεως οὔσης.
οἱ γὰρ μεθʼ ἡμέραν ἐν ταῖς ὁδοῖς καὶ κατὰ τὴν ἀγορὰν σφάττειν τολμῶντες τοὺς μηδὲν ἀδικοῦντας οὐ προσδέονται τοῦ δηλώσοντος τί νύκτωρ ἔπραττον καθʼ αὑτοὺς ἐν ταῖς οἰκίαις καὶ πῶς προσεφέροντο παρθένοις ὀρφαναῖς καὶ γυναιξὶν ἐρήμοις μὲν οὔσαις τῶν βοηθησόντων, πεπτωκυίαις δʼ ὑπʼ ἐξουσίαν αὐτοκράτορα τῶν ἐχθίστων.
ὁ δʼ Ἀγαθοκλῆς δυεῖν ἡμερῶν διελθουσῶν ἐπειδή ποτʼ ἐπληρώθη τοῦ κατὰ τῶν πολιτῶν φόνου, τοὺς ζωγρηθέντας ἀθροίσας Δεινοκράτην μὲν ἀφῆκε διὰ τὴν προγεγενημένην φιλίαν, τῶν ἄλλων δὲ τοὺς μὲν ἀλλοτριώτατα διακειμένους ἀνεῖλε, τοὺς δὲ λοιποὺς ἐφυγάδευσε.
μετὰ δὲ ταῦτα συναγαγὼν ἐκκλησίαν κατηγόρησε μὲν τῶν ἑξακοσίων καὶ τῆς ὑπʼ αὐτῶν προγεγενημένης ὀλιγαρχίας, καθαρὰν δὲ φήσας τὴν πόλιν πεποιηκέναι τῶν δυναστεύειν ἐπιχειρούντων ἀπεφαίνετο τῷ δήμῳ τὴν αὐτονομίαν εἰλικρινῆ παραδιδόναι καὶ βούλεσθαί ποτε τῶν πόνων ἀπολυθεὶς ἰδιωτεύειν ἴσος ὢν πᾶσι.
καὶ ταῦτα λέγων τὸ μὲν χλαμύδιον αὑτοῦ περιέσπασε, τὸ δʼ ἱμάτιον μεταλαβὼν ἀπῄει, τῶν πολλῶν ἑαυτὸν ἀποδείξας ἕνα. ταῦτα δʼ ἔπραττε τὸν δημοτικὸν ὑποκρινόμενος καὶ σαφῶς εἰδὼς τοὺς πλείους τῶν ἐκκλησιαζόντων μετεσχηκότας τῶν ἀσεβημάτων καὶ διὰ τοῦτο μηδέποτʼ ἂν βουληθέντας ἄλλῳ τὴν στρατηγίαν ἐγχειρίσαι.
εὐθὺ γοῦν οἱ διαπεφορηκότες τὰ τῶν ἠτυχηκότων ἐβόων μὴ καταλιπεῖν ἑαυτούς, ἀλλὰ προσδέξασθαι τὴν τῶν ὅλων ἐπιμέλειαν. ὁ δὲ τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, εἶτα τοῦ πλήθους βιαιότερον ἐγκειμένου προσδέξασθαι μὲν ἔφησε τὴν στρατηγίαν, μὴ μέντοι γε μετʼ ἄλλων ἄρξειν·
οὐ γὰρ ὑπομενεῖν, ὧν ἂν ἕτεροι παρανομήσωσι, τούτων αὐτὸν συνάρχοντα λόγον ἀποδιδόναι κατὰ τοὺς νόμους. συγχωρήσαντος δὲ τοῦ πλήθους μοναρχεῖν οὗτος μὲν ἐχειροτονήθη στρατηγὸς αὐτοκράτωρ καὶ τὸ λοιπὸν φανερῶς ἐδυνάστευε καὶ τῆς πόλεως ἐπιμέλειαν ἐποιεῖτο,
τῶν δʼ ἀκεραίων Συρακοσίων οἱ μὲν διὰ τὸν φόβον ἠναγκάζοντο καρτερεῖν, οἱ δʼ ὑπὸ τοῦ πλήθους κατισχυόμενοι τὴν ἔχθραν εἰς κενὸν οὐκ ἐτόλμων ἐνδείκνυσθαι. πολλοὶ δὲ καὶ τῶν ἀπόρων καὶ κατάχρεων ἄσμενοι τὴν μεταβολὴν προσεδέξαντο· ἐπηγγέλλετο γὰρ Ἀγαθοκλῆς κατὰ τὴν ἐκκλησίαν καὶ χρεῶν ἀποκοπὰς ποιήσεσθαι καὶ τοῖς πένησι χώραν δωρήσεσθαι.
ἀπὸ δὲ τούτων γενόμενος τοῦ μὲν ἔτι φονεύειν ἢ κολάζειν τινὰς ἀπέστη, μεταβαλόμενος δʼ εἰς τοὐναντίον εὐγνωμόνως τοῖς πλήθεσι προσεφέρετο καὶ πολλοὺς μὲν εὐεργετῶν, οὐκ ὀλίγους δʼ ἐπαγγελίαις μετεωρίζων, πάντας δὲ λόγοις φιλανθρώποις δημαγωγῶν οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.
ἔχων δὲ τηλικαύτην δυναστείαν οὔτε διάδημα ἀνέλαβεν οὔτε δορυφόρους εἶχεν οὔτε δυσεντευξίαν ἐζήλωσεν, ἅπερ εἰώθασι ποιεῖν σχεδὸν ἅπαντες οἱ τύραννοι. ἐπεμελήθη δὲ καὶ τῶν προσόδων καὶ τῆς τῶν ὅπλων καὶ βελῶν παρασκευῆς, ἔτι δὲ πρὸς ταῖς ὑπαρχούσαις μακραῖς ναυσὶν ἑτέρας ἐναυπηγήσατο. προσελάβετο δὲ καὶ τῶν ἐν τῇ μεσογείῳ χωρίων καὶ πόλεων τὰς πλείστας. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν ἔννατον ἔτος ἤδη διεπολέμουν πρὸς Σαυνίτας καὶ κατὰ μὲν τοὺς ἔμπροσθεν χρόνους μεγάλαις δυνάμεσιν ἦσαν διηγωνισμένοι, τότε δὲ εἰς τὴν πολεμίαν εἰσβολὰς ποιούμενοι μέγα μὲν οὐδὲν οὐδὲ μνήμης ἄξιον διεπράξαντο, διετέλουν δὲ τοῖς τε φρουρίοις προσβολὰς ποιούμενοι καὶ τὴν χώραν λεηλατοῦντες.
ἐπόρθησαν δὲ καὶ τῆς Ἀπουλίας τὴν Δαυνίαν πᾶσαν καὶ προσαγαγόμενοι Κανυσίους ὁμήρους παρʼ αὐτῶν ἔλαβον. προσέθηκαν δὲ καὶ δύο φυλὰς ταῖς προυπαρχούσαις, τήν τε Φαλέρναν καὶ τὴν Ὠφεντῖναν.
ἅμα δὲ τούτοις πραττομένοις Κροτωνιᾶται πρὸς μὲν Βρεττίους διελύσαντο, πρὸς δὲ τοὺς ἐκπεπτωκότας τῶν πολιτῶν ὑπὸ τῆς δημοκρατίας διὰ τὴν πρὸς Ἡρακλείδην καὶ Σωσίστρατον κοινωνίαν, περὶ ἧς ἐν τῇ προτέρᾳ βύβλῳ τὰ κατὰ μέρος διήλθομεν, δεύτερον ἔτος ἤδη πολεμοῦντες Πάρωνα καὶ Μενέδημον, ἄνδρας ἐπιφανεῖς, στρατηγοὺς ἐχειροτόνησαν.
οἱ δὲ φυγάδες ἐκ Θουρίων ὁρμήσαντες καὶ προσλαβόντες μισθοφόρους τριακοσίους ἐπεχείρησαν μὲν νυκτὸς παρεισπίπτειν εἰς τὴν πατρίδα, ἀποκρουσθέντες δʼ ὑπὸ τῶν Κροτωνιατῶν κατεστρατοπέδευσαν ἐπὶ τῶν μεθορίων τῆς Βρεττίων χώρας, μετʼ ὀλίγον δὲ τῆς πολιτικῆς δυνάμεως ἐπελθούσης πολλαπλασίου πάντες μαχόμενοι κατεσφάγησαν. ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ Σικελίαν καὶ τὴν Ἰταλίαν διεληλύθαμεν, διαβιβάσομεν τὸν λόγον ἐπὶ τὰ λοιπὰ μέρη τῆς Εὐρώπης.
κατὰ γὰρ τὴν Μακεδονίαν Εὐρυδίκη τῆς βασιλείας προεστηκυῖα καὶ πυνθανομένη τὴν Ὀλυμπιάδα παρασκευάζεσθαι πρὸς τὴν κάθοδον πρὸς μὲν Κάσανδρον εἰς Πελοπόννησον ἀπέστειλε βιβλιαφόρον, ἀξιοῦσα βοηθεῖν τὴν ταχίστην, τῶν δὲ Μακεδόνων τοὺς πρακτικωτάτους ἀνακαλουμένη δωρεαῖς καὶ μεγάλαις ἐπαγγελίαις ἰδίους ταῖς εὐνοίαις κατεσκεύαζε.
Πολυπέρχων δὲ δύναμιν ἤθροισε προσλαβόμενος Αἰακίδην τὸν Ἠπειρώτην καὶ κατήγαγεν Ὀλυμπιάδα μετὰ τοῦ Ἀλεξάνδρου παιδὸς ἐπὶ τὴν βασιλείαν. ἀκούων οὖν Εὐρυδίκην ἐν Εὐίοις τῆς Μακεδονίας οὖσαν μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπʼ αὐτήν, σπεύδων μιᾷ μάχῃ κρῖναι τὰ πράγματα. ἀντιταχθέντων δὲ ἀλλήλοις τῶν στρατοπέδων οἱ Μακεδόνες ἐντραπέντες τὸ τῆς Ὀλυμπιάδος ἀξίωμα καὶ τῶν εὐεργεσιῶν ἀναμιμνησκόμενοι τῶν Ἀλεξάνδρου μετεβάλοντο.
Φίλιππος μὲν οὖν ὁ βασιλεὺς εὐθὺς ἥλω μετὰ τῆς θεραπείας, ἡ δʼ Εὐρυδίκη μετὰ Πολυκλέους, ἑνὸς τῶν συμβούλων, εἰς Ἀμφίπολιν ἀποχωροῦσα συνελήφθη.
τοῦτον δὲ τὸν τρόπον Ὀλυμπιὰς τῶν βασιλικῶν σωμάτων κυριεύσασα καὶ χωρὶς κινδύνων τὴν βασιλείαν παραλαβοῦσα τὴν εὐτυχίαν οὐκ ἤνεγκεν ἀνθρωπίνως, ἀλλὰ τήν τʼ Εὐρυδίκην καὶ τὸν ἄνδρα Φίλιππον τὸ μὲν πρῶτον εἰς φυλακὴν καταθεμένη κακουχεῖν ἐπεχείρησε· περιοικοδομήσασα γὰρ αὐτῶν ἐν βραχεῖ τόπῳ τὰ σώματα διὰ μιᾶς στενῆς ὑποδοχῆς ἐχορήγει τὰ ἀναγκαῖα·
ἐπὶ πολλὰς δʼ ἡμέρας παρανομήσασα τοὺς ἠτυχηκότας, ἐπειδὴ παρὰ τοῖς Μακεδόσιν ἠδόξει διὰ τὸν πρὸς τοὺς πάσχοντας ἔλεον, τὸν μὲν Φίλιππον προσέταξε Θρᾳξί τισιν ἐκκεντῆσαι, βασιλέα γεγενημένον ἓξ ἔτη καὶ μῆνας τέσσαρας, τὴν δʼ Εὐρυδίκην παρρησιαζομένην καὶ βοῶσαν αὐτῇ μᾶλλον προσήκειν ἤπερ Ὀλυμπιάδι τὴν βασιλείαν ἔκρινε μείζονος ἀξιῶσαι τιμωρίας.
εἰσέπεμψεν οὖν αὐτῇ ξίφος καὶ βρόχον καὶ κώνειον καὶ συνέταξε τούτων ᾧ βούλοιτο καταχρήσασθαι πρὸς τὸν θάνατον, οὔτε τὸ προγεγενημένον ἀξίωμα τῆς παρανομουμένης ἐντραπεῖσα τὸ παράπαν οὔτε τῆς κοινῆς τύχης εἰς οἶκτον ἐλθοῦσα.
τοιγαροῦν τῆς ὁμοίας μεταβολῆς τυχοῦσα τῆς ὠμότητος ἀξίαν ἔσχε τὴν τοῦ βίου καταστροφήν. Εὐρυδίκη μὲν γὰρ κατευξαμένη παρόντος τοῦ κομίσαντος τῶν ὁμοίων δωρεῶν Ὀλυμπιάδα τυχεῖν τὸν μὲν ἄνδρα περιέστειλεν, ἐπιμεληθεῖσα τῶν τραυμάτων ὥς ποθʼ ὁ καιρὸς συνεχώρει, ἑαυτὴν δʼ ἀνακρεμάσασα τῇ ζώνῃ κατέστρεψε τὸν βίον, οὔτε δακρύσασα τὴν αὑτῆς τύχην οὔτε τῷ μεγέθει τῶν συμπτωμάτων ταπεινωθεῖσα.
Ὀλυμπιὰς δὲ τούτων διαφθαρέντων ἀνεῖλε μὲν τὸν Νικάνορα τὸν ἀδελφὸν τοῦ Κασάνδρου, κατέστρεψε δὲ τὸν Ἰόλλου τάφον, μετερχομένη, καθάπερ ἔφησε, τὸν Ἀλεξάνδρου θάνατον, ἐπέλεξε δὲ καὶ τῶν Κασάνδρου φίλων τοὺς ἐπιφανεστάτους ἑκατὸν Μακεδόνας, οὓς ἅπαντας ἀπέσφαξεν.
ἐν τοιούτοις δὲ παρανομήμασι πληροῦσα τὸν ἑαυτῆς θυμὸν ταχὺ πολλοὺς τῶν Μακεδόνων ἐποίησε μισῆσαι τὴν ὠμότητα· πάντες γὰρ ἀνεμιμνήσκοντο τῶν Ἀντιπάτρου λόγων, ὃς καθάπερ χρησμῳδῶν ἐπὶ τῆς τελευτῆς παρεκελεύσατο μηδέποτε συγχωρῆσαι γυναικὶ τῆς βασιλείας προστατῆσαι. τὰ μὲν οὖν κατὰ Μακεδονίαν τοῦτον τὸν τρόπον διοικηθέντα πρόδηλον εἶχε τὴν ἐσομένην μεταβολήν.
κατὰ δὲ τὴν Ἀσίαν Εὐμενὴς μὲν ἔχων τοὺς ἀργυράσπιδας Μακεδόνας καὶ τὸν ἀφηγούμενον αὐτῶν Ἀντιγένην παρεχείμασε μὲν τῆς Βαβυλωνίας ἐν ταῖς ὀνομαζομέναις Καρῶν κώμαις, πρὸς δὲ Σέλευκον καὶ Πίθωνα πρέσβεις ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τοῖς βασιλεῦσι καὶ μετʼ αὐτοῦ συναγωνίσασθαι πρὸς Ἀντίγονον.
τούτων δʼ ὁ μὲν Πίθων τῆς Μηδίας, ὁ δʼ ἕτερος τῆς Βαβυλωνίας σατράπης ἀπεδέδεικτο, καθʼ ὃν καιρὸν ἡ δευτέρα διαίρεσις ἐγενήθη τῶν σατραπειῶν ἐν Τριπαραδείσῳ. οἱ δὲ περὶ Σέλευκον τοῖς μὲν βασιλεῦσιν ἔφασαν βούλεσθαι παρέχεσθαι χρείας, Εὐμενεῖ μέντοι γε μηδέποθʼ ὑπομενεῖν ποιοῦντας τὸ προσταττόμενον, οὗ Μακεδόνες συνελθόντες κατέγνωσαν θάνατον. πολλὰ δὲ πρὸς ταύτην τὴν προαίρεσιν διαλεχθέντες συνεξέπεμψαν παρʼ αὑτῶν πρεσβευτὴν πρὸς Ἀντιγένην καὶ τοὺς ἀργυράσπιδας, ἀξιοῦντες ἀφιστάναι τῆς ἡγεμονίας Εὐμενῆ.
τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις Εὐμενὴς ἐπαινέσας αὐτῶν τὴν προθυμίαν ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν κατεστρατοπέδευσε, τῆς Βαβυλῶνος ἀπέχων σταδίους τριακοσίους. καὶ πρόθεσιν μὲν εἶχεν εἰς Σοῦσα ποιεῖσθαι τὴν πορείαν, διανοούμενος τὰς ἐκ τῶν ἄνω σατραπειῶν δυνάμεις μεταπέμπεσθαι καὶ τοῖς βασιλικοῖς θησαυροῖς χρήσασθαι πρὸς τὰς κατεπειγούσας χρείας.
ἠναγκάζετο δὲ τὸν ποταμὸν διαβαίνειν διὰ τὸ τὴν μὲν κατόπιν χώραν προνενομεῦσθαι, τὴν δὲ πέραν ἀκέραιον εἶναι καὶ δαψιλεῖς δύνασθαι παρέχεσθαι τροφὰς τῷ στρατοπέδῳ.
συναγαγόντος οὖν αὐτοῦ πλοῖα πανταχόθεν πρὸς τὴν διάβασιν οἱ περὶ Σέλευκον καὶ Πίθωνα κατέπλευσαν δυσὶ μὲν τριήρεσι, κοντωτοῖς δὲ πλείοσιν· ἔτι γὰρ τὰ σκάφη ταῦτα περιῆν ἐκ τῶν ὑπʼ Ἀλεξάνδρου ναυπηγηθέντων περὶ Βαβυλῶνα.
ταῦτα δὲ προσαγαγόντες πρὸς τὴν ἔκβασιν πάλιν ἐπεχείρουν τοὺς Μακεδόνας πείθειν ἀποστῆσαι τὸν Εὐμενῆ τῆς στρατηγίας καὶ μὴ προάγειν καθʼ αὑτῶν ἄνδρα ξένον καὶ πλείστους Μακεδόνας ἀνῃρηκότα.
οὐδενὶ δὲ τρόπῳ τῶν περὶ τὸν Ἀντιγένη πειθομένων οἱ περὶ Σέλευκον προσπλεύσαντες πρός τινα διώρυγα παλαιὰν ἀνέρρηξαν τὴν ἀρχὴν αὐτῆς, ὑπὸ τοῦ χρόνου συγκεχωσμένην. περικλυσθείσης δὲ τῆς τῶν Μακεδόνων στρατοπεδείας καὶ πάντῃ τοῦ συνεχοῦς τόπου λιμνάσαντος ἐκινδύνευσεν ἅπαν ἀπολέσθαι τὸ στρατόπεδον ὑπὸ τῆς πλήμης.
ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἔμειναν ἐφʼ ἡσυχίας, ἀπορούμενοι πῶς χρηστέον τοῖς πράγμασι· τῇ δʼ ὑστεραίᾳ παραστησάμενοι τὰ κοντωτὰ πλοῖα, περὶ τριακόσια τὸν ἀριθμὸν ὄντα, διεβίβασαν τὸ κράτιστον τῆς δυνάμεως οὐδενὸς παρενοχλοῦντος κατὰ τὴν ἔκβασιν· οἱ γὰρ περὶ Σέλευκον ἱππεῖς μόνον εἶχον καὶ τούτους πολὺ τοῖς ἀριθμοῖς λειπομένους τῶν ἐναντίων.
νυκτὸς δὲ ἤδη καταλαμβανούσης Εὐμενὴς μὲν ἀγωνιῶν ὑπὲρ τῆς ἀποσκευῆς πάλιν εἰς τοὐπίσω διεβίβασε τοὺς Μακεδόνας, εἰσηγησαμένου δέ τινος τῶν ἐγχωρίων ἐπεβάλετό τινα τόπον ἀνακαθαίρειν, διʼ οὑ ῥᾴδιον ἦν ἀποστρέψαι τὴν διώρυγα καὶ βάσιμον κατασκευάσαι τὴν πλησίον χώραν.
ἃ δὴ συνιδόντες οἱ περὶ Σέλευκον καὶ βουλόμενοι τὴν ταχίστην αὐτοὺς ἐκ τῆς ἰδίας σατραπείας ἀπαλλάξαι πρέσβεις ἀπέστειλαν ὑπὲρ ἀνοχῶν, συγχωρήσαντες τὴν διάβασιν. εὐθὺ δὲ καὶ βυβλιαφόρους ἀπέστειλαν πρὸς Ἀντίγονον εἰς Μεσοποταμίαν, ἀξιοῦντες ἥκειν τὴν ταχίστην μετὰ τῆς δυνάμεως, πρὶν ἢ καταβῆναι τοὺς σατράπας μετὰ τῶν δυνάμεων.
Εὐμενὴς δὲ διαβὰς τὸν Τίγριν καὶ παραγενόμενος εἰς τὴν Σουσιανὴν εἰς τρία μέρη διεῖλε τὴν δύναμιν διὰ τὴν τοῦ σίτου σπάνιν. ἐπιπορευόμενος δὲ τὴν χώραν κατὰ μέρος σίτου μὲν παντελῶς ἐσπάνιζεν, ὄρυζαν δὲ καὶ σήσαμον καὶ φοίνικα διέδωκε τοῖς στρατιώταις, δαψιλῶς ἐχούσης τῆς χώρας τοὺς τοιούτους καρπούς.
πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθʼ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους διʼ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.
Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν.
οὗ γενομένου συνέδραμον οἱ λοιποὶ σατράπαι πάντες, φοβηθέντες μὴ τὸ παραπλήσιον πάθωσιν, ὄντος τοῦ Πίθωνος κινητικοῦ καὶ μεγάλα ταῖς ἐπιβολαῖς περιβαλομένου. περιγενόμενοι δʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς τῶν συναγωνισαμένων ἀνελόντες ἐξήλασαν ἐκ τῆς Παρθυαίας.
κἀκεῖνος τὸ μὲν πρῶτον ἀνεχώρησεν εἰς Μηδίαν, μετʼ ὀλίγον δʼ εἰς τὴν Βαβυλῶνα παραγενόμενος παρεκάλει τὸν Σέλευκον βοηθεῖν αὐτῷ καὶ κοινωνεῖν τῶν αὐτῶν ἐλπίδων.
διὰ δὴ ταύτας τὰς αἰτίας τῶν ἄνω σατραπῶν συνηθροικότων εἰς τὸ αὐτὸ τὰ στρατόπεδα παρῆσαν οἱ παρʼ Εὐμενοῦς βυβλιαφόροι πρὸς ἑτοίμας τὰς δυνάμεις. ἦν δὲ τῶν ἡγεμόνων ἐπιφανέστατος μὲν καὶ κοινῷ δόγματι πάντων τὴν στρατηγίαν παραλαβὼν Πευκέστης, γεγενημένος Ἀλεξάνδρου σωματοφύλαξ καὶ προηγμένος ὑπὸ τοῦ βασιλέως δι’ ἀνδρείαν.
σατραπείαν δʼ εἶχεν ἔτη πλείονα τῆς Περσίδος καὶ μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς ἐγχωρίοις. διʼ ἃς αἰτίας φασὶ καὶ τὸν Ἀλέξανδρον αὐτῷ μόνῳ Μακεδόνων συγχωρῆσαι Περσικὴν φορεῖν στολήν, χαρίζεσθαι βουλόμενον τοῖς Πέρσαις καὶ διὰ τούτου νομίζοντα κατὰ πάνθʼ ἕξειν τὸ ἔθνος ὑπήκοον. εἶχε δὲ τότε Πέρσας τοξότας μὲν καὶ σφενδονήτας μυρίους, τοὺς δὲ εἰς τὴν Μακεδονικὴν τάξιν καθωπλισμένους παντοδαποὺς τρισχιλίους, ἱππεῖς δʼ Ἕλληνας μὲν καὶ Θρᾷκας ἑξακοσίους, Πέρσας δὲ πλείους τῶν τετρακοσίων.
πολέμων δʼ ὁ Μακεδών, Καρμανίας σατράπης ἀποδεδειγμένος, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δʼ ἑπτακοσίους. καὶ Σιβύρτιος μὲν τῆς Ἀραχωσίας ἡγούμενος παρείχετο πεζοὺς μὲν χιλίους, ἱππεῖς δὲ δέκα πρὸς τοῖς ἑξακοσίοις, Ἀνδρόβαζος δʼ ἐκ Παροπανισαδῶν, τοῦ Ὀξυάρτου κυριεύοντος τῆς σατραπείας, ἀπέσταλτο μετὰ πεζῶν μὲν χιλίων καὶ διακοσίων, ἱππέων δὲ τετρακοσίων.
Στάσανδρος δʼ ὁ τῆς Ἀρίας καὶ Δραγγινῆς σατράπης, προσειληφὼς καὶ τοὺς ἐκ τῆς Βακτριανῆς, εἶχε πεζοὺς μὲν χιλίους πεντακοσίους, ἱππεῖς δὲ χιλίους.
ἐκ δὲ τῆς Ἰνδικῆς Εὔδαμος παρεγένετο μεθʼ ἱππέων μὲν πεντακοσίων, πεζῶν δὲ τριακοσίων, ἐλεφάντων δὲ ἑκατὸν εἴκοσι· τὰ δὲ θηρία ταῦτα παρέλαβε μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν δολοφονήσας Πῶρον τὸν βασιλέα. οἱ δὲ πάντες μετὰ τῶν σατραπῶν ἠθροίσθησαν πεζοὶ μὲν πλείους τῶν μυρίων ὀκτακισχιλίων ἑπτακοσίων, ἱππεῖς δὲ τετρακισχίλιοι ἑξακόσιοι.
ἐπεὶ δὲ παρεγενήθησαν εἰς τὴν Σουσιανὴν πρὸς τοὺς περὶ τὸν Εὐμενῆ, συνήγαγον ἐκκλησίαν κοινήν, ἐν ᾗ πολλὴν συνέβη γενέσθαι φιλοτιμίαν ὑπὲρ τῆς ἡγεμονίας. Πευκέστης μὲν γὰρ διά τε τὸ πλῆθος τῶν
συναγωνιζομένων καὶ τὴν παρʼ Ἀλεξάνδρου προαγωγὴν ἑαυτὸν ᾤετο δεῖν ἔχειν τὴν τῶν πάντων ἡγεμονίαν, Ἀντιγένης δὲ τῶν ἀργυρασπίδων Μακεδόνων στρατηγῶν ἔφη δεῖν δοθῆναι τὴν ἐξουσίαν τῆς αἱρέσεως τοῖς μετʼ αὐτοῦ Μακεδόσιν, συγκαταπεπολεμηκόσιν Ἀλεξάνδρῳ τὴν Ἀσίαν καὶ γεγονόσι διὰ τὰς ἀρετὰς ἀνικήτοις.
Εὐμενὴς δὲ φοβούμενος μὴ διὰ τὴν πρὸς ἀλλήλους στάσιν εὐχείρωτοι κατασταθῶσιν Ἀντιγόνῳ, συνεβούλευεν ἕνα μὲν μὴ καθιστᾶν ἡγεμόνα, πάντας δὲ τοὺς προκεκριμένους ὑπὸ τοῦ πλήθους σατράπας καὶ στρατηγοὺς εἰς τὴν βασιλικὴν αὐλὴν συνιόντας καθʼ ἡμέραν βουλεύεσθαι κοινῇ περὶ τῶν συμφερόντων·
ἕστατο γὰρ Ἀλεξάνδρῳ τετελευτηκότι σκηνὴ καὶ κατὰ ταύτην θρόνος, πρὸς ᾧ θύοντες εἰώθεισαν συνεδρεύειν περὶ τῶν κατεπειγόντων. πάντων δὲ διασημαινομένων τὸ ῥηθὲν ὡς συμφέρον εἰρημένον συνῆγε καθʼ ἡμέραν συνέδριον οἷόν τινος δημοκρατουμένης πόλεως.
μετὰ δὲ ταῦτα παρελθόντων αὐτῶν εἰς Σοῦσα παρὰ τῶν θησαυροφυλακούντων Εὐμενὴς ἔλαβε χρημάτων πλῆθος ὅσον ἦν ἱκανὸν εἰς τὰς χρείας· μόνῳ γὰρ τούτῳ διὰ τῶν ἐπιστολῶν οἱ βασιλεῖς συνετετάχεισαν διδόναι καθʼ ὅ, τι ἂν αὐτὸς προαιρῆται. μισθοδοτήσας δὲ τοὺς Μακεδόνας εἰς ἓξ μῆνας Εὐδάμῳ τῷ τοὺς ἐλέφαντας καταγαγόντι τοὺς ἐκ τῆς Ἰνδικῆς ἔδωκε διακόσια τάλαντα, τῷ μὲν λόγῳ πρὸς τὰς τῶν θηρίων δαπάνας, τῷ δʼ ἔργῳ διὰ τῆς δωρεᾶς ταύτης θεραπεύων τὸν ἄνδρα· ᾧ γὰρ ἂν τῶν στασιαζόντων οὗτος προσθοῖτο, μεγίστην ἐποιεῖτο ῥοπήν, καταπληκτικῆς οὔσης τῆς τῶν θηρίων χρείας. τῶν δʼ ἄλλων σατραπῶν ἕκαστος ἔτρεφε τοὺς ἐκ τῆς ὑφʼ ἑαυτὸν χώρας συνηκολου- θηκότας.
Εὐμενὴς μὲν οὖν ἐν τῇ Σουσιανῇ διατρίβων ἀνελάμβανε τὴν δύναμιν, Ἀντίγονος δὲ παραχειμάσας ἐν τῇ Μεσοποταμίᾳ τὸ μὲν πρῶτον διενοήθη τοὺς περὶ τὸν Εὐμενῆ διώκειν ἐκ ποδὸς πρὶν αὐξηθῆναι, ὡς δʼ ἤκουσε τοὺς σατράπας καὶ τὰς μετʼ αὐτῶν δυνάμεις συνεληλυθυίας τοῖς Μακεδόσιν, ἐπέσχε τὴν σπουδὴν καὶ τήν τε δύναμιν ἀνελάμβανε καὶ προσκατέγραφε στρατιώτας· ἑώρα γὰρ τὸν πόλεμον μεγάλων στρατοπέδων καὶ παρασκευῆς οὐ τῆς τυχούσης προσδεόμενον.
ἅμα δὲ τούτοις πραττομένοις Ἄτταλος καὶ Πολέμων καὶ Δόκιμος, ἔτι δὲ Ἀντίπατρος καὶ Φιλώτας, οἱ μετὰ τῆς Ἀλκέτου δυνάμεως ἁλόντες ἡγεμόνες, ἐφυλάττοντο μὲν ἔν τινι φρουρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ, ἀκούσαντες δὲ τοὺς περὶ τὸν Ἀντίγονον εἰς τὰς ἄνω σατραπείας ποιεῖσθαι τὴν πορείαν, νομίζοντες εὔθετον ἔχειν καιρόν, ἔπεισάν τινας τῶν τηρούντων αὐτοὺς λῦσαι, κυριεύσαντες δὲ ὅπλων ἐπέθεντο τῇ φυλακῇ περὶ μέσας νύκτας. αὐτοὶ μὲν οὖν ὀκτὼ τὸν ἀριθμὸν ὄντες, τηρούμενοι δὲ ὑπὸ στρατιωτῶν τετρακοσίων, διαφέροντες δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις διὰ τὴν μετʼ Ἀλεξάνδρου στρατείαν Ξενοπείθη μὲν τὸν φρούραρχον συναρπάσαντες ὑπὲρ τὸ τεῖχος ἔρριψαν, σταδιαῖον ἐχούσης τῆς πέτρας ὕψος, τῶν δʼ ἄλλων τοὺς μὲν κατασφάξαντες, τοὺς δὲ ἐκβαλόντες ἐνεπύρισαν τὰς οἰκίας.
τῶν δʼ ἔξωθεν καραδοκούντων προσελάβοντο τὸν ἀριθμὸν εἰς πεντήκοντα. τοὺ δὲ φρουρίου σίτου τε πλῆθος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντος ἐβουλεύοντο πότερον χρὴ μένειν καὶ χρῆσθαι τῇ τῶν τόπων ὀχυρότητι, καραδοκοῦντας τὴν παρʼ Εὐμενοῦς βοήθειαν, ἢ φυγόντας τὴν ταχίστην ἀλᾶσθαι κατὰ τὴν χώραν, καιροτηροῦντας τὰς μεταβολάς.
γιγνομένης δὲ πλείονος ἀντιλογίας Δόκιμος μὲν ἐκχωρεῖν συνεβούλευεν, οἱ δὲ περὶ τὸν Ἄτταλον οὐκ ἔφασαν δυνήσεσθαι κακοπαθεῖν διὰ τὴν ἐν τοῖς δεσμοῖς γενομένην κακουχίαν. τούτων δὲ πρὸς ἀλλήλους διισταμένων ἔφθασαν ἐκ τῶν σύνεγγυς φρουρίων συνδραμόντες στρατιῶται πεζοὶ μὲν πλείους τῶν πεντακοσίων, ἱππεῖς δὲ τετρακόσιοι, χωρὶς δὲ τούτων ἐκ τῶν ἐγχωρίων ἄλλοι παντοδαποὶ πλείους τῶν τρισχιλίων, οἳ στρατηγὸν ἐξ ἑαυτῶν καταστήσαντες περιεστρατοπέδευσαν τὸ χωρίον.
παραδόξως δὲ πάλιν αὐτῶν κατακλεισθέντων Δόκιμος μὲν κατάβασίν τινα κατανοήσας ἀφύλακτον διεπρεσβεύσατο πρὸς τὴν Ἀντιγόνου γυναῖκα Στρατονίκην, οὖσαν πλησίον τῶν τόπων, καὶ δεύτερος διὰ ταύτης ἐκπηδήσας αὐτὸς μὲν οὐκ ἔτυχε πίστεως, ἀλλʼ εἰς φυλακὴν παρεδόθη, ὁ δὲ συγκαταβὰς αὐτῷ καθηγησάμενος τοῖς πολεμίοις ἀνήγαγεν εἰς τὸ χωρίον οὐκ ὀλίγους καὶ κατελάβετο μίαν τῶν ὀρθίων πετρῶν.
οἱ δὲ περὶ τὸν Ἄτταλον πολὺ λειπόμενοι τοῖς πλήθεσι διὰ τὰς ἀρετὰς ἀντείχοντο καὶ καθʼ ἡμέραν ἀγωνιζόμενοι διεκαρτέρουν· πολιορκηθέντες δὲ ἐνιαυτὸν καὶ μῆνας τέσσαρας ἥλωσαν κατὰ κράτος.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημοκλείδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούνιον καὶ Κόιντον Αἰμίλιον, ὀλυμπιὰς δʼ ὑπῆρχεν ἕκτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Δεινομένης Λάκων.
περὶ δὲ τούτους τοὺς καιροὺς Ἀντίγονος μὲν ἐκ τῆς Μεσοποταμίας ἀναζεύξας ἧκεν εἰς τὴν Βαβυλωνίαν κἀκεῖ συνέθετο κοινοπραγίαν Σελεύκῳ καὶ Πίθωνι· προσλαβόμενος δὲ καὶ παρὰ τούτων στρατιώτας ἔζευξε πλοίοις τὸν Τίγριν ποταμὸν καὶ περαιώσας τὰς δυνάμεις ὥρμησεν ἐπὶ τοὺς πολεμίους.
οἱ δὲ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὰ πεπραγμένα Ξενοφίλῳ μὲν τῷ τὴν ἐν Σούσοις ἄκραν φυλάττοντι ἐκέλευσαν μήτε τῶν χρημάτων Ἀντιγόνῳ δοῦναί τι μήτʼ εἰς λόγους ἔρχεσθαι, αὐτοὶ δὲ τὰς δυνάμεις ἀναλαβόντες ὥρμησαν ἐπὶ τὸν Τίγριν ποταμόν, ἀπέχοντα Σούσων ὁδὸν ἡμέρας, ᾗ τῆς ὀρεινῆς ἐκρεῖ τῆς ὑπὸ τῶν αὐτονόμων κατεχομένης, οὓς Οὐξίους προσαγορεύουσι, πλάτος μὲν κατὰ πολλοὺς τόπους τριῶν σταδίων, ἔστι δὲ ὅτε καὶ τεσσάρων, βάθος δὲ κατὰ μέσον τὸ ῥεῦμα πρὸς τὰ μεγέθη τῶν ἐλεφάντων, καὶ φερόμενος μὲν ἀπὸ τῆς ὀρεινῆς ἐπὶ σταδίους ἑπτακοσίους εἰς τὴν Ἐρυθρὰν ἐξερεύγεται θάλασσαν, ἔχει δὲ καὶ θαλάσσιον ἰχθὺν πολὺν καὶ θηρία τῶν πελαγίων, ἃ φαίνεται μάλιστα περὶ κυνὸς ἀνατολάς.
τοῦτον δὲ τὸν ποταμὸν προβαλόμενοι καὶ πᾶσαν τὴν παραποταμίαν ἀπὸ τῶν πηγῶν ἕως τῆς θαλάσσης φυλακαῖς διαλαβόντες ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον. προσδεομένης δὲ τῆς φυλακῆς διὰ τὸ μῆκος στρατιωτῶν οὐκ ὀλίγων οἱ περὶ τὸν Εὐμενῆ καὶ Ἀντιγένη ἠξίωσαν τὸν Πευκέστην ἐκ τῆς Περσίδος μεταπέμψασθαι τοξότας μυρίους.
ὁ δὲ τὸ μὲν πρῶτον οὐ προσεῖχεν αὐτοῖς, μεμψιμοιρῶν ἐπὶ τῷ μὴ τετευχέναι τῆς στρατηγίας, ὕστερον δὲ δοὺς αὑτῷ λόγον συνεχώρησεν ὅτι κρατήσαντος Ἀντιγόνου συμβήσεται καὶ τὴν σατραπείαν αὐτὸν ἀποβαλεῖν καὶ περὶ τοῦ σώματος κινδυνεῦσαι.
ἀγωνιῶν οὖν ὑπὲρ αὑτοῦ καὶ τῆς στρατηγίας μᾶλλον τεύξεσθαι νομίζων ὡς πλείστους ἔχων στρατιώτας προσήγαγεν, καθάπερ ἠξίουν, τοξότας μυρίους. ἀπέχοντες δʼ ἔνιοι τῶν Περσῶν ὁδὸν ἡμερῶν τριάκοντα τὸ παραγγελθὲν αὐθημερὸν ἤκουον διὰ τὸ φιλοτεχνηθὲν περὶ τὰς φυλακάς·
ὅπερ οὐ καλῶς ἔχει παραδραμεῖν. τῆς γὰρ Περσίδος οὔσης αὐλωνοειδοῦς καὶ σκοπὰς ἐχούσης ὑψηλὰς καὶ πυκνὰς ἐπὶ τούτων ἐφειστήκεισαν οἱ μέγιστον φθεγγόμενοι τῶν ἐγχωρίων· διῃρημένων γὰρ τῶν τόπων εἰς φωνῆς ἀκοὴν οἱ παραλαμβάνοντες τὸ παραγγελθὲν ὁμοίως ἑτέροις παρεδίδοσαν, εἶτʼ ἐκεῖνοι πάλιν ἄλλοις, ἕως εἰς τὸ τέρμα τῆς σατραπείας τὸ δοθὲν παραδοθῇ.
τῶν δὲ περὶ τὸν Εὐμενῆ καὶ Πευκέστην ταῦτα διοικούντων Ἀντίγονος, ἐπειδὴ προάγων μετὰ τῆς δυνάμεως ἧκεν εἰς Σοῦσα τὸ βασίλειον, Σέλευκον μὲν ἀπέδειξε τῆς χώρας σατράπην καὶ δοὺς αὐτῷ στρατιώτας προσέταξε πολιορκεῖν τὴν ἄκραν ἀπειθοῦντος Ξενοφίλου τοῦ θησαυροφύλακος, αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς ἀνέζευξεν ἐπὶ τοὺς πολεμίους, οὔσης τῆς ὁδοῦ καυματώδους καὶ παντελῶς ἐπικινδύνου ξενικαῖς δυνάμεσι διελθεῖν. διὸ καὶ τὰς πορείας ἠναγκάζοντο νυκτὸς ποιεῖσθαι καὶ στρατοπεδεύεσθαι περὶ τὸν ποταμὸν πρὶν ἥλιον ἀνατέλλειν.
οὐ μὴν ἠδυνήθη γε κατὰ πάντα ἄθικτος γενέσθαι τῶν κατὰ τὴν χώραν κακῶν, ἀλλὰ καίπερ ἐνδεχομένως ἅπαντα πράξας συχνοὺς ἀπέβαλε τῶν στρατιωτῶν διὰ τὴν ὑπερβολὴν τοῦ καύματος, ἅτε καὶ τῆς ὥρας οὔσης περὶ κυνὸς ἀνατολάς.
ἐπεὶ δὲ παρεγενήθη πρὸς τὸν Κοπράτην ποταμόν, τὰ πρὸς τὴν διάβασιν παρεσκευάζετο. οὗτος δὲ ἔκ τινος ὀρεινῆς ῥέων ἐξέπιπτεν εἰς τὸν Πασιτίγριν, ὃς ἀπεῖχε τῆς Εὐμενοῦς στρατοπεδείας σταδίους ὀγδοήκοντα καὶ τὸ μὲν πλάτος εἶχεν ὡς ἂν τεσσάρων πλέθρων, ὀξὺς δὲ ὢν ἐν τῇ καταφορᾷ προσεδεῖτο πλοίων ἢ ζεύγματος.
καταλαβὼν δʼ ὀλίγα πλοῖα κοντωτὰ διεβίβασεν ἐν τούτοις τινὰς τῶν πεζῶν, προστάξας τάφρον ὀρύττειν καὶ χάρακα βαλομένους ὑποδέχεσθαι τὴν λοιπὴν δύναμιν. Εὐμενὴς δὲ πυθόμενος παρὰ τῶν κατασκόπων τὴν ἐπιβολὴν τῶν πολεμίων, διαβὰς τὸ ζεῦγμα τοῦ Τίγριδος μετὰ στρατιωτῶν μὲν πεζῶν τετρακισχιλίων, ἱππέων δὲ χιλίων τριακοσίων κατέλαβε διαβεβηκότας τῶν Ἀντιγόνου πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους καὶ τῶν εἰωθότων σποράδην διαβαίνειν ἐπὶ τὰς προνομὰς οὐκ ἐλάττους ἑξακισχιλίων.
ἄφνω δὲ προσπεσὼν τεθορυβημένοις τοὺς μὲν ἄλλους εὐθὺς ἐτρέψατο, τῶν δὲ Μακεδόνων τοὺς ὑποστάντας τῇ βίᾳ καὶ τῷ πλήθει κατισχύσας φυγεῖν εἰς τὸν ποταμὸν πάντας κατηνάγκασε.
πάντων δὲ ὁρμησάντων ἐπὶ τὰ πλοῖα ταῦτα μὲν ὑπὸ τοῦ πλήθους τῶν ἐπιβάντων κατεποντίσθη, τῶν δὲ διανήχεσθαι τολμησάντων οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥεύματος παρενεχθέντες διεφθάρησαν, ὀλίγοι δὲ διεσώθησαν.
οἱ δὲ ἄπειροι τοῦ κολυμβᾶν ὄντες τὴν αἰχμαλωσίαν τῆς ἐν τῷ ποταμῷ τελευτῆς προκρίναντες ἥλωσαν, εἰς τετρακισχιλίους ὄντες. Ἀντίγονος δὲ θεωρῶν τοσοῦτο πλῆθος ἀπολλύμενον βοηθῆσαι μὲν οὐκ ἴσχυσε διὰ
τὴν τῶν πλοίων σπάνιν, ἀδύνατον δὲ εἶναι νομίζων τὴν διάβασιν ἀνέζευξεν ἐπὶ πόλεως Βαδάκης, ἣ κεῖται παρὰ τὸν Εὔλαιον ποταμόν. οὔσης δὲ τῆς ὁδοιπορίας ἐμπύρου διὰ τὸ μέγεθος τῶν καυμάτων διεφθάρη τε πολλὰ σώματα καὶ τὸ στρατόπεδον εἰς ἀθυμίαν ἐνέπεσεν.
οὐ μὴν ἀλλʼ ἐν τῇ προειρημένῃ πόλει μείνας ἡμέρας τινὰς καὶ τὸ στρατόπεδον ἐκ τῆς κακοπαθείας ἀναλαβὼν ἔκρινε συμφέρειν ἀναζευγνύειν εἰς Ἐκβάτανα τῆς Μηδικῆς κἀκεῖθεν ὁρμώμενος κατακτᾶσθαι τὰς ἄνω σατραπείας. οὐσῶν δʼ ὁδῶν δύο τῶν φερουσῶν εἰς Μηδίαν ἑκατέρᾳ προσῆν τι δυσχερές· ἡ μὲν γὰρ ἐπὶ Κόλωνος ὑπῆρχε καλὴ καὶ βασιλική, καυματώδης δὲ καὶ μακρά, παρεκτείνουσα σχεδὸν ἐφʼ ἡμέρας τεσσαράκοντα, ἡ δὲ διὰ τῶν Κοσσαίων ἐθνῶν χαλεπὴ μὲν καὶ στενὴ καὶ παράκρημνος καὶ διὰ πολεμίας, ἔτι δὲ τῶν ἀναγκαίων σπανίζουσα, σύντομος δὲ καὶ κατεψυγμένη.
Book 19, Part 3
οὐ ῥᾴδιον δʼ ἐστὶ ταύτην παρελθεῖν στρατόπεδον ἄνευ τοῦ πεῖσαι τοὺς τὴν ὀρεινὴν οἰκοῦντας βαρβάρους· αὐτόνομοι γὰρ ὄντες ἐκ παλαιῶν χρόνων κατοικοῦσιν ἐν σπηλαίοις, προσφέρονται δὲ βαλάνους καὶ μύκητας, ἔτι δὲ τεταριχευμένα κρέα τῶν ἀγρίων ζῴων.
τούτους Ἀντίγονος πεῖσαι μὲν ἢ δωροδοκεῖν ἀγεννὲς ἡγεῖτο, τηλικαύτης αὐτῷ δυνάμεως συνακολουθούσης, προχειρισάμενος δὲ τῶν πελταστῶν τοὺς ἐπισημοτάτους καὶ τοὺς τοξότας καὶ τοὺς σφενδονήτας καὶ τοὺς ἄλλους ψιλοὺς εἰς δύο μέρη διελόμενος τοὺς μὲν Νεάρχῳ παρέδωκε, προστάξας προάγειν καὶ τὰ στενὰ καὶ τὰς δυσχωρίας προκαταλαμβάνεσθαι, τοὺς δὲ ἄλλους παρʼ ὅλην τὴν ὁδὸν τάξας αὐτὸς μὲν μετὰ τῆς φάλαγγος προῆγεν, ἐπὶ δὲ τῆς οὐραγίας ἔταξε Πίθωνα.
οἱ μὲν οὖν μετὰ Νεάρχου προαποσταλέντες ὀλίγας μὲν σκοπὰς προκατελάβοντο, τῶν δὲ πολλῶν καὶ μάλιστα ἀναγκαίων τόπων ὑστερήσαντες συχνοὺς ἀπέβαλον καὶ μόλις διεξέπεσαν ἐπικειμένων τῶν βαρβάρων.
οἱ δὲ περὶ τὸν Ἀντίγονον ἐπειδή ποθʼ ἧκον ἐπὶ τὰς δυσχωρίας, ἀβοηθήτοις κινδύνοις περιέπιπτον. οἱ γὰρ ἐγχώριοι τῶν τόπων ἔμπειροι καθεστῶτες καὶ τοὺς κρημνοὺς προκατειληφότες ἐπεκύλιον τοῖς ὁδοιποροῦσι πέτρας συνεχεῖς καὶ μεγάλας· ἅμα δὲ καὶ τοῖς τόξοις πυκνοῖς χρώμενοι κατετίτρωσκον τοὺς μήτε ἀμύνασθαι μήτʼ ἐκκλῖναι τὰ βέλη δυναμένους διὰ τὴν δυσχωρίαν τῶν τόπων.
κρημνώδους δʼ οὔσης καὶ δυσβάτου τῆς ὁδοῦ συνέβαινε τούς τε ἐλέφαντας καὶ τοὺς ἱππεῖς, ἔτι δὲ τοὺς ἐν τοῖς βαρέσιν ὅπλοις κινδυνεύειν ἅμα καὶ πονεῖν, ἀδυνατοῦντας ἑαυτοῖς βοηθῆσαι.
εἰς τοιαύτην δʼ ἀμηχανίαν συγκλεισθεὶς Ἀντίγονος μετεμέλετο μὲν ἐπὶ τῷ μὴ πεισθῆναι τοῖς περὶ Πίθωνα, συμβουλεύουσι χρημάτων πρίασθαι τὴν πάροδον· οὐ μὴν ἀλλὰ πολλοὺς ἀποβαλὼν καὶ τοῖς ὅλοις κινδυνεύσας διεσώθη μόγις ἐνναταῖος εἰς τὴν οἰκουμένην τῆς Μηδίας.
τὸ δὲ στρατόπεδον διὰ τὴν συνέχειαν τῶν κακῶν καὶ τὴν ὑπερβολὴν τῆς κακοπαθίας ἐν αἰτίαις εἶχε τὸν Ἀντίγονον, ὥστε φωνὰς προΐεσθαι δυσχερεῖς· ἐν ἡμέραις γὰρ τεσσαράκοντα τρισὶ μεγάλοις ἀτυχήμασι περιεπεπτώκεισαν. οὐ μὴν ἀλλὰ φιλανθρώπως ὁμιλήσας τοῖς στρατιώταις ὁ Ἀντίγονος καὶ κατασκευασάμενος δαψιλῆ χορηγίαν πάντων τῶν ἐπιτηδείων ἀνέλαβε τὴν δύναμιν ἐκ τῆς κακοπαθίας.
Πίθωνα δʼ ἐξαπέστειλε κελεύσας περιελθεῖν πᾶσαν τὴν Μηδίαν καὶ συνάγειν ὡς πλείστους ἱππεῖς τε καὶ πολεμιστὰς ἵππους, ἔτι δὲ ὑποζυγίων πλῆθος.
τῆς δὲ χώρας ταύτης ἀεὶ τετραπόδων γεμούσης ῥᾳδίως τὸ παραγγελθὲν συντελέσας ὁ Πίθων ἧκεν ἄγων ἱππεῖς μὲν δισχιλίους, ἵππους δὲ σὺν ταῖς κατασκευαῖς πλείους χιλίων, τῶν δʼ ὑποζυγίων τοσοῦτον ἀριθμὸν ὥστε δύνασθαι καθοπλίσαι πᾶν τὸ στρατόπεδον, καὶ προσέτι τάλαντα πεντακόσια τῶν βασιλικῶν χρημάτων.
ὁ δʼ Ἀντίγονος τοὺς μὲν ἱππεῖς εἰς τάξεις κατέστησε, τοὺς δʼ ἵππους τοῖς ἀπολωλεκόσι διαδοὺς καὶ τὸ πλῆθος τῶν ὑποζυγίων διαχαρισάμενος ἀνεκτήσατο τὴν παρὰ τῶν στρατιωτῶν εὔνοιαν.
οἱ δὲ περὶ τὸν Εὐμενῆ σατράπαι καὶ στρατηγοὶ πυθόμενοι τοὺς πολεμίους ἐν τῇ Μηδίᾳ στρατοπεδεύειν, διέστησαν πρὸς ἀλλήλους. Εὐμενὴς μὲν γὰρ καὶ Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων ἡγούμενος καὶ πάντες οἱ τὴν ἀπὸ θαλάσσης ἀνάβασιν πεποιημένοι πάλιν ᾤοντο δεῖν ἐπὶ θάλατταν καταβαίνειν, οἱ δʼ ἐκ τῶν ἄνω σατραπειῶν καταβεβηκότες ἀγωνιῶντες ὑπὲρ τῶν ἰδίων ἔφασαν δεῖν ἀντέχεσθαι τῶν ἄνω τόπων.
αὐξομένης δὲ τῆς διαφορᾶς Εὐμενὴς ὁρῶν ὅτι διαιρεθέντος τοῦ στρατοπέδου κατʼ ἰδίαν ἑκάτερον τῶν μερῶν οὐκ ἀξιόμαχόν ἐστι, συνεχώρησε τοῖς καταβεβηκόσι σατράπαις. ἀναζεύξαντες οὖν ἀπὸ τοῦ Πασιτίγριος προῆγον τῆς Περσίδος εἰς Περσέπολιν τὸ βασίλειον, οὔσης τῆς ὁδοιπορίας ἡμερῶν εἴκοσι καὶ τεσσάρων, ἧς ἦν ἡ πρώτη μὲν ἕως τῆς καλουμένης Κλίμακος κοίλη, καυματώδης δὲ καὶ σπανίζουσα τῶν ἐπιτηδείων, ἡ λοιπὴ δὲ μετέωρος καὶ τὸν ἀέρα παντελῶς ὑγιεινὸν ἔχουσα καὶ πλήρης τῶν ἐπετείων καρπῶν·
αὐλῶνάς τε γὰρ εἶχε πυκνοὺς καὶ συσκίους καὶ παραδείσων φυτείας ποικίλας, ἔτι δὲ παντοδαπῶν δένδρων φυσικὰς συναγκίας καὶ ῥύσεις ὑδάτων, ὥστε τοὺς ὁδοιποροῦντας μετὰ πολλῆς τέρψεως ἐνδιατρίβειν τόποις ἡδίστοις πρὸς ἀνάπαυσιν. ἦν δὲ καὶ λείας παντοδαπῆς πλῆθος, ἣν μεταπεμπόμενος Πευκέστης παρὰ τῶν ἐγχωρίων διεδίδου δαψιλῆ τοῖς στρατιώταις, ἐκκαλούμενος αὐτῶν τὴν εὔνοιαν.
κατοικοῦσι δὲ ταύτην τὴν χώραν τῶν Περσῶν οἱ μαχιμώτατοι, πάντες ὄντες τοξόται καὶ σφενδονῆται, πολυανθρωπίᾳ τε πολὺ διαφέρειν συμβαίνει τὴν χώραν ταύτην τῶν ἄλλων σατραπειῶν.
ὡς δέ ποθʼ ἧκον εἰς Περσέπολιν τὸ βασίλειον, Πευκέστης μὲν, ὢν ταύτης τῆς χώρας στρατηγός, θυσίαν ἐπετέλεσε μεγαλοπρεπῆ τοῖς θεοῖς καὶ Ἀλεξάνδρῳ καὶ Φιλίππῳ, μεταπεμψάμενος δὲ ἐξ ὅλης σχεδὸν τῆς Περσίδος ἱερείων καὶ τῶν ἄλλων τῶν εἰς εὐωχίαν καὶ πανήγυριν χρησίμων πλῆθος εἱστίασε τὴν δύναμιν.
ἐπλήρωσε δὲ τῆς τῶν πανηγυριζόντων θυσίας κύκλους τέσσαρας ἐντὸς ἀλλήλων ὄντας καὶ περιεχομένους ὑφʼ ἑνὸς τοῦ μεγίστου· εἶναι δὲ συνέβαινε τοῦ μὲν ἐκτὸς τὴν περίμετρον δέκα σταδίων, ἣν ἀνεπλήρουν οἵ τε μισθοφόροι καὶ συμμάχων τὸ πλῆθος, τοῦ δὲ δευτέρου σταδίων ὀκτώ, καθʼ ὃν ὑπῆρχον οἵ τε ἀργυράσπιδες Μακεδόνες καὶ τῶν ἑταίρων οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες, τοῦ δʼ ἑξῆς τὴν μὲν περιφέρειαν σταδίων τεσσάρων, τὸν δὲ τόπον ἀναπληροῦσθαι κατακειμένων τῶν τε δευτέρων ἡγεμόνων καὶ τῶν ἔξω τάξεως φίλων καὶ στρατηγῶν καὶ τῶν ἱππέων· τοῦ δʼ ἐπὶ πᾶσιν, ὄντος δυεῖν σταδίων, διειλήφεισαν τὰς κλισίας οἵ τε στρατηγοὶ καὶ οἱ τὰς ἱππαρχίας ἔχοντες, ἔτι δὲ τῶν Περσῶν οἱ μάλιστα τιμώμενοι.
ἐν μέσῳ δὲ τούτων ὑπῆρχον βωμοὶ θεῶν καὶ Ἀλεξάνδρου καὶ Φιλίππου. καὶ τὰς μὲν κλισίας συνέβαινεν ἐκ φυλλάδος κατεσκευάσθαι, κεκαλυμμένας αὐλαίαις καὶ παντοδαποῖς περιστρώμασι, χορηγούσης τῆς Περσίδος δαψιλῆ πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν, διεστηκέναι δὲ τοὺς κύκλους ἀπʼ ἀλλήλων ἐπὶ τοσοῦτον ὥστε μηδὲν μὲν παρενοχλεῖσθαι τοὺς ἑστιωμένους,
πλησίον δʼ εἶναι πάσας τὰς παρασκευάς. πάντων δὲ κατὰ τρόπον ὑπηρετουμένων ἐπεσημαίνετο τὸ πλῆθος τὴν τοῦ Πευκέστου προθυμίαν καὶ φανερὸς ἦν ἐπιδεδωκὼς πολὺ πρὸς εὔνοιαν. ἃ δὴ θεωρῶν Εὐμενὴς καὶ συλλογιζόμενος τὸν Πευκέστην πολιτεύεσθαι πρὸς τὸ πλῆθος τῆς στρατηγίας ὀρεγόμενον, ἐπλάσατο ψευδεῖς ἐπιστολάς, διὰ δὲ τούτων τούς τε στρατιώτας εὐθαρσεῖς πρὸς τὰς μάχας κατεσκεύασεν καὶ τοῦ Πευκέστου τὸν ὄγκον καὶ τὸ πρόσχημα ταπεινώσας ἑαυτὸν εἰς ὕψος ἤγαγε καὶ προσδοκίαν ἐλπίδων ἀγαθῶν παρὰ τοῖς πλήθεσιν.
ἦν δʼ ὁ νοῦς τῶν γεγραμμένων ὅτι τὸ μὲν Ἀλεξάνδρου παιδίον Ὀλυμπιὰς παραλαβοῦσα κεκόμισται καὶ τὴν Μακεδονίας βασιλείαν κυρίως, ἀναιρεθέντος Κασάνδρου, Πολυπέρχων δὲ διαβέβηκεν εἰς Ἀσίαν πρὸς Ἀντίγονον ἔχων τῆς βασιλικῆς δυνάμεως τὴν κρατίστην καὶ τοὺς ἐλέφαντας, ἔστι δὲ προσάγων ἤδη περὶ Καππαδοκίαν.
ἡ δʼ ἐπιστολὴ Συρίοις γεγραμμένη γράμμασιν ἀπέσταλτο παρὰ Ὀρόντου τοῦ σατραπείαν μὲν ἔχοντος Ἀρμενίας, φίλου δὲ ὄντος Πευκέστῃ. πιστευθείσης δὲ τῆς ἐπιστολῆς διὰ τὴν συνήθειαν τὴν προϋπάρχουσαν τοῖς σατράπαις ὁ μὲν Εὐμενὴς ἐκέλευσε περιενεγκεῖν καὶ δεῖξαι τοῖς τε ἡγεμόσι καὶ τῶν ἄλλων στρατιωτῶν τοῖς πλείστοις, τὸ δὲ στρατόπεδον ἅπαν μετετέθη ταῖς διανοίαις καὶ πάντες ἀπέβλεπον πρὸς τὰς Εὐμενοῦς ἐλπίδας, ὡς τούτου δυνησομένου καὶ προάγειν διὰ τῶν βασιλέων οὓς ἂν βούληται καὶ δίκας λαβεῖν παρὰ τῶν ἀδικούντων.
μετὰ δὲ τὴν εὐωχίαν Εὐμενὴς βουλόμενος καταπλήξασθαι τοὺς ἀπειθοῦντας ἢ στρατηγίας ὀρεγομένους παρήγαγεν εἰς κρίσιν Σιβύρτιον, ὃς ἦν τῆς μὲν Ἀραχωσίας σατράπης, Πευκέστου δὲ μάλιστα φίλος, ἔλαθε δὲ αὐτὸν τῶν ἱππέων τινὰς ἀποστείλας εἰς Ἀραχώτας· καὶ τὰς ἀποσκευὰς κελεύσας παρελέσθαι εἰς τηλικούτους περιέστησε κινδύνους ὥστε, εἰ μὴ λαθὼν διέδρα,
θανάτῳ περιέπεσεν ἂν ὑπὸ τοῦ πλήθους. τούτῳ δὲ τῷ τρόπῳ τοὺς μὲν ἄλλους καταπληξάμενος, ἑαυτῷ δʼ ὄγκον καὶ πρόσχημα μέγα περιποιήσας μετεβάλετο πάλιν καὶ τὸν Πευκέστην λόγοις φιλανθρώποις καὶ μεγάλαις ἐπαγγελίαις προσαγαγόμενος εὔνουν ἐαυτῷ καὶ πρόθυμον κατεσκεύασεν εἰς τὸ τοῖς βασιλεῦσι συναγωνίζεσθαι.
σπεύδων δὲ καὶ παρὰ τῶν ἄλλων σατραπῶν καὶ στρατηγῶν ὥσπερ ὅμηρα λαβεῖν τοῦ μὴ καταλείψειν αὐτόν, προσεποιήθη χρημάτων σπανίζειν καὶ παρεκάλεσεν ἕκαστον κατὰ δύναμιν δανεῖσαι τοῖς βασιλεῦσι.
λαβὼν δὲ παρʼ ὧν ἐδόκει συμφέρειν ἡγεμόνων τετρακόσια τάλαντα τοὺς πρότερον ὑπόπτους ὄντας ἐπιβουλεύειν ἢ καταλείψειν πιστοτάτους φύλακας ἔσχε τοῦ σώματος καὶ συναγωνιστάς.
οὕτως δὲ αὐτοῦ περὶ τούτων πρὸς τὸ μέλλον στρατηγοῦντος ἧκόν τινες ἐκ Μηδίας ἀπαγγέλλοντες ὅτι μετὰ τῆς δυνάμεως Ἀντίγονος τὴν ἀνάζευξιν ἐπὶ τῆς Περσίδος εἴη πεποιημένος. ἃ δὴ πυθόμενος καὶ αὐτὸς ἀνέζευξε, διεγνωκὼς ἀπαντᾶν τοῖς πολεμίοις καὶ διακινδυνεύειν.
κατὰ δὲ τὴν ὁδοιπορίαν δευτεραῖος θυσίαν ἐπετέλεσε τοῖς θεοῖς καὶ τὴν δύναμιν εὐωχήσας πολυτελῶς τὰ μὲν πλήθη πρὸς εὔνοιαν προεκαλέσατο, αὐτὸς δὲ κατὰ τὴν μέθην συμπεριενεχθεὶς τῶν παραληφθέντων τοῖς εἰς τὸ πίνειν ὁρμήσασιν ἐνέπεσεν εἰς ἀρρωστίαν. διόπερ ἡμέρας τινὰς ἐπέσχε τῆς πορείας, καταβαρούμενος ὑπὸ τοῦ πάθους· ἡ δὲ δύναμις ἐν ἀθυμίᾳ καθειστήκει, τῶν μὲν πολεμίων προσδοκωμένων ταχέως συνάψειν, τοῦ δʼ ἱκανωτάτου τῶν στρατηγῶν ὑπὸ τῆς νόσου πιεζουμένου.
οὐ μὴν ἀλλὰ τοῦ πάθους κριθέντος ἐπειδὴ βραχέως αὑτὸν προσανέλαβε, προῆγε μετὰ τῆς δυνάμεως ἀφηγουμένου Πευκέστου καὶ Ἀντιγένους, αὐτὸς δὲ φορίῳ κομιζόμενος ἐπηκολούθει τοῖς οὐραγοῦσιν, ὅπως μὴ διὰ τὸν θόρυβον καὶ τὴν στενοχωρίαν παρενοχλοῖτο.
ὡς δʼ ἡμέρας ὁδὸν ἀπέσχον ἀπʼ ἀλλήλων τὰ στρατόπεδα, κατασκόπους ἔπεμψαν ἀμφότεροι καὶ μαθόντες τὰ πλήθη καὶ τὰς προαιρέσεις τῶν πολεμίων παρεσκευάσαντο μὲν πρὸς τὸν κίνδυνον, διελύθησαν δὲ χωρὶς μάχης·
προβεβλημένοι γὰρ ἀμφότεροι ποταμόν τινα καὶ χαράδραν ἐξέταξαν μὲν τὰς δυνάμεις, διὰ δὲ τὰς τῶν τόπων δυσχωρίας οὐκ ἠδυνήθησαν διαγωνίσασθαι. καταστρατοπεδεύσαντες δʼ ἀλλήλων ἀπὸ σταδίων τριῶν ἐπὶ μὲν ἡμέρας τέσσαρας ἀκροβολιζόμενοι καὶ προνομεύοντες τὴν χώραν διετέλεσαν, πάντων σπανίζοντες, τῇ πέμπτῃ δʼ Ἀντίγονος πρεσβευτὰς ἐξαπέστειλε πρός τε τοὺς σατράπας καὶ τοὺς Μακεδόνας, ἀξιῶν Εὐμενεῖ μὲν μὴ προσέχειν, ἑαυτῷ δὲ πιστεύειν·
συγχωρήσειν γὰρ ἔφη τοῖς μὲν σατράπαις ἔχειν τὰς ἰδίας σατραπείας, τῶν δὲ ἄλλων τοῖς μὲν χώραν πολλὴν δώσειν, τοὺς δὲ εἰς τὰς πατρίδας ἀποστελεῖν μετὰ τιμῆς καὶ δωρεῶν, τοὺς δὲ στρατεύεσθαι βουλομένους διανεμεῖν εἰς τὰς ἑκάστῳ καθηκούσας τάξεις.
τῶν δὲ Μακεδόνων οὐ προσεχόντων τοῖς λόγοις, ἀλλὰ καὶ προσαπειλούντων τοῖς πρεσβευταῖς Εὐμενὴς παρελθὼν ἐπῄνεσέν τε αὐτοὺς καὶ λόγον εἶπε τῶν παραδεδομένων μὲν καὶ παλαιῶν, οὐκ ἀνοίκειον δὲ τῆς περιστάσεως.
ἔφη γὰρ ἐρασθέντα λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου, τὸν δὲ πατέρα λέγειν ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μήποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς.
τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας τὸν πατέρα, θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι. τὸ παραπλήσιον οὖν ποιεῖν καὶ τὸν Ἀντίγονον·
μέχρι τούτου γὰρ ποιεῖσθαι τὰς ἐπαγγελίας ἕως ἂν τῆς δυνάμεως κυριεύσῃ καὶ κολάσῃ τηνικαῦτα τοὺς ἀφηγουμένους. ἐπισημαινομένου δὲ τοῦ πλήθους ὡς ὀρθῶς λέγοντος τότε μὲν ἔλυσε τὴν ἐκκλησίαν·
νυκτὸς δὲ ἐπιγενομένης ἧκόν τινες ηὐτομοληκότες μὲν ἐκ τῆς Ἀντιγόνου στρατοπεδείας, λέγοντες δʼ ὅτι παρήγγειλε τοῖς στρατιώταις Ἀντίγονος ἀναζευγνύειν περὶ δευτέραν φυλακήν. ὁ δʼ Εὐμενὴς συλλογιζόμενος ἀληθῶς ὑπέλαβε τοὺς πολεμίους ἀποχωρήσειν εἰς τὴν Γαβηνήν·
αὕτη γὰρ ἀπέχουσα τριῶν ἡμερῶν ὁδὸν ἀκέραιος ἦν καὶ πλήρης καρπῶν καὶ χορτασμάτων καὶ καθόλου τῶν δυναμένων χορηγῆσαι τὰ ἐπιτήδεια μεγάλαις δυνάμεσι δαψιλῶς.
πρὸς δὲ τούτοις τοῖς ἀγαθοῖς ὁ τόπος αὐτὸς συνήργει, ποταμοὺς ἔχων καὶ χαράδρας δυσεξόδους. σπεύδων οὖν φθάσαι τοὺς πολεμίους τὸ ὅμοιον ἔπραξε. τῶν μὲν μισθοφόρων τινὰς χρήμασι πείσας ἐξέπεμψεν ὡς αὐτομόλους, συντάξας λέγειν ὅτι διέγνωκεν Εὐμενὴς νυκτὸς ἐπιτίθεσθαι τῷ χάρακι· αὐτὸς δὲ τὴν μὲν ἀποσκευὴν προαπέστειλε, τοῖς δὲ στρατιώταις παρήγγειλε τὴν ταχίστην δειπνοποιησαμένοις ἀναζευγνύειν.
ὧν ἁπάντων ὀξέως συντελεσθέντων Ἀντίγονος ἀκούσας τῶν αὐτομόλων ὅτι μάχεσθαι νυκτὸς διεγνώκασιν οἱ πολέμιοι, τῆς μὲν πορείας ἀπέσχετο, διέτασσε δὲ τὴν δύναμιν εἰς τὸν κίνδυνον.
τοῦ δὲ περὶ ταῦτα θορυβουμένου καὶ περὶ τοῦ μέλλοντος ἀγωνιῶντος ἔλαθον οἱ περὶ τὸν Εὐμενῆ προλαβόντες καὶ τὴν ὁδοιπορίαν ποιούμενοι κατὰ τάχος εἰς τὴν Γαβηνήν. ὁ δʼ Ἀντίγονος μέχρι μέν τινος ἐν τοῖς ὅπλοις συνεῖχε τὴν δύναμιν, ὡς δὲ παρὰ τῶν κατασκόπων ἐπύθετο τὴν ἀποχώρησιν τῶν ἐναντίων, γνοὺς αὑτὸν κατεστρατηγημένον οὐδὲν ἧττον ἀντείχετο τῆς αὐτῆς προαιρέσεως.
παραγγείλας οὖν τοῖς στρατιώταις ἀναζευγνύειν, προῆγε σύντονον τὴν πορείαν ποιούμενος καὶ διωγμῷ παραπλήσιον. προέχοντος δʼ Εὐμενοῦς δύο φυλακὰς ὁρῶν ὅτι καταλαβεῖν οὐ ῥᾴδιόν ἐστι τῇ δυνάμει πάσῃ τοὺς τοσοῦτο προειληφότας, ἐπενόησέ τι τοιοῦτο.
τὴν μὲν ἄλλην δύναμιν παραδοὺς Πίθωνι προσέταξε κατὰ σχολὴν ἀκολουθεῖν, αὐτὸς δὲ τοὺς ἱππεῖς ἀναλαβὼν ἤλαυνεν ἀπὸ ῥυτῆρος καὶ περιλαβὼν ἅμʼ ἡμέρᾳ τὴν οὐραγίαν τῶν πολεμίων καταβαίνουσαν ἀπό τινος ἀκρολοφίας ἐπέστη ταῖς ἀκρωρείαις, φανερὸς ὢν τοῖς ἐναντίοις.
οἱ δὲ περὶ τὸν Εὐμενῆ θεωρήσαντες ἐξ ἱκανοῦ διαστήματος τῶν πολεμίων ἱππεῖς καὶ δόξαντες εἶναι πλησίον ἅπασαν τὴν δύναμιν, τῆς μὲν πορείας ἐπέσχον, τὴν δὲ στρατιὰν διέτασσον, ὡς αὐτίκα τῆς παρατάξεως γενησομένης.
οἱ μὲν οὖν ἡγεμόνες ἀμφοτέρων τῶν στρατοπέδων τὸν προειρημένον τρόπον ἀλλήλους κατεστρατήγησαν, ὥσπερ προαγωνιζόμενοι περὶ συνέσεως καὶ δεικνύοντες ὅτι τὰς ἐλπίδας ἐν αὑτοῖς ἔχουσι τῆς νίκης.
ὁ δʼ οὖν Ἀντίγονος διὰ ταύτης τῆς ἐπινοίας ἐκώλυσε μὲν τοὺς πολεμίους προάγειν εἰς τοὔμπροσθεν, αὑτῷ δὲ δοὺς ἄνεσιν εἰς τὸ προσδέξασθαι τὴν δύναμιν, ἐπειδὴ τὸ στρατόπεδον ἧκεν, ἅπαν ἐξέταξεν εἰς μάχην καὶ κατέβαινε συντεταγμένος ἐπὶ τοὺς πολεμίους καταπληκτικῶς.
εἶχε δὲ τοὺς σύμπαντας σὺν τοῖς διὰ Πίθωνος καὶ Σελεύκου προσγεγενημένοις πεζοὺς μὲν πλείους τῶν δισμυρίων ὀκτακισχιλίων, ἱππεῖς δʼ ὀκτακισχιλίους πεντακοσίους, ἐλέφαντας δὲ ἑξήκοντα πέντε. Διηλλαγμέναις δʼ ἐχρήσαντο ταῖς τάξεσιν οἱ στρατηγοί, διαμιλλώμενοι καὶ περὶ τῆς ἐν τούτοις ἐμπειρίας πρὸς ἀλλήλους.
Εὐμενὴς μὲν γὰρ ἐπὶ τοῦ λαιοῦ κέρατος ἔταξεν Εὔδημον τὸν καταγαγόντα τοὺς ἐλέφαντας ἐξ Ἰνδῶν, ἔχοντα τὸ περὶ αὐτὸν ἄγημα τῶν ἱππέων, ὄντων ἑκατὸν πεντήκοντα, πρόταγμα δὲ τούτων εἴλας δύο ξυστοφόρων ἐπιλέκτων, βάθος ἐχούσας ἱππέων πεντήκοντα.
καὶ συνῆψε μὲν τούτους τοῖς ὑπερδεξίοις τῆς ὑπωρίας, ἑξῆς δὲ τούτοις Στάσανδρον τὸν στρατηγὸν ἔταξεν ἔχοντα τοὺς ἰδίους ἱππεῖς ἐννακοσίους πεντήκοντα.
μετὰ δὲ τούτους ἔστησεν Ἀμφίμαχον τὸν Μεσοποταμίας σατράπην, ᾧ συνηκολούθουν ἱππεῖς ἑξακόσιοι, συνάπτοντας δὲ τούτοις τοὺς ἐξ Ἀραχωτῶν ἱππεῖς ἑξακοσίους, ὧν ἡγεῖτο πρότερον μὲν Σιβύρτιος, διὰ δὲ τὴν ἐκείνου φυγὴν μετειλήφει τὴν ἡγεμονίαν Κεφάλων.
ἑξῆς δʼ ἦσαν πεντακόσιοι μὲν ἐκ Παροπανισαδῶν, οἱ δὲ τούτοις ἴσοι Θρᾷκες ἐκ τῶν ἄνω κατοικιῶν. πρὸ δὲ τούτων ἁπάντων ἔταξεν ἐλέφαντας μὲν ἐν ἐπικαμπίῳ τεσσαράκοντα πέντε, τοξότας δὲ καὶ σφενδονήτας ἐν τοῖς τῶν θηρίων διαστήμασι τοὺς ἱκανούς.
τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενος τὸ λαιὸν κέρας συνῆψεν αὐτῷ τὴν φάλαγγα. ταύτης δὲ τὸ ἄκρον ἐπεῖχον οἱ ξένοι, πλείους ὄντες τῶν ἑξακισχιλίων, τὸ δʼ ἑξῆς οἱ καθωπλισμένοι μὲν εἰς τὰ Μακεδονικά, παντοδαποὶ δʼ ὄντες τοῖς ἔθνεσιν, εἰσπεντακισχιλίους.
μετὰ δὲ τούτους ἐτάχθησαν οἱ Μακεδόνες ἀργυράσπιδες, ὄντες μὲν πλείους τρισχιλίων, ἀνίκητοι δὲ καὶ διὰ τὰς ἀρετὰς πολὺν φόβον παρεχόμενοι τοῖς πολεμίοις. ἐπὶ πᾶσι δὲ τοὺς ἐκ τῶν ὑπασπιστῶν, ὄντας πλείους τρισχιλίων, ἀφηγουμένου τούτων τε ἅμα καὶ τῶν ἀργυρασπίδων Ἀντιγένους καὶ Τευτάμου.
πρὸ δὲ πάσης τῆς φάλαγγος ἔστησεν ἐλέφαντας τεσσαράκοντα καὶ τὰ τούτων διαστήματα τοῖς ψιλικοῖς τάγμασιν ἀνεπλήρωσεν.
ἐπὶ δὲ τοῦ δεξιοῦ κέρατος ἐξέταξε τοὺς ἱππεῖς, ἐχομένους μὲν τῆς φάλαγγος τοὺς ἐκ Καρμανίας ὀκτακοσίους, ὧν Τληπόλεμος σατράπης ἡγεῖτο, ἑξῆς δὲ τοὺς καλουμένους ἑταίρους ἐννακοσίους καὶ τὸ Πευκέστου καὶ Ἀντιγένους ἄγημα, τριακοσίους ἔχον ἱππεῖς μιᾷ περιειλημμένους εἴλῃ, ἐπʼ ἄκρου δὲ τοῦ κέρατος τὸ Εὐμενοῦς ἄγημα, τοὺς ἴσους ἔχον ἱππεῖς, καὶ τούτων πρόταγμα τῶν Εὐμενοῦς παίδων εἴλας δύο, συνεστηκυίας ἑκατέρας ἐξ ἱππέων πεντήκοντα, καὶ πλαγίας φυλαττούσας ἔξω τοῦ κέρατος εἴλας τέσσαρας, ἐν αἷς ἦσαν ἱππεῖς ἐπίλεκτοι διακόσιοι.
χωρὶς δὲ τούτων ἀπὸ πασῶν τῶν ἱππαρχιῶν ἐπιλελεγμένους τοῖς τάχεσι καὶ ταῖς ῥώμαις ἱππεῖς τριακοσίους ἔστησε κατόπιν τοῦ περὶ αὐτὸν ἀγήματος. παρὰ δὲ τὴν ὅλην τοῦ κέρατος τάξιν προέταξεν ἐλέφαντας τεσσαράκοντα. ἡ δὲ πᾶσα δύναμις ἦν τῶν περὶ τὸν Εὐμενῆ πεζοὶ μὲν τρισμύριοι πεντακισχίλιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι ἑκατόν, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
Ἀντίγονος δʼ ἐκ μετεώρων τόπων κατιδὼν τὴν τῶν πολεμίων τάξιν πρὸς ταύτην ἁρμοζόντως διεκόσμησε τὴν ἰδίαν δύναμιν. ὁρῶν γὰρ τὸ τῶν ἐναντίων δεξιὸν κέρας ὠχυρωμένον τοῖς τε θηρίοις καὶ τοῖς κρατίστοις τῶν ἱππέων ἀντέταξε τοὺς ἐλαφροτάτους τῶν ἱππέων, οἳ κατὰ στόμα μὲν ἤμελλον φυγομαχήσειν ἀραιοὶ διαστάντες, ἐκ μεταβολῆς δὲ διαγωνιεῖσθαι καὶ τούτῳ τῷ τρόπῳ ποιήσειν ἄπρακτον τῶν ἐναντίων τοῦτο τὸ μέρος ᾧ μάλιστα ἐπίστευον.
ἔστησε δʼ ἐπὶ ταύτης τῆς φάλαγγος τούς τε ἐκ Μηδίας καὶ Παρθυαίας ἀφιπποτοξότας καὶ λογχοφόρους, ὄντας μὲν χιλίους, πεφυκότας δʼ εὖ πρὸς τὴν ἐκ μεταβολῆς κρίσιν, ἑξῆς δὲ τοὺς ἀπὸ θαλάσσης συναναβεβηκότας Ταραντίνους δισχιλίους καὶ διακοσίους, ἐπιλέκτους ἐν ἐνέδραις καὶ καλῶς διακειμένους ταῖς εὐνοίαις πρὸς αὐτόν, τοὺς δʼ ἀπὸ Φρυγίας καὶ Λυδίας χιλίους, τοὺς δὲ μετὰ Πίθωνος χιλίους πεντακοσίους καὶ τοὺς μετὰ Λυσανίου ξυστοφόρους τετρακοσίους, ἐπὶ πᾶσι δὲ τούς τε ἀμφίππους ὀνομαζομένους καὶ τοὺς ἐκ τῶν ἄνω κατοικούντων Θρᾳκῶν ὀκτακοσίους.
καὶ τὸ μὲν εὐώνυμον κέρας ὑπὸ τούτων ἐπληροῦτο τῶν ἱππέων, ὧν ἁπάντων Πίθων εἶχε τὴν ἡγεμονίαν· τῶν δὲ πεζῶν πρῶτοι μὲν ἐτάχθησαν οἱ ξένοι, πλείους ὄντες τῶν ἐννακισχιλίων, μετὰ δὲ τούτους Λύκιοι καὶ Παμφύλιοι τρισχίλιοι, παντοδαποὶ δʼ εἰς τὰ Μακεδονικὰ καθωπλισμένοι πλείους τῶν ὀκτακισχιλίων, ἐπὶ πᾶσι δὲ Μακεδόνες οὐ πολὺ ἐλάττους τῶν ὀκτακισχιλίων, οὓς ἔδωκεν Ἀντίπατρος καθʼ ὃν καιρὸν ἐπιμελητὴς ἀπεδείχθη τῆς βασιλείας.
τῶν δʼ ἱππέων πρῶτοι μὲν ἦσαν ἐπὶ τοῦ δεξιοῦ κέρατος συνάπτοντες τῇ φάλαγγι μισθοφόροι παντοδαποὶ πεντακόσιοι, ἑξῆς δὲ Θρᾷκες χίλιοι, παρὰ δὲ τῶν συμμάχων πεντακόσιοι, ἐχόμενοι δὲ τούτων οἱ προσαγορευθέντες ἑταῖροι χίλιοι, Δημήτριον ἔχοντες ἡγεμόνα τὸν Ἀντιγόνου, τότε πρώτως μέλλοντα συναγωνίζεσθαι τῷ πατρί.
ἐπʼ ἄκρου δὲ τοῦ κέρατος ἦν τὸ ἄγημα τῶν ἱππέων τριακοσίων, μεθʼ ὧν καὶ αὐτὸς ἐκινδύνευε· πρόταγμα δὲ τούτων ἐκ τῶν ἰδίων παίδων εἶλαι τρεῖς ὑπῆρχον καὶ ταύταις ἴσαι παράλληλοι, συναγωνιζομένων αὐτοῖς Ταραντίνων ἑκατόν.
παρὰ δὲ τὸ κέρας πᾶν ἐξέταξε τοὺς κρατίστους τῶν ἐλεφάντων τριάκοντα, ποιήσας ἐπικάμπιον, καὶ τὰ διαστήματα τούτων συνεπλήρωσε τοῖς ψιλοῖς τάγμασιν ἐπιλέκτοις· τῶν δʼ ἄλλων θηρίων τὰ πλείω μὲν τῆς φάλαγγος προέστησεν, ὀλίγα δὲ μετὰ τῶν ἱππέων τῶν ἐν τοῖς εὐωνύμοις μέρεσι.
τοῦτον δὲ τὸν τρόπον ἐκτάξας τὸ στρατόπεδον κατέβαινεν ἐπὶ τοὺς πολεμίους, λοξὴν ποιήσας τὴν τάξιν· τὸ μὲν γὰρ δεξιὸν κέρας, ᾧ μάλιστα ἐπίστευεν, προεβάλετο, τὸ δʼ ἕτερον ὑπεστείλατο, διεγνωκὼς ᾧ μὲν φυγομαχεῖν, ᾧ δὲ διαγωνίζεσθαι.
ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγένετο τὰ στρατόπεδα καὶ τὸ σύσσημον ἤρθη παρʼ ἀμφοτέροις, ἐπηλάλαξαν μὲν αἱ δυνάμεις ἐπαλλὰξ πλεονάκις, ἐσήμηναν δʼ οἱ σαλπιγκταὶ τὸ πολεμικόν. πρῶτοι δʼ οἱ μετὰ Πίθωνος ἱππεῖς, στερεὸν μὲν οὐδὲν οὐδʼ ἀξιόλογον ἔχοντες πρόφραγμα περὶ αὐτούς, ὑπερέχοντες δὲ τῶν ἀντιτεταγμένων τῷ τε πλήθει καὶ ταῖς ἐλαφρότησιν, ἐπειρῶντο χρήσασθαι τοῖς ἰδίοις προτερήμασι.
τὸ μὲν γὰρ κατὰ στόμα διακινδυνεύειν πρὸς ἐλέφαντας οὐκ ἀσφαλὲς ἐνόμιζον, περιιππεύσαντες δὲ τὸ κέρας καὶ πλαγίοις ἐμβαλόντες πυκνοῖς τοῖς βέλεσι κατετίτρωσκον, αὐτοὶ μὲν διὰ τὰς ἐλαφρότητας οὐδὲν πάσχοντες, μεγάλα δὲ βλάπτοντες τοὺς διὰ τὰ βάρη μήτʼ ἐκδιῶξαι δυναμένους μήτʼ ἀναχωρεῖν, ὅταν καιρὸς παραγγείλῃ.
Εὐμενὴς δʼ ὁρῶν πιεζούμενον τὸ κέρας τῷ πλήθει τῶν ἀφιπποτοξοτῶν μετεπέμψατο παρʼ Εὐδάμου τοῦ τὸ λαιὸν κέρας ἔχοντος τοὺς ἐλαφροτάτους τῶν ἱππέων,
ἐξαγαγὼν δὲ ἐπὶ κέρας τὴν ὅλην τάξιν τοῖς μὲν ψιλοῖς καὶ τοῖς ἐλαφροτάτοις τῶν ἱππέων εἰσέβαλεν εἰς τοὺς ἐναντίους, ἐπακολουθούντων δὲ καὶ τῶν θηρίων ῥᾳδίως τρεψάμενος τοὺς περὶ τὸν Πίθωνα κατεδίωξε μέχρι τῆς ὑπωρίας.
ἅμα δὲ τούτοις πραττομένοις συνέβη καὶ τοὺς πεζοὺς ἐφʼ ἱκανὸν μὲν χρόνον φαλαγγομαχεῖν πρὸς ἀλλήλους, τὸ δὲ τελευταῖον πολλῶν πεσόντων παρʼ ἀμφοτέροις ἐπικρατῆσαι τοὺς παρʼ Εὐμενεῖ τεταγμένους διὰ τὰς τῶν ἀργυρασπίδων Μακεδόνων ἀρετάς·
οὗτοι γὰρ ταῖς μὲν ἡλικίαις ἤδη προβεβήκεισαν, διὰ δὲ τὸ πλῆθος τῶν κινδύνων διέφερον ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις, ὥστε μηδένα δύνασθαι κατὰ στόμα τὴν βίαν ὑποστῆναι. διὸ καὶ τότε τρισχίλιοι μὲν ὄντες οἱονεὶ στόμωμα καθειστήκεισαν πάσης τῆς δυνάμεως.
Ἀντίγονος δʼ ὁρῶν τό τε εὐώνυμον κέρας τῶν ἰδίων πεφευγότας καὶ τὴν φάλαγγα πᾶσαν τετραμμένην τοῖς μὲν συμβουλούουσιν ἀποχωρεῖν πρὸς τὴν ὀρεινὴν καὶ τοὺς ἀπὸ τῆς φυγῆς σωζομένους ἀναλαμβάνειν, ἄθραυστον ἔχοντα τὸ περὶ αὐτὸν μέρος τῆς δυνάμεως, οὐ προσέσχε, τῷ δὲ παρὰ τοῦ καιροῦ δοθέντι προτερήματι δεξιῶς χρησάμενος καὶ τοὺς φεύγοντας τῶν ἰδίων ἔσωσε καὶ τῆς νίκης ἔτυχεν.
οἱ μὲν γὰρ ἀργυράσπιδες οἱ παρʼ Εὐμενεῖ καὶ τὸ λοιπὸν πλῆθος τῶν πεζῶν ὡς τάχιστα ἐτρέψατο τοὺς ἀντιτεταγμένους, ἐπεδίωκεν μέχρι τῆς πρότερον ὑπωρίας·
ὁ δʼ Ἀντίγονος γενομένου διαστήματος ἐν τῇ τῶν πολεμίων τάξει διιππεύσας μέρει τῶν ἱππέων ἐνέβαλεν εἰς πλαγίους τοὺς περὶ Εὔδαμον τεταγμένους ἐπὶ τοῦ λαιοῦ κέρατος.
ταχὺ δὲ διὰ τὸ παράδοξον τρεψάμενος τοὺς ἐναντίους καὶ πολλοὺς ἀνελὼν διαπέστειλε τῶν ἱππέων τοὺς ἐλαφροτάτους καὶ διὰ τούτων ἀνεκαλέσατο τοὺς φεύγοντας καὶ παρὰ τὴν ὑπωρίαν πάλιν εἰς τάξιν κατέστησεν. καὶ γὰρ οἱ περὶ τὸν Εὐμενῆ πυθόμενοι τὴν τῶν ἰδίων τροπὴν ἀνεκαλοῦντο τῇ σάλπιγγι τοὺς διώκοντας, σπεύδοντες
βοηθῆσαι τοῖς περὶ τὸν Εὔδαμον. ἤδη δὲ τῆς ὥρας οὔσης περὶ λύχνων ἁφὰς ἀμφότεροι τοὺς φεύγοντας ἀνακαλεσάμενοι πάλιν πᾶσαν ἐξέταττον τὴν δύναμιν· τοσαύτης φιλονεικίας ὑπῆρχον πλήρεις οὐχ οἱ στρατηγοὶ μόνον, ἀλλὰ καὶ τὰ πλήθη τῶν ἀγωνιζομένων.
τῆς δὲ νυκτὸς οὔσης αἰθρίου καὶ πανσελήνου καὶ τῶν δυνάμεων ἀντιπαραγουσῶν ἀλλήλαις ὡς ἂν ἐν τέτταρσι πλέθροις ὁ ψόφος τῶν ὅπλων καὶ τῶν ἵππων ὁ φρυαγμὸς ἐν χερσὶν ἐδόκει πᾶσιν εἶναι τοῖς ἀντιτεταγμένοις. ὡς δὲ παράγοντες ἀπέσχον ἀπὸ τῶν ἐν τῇ μάχῃ πεπτωκότων ὡς τριάκοντα σταδίους, ἡ μὲν ὥρα κατελάμβανεν μεσονύκτιος, κακῶς δὲ διέκειντο ἀμφότεροι διά τε τὴν ὁδοιπορίαν καὶ τὴν ἐν τῇ μάχῃ κακοπάθειαν,
ἔτι δὲ τὴν ἀσιτίαν, ὥστε ἡναγκάσθησαν ἀφέμενοι τῆς μάχης καταστρατοπεδεῦσαι. Εὐμενὴς μὲν οὖν ἐπεχείρει ἀναζευγνύειν ἐπὶ τῶν νεκρῶν, σπεύδων κρατεῖν τῆς τούτων ἀναιρέσεως καὶ τὴν νίκην ἀναμφισβήτητον περιποιήσασθαι. οὐ προσεχόντων δὲ τῶν στρατιωτῶν, ἀλλὰ βοώντων ἐπὶ τὴν ἰδίαν ἀποσκευὴν ἀναχωρεῖν μακρὰν ἀπέχουσαν ἠναγκάσθη πεισθῆναι τῷ πλήθει·
οὔτε γὰρ τοῖς στρατιώταις δυνατὸν ἦν πικρῶς ἐπιτιμᾶν, ἀμφισβητούντων πολλῶν τῆς στρατηγίας, οὔτε τὸν καιρὸν ἐπιτῄδειον ἑώρα κολάζειν τοὺς ἀπειθοῦντας. ὁ δʼ Ἀντίγονος τοὐναντίον χωρὶς δημαγωγίας βεβαίως ἔχων τὴν ἡγεμονίαν ἐβιάσατο μὲν τὸ πλῆθος ἐπὶ τῶν νεκρῶν στρατοπεδεῦσαι, κύριος δὲ γενόμενος τῆς τούτων ταφῆς ἠμφισβήτει τῆς νίκης, ἀποφαινόμενος προτερεῖν ἐν ταῖς μάχαις τὸ τῶν πεσόντων κυριεῦσαι.
ἀνῃρέθησαν δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἀντιγόνου πεζοὶ μὲν εἰς τρισχιλίους ἑπτακοσίους, ἱππεῖς δὲ πεντήκοντα τέσσαρες, τραυματίαι δʼ ἐγένοντο πλείους τῶν τετρακισχιλίων· τῶν δʼ Ευμενοῦς ἔπεσον πεζοὶ μὲν πεντακόσιοι τεσσαράκοντα, ἱππεῖς δʼ ὀλίγοι παντελῶς, τραυματίαι δʼ ἐγένοντο πλείους τῶν ἐννακοσίων.
ὁ δʼ Ἀντίγονος μετὰ τὴν ἐκ τῆς μάχης ἀποχώρησιν ὁρῶν τοὺς στρατιώτας ἀθυμοῦντας διέγνω τὴν ταχίστην ἀναζευγνύειν ὡς πορρωτάτω τῶν πολεμίων. βουλόμενος δʼ εὔζωνον ποιῆσαι τὴν δύναμιν πρὸς τὴν ἀποχώρησιν τοὺς μὲν τραυματίας καὶ τὰ βαρύτατα τῆς ἀποσκευῆς προαπέστειλεν εἴς τινα τῶν πλησίον πόλεων, τοὺς δὲ νεκροὺς ἅμʼ ἡμέρᾳ θάψας καὶ παρακατασχὼν τὸν παρὰ τῶν πολεμίων ἥκοντα κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως παρήγγειλε τῆς ὥρας δειπνοποιεῖσθαι.
τῆς δʼ ἡμέρας διελθούσης τὸν μὲν κήρυκα ἀπ έπεμψε, δοὺς εἰς τὴν αὔριον τὴν ἀναίρεσιν, αὐτὸς δὲ πρώτης φυλακῆς ἀρχομένης ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως καὶ συντόνους τὰς πορείας ποιούμενος ἀπέστη μὲν τῶν πολεμίων μακράν, ἔσχε δὲ χώραν ἀκεραίαν εἰς ἀνάληψιν τοῦ στρατοπέδου· διήνυσε γὰρ ἕως Γαμάργων τῆς Μηδίας, οὔσης τῆς χώρας ὑπὸ Πίθωνα καὶ δυναμένης μεγάλαις δυνάμεσι πρὸς διατροφὴν δαψιλῶς ἅπαντα χορηγῆσαι.
Εὐμενὴς δὲ διὰ τῶν κατασκόπων πυθόμενος τὴν ἀναχώρησιν τῶν περὶ Ἀντίγονον τοῦ μὲν διώκειν ἀπέστη διὰ τὸ καὶ τοὺς ἰδίους στρατιώτας ἐν ἀσιτίᾳ καὶ κακοπαθείαις μεγάλαις γεγονέναι, περὶ δὲ τὴν ἀναίρεσιν τῶν τετελευτηκότων γενόμενος ἐπεμελήθη τῆς ταφῆς μεγαλοπρεπῶς. ἔνθα δὴ συνέβη γενέσθαι πρᾶγμα παράδοξον καὶ πολὺ τῶν παρʼ Ἕλλησι νομίμων ἐξηλλαγμένον.
Κητεὺς γὰρ ὁ τῶν ἐκ τῆς Ἰνδικῆς ἀπηντηκότων στρατηγὸς ἀνῃρέθη μὲν ἐν τῇ μάχῃ λαμπρῶς ἀγωνισάμενος, ἀπέλιπε δὲ δύο γυναῖκας συνακολουθούσας ἐν τῷ στρατοπέδῳ, τὴν μὲν νεόγαμον, τὴν δὲ ὀλίγοις ἔτεσι πρότερον συνοικήσασαν, ἀμφοτέρας δὲ φιλοστόργως πρὸς αὐτὸν διακειμένας.
ὄντος δὲ παλαιοῦ νόμου παρὰ τοῖς Ἰνδοῖς τοὺς γαμοῦντας καὶ τὰς γαμουμένας παρθένους μὴ διὰ τῆς τῶν γονέων κρίσεως ποιεῖσθαι τὸν γάμον, ἀλλὰ πείσαντας ἀλλήλους, τὸν μὲν ἔμπροσθεν χρὸνον τῆς μνηστείας γενομένης διὰ νεωτέρων ταῖς ἡλικίαις ὡς ἐπὶ πολὺ συνέβαινε διαπίπτειν τὰς κρίσεις καὶ ταχὺ μεταμελομένων ἀμφοτέρων πολλὰς τῶν γυναικῶν διαφθείρεσθαι καὶ διʼ ἀκρασίαν φιλοστοργεῖν ἑτέρους, τέλος δὲ μὴ δυναμένας εὐσχημόνως ἀπολιπεῖν τοὺς ἐξ ἀρχῆς προκριθέντας διὰ φαρμάκων ἀναιρεῖν τοὺς συνοικοῦντας, καὶ τὴν χώραν δʼ οὐκ ὀλίγας ἀφορμὰς αὐταῖς δοῦναι, πολλὰς καὶ ποικίλας φέρουσαν φθαρτικὰς δυνάμεις, ἐξ ὧν ἐνίας προσχρωσθείσας μόνον τοῖς ἐδέσμασιν ἢ ποτηρίοις ἐπιφέρειν τὴν ἀπώλειαν.
ἐπιπολαζούσης δὲ τῆς ῥᾳδιουργίας καὶ πολλῶν ἀναιρουμένων τοῦτον τὸν τρόπον, ἐπειδὴ κολάζοντες τὰς αἰτίας τῶν κακῶν οὐκ ἠδυνήθησαν ἀποτρέψαι τὰς ἄλλας τῶν ἀδικημάτων, νόμον ἔθεσαν ὅπως συγκατακαίωνται τοῖς τετελευτηκόσιν ἀνδράσιν αἱ γυναῖκες πλὴν τῶν ἐγκύων ἢ τῶν ἐχουσῶν τέκνα· τὴν δὲ μὴ βουλομένην τῷ δόγματι πιθαρχεῖν χήραν μὲν εἶναι διὰ τέλους καὶ θυσιῶν καὶ τῶν ἄλλων νομίμων εἴργεσθαι διὰ παντὸς ὡς ἀσεβοῦσαν.
τούτων δὲ νομοθετηθέντων εἰς τοὐναντίον τὴν παρανομίαν τῶν γυναικῶν μεταβαλεῖν συνέβη· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς ἀτιμίας ἑκάστης ὑπομενούσης ἑκουσίως τὸν θάνατον οὐ μόνον προνοεῖσθαι τῆς τῶν συνοικούντων ἀσφαλείας ὡς κοινῆς οὔσης, ἀλλὰ καὶ πρὸς ἀλλήλας ἁμιλλᾶσθαι καθάπερ ὑπὲρ τῆς μεγίστης εὐδοξίας.
ὃ καὶ τότε συνέβη· τοῦ γὰρ νόμου μίαν κελεύοντος συγκατακάεσθαι παρῆσαν ἀμφότεραι πρὸς τὴν τοῦ Κητέως ταφήν, ὑπὲρ τοῦ συναποθανεῖν ὡς ὑπὲρ ἀριστίου συμφιλοτιμούμεναι.
τῶν δὲ στρατηγῶν διακρινόντων ἡ νεωτέρα μὲν ἀπεφαίνετο τὴν ἑτέραν ἔγκυον εἶναι καὶ διὰ τοῦτο μὴ δύνασθαι χρήσασθαι τῷ νόμῳ, ἡ δὲ πρεσβυτέρα δικαιότερον ἀπεφαίνετο εἶναι τὴν προέχουσαν τοῖς χρόνοις προέχειν καὶ τῇ τιμῇ· καὶ γὰρ ἐπὶ τῶν ἄλλων ἁπάντων θεωρεῖσθαι τοὺς πρεσβυτέρους πολὺ προέχοντας τῶν νεωτέρων εἰς ἐντροπὴν καὶ τιμήν.
οἱ δʼ οὖν στρατηγοὶ διὰ τῶν μαιεύεσθαι δυναμένων γνόντες τὴν πρεσβυτέραν ἔγκυον οὖσαν προέκριναν τὴν νεωτέραν. οὗ συμβάντος ἡ μὲν ἀποτυχοῦσα τῆς κρίσεως ἀπῄει μετὰ κλαυθμοῦ, καταρρήξασα τὸ περὶ τὴν κεφαλὴν διάδημα καὶ τὰς τρίχας σπαράσσουσα, καθαπερεί τινος συμφορᾶς μεγάλης προσηγγελμένης· ἡ δὲ ἐπὶ τῇ νίκῃ περιχαρὴς ἀπῄει πρὸς τὴν πυράν, στεφανουμένη μὲν μίτραις ὑπὸ τῶν οἰκείων γυναικῶν, κεκοσμημένη δὲ διαπρεπῶς ὥσπερ εἴς τινα γάμον προεπέμπετο ὑπὸ τῶν συγγενῶν, ᾀδόντων ὕμνον εἰς τὴν ἀρετὴν αὐτῆς.
ὡς δὲ ἐγγὺς ἐγενήθη τῆς πυρᾶς, περιαιρουμένη τὸν κόσμον ἑαυτῆς διεδίδου τοῖς οἰκείοις καὶ φίλοις, ὡς ἂν εἴποι τις, καταλείπουσα τοῖς ἀγαπῶσι μνημεῖον. ὁ δὲ κόσμος ἦν περὶ μὲν τὰς χεῖρας δακτυλίων πλῆθος ἐνδεδεμένων λίθοις πολυτελέσι καὶ διηλλαγμένοις τοῖς χρώμασι, περὶ δὲ τὴν κεφαλὴν χρυσῶν ἀστερίσκων οὐκ ὀλίγος ἀριθμὸς παντοδαποῖς λίθοις διειλημμένων, περὶ δὲ τὸν τράχηλον ὅρμων πλῆθος, τῶν μὲν ἐλασσόνων, τῶν δʼ ἐκ τοῦ κατʼ ὀλίγον ἀεὶ καθʼ ὑπέρθεσιν μειζόνων.
τὸ δὲ τελευταῖον ἀσπασαμένη τοὺς οἰκείους ὑπὸ τἀδελφοῦ μὲν ἐπὶ τὴν πυρὰν ἀνεβιβάσθη, ὑπὸ δὲ τοῦ συνδραμόντος ἐπὶ τὴν θέαν πλήθους θαυμασθεῖσα κατέστρεψεν ἡρωικῶς τὸν βίον·
ἡ μὲν γὰρ δύναμις ἐν τοῖς ὅπλοις πᾶσα πρὶν ἅπτεσθαι τὴν πυρὰν τρὶς περιῆλθεν, αὐτὴ δὲ τἀνδρὶ παρακλιθεῖσα καὶ κατὰ τὴν τοῦ πυρὸς ὁρμὴν οὐδεμίαν φωνὴν ἀγεννῆ προεμένη προεκαλέσατο τῶν ὁρώντων τοὺς μὲν εἰς ἔλεον, τοὺς δὲ εἰς ὑπερβολὴν ἐπαίνων. οὐ μὴν ἀλλʼ ἔνιοι τῶν Ἑλλήνων ἐπετίμων τοῖς νομίμοις ὡς ἀγρίοις οὖσι καὶ χαλεποῖς.
Book 19, Part 4
ὁ δʼ Εὐμενὴς ἀπὸ τῆς τῶν τετελευτηκότων ταφῆς γενόμενος ἀνέζευξεν ἐκ τῶν Παραιτάκων εἰς τὴν Γαβηνήν, οὖσαν ἀκέραιον καὶ δυναμένην πάντα δαψιλῆ ταῖς δυνάμεσι παρέχεσθαι.
ἀπέχειν δὲ συνέβαινε τὴν χώραν ταύτην τῶν περὶ Ἀντίγονον διὰ μὲν τῆς οἰκουμένης πορευομένῳ σταθμοὺς εἴκοσι πέντε, διὰ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου σταθμοὺς ἐννέα. οἱ μὲν οὖν περὶ Εὐμενῆ καὶ τὸν Ἀντίγονον τοσοῦτον ἀλλήλων διεστῶτες ἐν τούτοις τοῖς τόποις παρεχείμαζον ἅμα καὶ τὰς δυνάμεις ἀνελάμβανον.
κατὰ δὲ τὴν Εὐρώπην Κάσανδρος μὲν ἐν Πελοποννήσῳ Τεγέαν πολιορκῶν καὶ πυθόμενος τήν τε Ὀλυμπιάδος κάθοδον εἰς Μακεδονίαν καὶ τὴν Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἀναίρεσιν, ἔτι δὲ τὰ περὶ τὸν Ἰόλλα τἀδελφοῦ τάφον συμβεβηκότα πρὸς μὲν τοὺς Τεγεάτας διελύσατο, τὴν δὲ δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Μακεδονίαν, καταλιπὼν τοὺς συμμάχους ἐν πολλῇ ταραχῇ· ἐφήδρευε γὰρ ταῖς ἐν Πελοποννήσῳ πόλεσιν Ἀλέξανδρος ὁ Πολυπέρχοντος ἔχων στρατόπεδον.
Αἰτωλοὶ δὲ χαρίζεσθαι βουλόμενοι τῇ τε Ὀλυμπιάδι καὶ Πολυπέρχοντι τὰ περὶ τὰς Πύλας στενὰ κατελάβοντο καὶ τῆς παρόδου τὸν Κάσανδρον ἀπέκλεισαν. ὁ δὲ βιάζεσθαι μὲν πρὸς τόπους δυσεμβόλους ἀπέγνω, παρασκευασάμενος δὲ πλοῖα καὶ σχεδίας ἔκ τε τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος ἐπεραίωσε τὴν δύναμιν εἰς τὴν Θετταλίαν.
ἀκούων δὲ περὶ τὴν Περραιβίαν προκαθῆσθαι Πολυπέρχοντα μετὰ στρατοπέδου Κάλλαν μὲν ἀπέστειλε στρατηγὸν μετὰ δυνάμεως, προστάξας διαπολεμεῖν τοῖς μετὰ Πολυπέρχοντος. Δεινίας δὲ τὰ στενὰ προκαταληψόμενος, ἀπαντήσας τοῖς ὑπʼ Ὀλυμπιάδος ἐξαποσταλεῖσι στρατιώταις ἔφθασε τῶν παρόδων κυριεύσας.
Ὀλυμπιὰς δὲ πυθομένη Κάσανδρον μετὰ μεγάλης δυνάμεως πλησίον εἶναι τῆς Μακεδονίας, Ἀριστόνουν μὲν ἀπέδειξε στρατηγόν, κελεύσασα δικπολεμεῖν τοῖς περὶ Κάσανδρον,
αὐτὴ δὲ παρῆλθεν εἰς Πύδναν ἔχουσα τὸν υἱὸν τὸν Ἀλεξάνδρου καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην καὶ Θετταλονίκην τὴν Φιλίππου τοῦ Ἀμύντου θυγατέρα, πρὸς δὲ τούτοις Δηιδάμειάν τε τὴν Αἰακίδου θυγατέρα τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, Πύρρου δὲ τοῦ πρὸς Ῥωμαίους ὕστερον πολεμήσαντος ἀδελφήν, καὶ τὰς Ἀττάλου θυγατέρας, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν ἀξιολογωτάτων φίλων τοὺς συγγενεῖς, ὥστʼ ἀθροισθῆναι περὶ αὐτὴν πλῆθος μὲν πολὺ σωμάτων, ἀχρείων δʼ εἰς πόλεμον τῶν πλείστων· οὐδὲ γὰρ τροφῆς ἱκανὸν ἦν πλῆθος τοῖς μέλλουσι πολιορκίαν ὑπομένειν πολυχρόνιον.
ὧν ἁπάντων πρόδηλον ἐχόντων τὸν κίνδυνον οὐδὲν ἧττον ἐνταῦθα διέγνω μένειν, ἐλπίζουσα αὐτῇ βοηθήσειν κατὰ θάλασσαν Ἑλλήνων τε καὶ Μακεδόνων πολλούς.
συνῆσαν δʼ αὐτῇ τῶν τʼ ἐξ Ἀμβρακίας ἱππέων τινὲς καὶ τῶν περὶ τὴν αὐλὴν εἰωθότων διατρίβειν στρατιωτῶν οἱ πλείους, ἔτι δὲ τῶν μετὰ Πολυπέρχοντος ἐλεφάντων οἱ καταλειφθέντες· τῶν μὲν γὰρ ἄλλων θηρίων κατὰ τὴν προτέραν ἐμβολὴν εἰς Μακεδονίαν Κάσανδρος ἐκεκυριεύκει.
ὃς τότε διελθὼν τὰ κατὰ Περραιβίαν στενὰ καὶ παραγενόμενος πλησίον τῆς Πύδνης τὴν μὲν πόλιν περιεχαράκωσεν ἐκ θαλάττης εἰς θάλατταν, παρὰ δὲ τῶν συμμαχεῖν βουλομένων μετεπέμπετο ναῦς καὶ βέλη παντοδαπὰ καὶ μηχανάς, διανοούμενος πολιορκεῖν τοὺς μετʼ Ὀλυμπιάδος καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
πυθόμενος δʼ Αἰακίδην τὸν Ἠπειρωτῶν βασιλέα μετὰ δυνάμεως μέλλειν βοηθήσειν Ὀλυμπιάδι, στρατηγὸν ἐξέπεμψεν Ἀταρρίαν, δοὺς στρατόπεδον καὶ συντάξας ἀπαντᾶν τοῖς Ἠπειρώταις.
οὗ ταχὺ τὸ προσταχθὲν ποιήσαντος καὶ τὰς ἐξ Ἠπείρου παρόδους προκαταλαβομένου συνέβη τὸν Αἰακίδην ἄπρακτον γενέσθαι. καὶ γὰρ τὸ πλῆθος τῶν Ἠπειρωτῶν ἀκουσίως ἐστράτευσεν ἐπὶ Μακεδονίας καὶ στάσιν ἐποίει κατὰ τὴν παρεμβολήν· ὁ δὲ Αἰακίδης ἐκ παντὸς τρόπου βουλόμενος βοηθεῖν Ὀλυμπιάδι τοὺς μὲν ἀλλοτρίως διακειμένους ἀπέλυσε τῆς στρατείας, τοὺς δὲ συγκινδυνεύειν βουλομένους ἀναλαβὼν προθυμίαν μὲν εἶχε τοῦ διακινδυνεύειν, οὐκ ἀξιόμαχος δʼ ἦν ὡς ἂν ὀλίγου καταλελειμμένου τοῦ περὶ αὐτὸν συστήματος.
οἱ δὲ χωρισθέντες τῶν Ἠπειρωτῶν εἰς τὰς πατρίδας κατεστασίασαν ἀπόντα τὸν βασιλέα καὶ κοινῷ δόγματι φυγὴν αὐτοῦ καταγνόντες πρὸς Κάσανδρον ἐποιήσαντο συμμαχίαν. ὅπερ οὐδέποτε γενέσθαι συνέβη κατὰ τὴν Ἤπειρον ἀφʼ οὗ Νεοπτόλεμος ὁ Ἀχιλλέως ἐβασίλευσε τῆς χώρας· ἀεὶ γὰρ παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν δυναστείαν ἐναπέθνησκε ταῖς βασιλείαις μέχρι τῶνδε τῶν καιρῶν.
Κασάνδρου δὲ παραλαβόντος τὴν Ἤπειρον τῇ συμμαχίᾳ καὶ πέμψαντος εἰς αὐτὴν ἐπιμελητὴν ἅμα καὶ στρατηγὸν Λυκίσκον οἱ πρότερον κατὰ Μακεδονίαν διστάζοντες περὶ τῆς συμμαχίας ἀπήλπισαν μὲν τὰ κατʼ Ὀλυμπιάδα πράγματα, τῷ δὲ Κασάνδρῳ προσέθεντο. μιᾶς δʼ οὔσης αὐτῇ βοηθείας τῆς παρὰ Πολυπέρχοντος συνέβη καὶ ταύτην συντριβῆναι παραδόξως·
ὁ γὰρ ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς Κάλλας ἐπειδὴ πλησίον γενόμενος τοῦ Πολυπέρχοντος κατεστρατοπέδευσεν ἐν τῇ Περραιβίᾳ, διέφθειρε τῶν μετʼ αὐτοῦ στρατιωτῶν τοὺς πλείστους χρήμασιν, ὥστε ὀλίγους τοὺς μάλιστα πιστοὺς ἀπολειφθῆναι. αἱ μὲν οὖν Ὀλυμπιάδος ἐλπίδες ἐν ὀλίγῳ χρόνῳ τοῦτον τὸν τρόπον ἐταπεινώθησαν.
κατὰ δὲ τὴν Ἀσίαν Ἀντίγονος μὲν χειμάζων ἐν Γαδαμάλοις τῆς Μηδίας καὶ θεωρῶν τὴν ἑαυτοῦ δύναμιν ἀσθενεστέραν οὖσαν τῆς τῶν πολεμίων ἔσπευδεν ἀνελπίστως αὐτοῖς ἐπιθέσθαι καὶ καταστρατηγῆσαι. ἐτύγχανον δʼ οὗτοι τὴν χειμασίαν ἔχοντες ἐν πολλοῖς μέρεσι διεζευγμένην, ὥστʼ ἐνίους ἀπʼ ἀλλήλων ἀπέχειν ὁδὸν ἡμερῶν ἕξ.
τὸ μὲν οὖν διὰ τῆς οἰκουμένης χώρας ὁδοιπορεῖν ἀπεδοκίμασε διὰ τὸ καὶ μακρὰν εἶναι καὶ τοῖς πολεμίοις εὐθεώρητον, τὸ δὲ τολμῆσαι διὰ τῆς ἐρήμου καὶ ἀνύδρου προάγειν ἐπίπονον μὲν ἔκρινεν, εἰς δὲ τὴν βεβουλευμένην ἐπιβολὴν χρησιμώτατον· οὐ μόνον γὰρ διὰ ταύτης συντόμως ἦν ἐλθεῖν, ἀλλὰ καὶ ῥᾳδίως λαθεῖν ἀπροσδοκήτως ἐπιπεσόντα τοῖς διὰ τὴν ἄγνοιαν διερριμμένοις κατὰ κώμας καὶ ῥᾳθυμοῦσι.
ταῦτα δὲ διανοηθεὶς τοῖς μὲν στρατιώταις παρήγγειλεν ἑτοίμους εἶναι πρὸς ἀνάζευξιν καὶ παρασκευάσασθαι δέχʼ ἡμερῶν ἄπυρα σιτία, αὐτὸς δὲ δια δοὺς λόγον ἐπʼ Ἀρμενίας προάξειν ἄφνω παρὰ τὴν πάντων ὑπόληψιν ὥρμησε διὰ τῆς ἐρήμου, τῆς ὥρας οὔσης περὶ χειμερινὰς τροπάς.
κατὰ δὲ τὰς στρατοπεδείας παρήγγειλε τῆς ἡμέρας μὲν τὰ πυρὰ κάειν, τῆς δὲ νυκτὸς κατασβεννύναι τελέως, ὅπως μή τινες ἐκ τῶν μετεώρων κατανοήσαντες ἀπαγγείλωσι τὸ γινόμενον τοῖς πολεμίοις·
ἦν γὰρ ἡ μὲν ἔρημος πᾶσα σχεδὸν πεδιάς, περιείχετο δὲ ὑπὸ λόφων ὑψηλῶν, ἀφʼ ὧν ῥᾴδιον ἦν ἐκ πολλοῦ διαστήματος συνορᾶν τὴν αὐγὴν τοῦ πυρός. ἐπιπόνως δὲ τῆς δυνάμεως πένθʼ ἡμέρας ὁδοιπορούσης οἱ μὲν στρατιῶται διά τε τὸ ψῦχος καὶ τὰς ἀναγκαίας χρείας ἔκαον πῦρ μεθʼ ἡμέραν τε καὶ νύκτωρ ἐν ταῖς στρατοπεδείαις.
ὃ δὴ συνιδόντες τινὲς τῶν παρὰ τὴν ἔρημον οἰκούντων ἔπεμψαν τοὺς ἀπαγγελοῦντας αὐθημερὸν τοῖς περὶ Εὐμενῆ καὶ Πευκέστην, δόντες δρομάδας καμήλους· διατείνει γὰρ τὸ ζῷον τοῦτο σταδίους οὐ πολὺ ἐλάττους χιλίων πεντακοσίων.
οἱ δὲ περὶ τὸν Πευκέστην πυθόμενοι κατὰ μέσην τὴν ὁδὸν ἑωρᾶσθαι τὴν στρατοπεδείαν, διέγνωσαν ἀναχωρεῖν εἰς τοὺς ἐσχάτους τόπους τῆς χειμασίας, φοβούμενοι μὴ καταληφθῶσιν ὑπὸ τῶν πολεμίων πρὶν ἢ συνελθεῖν πανταχόθεν τὴν συμμαχοῦσαν δύναμιν.
ὧν ὁρῶν τὴν ἀθυμίαν Εὐμενὴς θαρρεῖν παρεκελεύετο καὶ μένειν ἐπὶ τῶν ὅρων τῆς ἐρήμου· εὑρηκέναι γὰρ τρόπον δι’ οὗ ποιήσει τὸν Ἀντίγονον ὕστερον ἡμέραις τρισὶν ἢ τέτταρσι παραγενέσθαι· τούτου δὲ γενομένου τὴν μὲν ἑαυτῶν δύναμιν ῥᾳδίως ἀθροισθήσεσθαι, τοὺς δὲ πολεμίους καταπεπονημένους καὶ πάντων ἐνδεεῖς ὄντας ὑποχειρίους γενήσεσθαι.
πάντων δὲ θαυμασάντων τὸ παράδοξον τῆς ἐπαγγελίας καὶ ζητούντων μαθεῖν τί ποτʼ ἔσται τὸ δυνάμενον κωλῦσαι προάγειν τοὺς ἐναντίους, προσέταξεν ἀκολουθεῖν ἑαυτῷ πάντας τοὺς ἡγεμόνας μετὰ τῶν ἰδίων στρατιωτῶν, ἔχοντας ἐν ἀγγείοις πλείοσι πῦρ. ἐκλεξάμενος δὲ τῆς μετεώρου χώρας τόπον ἐστραμμένον ἐπὶ τὴν ἔρημον καὶ πρὸς τὴν ἀποθεώρησιν πανταχόθεν εὐφυῆ, σημεῖα θέμενος περιέλαβεν ὡς ἂν ἑβδομήκοντα σταδίων περιφέρειαν. διελὼν δὲ τόπους ἑκάστῳ τῶν συνακολουθούντων συνέταξε νυκτὸς πῦρ κάειν διαστάντας ὡς ἂν εἴκοσι πήχεις καὶ κατὰ μὲν τὴν πρώτην φυλακὴν πολλὴν φλόγα ποιεῖν ὡς ἂν ἐγρηγορότων ἔτι καὶ πρὸς θεραπείαν καὶ δεῖπνον παρασκευαζομένων, τῆς δὲ δευτέρας ἐλάττω, καὶ τῆς τρίτης ἀπολιπεῖν ὀλίγα παντελῶς ὥστε δοκεῖν εἶναι τοῖς ἐξ ἀποστήματος θεωροῦσιν ἀληθινὴν στρατοπεδείαν.
τῶν δὲ στρατιωτῶν ποιησάντων τὸ προσταχθὲν κατενόησάν τινες τὰ πυρὰ τῶν νεμομένων μὲν τὴν ἀπεναντίον ὀρεινήν, φίλων δʼ ὄντων Πίθωνι τῷ Μηδίας σατράπῃ. δόξαντες δὲ πρὸς ἀλήθειαν εἶναι στρατοπεδείαν, καταδραμόντες εἰς τὸ πεδίον ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀντίγονον καὶ Πίθωνα.
οἱ δὲ διὰ τὸ παράδοξον καταπλαγέντες καὶ τῆς ὁδοιπορίας ἐπισχόντες ἐβουλεύοντο πῶς χρηστέον τοῖς προσηγγελμένοις· ἦν γὰρ ἐπικίνδυνον τὸ πεπονηκότας καὶ πάντων ἐνδεεῖς συνηγμένοις ἤδη τοῖς πολεμίοις καὶ πάντων εὐποροῦσι συμβαλεῖν.
ὑπολαβόντες δὲ προδοσίαν γεγενῆσθαι καὶ προακηκοότας τὸ μέλλον τοὺς πολεμίους ἠθροῖσθαι, τὸ μὲν ἐπʼ εὐθείας προάγειν ἀπέγνωσαν, εἰς δεξιὰ δὲ κλίναντες προῆγον ἐφʼ ἑκάτερα μέρη τῆς οἰκουμένης χώρας, βουλόμενοι τὴν δύναμιν ἐκ τῆς κακοπαθίας ἀναλαβεῖν.
Εὐμενὴς δὲ τὸν προειρημένον τρόπον καταστρατηγήσας τοὺς πολεμίους μετεπέμπετο πανταχόθεν τοὺς διερριμμένους τῶν στρατιωτῶν καὶ χειμάζοντας ἐν ταῖς κώμαις. βαλόμενος δὲ χάρακα καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὀχυρώσας ὑπεδέχετο μὲν τοὺς ἀεὶ καταντῶντας τῶν συμμάχων, ἐπλήρωσε δὲ τὴν στρατοπεδείαν πάντων τῶν ἐπιτηδείων.
ὁ δʼ Ἀντίγονος διελθὼν τὴν ἔρημον καὶ πυθόμενος παρὰ τῶν ἐγχωρίων σχεδὸν τὴν μὲν ἄλλην δύναμιν ἅπασαν συνεληλυθέναι τοῖς περὶ τὸν Εὐμενῆ, τοὺς δʼ ἐλέφαντας μέλλειν ἀναζευγνύειν ἐκ τῆς χειμασίας καὶ πλησίον εἶναι μεμονωμένους πάσης βοηθείας, ἀπέστειλεν ἐπʼ αὐτοὺς ἱππεῖς λογχοφόρους μὲν Μήδους δισχιλίους, Ταραντίνους δὲ διακοσίους, τῶν δὲ πεζῶν τοὺς ψιλοὺς ἅπαντας·
ἤλπιζε γὰρ μεμονωμένοις τοῖς θηρίοις τὴν ἐπίθεσιν ποιησάμενος τούτων τε ῥᾳδίως κυριεύσειν καὶ τῶν πολεμίων παρελεῖσθαι τὸ κράτιστον μέρος τῆς δυνάμεως. ὁ δʼ Εὐμενὴς καταστοχασάμενος τὸ μέλλον ἀπέστειλεν ἐπὶ τὴν βοήθειαν ἱππεῖς μὲν τοὺς κρατίστους χιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ ψιλοὺς τρισχιλίους.
ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν οἱ τῶν ἐλεφάντων ἡγεμόνες τάξαντες εἰς πλινθίον τὰ θηρία προῆγον, ἐν μέσῳ μὲν ἀπειληφότες τὰ σκευοφόρα, κατὰ δὲ τὴν οὐραγίαν ἔχοντες συναγωνιζομένους ἱππεῖς οὐ πλείους τετρακοσίων.
ἐπιπεσόντων δʼ αὐτοῖς τῶν πολεμίων παντὶ τῷ βάρει καὶ βιαιότερον ἐπικειμένων οἱ μὲν ἱππεῖς ἐτράπησαν ὑπὸ τοῦ πλήθους καταπονηθέντες, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων ἐφεστηκότες τὸ μὲν πρῶτον ἀντεῖχον καὶ διεκαρτέρουν πανταχόθεν κατατιτρωσκόμενοι, βλάψαι δʼ οὐδὲν τοὺς πολεμίους δυνάμενοι.
ἤδη δʼ αὐτῶν καταπονουμένων ἀνελπίστως ἐπιφανέντες οἱ παρʼ Εὐμενοῦς ἐξήρπασαν αὐτοὺς ἐκ τῶν κινδύνων. μετὰ δʼ ἡμέρας ὀλίγας ἐν τεσσαράκοντα σταδίοις ἀντιστρατοπεδευουσῶν τῶν δυνάμεων ἐξέταξαν ἀμφότεροι τὸ στρατόπεδον εἰς μάχην, ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης.
Ἀντίγονος μὲν οὖν τοὺς ἱππεῖς ἐπὶ τὰ κέρατα διελόμενος τὸ μὲν εὐώνυμον μέρος Πίθωνι παρέδωκε, τὸ δὲ δεξιὸν τῷ υἱῷ Δημητρίῳ, μεθʼ οὗ καὶ αὐτὸς διαγωνίζεσθαι διεγνώκει· τοὺς δὲ πεζοὺς εἰς μέσον καταστήσας παρέταξε παρʼ ὅλην τὴν δύναμιν τοὺς ἐλέφαντας, πληρώσας τὰ διαστήματα τοῖς ψιλικοῖς τάγμασιν. ὁ δὲ πᾶς ἀριθμὸς ἦν αὐτοῦ τῆς δυνάμεως πεζοὶ μὲν δισμύριοι δισχίλιοι, ἱππεῖς δʼ ἐννακισχίλιοι σὺν τοῖς ἐκ Μηδίας προσκαταγραφεῖσι, θηρία δὲ ἑξήκοντα καὶ πέντε.
ὁ δʼ Εὐμενὴς πυθόμενος τὸν Ἀντίγονον ἐπὶ τοῦ δεξιοῦ κέρατος τετάχθαι μετὰ τῶν ἀρίστων ἱππέων, καὶ αὐτὸς ἀντετάξατο, ἐπὶ τὸ λαιὸν κέρας ἐπιστήσας τοὺς ἀρίστους· καὶ γὰρ τῶν σατραπῶν τοὺς πλείστους ἐνταῦθα κατέστησεν μετὰ τῶν συναγωνιζομένων αὐτοῖς ἱππέων ἐπιλέκτων καὶ αὐτὸς μετὰ τούτων ἔμελλε κινδυνεύειν· συνῆν δʼ αὐτοῖς καὶ Μιθριδάτης ὁ Ἀριοβαρζάνου μὲν υἱός, ἀπόγονος δʼ ἑνὸς τῶν ἑπτὰ Περσῶν τῶν συγκαθελόντων τὸν μάγον Σμέρδιν, ἀνὴρ ἀνδρείᾳ διαφέρων καὶ τεθραμμένος ἐκ παιδὸς στρατιωτικῶς.
πρὸ δὲ τοῦ κέρατος παντὸς ἔταξεν ἐν ἐπικαμπίῳ τοὺς κρατίστους τῶν ἐλεφάντων ἑξήκοντα καὶ τὰ διαστήματα τοῖς ψιλοῖς διέλαβε τάγμασι. τῶν δὲ πεζῶν πρώτους μὲν ἔταξε τοὺς ὑπασπιστάς, εἶτα τοὺς ἀργυράσπιδας, ἐπὶ πᾶσι δὲ τοὺς ξένους καὶ τῶν ἄλλων τοὺς εἰς τὰ Μακεδονικὰ καθωπλισμένους, καὶ πρὸ τούτων ἐλέφαντας καὶ τῶν ψιλῶν τοὺς ἱκανούς.
ἐπὶ δὲ τὸ δεξιὸν κέρας τάξας τῶν ἱππέων καὶ τῶν ἐλεφάντων τοὺς ἀσθενεστέρους ἀπέδειξεν ἡγεμόνα τῶν πάντων Φίλιππον· τούτῳ δὲ διεκελεύσατο φυγομαχεῖν καὶ τὴν ἀπὸ θατέρου μέρους κρίσιν ἀποθεωρεῖν. οἱ δὲ σύμπαντες ἦσαν μετʼ Εὐμενοῦς κατὰ τοῦτον τὸν καιρὸν πεζοὶ μὲν τρισμύριοι ἑξακισχίλιοι ἑπτακόσιοι, ἱππεῖς δὲ ἑξακισχίλιοι, ἐλέφαντες δὲ ἑκατὸν τεσσαρεσκαίδεκα.
μικρὸν δὲ πρὸ τῆς παρατάξεως Ἀντιγένης ὁ τῶν ἀργυρασπίδων στρατηγὸς ἔπεμψεν ἕνα τῶν Μακεδόνων ἱππέων ἐπὶ τὴν φάλαγγα τῶν ἐναντίων, προστάξας πλησίον παραγενόμενον ἀναβοῆσαι. οὗτος δὲ προσιππεύσας μόνος εἰς φωνῆς ἀκοὴν, καθʼ ὃ μέρος ἡ φάλαγξ ἦν τῶν παρʼ Ἀντιγόνου Μακεδόνων, ἀνεβόησεν «Ἐπὶ τοὺς πατέρας, ὦ κακαὶ κεφαλαί, τοὺς μετὰ Φιλίππου καὶ Ἀλεξάνδρου τὰ ὅλα κατειργασμένους;» οὓς μετʼ ὀλίγον ὄψονται καὶ τῶν βασιλέων καὶ τῶν προγεγονότων ἀγώνων ἀξίους.
καὶ γὰρ ἐτύγχανον κατὰ τοῦτον τὸν καιρὸν τῶν ἀργυρασπίδων οἱ νεώτατοι μὲν περὶ τὰ ἑξήκοντα ἔτη, τῶν δʼ ἄλλων οἱ πλείους μὲν περὶ τὰ ἑβδομήκοντα, τινὲς δὲ καὶ πρεσβύτεροι, πάντες δὲ ταῖς ἐμπειρίαις καὶ ταῖς ῥώμαις ἀνυπόστατοι· τοσαύτη περὶ αὐτοὺς ἦν εὐχειρία καὶ τόλμα διὰ τὴν συνέχειαν τῶν κινδύνων.
γενομένου δὲ τοῦ κηρύγματος καθότι προείρηται, παρὰ μὲν τοῖς περὶ Ἀντίγονον ἐγίνοντο φωναὶ δυσχερεῖς, ὅτι συναναγκάζοιντο πρὸς συγγενεῖς καὶ πρεσβυτέρους διαμάχεσθαι, παρὰ δὲ τοῖς μετʼ Εὐμενοῦς παρατασσομένοις παρακελευσμὸς καὶ βοὴ τὴν ταχίστην ἄγειν ἐπὶ τοὺς πολεμίους. ὧν Εὐμενὴς ὁρῶν τὴν προθυμίαν ἦρεν τὸ σύσσημον, διʼ ὧν παρεστήσατο τοὺς μὲν σαλπιγκτὰς τὸ πολεμικὸν σημαίνειν, τὴν δὲ δύναμιν ἀλαλάξαι πᾶσαν.
συνῆψε δὲ μάχην πρῶτον μὲν τὰ θηρία, μετὰ δὲ ταῦτα καὶ τὸ τῶν ἱππέων πλῆθος. τοῦ δὲ πεδίου πολλὴν εὐρυχωρίαν ἔχοντος καὶ παντὸς ὑπάρχοντος ἀργοῦ διὰ τὴν ἐν αὐτῷ διήκουσαν ἁλμυρίδα τοσοῦτον συνέβη ὑπὸ τῶν ἱππέων ἐξαίρεσθαι κονιορτὸν ὥστε μηδένα δύνασθαι ῥᾳδίως συνορᾶν ἐξ ὀλίγου διαστήματος τὸ γινόμενον.
ὃ δὴ κατανοήσας Ἀντίγονος ἀπέστειλε τοὺς ἐκ Μηδίας ἱππεῖς καὶ τῶν Ταραντίνων τοὺς ἱκανοὺς ἐπὶ τὴν ἀποσκευὴν τῶν πολεμίων· ἤλπιζε γάρ, ὅπερ ἦν ἀληθές, διὰ μὲν τὸν κονιορτὸν λήσεσθαι, διὰ δὲ τὴν ἅλωσιν τῆς ἀποσκευῆς ἀκονητὶ κρατῆσαι τῶν πολεμίων.
οἱ δὲ πεμφθέντες περιιππεύσαντες τὸ κέρας τῶν ἐναντίων καὶ λαθόντες ἐπέθεντο τοῖς σκευοφόροις, ἀπέχουσι τῆς μάχης ὡς πέντε σταδίους· εὑρόντες δʼ αὐτὴν πλήρη μὲν ὄχλου πρὸς μάχην ἀχρήστου, τοὺς δʼ ἀμυνομένους ὀλίγους ταχὺ τοὺς ἀντιστάντας τρεψάμενοι τῶν ἄλλων ἁπάντων ἐκυρίευσαν.
ἅμα δὲ τούτοις πραττομένοις Ἀντίγονος μὲν συνάψας μάχην τοῖς ἀντιτεταγμένοις καὶ μετὰ πλήθους ἱππέων ἐπιφανεὶς κατεπλήξατο Πευκέστην τὸν τῆς Περσίδος σατράπην, ὃς μετὰ τῶν περὶ ἑαυτὸν ἱππέων ἔξω τοῦ κονιορτοῦ διδοὺς ἑαυτὸν συνεπεσπάσατο καὶ τῶν ἄλλων εἰς χιλίους πεντακοσίους.
Εὐμενὴς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς ἐπʼ ἄκρου τοῦ κέρατος τὸ μὲν εἶξαι τῇ τύχῃ καὶ φυγεῖν αἰσχρὸν διέλαβεν, τὸ δὲ τηροῦντα τὴν δεδομένην ὑπὸ τῶν βασιλέων πίστιν γενναίᾳ προαιρέσει συναποθανεῖν προκρίνας ἐπʼ αὐτὸν ἐώσατο τὸν Ἀντίγονον.
γενομένης δʼ ἱππομαχίας καρτερᾶς καὶ τῶν μὲν μετʼ Εὐμενοῦς ταῖς προθυμίαις προεχόντων, τῶν δὲ μετʼ Ἀντιγόνου τῷ πλήθει περιγινομένων πολλοὶ παρʼ ἀμφοτέρων ἔπιπτον· ὅτε δὴ συνέβη καὶ τῶν ἐλεφάντων πρὸς ἀλλήλους ἀγωνιζομένων πεσεῖν τῶν Εὐμενοῦς τὸν προηγούμενον, συμπλακέντα τῷ κρατίστῳ τῶν ἀντιτεταγμένων.
διόπερ Εὐμενὴς ὁρῶν τοὺς μετʼ αὐτοῦ πανταχόθεν ἐλαττουμένους ἐξῆγεν ἐκ τῆς μάχης τοὺς ὑπολελειμμένους ἱππεῖς καὶ παρελθὼν ἐπὶ θάτερον κέρας ἀνελάμβανε τοὺς μετὰ Φιλίππου τεταγμένους, οἷς ἦν παρηγγελκὼς φυγομαχεῖν. ἡ μὲν οὖν τῶν ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος.
τῶν δὲ πεζῶν οἱ μὲν ἀργυράσπιδες συμφράξαντες καὶ βιαιότερον τοῖς ἀντιτεταγμένοις ἐπιπεσόντες τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειραν, τοὺς δὲ συνηνάγκασαν φυγεῖν. ἀκατάσχετοι δὲ ταῖς ὁρμαῖς γενόμενοι καὶ πρὸς πᾶσαν τὴν τῶν ἐναντίων φάλαγγα διαγωνιδάμενοι τοσοῦτον ταῖς εὐχειρίαις καὶ ῥώμαις ὑπερεῖχον ὥσθʼ ἑαυτῶν μὲν ἀποβαλεῖν μηθένα, τῶν δʼ ἐναντίων ἀνελεῖν μὲν ὑπὲρ τοὺς πεντακισχιλίους, τρέψασθαι δὲ τοὺς πεζοὺς πάντας, ὄντας πολλαπλασίους.
Εὐμενὴς δὲ πυθόμενος τὴν μὲν ἀποσκευὴν ἡλωκέναι, τοὺς δʼ ἱππεῖς τοὺς μετὰ Πευκέστου μὴ μακρὰν ἀπέχειν, ἐπεχείρησεν ἀθροίζειν ἅπαντας καὶ πάλιν ἱππομαχεῖν πρὸς Ἀντίγονον· ἤλπιζε γὰρ μάχῃ κρατήσας οὐ μόνον τὴν ἰδίαν ἀποσκευὴν σώσειν, ἀλλὰ καὶ τὴν τῶν πολεμίων προσλήψεσθαι.
τῶν δὲ περὶ τὸν Πευκέστην οὐχ ὑπακουόντων, ἀλλὰ καὶ τοὐναντίον πορρωτέρω τὴν ἀποχώρησιν ποιουμένων ἐπί τινα τόπον, ἅμα δὲ καὶ νυκτὸς καταλαμβανούσης ἠναγκάσθη συνεῖξαι τῷ καιρῷ.
Ἀντίγονος δὲ τοὺς ἱππεῖς εἰς δύο μέρη διελόμενος τοὺς μὲν αὐτὸς ἔχων ἐφήδρευε τοῖς περὶ τὸν Εὐμενῆ, τὴν ὁρμὴν αὐτῶν ἀποθεωρῶν, τοὺς δʼ ἄλλους παραδοὺς Πίθωνι προσέταξεν ἐπιθέσθαι τοῖς ἀργυράσπισι μεμονωμένοις τῆς τῶν ἱππέων βοηθείας.
ταχὺ δʼ αὐτοῦ τὸ προσταχθὲν συντελοῦντος οἱ Μακεδόνες εἰς πλινθίον ἑαυτοὺς ποιήσαντες ἀσφαλῶς ἀπεχώρησαν ἐπὶ τὸν ποταμὸν καὶ τῶν περὶ τὸν Πευκέστην κατηγόρουν ὡς αἰτίων γεγενημένων τῆς τῶν ἱππέων ἥττης. καταντησάντων δὲ καὶ τῶν περὶ τὸν Εὐμενῆ περὶ λύχνων ἁφὰς συνελθόντες ἐβουλεύοντο τί χρὴ πράττειν.
οἱ μὲν οὖν σατράπαι τὴν ταχίστην ἔφησαν δεῖν ἀποχωρεῖν εἰς τὰς ἄνω σατραπείας, ὁ δʼ Εὐμενὴς ἀπεφαίνετο μένειν καὶ διαγωνίζεσθαι, τῆς μὲν τῶν ἐναντίων φάλαγγος συντετριμμένης, τῆς δὲ τῶν ἱππέων δυνάμεως ἐφαμίλλου παρʼ ἀμφοτέροις οὔσης.
οἱ δὲ Μακεδόνες οὐδετέροις ἔφασαν ὑπακούσεσθαι, τῆς ἀποσκευῆς αὐτῶν ἡλωκυίας καὶ παρὰ τοῖς πολεμίοις ὄντων τέκνων καὶ γυναικῶν καὶ πολλῶν ἄλλων ἀναγκαίων σωμάτων.
τότε μὲν οὖν διελύθησαν οὐδεμίαν συμπεφωνημένην γνώμην βεβαιώσαντες· μετὰ δὲ ταῦθʼ οἱ Μακεδόνες λάθρᾳ διαπρεσβευσάμενοι πρὸς Ἀντίγονον τὸν μὲν Εὐμενῆ συναρπάσαντες παρέδωκαν, τὰς δʼ ἀποσκευὰς κομισάμενοι καὶ πίστεις λαβόντες κατετάχθησαν εἰς τὸ στρατόπεδον.
τὸ παραπλήσιον δʼ οἵ τε σατράπαι καὶ τῶν ἄλλων ἡγεμόνων τε καὶ στρατιωτῶν οἱ πλεῖστοι, τὸν στρατηγὸν ἐγκαταλιπόντες, τῆς ἰδίας ἀσφαλείας μόνον ἐφρόντισαν.
Ἀντίγονος δὲ παραδόξως κυριεύσας τοῦ τʼ Εὐμενοῦς καὶ πάσης τῆς ἀντιτεταγμένης δυνάμεως Ἀντιγένην μὲν τὸν τῶν ἀργυρασπίδων ἡγούμενον συλλαβὼν καὶ καταθέμενος εἰς σειρὸν ζῶντα κατέκαυσεν, Εὔδημον δὲ τὸν ἐξ Ἰνδῶν καταγαγόντα τοὺς ἐλέφαντας καὶ Κελβανὸν καί τινας ἄλλους τῶν ἀλλοτρίως ἀεὶ πρὸς αὐτὸν ἐχόντων ἀνεῖλεν.
Εὐμενῆ δὲ παραδοὺς εἰς φυλακὴν ἐβουλεύετο πῶς αὐτῷ χρηστέον εἴη. ἔσπευδε γὰρ ἔχειν μεθʼ αὑτοῦ στρατηγὸν ἀγαθὸν καὶ χάριτος ὑπόχρεων, οὐ λίαν δʼ ἐπίστευεν αὐτοῦ ταῖς ἐπαγγελίαις διὰ τὴν πρὸς Ὀλυμπιάδα καὶ τοὺς βασιλεῖς φιλίαν· καὶ γὰρ πρότερον σωθεὶς ὑπʼ αὐτοῦ περὶ Νῶρα τῆς Φρυγίας οὐδὲν ἧττον τοῖς βασιλεῦσι προθυμότατα συνηγωνίσατο. ὁρῶν δὲ καὶ τὴν τῶν Μακεδόνων ὁρμὴν ἀπαραίτητον οὖσαν πρὸς τὴν κατʼ Εὐμενοῦς τιμωρίαν ἀνεῖλε τὸν ἄνδρα· διὰ δὲ τὴν προγεγενημένην φιλίαν καύσας τὸ σῶμα καὶ καταθέμενος εἰς ἀγγεῖον τὰ ὀστᾶ πρὸς τοὺς οἰκείους ἀπέστειλεν.
ἀνήχθη δʼ ἐν τοῖς τραυματίαις αἰχμάλωτος καὶ ὁ τὰς ἱστορίας συνταξάμενος Ἱερώνυμος ὁ Καρδιανός, ὃς τὸν μὲν ἔμπροσθεν χρόνον ὑπʼ Εὐμενοῦς τιμώμενος διετέλεσεν, μετὰ δὲ τὸν ἐκείνου θάνατον ὑπʼ Ἀντιγόνου ἐτύγχανε φιλανθρωπίας καὶ πίστεως.
ὁ δʼ Ἀντίγονος τὴν δύναμιν ἅπασαν ἀναλαβὼν εἰς Μηδίαν αὐτὸς μὲν ἔν τινι κώμῃ παρεχείμασεν οὔσῃ πλησίον Ἐκβατάνων, ἐν ᾗ τῆς χώρας ἐκείνης ἐστὶ τὰ βασίλεια, τοὺς δὲ στρατιώτας ἐπιδιεῖλεν εἰς ἅπασαν τὴν σατραπείαν καὶ μάλιστα εἰς τὴν ἐπαρχίαν τὴν προσαγορευομένην Ῥάγας, ἣ ταύτην τὴν προσηγορίαν ἔσχεν ἀπὸ τῶν γενομένων περὶ αὐτὴν ἀτυχημάτων ἐν τοῖς ἔμπροσθεν χρόνοις·
πλείστας γὰρ ἔχουσα πόλεις τῶν ἐν ἐκείνοις τοῖς τόποις καὶ μάλιστʼ εὐδαιμονούσας τηλικούτους ἔσχε σεισμοὺς ὥστε καὶ τὰς πόλεις καὶ τοὺς ἐνοικοῦντας ἅπαντας ἀφανισθῆναι, καθόλου δὲ τὴν χώραν ἀλλοιωθῆναι καὶ ποταμοὺς ἀντὶ τῶν προϋπαρχόντων ἄλλους φανῆναι καὶ λίμνας.
κατὰ δὲ τούτους τοὺς χρόνους συνέβη γενέσθαι περὶ τὴν Ῥοδίων πόλιν τὸν τρίτον κατακλυσμόν, ὃς πολλοὺς τῶν ἐνοικούντων διέφθειρεν. ὧν ὁ μὲν πρῶτος ὀλίγα τοῖς ἀνθρώποις ἐνώχλησεν, ὡς ἂν τῆς πόλεως οὔσης νεοκτίστου καὶ διὰ τοῦτο πολλὴν εὐρυχωρίαν ἐχούσης,
ὁ δὲ δεύτερος μείζων ἐγένετο καὶ πλείω σώματα διέφθειρεν. ὁ δὲ τελευταῖος ἐπέπεσε μὲν ἔαρος ἀρχομένου, καταρραγέντων ἐξαίφνης μεγάλων ὄμβρων καὶ χαλάζης ἀπίστου τὸ μέγεθος· μνααῖαι γὰρ ἔπιπτον, ἔστι δʼ ὅτε καὶ μείζους, ὥστε πολλὰς μὲν τῶν οἰκιῶν συμπίπτειν διὰ τὸ βάρος, οὐκ ὀλίγους δὲ καὶ τῶν ἀνθρώπων ἀπόλλυσθαι·
θεατροειδοῦς δʼ οὔσης τῆς Ῥόδου καὶ τὰς ἐγκλίσεις τῶν ὑδάτων κατὰ τὸ πλεῖστον εἰς ἕνα τόπον ποιουμένης εὐθὺς τὰ ταπεινὰ τῆς πόλεως ἐπληροῦτο, τῶν μὲν ὀχετῶν διὰ τὸ δοκεῖν παρεληλυθέναι τὸν χειμῶνα κατημελημένων, τῶν δʼ ἐν τοῖς τείχεσιν ὀβελίσκων συμφραχθέντων.
τοῦ δʼ ὕδατος παραδόξως ἀθροιζομένου πᾶς μὲν ὁ περὶ τὸ δεῖγμα καὶ Διονύσιον τόπος ἐπεπλήρωτο, πρὸς δὲ τὸ Ἀσκληπιεῖον ἤδη τοῦ λιμνάζοντος τόπου προσιόντος ἐκπλαγεῖς μὲν ἦσαν ἅπαντες, πρὸς δὲ τὴν σωτηρίαν διαφόροις ἐχρῶντο κρίσεσιν.
οἱ μὲν γὰρ αὐτῶν εἰς τὰ πλοῖα συνέφυγον, οἱ δʼ ἐπὶ τὸ θέατρον ἀνέδραμον, τινὲς δὲ τῶν περικαταλαμβανομένων ὑπὸ τοῦ δεινοῦ διαποροῦντες ἐπὶ τοὺς ὑψηλοτάτους βωμοὺς καὶ τὰς τῶν ἀνδριάντων βάσεις προσανέβησαν.
κινδυνευούσης δὲ τῆς πόλεως ἄρδην μετὰ τῶν κατοικούντων ἀπολέσθαι βοήθειά τις αὐτόματος ἐγένετο· τοῦ γὰρ τείχους ῥαγέντος ἐπὶ πολὺν τόπον ἐξέπεσε ταύτῃ τὸ συνεστηκὸς ὕδωρ εἰς τὴν θάλασσαν καὶ ταχὺ πάλιν ἕκαστος εἰς τὴν προϋπάρχουσαν τάξιν ἀποκατέστη.
συνήργησε δὲ τοῖς κινδυνεύουσι καὶ τὸ μεθʼ ἡμέραν γενέσθαι τὸν κατακλυσμόν· οἱ γὰρ πλεῖστοι φθάσαντες ἐξεπήδησαν ἐκ τῶν οἰκιῶν εἰς τοὺς μετεώρους τόπους τῆς πόλεως· πρὸς δὲ τούτοις τὸ μὴ πλινθίνας εἶναι τὰς οἰκίας, ἀλλὰ λιθίνας καὶ διὰ τοῦτο τοὺς ἐπὶ τὰ στέγη καταφυγόντας ἀσφαλῶς διασωθῆναι.
ὅμως δὲ τηλικούτων ἀτυχημάτων γενομένων σώματα μὲν διεφθάρη πλείω τῶν πεντακοσίων, οἰκίαι δὲ αἱ μὲν τελέως ἔπεσον, αἱ δὲ διεσείσθησαν. καὶ τὰ μὲν περὶ τὴν Ῥόδον συμβάντα τοιοῦτον ἔσχε τὸν κίνδυνον.
Ἀντίγονος δὲ χειμάζων ἐν τῇ Μηδίᾳ καὶ πυθόμενος Πίθωνα πολλοὺς τῶν ἐν τῇ χειμασίᾳ στρατιωτῶν ἐπαγγελίαις καὶ δωρεαῖς ἰδίους κατασκευάζειν καὶ διανοεῖσθαι νεωτερίζειν, τὴν μὲν ἰδίαν προαίρεσιν ἐπεκρύψατο, προσποιηθεὶς δὲ ἀπιστεῖν τοῖς διαβάλλουσι τούτοις μὲν πολλῶν ἀκουόντων ἐπετίμησεν ὡς διιστάνουσι τὴν φιλίαν, πρὸς δὲ τοὺς ἐκτὸς διέδωκε λόγον ὅτι μέλλει καταλιπεῖν τῶν ἄνω σατραπειῶν στρατηγὸν Πίθωνα καὶ δύναμιν ἱκανὴν τὴν παρέξουσαν τὴν ἀσφάλειαν.
ἔγραψε δὲ καὶ πρὸς αὐτὸν ἐπιστολήν, ἀξιῶν ἥκειν τὴν ταχίστην, ὅπως κατὰ πρόσωπον περὶ τῶν ἀναγκαίων κοινολογησάμενος ταχέως τὴν ἐπὶ θάλασσαν κατάβασιν ποιήσηται. ταῦτα δʼ ἐμηχανήσατο σπεύδων τῆς μὲν ἀληθοῦς ὑποψίας αὐτὸν ἀποστῆσαι, πεῖσαι δʼ ὡς σατράπην καταλειφθησόμενον ἐλθεῖν εἰς χεῖρας· μετὰ βίας γὰρ συλλαβεῖν οὐ ῥᾴδιον ἦν ἄνδρα καὶ παρʼ Ἀλεξάνδρῳ προαγωγῆς διʼ ἀρετὴν τετευχότα καὶ κατʼ ἐκεῖνον τὸν καιρὸν σατράπην μὲν ὄντα τῆς Μηδίας, πεπολιτευμένον δὲ πρὸς ἅπαν τὸ στρατόπεδον.
ὁ δὲ Πίθων ἐτύγχανε μὲν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Μηδίας χειμάζων καὶ πλῆθος ἤδη διεφθαρκὼς τῶν ἐπαγγελλομένων συναποστήσεσθαι, γραφόντων δʼ αὐτῷ τῶν φίλων περὶ τῶν Ἀντιγόνου προαιρέσεων καὶ μεγάλας ὑπογραφόντων ἐλπίδας ἐξαπατηθεὶς κεναῖς προσδοκίαις ἧκε πρὸς Ἀντίγονον.
ὁ δὲ κυριεύσας τοῦ σώματος καὶ κατηγορίαν ποιησάμενος ἐν τοῖς μετέχουσι τοῦ συνεδρίου ῥᾳδίως κατεδίκασε καὶ παραχρῆμα ἀπέκτεινεν.
συναγαγὼν δὲ τὸ στρατόπεδον εἰς ἕνα τόπον σατράπην μὲν ἀπέδειξε τῆς Μηδίας Ὀροντοβάτην Μῆδον, στρατηγὸν δὲ Ἱππόστρατον, ἔχοντα πεζοὺς μὲν ξένους τρισχιλίους πεντακοσίους.
αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν παρῆλθεν εἰς Ἐκβάτανα. ἐνταῦθα δὲ παραλαβὼν ἀσήμου ἀργύρου τάλαντα πεντακισχίλια προῆγεν ἐπὶ τῆς Περσίδος, οὔσης τῆς ἀναβάσεως ὡς ἂν εἴκοσιν ἡμερῶν εἰς τὸ βασίλειον, ὃ καλεῖται Περσέπολις.
τοῦ δʼ Ἀντιγόνου καθʼ ὁδὸν ὄντος οἱ τοῦ Πίθωνος φίλοι καὶ μετεσχηκότες τῆς ἐπιβουλῆς, ὧν ἦσαν ἐπιφανέστατοι Μελέαγρος καὶ Μενοίτας, ἤθροισαν τοὺς πλανωμένους τῶν Εὐμενοῦς τε καὶ Πίθωνος συνήθων, εἰς ὀκτακοσίους ἱππεῖς.
καὶ τὸ μὲν πρῶτον τὴν χώραν ἐλεηλάτουν τῶν μὴ βουλομένων συναφίστασθαι Μήδων, μετὰ δὲ ταῦτα πυθόμενοι καταπεφρονηκότως στρατοπεδεύειν τόν τε Ἱππόστρατον καὶ τὸν Ὀροντοβάτην ἐπέθεντο νυκτὸς τῇ παρεμβολῇ. καὶ παρʼ ὀλίγον μὲν ἐκράτησαν τῆς ἐπιβολῆς, ὑπὸ δὲ τοῦ πλήθους κατισχυόμενοι καί τινας τῶν στρατιωτῶν πείσαντες συναποστῆναι πάλιν ἀπεχώρησαν.
εὔζωνοι δʼ ὄντες καὶ πάντες ἵπποις χρώμενοι τάς τε καταδρομὰς ἀπροσδοκήτους ἐποιοῦντο καὶ τὴν χώραν ταραχῆς ἐπλήρωσαν. μετὰ δέ τινα χρόνον συγκλεισθέντες εἴς τινα τόπον κρημνοῖς περιεχόμενον οἱ μὲν αὐτῶν ἀνῃρέθησαν, οἱ δʼ ἐζωγρήθησαν.
τῶν δὲ ἡγεμόνων Μελέαγρος καὶ Ὀκράνης ὁ Μῆδος καί τινες τῶν ἀξιολόγων ἀνδρῶν ὑποστάντες ἀνῃρέθησαν. καὶ τὰ μὲν περὶ τοὺς ἀποστάντας ἐν Μηδίᾳ τοιαύτην ἔσχε τὴν κατάστασιν.
ὁ δʼ Ἀντίγονος ἐπειδὴ τάχιστʼ ἦλθεν εἰς τὴν Περσίδα, τιμῆς μὲν ὑπὸ τῶν ἐγχωρίων ἠξιώθη βασιλικῆς ὡς ἂν κύριος ὢν ὁμολογουμένως τῆς Ἀσίας, αὐτὸς δὲ μετὰ τῶν φίλων συνεδρεύσας ἐβουλεύετο περὶ τῶν σατραπειῶν. τὴν μὲν οὖν Καρμανίαν εἴασεν ἔχειν Τληπόλεμον καὶ τὴν Βακτριανὴν ὁμοίως Στασάνορα· οὐ γὰρ ῥᾴδιον ἦν τούτους διʼ ἐπιστολῆς ἐκβαλεῖν, εὖ τὰ πρὸς τοὺς ἐγχωρίους πεπολιτευμένους καὶ πολλοὺς ἔχοντας συναγωνιστάς.
εἰς δὲ τὴν Ἀρίαν ἀπέστειλεν Εὔιτον· τελευτήσαντος δὲ μετʼ ὀλίγον χρόνον ἀντικατέστησεν Εὐαγόραν, ἄνδρα κατʼ ἀνδρείαν καὶ σύνεσιν θαυμαζόμενον. Ὀξυάρτην δὲ τὸν Ῥωξάνης πατέρα τὴν ἐν Παροπανισάδαις σατραπείαν εἴασεν ἔχειν, καθὰ καὶ πρότερον εἶχεν· οὐδὲ γὰρ τοῦτον ἦν ἐκβαλεῖν δυνατὸν ἄνευ χρόνου πολλοῦ καὶ δυνάμεως ἁδρᾶς.
μετεπέμψατο δὲ καὶ Σιβύρτιον ἐξ Ἀραχωτῶν, εὖ διακείμενον τὰ πρὸς αὐτόν, καὶ τήν τε σατραπείαν ἔχειν συνεχώρησε καὶ τῶν ἀργυρασπίδων συνέστησε τοὺς ταραχωδεστάτους, τῷ μὲν λόγῳ πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας, τῷ δʼ ἔργῳ πρὸς ἀπώλειαν· κατʼ ἰδίαν γὰρ ἐνετείλατο κατʼ ὀλίγους αὐτῶν εἰς τοιαύτας χρείας ἀποστέλλειν ἐν αἷς ἔμελλον ἀπολεῖσθαι.
ἐν δὲ τούτοις εἶναι συνέβαινε καὶ τοὺς Εὐμενῆ παραδόντας, ὥστε τῶν εἰς τὸν στρατηγὸν παρανομημάτων συντόμως αὐτοῖς ἐπιστῆναι τιμωρίαν· αἱ γὰρ ἀσεβεῖς χρεῖαι τοῖς μὲν δυνάσταις διὰ τὴν ἐξουσίαν γίνονται λυσιτελεῖς, τοῖς δʼ ὑπακούσασιν ἰδιώταις μεγάλων κακῶν ὡς ἐπίπαν αἴτιαι καθίστανται.
ὁ δʼ οὖν Ἀντίγονος ὁρῶν τὸν Πευκέστην παρὰ τοῖς Πέρσαις μεγάλης ἀποδοχῆς τυγχάνοντα τὸ μὲν πρῶτον παρείλετο τὴν σατραπείαν αὐτοῦ. τῶν δὲ ἐγχωρίων ἀγανακτούντων, ἑνὸς δὲ τῶν ἐπιφανεστάτων Θεσπίου καὶ παρρησίαν ἀγαγόντος ὡς οὐχ ὑπακουσομένων Περσῶν ἑτέρῳ, τοῦτον μὲν ἀπέκτεινεν, Ἀσκληπιόδωρον δὲ κατέστησε τῆς Περσίδος ὕπαρχον καὶ τοὺς ἱκανοὺς στρατιώτας παρέδωκεν· Πευκέστην δʼ εἰς ἄλλας ἐλπίδας ἀγαγὼν καὶ κενῶς μετεωρίσας ἐξήγαγεν ἐκ τῆς χώρας.
ποιουμένου δʼ αὐτοῦ τὴν πορείαν ἐπὶ Σούσων ἀπήντησεν αὐτῷ ἐπὶ τῷ Πασιτίγρι ποταμῷ Ξενόφιλος ὁ κυριεύων τῶν ἐν Σούσοις χρημάτων, ἀπεσταλμένος ὑπὸ Σελεύκου πᾶν ποιῆσαι τὸ προστασσόμενον. τοῦτον μὲν οὖν προσδεξάμενος προσεποιεῖτο τιμᾶν ἐν τοῖς μεγίστοις τῶν φίλων, εὐλαβούμενος μὴ μετανοήσας πάλιν αὐτὸν ἀποκλείσῃ·
αὐτὸς δὲ παραλαβὼν τὴν ἐν Σούσοις ἄκραν κατέλαβεν ἐν αὐτῇ τήν τε χρυσῆν ἀναδενδράδα καὶ πλῆθος ἄλλων κατασκευασμάτων, τῶν πάντων συναγομένων εἰς μύρια καὶ πεντακισχίλια τάλαντα.
ἠθροίσθη δʼ αὐτῷ καὶ ἄλλο πλῆθος χρημάτων ἔκ τε τῶν στεφάνων καὶ τῶν ἄλλων δωρεῶν, ἔτι δὲ ἐκ τῶν λαφύρων· ταῦτα γὰρ ἦσαν πεντακισχίλια τάλαντα, καὶ κατὰ τὴν Μηδίαν ἄλλα τοσαῦτα χωρὶς τῶν ἐν Σούσοις θησαυρῶν, ὥστε τὰ πάντα συναχθῆναι τάλαντα δισμύρια πεντακισχίλια. καὶ τὰ μὲν περὶ Ἀντίγονον ἐν τούτοις ἦν.
ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην καὶ τὰ συνεχῆ τῶν προειρημένων διέξιμεν. ὁ γὰρ Κάσανδρος εἰς Πύδναν τῆς Μακεδονίας συγκεκλεικὼς Ὀλυμπιάδα προσβολὰς μὲν τοῖς τείχεσιν ἠδυνάτει ποιεῖσθαι διὰ τοὺς χειμῶνας, περιστρατοπεδεύσας δὲ τὴν πόλιν καὶ χάρακα βαλόμενος ἀπὸ θαλάσσης εἰς θάλασσαν, ἔτι δὲ ἐφορμῶν τῷ λιμένι πάντα βουλόμενον ἐπικουρῆσαι διεκώλυεν.
ταχὺ δὲ τῶν ἐπιτηδείων ἐξαναλωθέντων τοσαύτην περὶ τοὺς ἔνδον κατεσκεύασεν ἔνδειαν ὥστʼ ἐκλυθῆναι τὸ παράπαν· εἰς τοῦτο γὰρ ἦλθον ἀνάγκης ὥστε τῷ μὲν στρατιώτῃ σιτομετρεῖν χοίνικας πέντε τοῦ μηνός, τοῖς δʼ ἐλέφασι τοῖς κατακλεισθεῖσι διδόναι πρίοντας τὰς δοκούς, τὰ δʼ ὑποζύγια καὶ τοὺς ἵππους κατακόψαι πρὸς διατροφήν.
Book 19, Part 5
τοιαύτης δὲ περιστάσεως κατεχούσης τὴν πόλιν καὶ τῆς Ὀλυμπιάδος ἔτι προσανεχούσης ταῖς ἔξωθεν ἐλπίσιν οἱ μὲν ἐλέφαντες ὑπὸ τῆς ἐνδείας διεφθάρησαν, τῶν δʼ ἱππέων οἱ μὲν ἔξω τάξεως ὄντες οὐ σιτομετρούμενοι τὸ παράπαν σχεδὸν ἅπαντες ἐτελεύτησαν, οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν τῆς ὁμοίας καταστροφῆς ἔτυχον.
ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων. ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δʼ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστʼ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.
τοῦ δʼ ἔαρος ἀρχομένου καὶ τῆς ἐνδείας ἀεὶ μᾶλλον αὐξανομένης συνέδραμον πολλοὶ τῶν στρατιωτῶν καὶ τὴν Ὀλυμπιάδα παρεκάλουν αὐτοὺς ἀφεῖναι διὰ τὴν ἀπορίαν. ἡ δὲ οὔτε σιτομετρεῖν αὐτοὺς δυναμένη τὸ παράπαν οὔτε τὴν πολιορκίαν λῦσαι συνεχώρησεν ἀπαλλάττεσθαι.
ὁ δὲ Κάσανδρος προσδεξάμενος ἅπαντας τοὺς αὐτομολήσαντας καὶ φιλανθρώπως χρησάμενος διαπέστειλεν ἐπὶ τὰς πόλεις· ἤλπιζε γὰρ παρὰ τούτων πυθομένους τοὺς Μακεδόνας τὴν Ὀλυμπιάδος ἀσθένειαν ἀπελπιεῖν αὐτῆς τὰ πράγματα.
οὐ κακῶς δʼ αὐτοῦ στοχασαμένου περὶ τοῦ μέλλοντος οἱ μὲν συναγωνίζεσθαι διεγνωκότες τοῖς πολιορκουμένοις μετενόησαν καὶ πρὸς Κάσανδρον ἀπεχώρησαν, μόνοι δὲ τῶν ἐν Μακεδονίᾳ τὴν εὔνοιαν διεφύλαξαν Ἀριστόνους καὶ Μόνιμος, ὧν Ἀριστόνους μὲν Ἀμφιπόλεως ἐκυρίευεν,
ὁ δʼ ἕτερος Πέλλης. ἡ δʼ Ὀλυμπιὰς ὁρῶσα τοὺς μὲν πλείους μεταθεμένους πρὸς Κάσανδρον, τοὺς δʼ ὑπολοίπους τῶν φίλων οὐκ ἰσχύοντας βοηθεῖν, ἐπεχείρησε πεντήρη ναῦν κατασπᾶν καὶ διὰ ταύτης αὑτήν τε καὶ τοὺς φίλους σώζειν.
αὐτομόλου δέ τινος τὸ γινόμενον ἀπαγγείλαντος τοῖς πολεμίοις ὁ μὲν Κάσανδρος ἐπιπλεύσας ἐκυρίευσε τοῦ σκάφους, ἡ δʼ Ὀλυμπιὰς ἀπογνοῦσα τὰ καθʼ αὑτὴν πρέσβεις ἐξέπεμψε περὶ διαλύσεων. οἰομένου δὲ δεῖν τοῦ Κασάνδρου τὰ καθʼ αὑτὴν ἐπιτρέπειν μόγις ἔπεισεν ὥστε μόνην ἐξαίρετον λαβεῖν τὴν τοῦ σώματος ἀσφάλειαν.
Κάσανδρος δὲ κυριεύσας τῆς πόλεως ἐξέπεμψε τοὺς παραληψομένους τήν τε Πέλλαν καὶ τὴν Ἀμφίπολιν.
ὁ μὲν οὖν τῆς Πέλλης κυριεύων Μόνιμος ἀκούσας τὰ συμβάντα περὶ τὴν Ὀλυμπιάδα παρέδωκε τὴν πόλιν· ὁ δʼ Ἀριστόνους τὸ μὲν πρῶτον ἀντέχεσθαι τῶν πραγμάτων διεγνώκει, στρατιώτας τε συχνοὺς ἔχων καὶ προσφάτως εὐημερηκώς· ὀλίγαις γὰρ ἔμπροσθεν ἡμέραις παραταξάμενος πρὸς τὸν Κασάνδρου στρατηγὸν Κρατεύαν τοὺς πλείστους μὲν ἀνεῖλε τῶν ἀντιταχθέντων, αὐτὸν δὲ τὸν Κρατεύαν μετὰ δισχιλίων φυγόντα τῆς Βισαλτίας εἰς Βεδύνδια περιστρατοπεδεύσας ἐξεπολιόρκησε καὶ τὰ ὅπλα παρελόμενος ὑπόσπονδον ἀφῆκε.
διὰ δὲ ταῦτα ἐπαιρόμενος καὶ τὸν Εὐμενοῦς θάνατον ἀγνοῶν, ἔτι δὲ τοὺς περὶ Ἀλέξανδρον καὶ Πολυπέρχοντα νομίζων συνεπιλήψεσθαι τὴν Ἀμφίπολιν οὐκ ἔφη παραδώσειν. ἐπεὶ δὲ ἔγραψε πρὸς αὐτὸν Ὀλυμπιὰς ἀπαιτοῦσα τὴν πίστιν καὶ κελεύουσα παραδοῦναι, διαλαβὼν ἀναγκαῖον εἶναι τὸ προστασσόμενον ποιεῖν, τήν τε πόλιν ἐνεχείρισε καὶ τὰ πιστὰ περὶ τῆς ἀσφαλείας ἔλαβεν.
ὁ δὲ Κάσανδρος ὁρῶν περὶ τὸν Ἀριστόνουν ὑπάρχον ἀξίωμα διὰ τὴν παρʼ Ἀλεξάνδρου προαγωγὴν καὶ σπεύδων ἐκ ποδῶν ποιεῖν τοὺς δυναμένους νεωτερίζειν ἐπανεῖλε τὸν ἄνδρα διὰ τῶν Κρατεύα συγγενῶν. προετρέψατο δὲ καὶ τοὺς οἰκείους τῶν ἀνῃρημένων ὑπʼ Ὀλυμπιάδος ἐν κοινῇ τῶν Μακεδόνων ἐκκλησίᾳ κατηγορεῖν τῆς προειρημένης γυναικός.
ὧν ποιησάντων τὸ προσταχθὲν καὶ τῆς μὲν Ὀλυμπιάδος οὔτε παρούσης οὔτε ἐχούσης τοὺς ἀπολογησομένους οἱ μὲν Μακεδόνες κατεγίνωσκον αὐτῆς θάνατον, ὁ δὲ Κάσανδρος πέμψας τινὰς τῶν φίλων πρὸς τὴν Ὀλυμπιάδα συνεβούλευε λάθρᾳ φυγεῖν, ἐπαγγελλόμενος αὐτῇ ναῦν παρασκευάσειν καὶ διακομιεῖν εἰς τὰς Ἀθήνας.
τοῦτο δʼ ἔπραττεν οὐ τῆς σωτηρίας προνοούμενος, ἀλλʼ ἵνα καθʼ αὑτῆς φυγὴν καταγνοῦσα καὶ διαφθαρεῖσα κατὰ τὸν πλοῦν δόξῃ δικαίᾳ περιπεπτωκέναι τιμωρίᾳ· εὐλαβεῖτο γὰρ ἅμα καὶ τὸ περὶ αὐτὴν ἀξίωμα καὶ τὸ τῶν Μακεδόνων εὐμετάβολον.
τῆς δὲ Ὀλυμπιάδος οὐ φαμένης φεύξεσθαι, τοὐναντίον δʼ ἑτοίμης οὔσης ἐν πᾶσι Μακεδόσι κριθῆναι ὁ Κάσανδρος φοβηθεὶς μήποτε τὸ πλῆθος ἀκοῦον τῆς βασιλίσσης ἀπολογουμένης καὶ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου πρὸς ἅπαν ἔθνος εὐεργεσιῶν ἀναμιμνησκόμενον μετανοήσῃ, διακοσίους τῶν στρατιωτῶν τοὺς ἐπιτηδειοτάτους ἀπέστειλε πρὸς αὐτήν, προστάξας ἀνελεῖν τὴν ταχίστην.
οὗτοι μὲν οὖν παρεισπεσόντες εἰς τὴν βασιλικὴν οἰκίαν, ὡς ἴδον τὴν Ὀλυμπιάδα, καταιδεσθέντες τὸ περὶ αὐτὴν ἀξίωμα πάλιν ἀπεχώρησαν ἄπρακτοι· οἱ δὲ τῶν ἀνῃρημένων συγγενεῖς, Κασάνδρῳ τε χαρίζεσθαι βουλόμενοι καὶ τοῖς τετελευτηκόσιν ἀμῦναι, κατέσφαξαν τὴν βασίλισσαν, οὐδεμίαν ἀγεννῆ καὶ γυναικείαν προεμένην ἀξίωσιν. Ὀλυμπιὰς μὲν οὖν, μέγιστον τῶν καθʼ αὑτὴν ἐσχηκυῖα ἀξίωμα καὶ γεγενημένη θυγάτηρ μὲν Νεοπτολέμου τοῦ βασιλέως τῶν Ἠπειρωτῶν, ἀδελφὴ δὲ Ἀλεξάνδρου τοῦ στρατεύσαντος εἰς Ἰταλίαν, ἔτι δὲ γυνὴ μὲν Φιλίππου τοῦ πλεῖστον ἰσχύσαντος τῶν πρὸ αὐτοῦ κατὰ τὴν Εὐρώπην δυναστευσάντων, μήτηρ δὲ Ἀλεξάνδρου τοῦ πλεῖστα καὶ κάλλιστα κατεργασαμένου τοιαύτης καταστροφῆς ἔτυχε.
Κάσανδρος δέ, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων προχωρούντων, περιελάμβανε ταῖς ἐλπίσι τὴν Μακεδόνων βασιλείαν. διὸ καὶ Θεσσαλονίκην ἔγημε, τὴν Φιλίππου μὲν θυγατέρα, Ἀλεξάνδρου δὲ ἀδελφὴν ὁμοπάτριον, σπεύδων οἰκεῖον αὑτὸν ἀποδεῖξαι τῆς βασιλικῆς συγγενείας.
ἔκτισε δὲ καὶ πόλιν ἐπὶ τῆς Παλλήνης ὁμώνυμον αὐτοῦ Κασάνδρειαν, εἰς ἣν τάς τε ἐκ τῆς Χερρονήσου πόλεις συνῴκισε καὶ τὴν Ποτίδαιαν, ἔτι δὲ τῶν σύνεγγυς χωρίων οὐκ ὀλίγα· κατῴκισε δʼ εἰς αὐτὴν καὶ τῶν Ὀλυνθίων τοὺς διασωζομένους, ὄντας οὐκ ὀλίγους.
πολλῆς δὲ χώρας προσορισθείσης τοῖς Κασανδρεῦσι καὶ ταύτης ἀγαθῆς, ἔτι δὲ τοῦ Κασάνδρου πολλὰ συμφιλοτιμηθέντος εἰς τὴν αὔξησιν ταχὺ μεγάλην ἐπίδοσιν ἔλαβεν ἡ πόλις καὶ πλεῖστον ἴσχυσε τῶν ἐν Μακεδονίᾳ.
ὁ δὲ Κάσανδρος διεγνώκει μὲν ἀνελεῖν Ἀλεξάνδρου τὸν παῖδα καὶ τὴν μητέρα αὐτοῦ Ῥωξάνην, ἵνα μηδεὶς ᾖ διάδοχος τῆς βασιλείας· κατὰ δὲ τὸ παρὸν θεωρῆσαι βουλόμενος τοὺς τῶν πολλῶν λόγους, τίνες ἔσονται περὶ τῆς Ὀλυμπιάδος ἀναιρέσεως, ἅμα δʼ οὐδὲν πεπυσμένος τῶν περὶ Ἀντίγονον τὴν μὲν Ῥωξάνην μετὰ τοῦ παιδὸς εἰς φυλακὴν παρέδωκε, μεταγαγὼν εἰς τὴν ἄκραν τὴν ἐν Ἀμφιπόλει, τάξας τε ἐπʼ αὐτῆς Γλαυκίαν τινὰ τῶν πιστευομένων· ἀπέσπασε δὲ καὶ τοὺς εἰωθότας παῖδας συντρέφεσθαι καὶ τὴν ἀγωγὴν οὐκέτι βασιλικήν, ἀλλʼ ἰδιώτου τοῦ τυχόντος οἰκείαν ἐκέλευε γίνεσθαι.
μετὰ δὲ ταῦτα βασιλικῶς ἤδη διεξάγων τὰ κατὰ τὴν ἀρχὴν Εὐρυδίκην μὲν καὶ Φίλιππον τοὺς βασιλεῖς, ἔτι δὲ Κύνναν, ἣν ἀνεῖλεν Ἀλκέτας, ἔθαψεν ἐν Αἰγαιαῖς, καθάπερ ἔθος ἦν τοῖς βασιλεῦσι. τιμήσας δὲ τοὺς τετελευτηκότας ἐπιταφίοις ἀγῶσι κατέγραφε τῶν Μακεδόνων τοὺς εὐθέτους, διεγνωκὼς εἰς Πελοπόννησον στρατεύειν.
τούτου δὲ περὶ ταῦτʼ ὄντος Πολυπέρχων ἐτύγχανε μὲν πολιορκούμενος ἐν Ἀζωρίῳ τῆς Περραιβίας, ἀκούσας δὲ τὴν Ὀλυμπιάδος τελευτὴν καὶ τελέως ἀπελπίσας τὰ κατὰ Μακεδονίαν ἐξεπήδησεν ἐκ τῆς πόλεως μετʼ ὀλίγων, πορευθεὶς δὲ ἐκ τῆς Θεσσαλίας καὶ παραλαβὼν τοὺς περὶ τὸν Αἰακίδην ἀπεχώρησεν εἰς τὴν Αἰτωλίαν, ὑπολαβὼν ἀσφαλέστατα καραδοκήσειν ἐνταῦθα τὰς τῶν πραγμάτων μεταβολάς· καὶ γὰρ ἐτύγχανεν οἰκείως ἔχων πρὸς τοῦτο τὸ ἔθνος.
Κάσανδρος δὲ συστησάμενος ἱκανὴν δύναμιν ἀνέζευξεν ἐκ τῆς Μακεδονίας, σπεύδων Ἀλέξανδρον τὸν Πολυπέρχοντος ἐκβαλεῖν ἐκ τῆς Πελοποννήσου· οὗτος γὰρ ἦν λοιπὸς μετὰ δυνάμεως τῶν ἀντιπρασσόντων καὶ κατειλήφει πόλεις τε καὶ τόπους ἐπικαίρους. τὴν μὲν οὖν Θεσσαλίαν ἀσφαλῶς διῆλθεν, τὰς δʼ ἐν Πύλαις παρόδους εὑρὼν ὑπʼ Αἰτωλῶν φυλαττομένας μόγις τούτους βιασάμενος παρῆλθεν εἰς τὴν Βοιωτίαν.
μεταπεμψάμενος δὲ πανταχόθεν τοὺς διασωζομένους τῶν Θηβαίων ἐνεχείρει κατοικίζειν τὰς Θήβας, ὑπολαβὼν κάλλιστον ἔχειν καιρὸν πόλιν διωνομασμένην καὶ διὰ τὰς πράξεις καὶ διὰ τοὺς παραδεδομένους περὶ αὐτῆς μύθους ἀναστῆσαι καὶ διὰ τὴν εὐεργεσίαν ταύτην τυχεῖν ἀθανάτου δόξης.
συμβέβηκε δὲ τὴν πόλιν ταύτην πλείσταις καὶ μεγίσταις κεχρῆσθαι μεταβολαῖς, οὐκ ὀλιγάκις ἀνάστατον γεγενημένην· περὶ ὧν οὐκ ἀνοίκειον ἐν κεφαλαίοις εἰπεῖν.
μετὰ γὰρ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν Κάδμου κτίσαντος τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Καδμείαν συνῆλθεν ἐπʼ αὐτὴν λαὸς ὃν τινὲς μὲν Σπαρτὸν προσηγόρευσαν διὰ τὸ πανταχόθεν συναχθῆναι, τινὲς δὲ Θηβαγενῆ διὰ τὸ τὴν ἀρχὴν ἐκ τῆς προειρημένης πόλεως ὄντα διὰ τὸν κατακλυσμὸν ἐκπεσεῖν καὶ διασπαρῆναι.
τοὺς οὖν τότε κατοικήσαντας ὕστερον Ἐγχελεῖς καταπολεμήσαντες ἐξέβαλον, ὅτε δὴ συνέβη καὶ τοὺς περὶ Κάδμον εἰς Ἰλλυριοὺς ἐκπεσεῖν. μετὰ δὲ ταῦτʼ Ἀμφίονος καὶ Ζήθου κρατησάντων τοῦ τόπου καὶ τότε πρῶτον τὸ ἄστυ κτισάντων, καθάπερ καὶ ὁ ποιητής φησιν οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο τὸ δεύτερον οἱ κατοικήσαντες τὸν τόπον ἐξέπεσον κατελθόντος Πολυδώρου τοῦ Κάδμου καὶ καταφρονήσαντος τῶν πραγμάτων διὰ τὴν γενομένην τῷ Ἀμφίονι περὶ τὰ τέκνα συμφοράν.
ἑξῆς δὲ τῶν ἀπογόνων τούτου βασιλευόντων καὶ τῆς ὅλης χώρας ἤδη Βοιωτίας καλουμένης ἀπὸ Βοιωτοῦ τοῦ Μελανίππης μὲν καὶ Ποσειδῶνος υἱοῦ, δυναστεύσαντος δὲ τῶν τόπων, τὸ τρίτον ἐκπίπτουσιν οἱ Θηβαῖοι τῶν ἐξ Ἄργους ἐπιγόνων ἐκπολιορκησάντων τὴν πόλιν.
τῶν δʼ ἐκπεσόντων οἱ διασωθέντες κατέφυγον μὲν εἰς Ἀλαλκομενίαν καὶ τὸ Τιλφώσιον ὄρος, τῶν δὲ Ἀργείων ἀποχωρησάντων ἐπανῆλθον εἰς τὴν πατρίδα. μετὰ δὲ ταῦτα κατὰ τὸν Ἰλιακὸν πόλεμον ἐκστρατευσάντων τῶν Θηβαίων εἰς τὴν Ἀσίαν οἱ καταλειφθέντες ἐξέπεσον μετὰ τῶν ἄλλων Βοιωτῶν ὑπὸ Πελασγῶν.
οὐκ ὀλίγοις δὲ μετὰ ταῦτα περιπεσόντες συμπτώμασι μόγις μετὰ τετάρτην γενεὰν κατὰ τὸν γενόμενον ἐπὶ τῶν κοράκων χρησμὸν ἀπῆλθον εἰς τὴν Βοιωτίαν καὶ τὰς Θήβας κατῴκησαν. ἀπὸ δὲ τούτων τῶν χρόνων διαμενούσης τῆς πόλεως ἐπʼ ἔτη σχεδὸν ὀκτακόσια καὶ τὸ μὲν πρῶτον τῶν Θηβαίων τοῦ παρʼ αὐτῶν ἔθνους προστάντων, μετὰ δὲ ταῦτα τῆς τῶν Ἑλλήνων ἡγεμονίας ἀμφισβητησάντων Ἀλέξανδρος ὁ Φιλίππου κατὰ κράτος ἐκπολιορκήσασκατέσκαψεν.
εἰκοστῷ δʼ ἔτει ὕστερον Κάσανδρος φιλοδοξῆσαι βουλόμενος καὶ πείσας τοὺς Βοιωτοὺς ἀνέστησε τὴν πόλιν τοῖς διασωζομένοις τῶν Θηβαίων.
συνεπελάβοντο δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τοῦ συνοικισμοῦ πολλαὶ διά τε τὸν πρὸς τοὺς ἠτυχηκότας ἔλεον καὶ διὰ τὴν δόξαν τῆς πόλεως· Ἀθηναῖοι μὲν γὰρ τὸ πολὺ μέρος τοῦ τείχους ἀνέστησαν καὶ τῶν ἄλλων οἱ μὲν ᾠκοδόμησαν κατὰ δύναμιν, οἱ δὲ καὶ χρήματα πρὸς τὰς κατεπειγούσας χρείας ἀπέστειλαν οὐ μόνον τῶν ἐκ τῆς Ἑλλάδος, ἀλλὰ καὶ Σικελίας, ἔτι δʼ Ἰταλίας.
Θηβαῖοι μὲν οὖν τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρίδα. Κάσανδρος δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας ἐπὶ Πελοποννήσου καὶ καταλαβὼν Ἀλέξανδρον τὸν Πολυπέρχοντος διειληφότα τὸν Ἰσθμὸν φυλακαῖς παρῆλθεν εἰς Μέγαρα. ἐνταῦθα δὲ κατασκευάσας σχεδίας ἐπὶ μὲν τούτων τοὺς ἐλέφαντας διεβίβασεν εἰς Ἐπίδαυρον, ἐν δὲ πλοίοις τὴν ἄλλην δύναμιν. παρελθὼν δὲ ἐπὶ τὴν τῶν Ἀργείων πόλιν ταύτην μὲν ἠνάγκασεν ἀποστᾶσαν τῆς Ἀλεξάνδρου συμμαχίας αὐτῷ προσθέσθαι,
μετὰ δὲ ταῦτα τὰς ἐν τῇ Μεσσήνῃ πόλεις προσηγάγετο πλὴν Ἰθώμης καὶ τὴν Ἑρμιονίδα διʼ ὁμολογίας παρέλαβεν. τοῦ δʼ Ἀλεξάνδρου μὴ συγκαταβαίνοντος εἰς παράταξιν ἀπολιπὼν ἐπὶ τὸν ἰσθμὸν Γερανίας στρατιώτας δισχιλίους καὶ στρατηγὸν Μόλυκκον ἐπανῆλθεν εἰς Μακεδονίαν.
τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Πραξίβουλος, ἐν Ῥώμῃ δὲ κατέστησαν ὕπατοι Ναύτιος Σπόριος καὶ Μάρκος Πόπλιος. ἐπὶ δὲ τούτων Ἀντίγονος τῆς μὲν Σουσιανῆς ἀπέλιπε σατράπην Ἀσπίσαν, ἕνα τῶν ἐγχωρίων, αὐτὸς δὲ τὰ χρήματα πάντα διαγνοὺς κατακομίζειν ἐπὶ θάλασσαν, ἁμάξας καὶ καμήλους παρεσκευάσατο καὶ μετὰ τῆς δυνάμεως ἔχων ταῦτα προῆγεν ἐπὶ τῆς Βαβυλωνίας.
ἐν ἡμέραις δʼ εἴκοσι καὶ δυσὶν αὐτοῦ καταντήσαντος εἰς Βαβυλῶνα Σέλευκος ὁ τῆς χώρας σατράπης δωρεαῖς τε βασιλικαῖς ἐτίμησε τὸν Ἀντίγονον καὶ τὴν δύναμιν ἅπασαν εἱστίασεν.
τοῦ δʼ Ἀντιγόνου λόγους ἀπαιτοῦντος τῶν προσόδων οὐκ ἔφησεν ὀφείλειν ὑπὲρ ταύτης τῆς χώρας ὑπέχειν εὐθύνας, ἣν Μακεδόνες αὐτῷ δεδώκασι διὰ τὰς γεγενημένας ἐξ αὐτοῦ χρείας Ἀλεξάνδρου ζῶντος.
τῆς δὲ διαφορᾶς καθʼ ἡμέραν αὐξομένης ὁ Σέλευκος ἀναλογιζόμενος τὰ Πίθωνι συμβάντα περιδεὴς ἦν μήποτε προφάσεως λαβόμενος ὁ Ἀντίγονος ἀνελεῖν αὐτὸν ἐπιχειρήσῃ· ἐῴκει γὰρ τοὺς ἐν ἀξιώμασι τῶν ἀνδρῶν ὄντας καὶ δυναμένους πραγμάτων ἀντιλαμβάνεσθαι πάντας σπεύδειν ἐκ ποδῶν ἀπαλλάσσειν.
ταῦτʼ οὖν εὐλαβηθεὶς ἐξεπήδησεν μετὰ πεντήκονθʼ ἱππέων, διανοούμενος εἰς Αἴγυπτον ἀποχωρεῖν πρὸς Πτολεμαῖον· διεβεβόητο γὰρ ἡ τούτου χρηστότης καὶ τὸ πρὸς τοὺς καταφυγόντας ἐπʼ αὐτὸν ἐκτενὲς καὶ φιλάνθρωπον.
ὁ δʼ Ἀντίγονος ἀκούσας περιχαρὴς ἦν ἐπὶ τῷ δοκεῖν αὐτὸς μὲν μὴ συνηναγκάσθαι προσενεγκεῖν τὰς χεῖρας ἀνδρὶ φίλῳ καὶ συνηγωνισμένῳ προθύμως, τὸν Σέλευκον δʼ αὐτὸν αὑτοῦ καταγνόντα φυγὴν παραδεδωκέναι τὴν σατραπείαν χωρὶς ἀγώνων καὶ κινδύνων.
μετὰ δὲ ταῦτα προσελθόντων αὐτῷ τῶν Χαλδαίων καὶ προλεγόντων ὡς, εἰ τὸν Σέλευκον ἐκ τῶν χειρῶν ἀφήσει, συμβήσεται τήν τʼ Ἀσίαν πᾶσαν ὑποχείριον γενέσθαι καὶ αὐτὸν Ἀντίγονον ἐν τῇ πρὸς ἐκεῖνον παρατάξει καταστρέψειν τὸν βίον, μεταμεληθεὶς τοῖς πεπραγμένοις ἐξέπεμψε τοὺς διώξοντας· οἳ μέχρι τινὸς ἐπακολουθήσαντες ἐπανῆλθον ἄπρακτοι.
ὁ δʼ Ἀντίγονος ἐν τοῖς ἄλλοις καταφρονεῖν εἰωθὼς τῶν τοιούτων προρρήσεων οὐ μετρίως ἐκινήθη τότε, καταπλαγεὶς τὸ ἀξίωμα τῶν ἀνδρῶν· μεγάλη γάρ τις ἐμπειρία περὶ τούτους εἶναι δοκεῖ καὶ παρατήρησις τῶν ἄστρων ἀκριβεστάτη. ἀποφαίνονται γὰρ πολλὰς μυριάδας ἐτῶν ὑπάρχειν ἐξ οὗ παρʼ αὐτοῖς ἐστιν ἡ περὶ ταῦτα σπουδή· δοκοῦσι δὲ καὶ Ἀλεξάνδρῳ προειπεῖν ὅτι παρελθὼν εἰς Βαβυλῶνα τελευτήσει.
ὁμοίως δὲ τῇ περὶ Ἀλεξάνδρου προρρήσει συνέβη καὶ τὴν περὶ Σελεύκου τελεσθῆναι κατὰ τὰς τῶν ἀνδρῶν τούτων ἀποφάσεις· περὶ ἧς τὰ κατὰ μέρος ἐροῦμεν, ὅταν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβαλώμεθα.
ὁ δʼ οὖν Σέλευκος διασωθεὶς εἰς τὴν Αἴγυπτον φιλανθρωπίας τε πάσης ἐτύγχανε παρὰ Πτολεμαίῳ καὶ κατηγορίαν ἐποιεῖτο πικρὰν Ἀντιγόνου, λέγων ὅτι διέγνωκεν πάντας τοὺς ἐν ἀξιώμασιν ὄντας καὶ μάλιστα τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας ἐκβαλεῖν ἐκ τῶν σατραπειῶν καὶ τούτων ἀποδείξεις ἔφερε τήν τε Πίθωνος ἀναίρεσιν καὶ τὴν Πευκέστου τῆς Περσίδος ἀφαίρεσιν καὶ τὰ περὶ αὐτὸν συμβάντα·
πάντας γὰρ οὐδὲν ἠδικηκότας, ἀλλὰ καὶ χρείας πολλὰς καὶ μεγάλας ἐν τῇ φιλίᾳ παρεσχημένους ἀρετῆς ὑπομεμενηκέναι πρόστιμον. διεξῄει δὲ καὶ τὰ μεγέθη τῶν περὶ αὐτὸν δυνάμεων καὶ τὸ πλῆθος τῶν χρημάτων, ἔτι δὲ τὰς προσφάτους εὐτυχίας, ἐξ ὧν ὑπεδείκνυεν ὑπερήφανον γεγενημένον καὶ ταῖς ἐλπίσι περιειληφότα πᾶσαν τὴν Μακεδόνων βασιλείαν.
διὰ δὲ τοιούτων λόγων προτρεψάμενος τὸν Πτολεμαῖον ἑτοιμάζεσθαι τὰ πρὸς τὸν πόλεμον ἐξέπεμψέ τινας τῶν φίλων εἰς τὴν Εὐρώπην, προστάξας πειρᾶσθαι τοῖς ὁμοίοις λόγοις ἐχθροὺς Ἀντιγόνου καταστῆσαι Κάσανδρόν τε καὶ Λυσίμαχον.
ὧν ταχὺ τὸ κελευσθὲν συντελεσάντων ἀρχὴ διαφορᾶς ἐφύετο καὶ μεγάλων πολέμων. ὁ δʼ Ἀντίγονος ἐκ τῶν εἰκότων συλλογισάμενος τὴν Σελεύκου προαίρεσιν ἐξέπεμψε πρεσβευτὰς πρός τε Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιῶν διαφυλάσσειν τὴν προϋπάρχουσαν φιλίαν· τῆς δὲ Βαβυλωνίας καταστήσας σατράπην Πίθωνα τὸν ἐκ τῆς Ἰνδικῆς καταβεβηκότα μετὰ τῆς δυνάμεως ἀνέζευξεν,
ἐπὶ τῆς Κιλικίας τὴν πορείαν ποιούμενος. ὡς δʼ εἰς Μάλον παρεγένετο, διεμέρισε τὴν δύναμιν εἰς παραχειμασίαν μετὰ δύσιν Ὠρίωνος. παρέλαβε δὲ καὶ τὰ ἐν Κυΐνδοις χρήματα, τάλαντα μύρια. χωρὶς δὲ τούτων ἐκπίπτειν ἐκ τῶν προσόδων αὐτῷ τῶν κατʼ ἐνιαυτὸν τάλαντα μύρια χίλια. διόπερ συνέβαινεν αὐτὸν φοβερὸν εἶναι καὶ διὰ τὸ μέγεθος τῶν δυνάμεων καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων.
προάγοντος δʼ εἰς τὴν ἄνω Συρίαν Ἀντιγόνου παρεγένοντο πρέσβεις παρά τε Πτολεμαίου καὶ Λυσιμάχου καὶ Κασάνδρου. οὗτοι δʼ εἰσαχθέντες εἰς τὸ συνέδριον ἠξίουν Καππαδοκίαν μὲν καὶ Λυκίαν Κασάνδρῳ δοθῆναι, Φρυγίαν δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ Λυσιμάχῳ, Συρίαν δὲ πᾶσαν Πτολεμαίῳ, Βαβυλωνίαν δὲ Σελεύκῳ, τῶν δὲ θησαυρῶν, οὓς παρέλαβεν μετὰ τὴν πρὸς Εὐμενῆ μάχην, ποιήσασθαι μερισμόν· καὶ γὰρ αὐτοὺς κεκοινωνηκέναι τοῦ πολέμου. εἰ δὲ μηδὲν τούτων ποιήσει, συστάντες ἅπαντες ἔφασαν πολεμήσειν αὐτῷ.
τοῦ δʼ Ἀντιγόνου τραχύτερον ἀποκριναμένου καὶ τὰ πρὸς πόλεμον εἰπόντος παρασκευάζεσθαι συνέβη τοὺς πρέσβεις ἀπράκτους ἐπανελθεῖν. μετὰ δὲ ταῦθʼ οἱ μὲν περὶ Πτολεμαῖον καὶ Λυσίμαχον, ἔτι δὲ Κάσανδρον συμμαχίαν πρὸς ἀλλήλους ποιησάμενοι δυνάμεις τε συνῆγον καὶ παρασκευὰς ὅπλων τε καὶ βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων ἐποίουν·
Ἀντίγονος δὲ ὁρῶν ἐφʼ ἑαυτὸν συνεστηκότας πολλοὺς καὶ μεγάλους τοῖς ἀξιώμασιν ἄνδρας καὶ συλλογιζόμενος τὸ μέγεθος τοῦ φυομένου πολέμου τά τʼ ἔθνη καὶ πόλεις καὶ δυνάστας προσεκαλεῖτο εἰς συμμαχίαν.
Ἀγησίλαον μὲν οὖν πρὸς τοὺς ἐν Κύπρῳ βασιλεῖς, εἰς δὲ Ῥόδον Ἰδομενέα καὶ Μοσχίωνα, Πτολεμαῖον δὲ τὸν ἀδελφιδοῦν μετὰ δυνάμεως εἰς Καππαδοκίαν ἀπέστειλεν, ἵνα λύσῃ μὲν Ἀμισσοῦ τὴν πολιορκίαν καὶ τοὺς ὑπὸ Κασάνδρου πεμφθέντας εἰς Καππαδοκίαν ἐκβάλῃ πάντας, πρὸς δὲ τούτοις ὅπως παραγενόμενος εἰς Ἑλλήσποντον ἐφεδρεύῃ τοῖς περὶ Κάσανδρον, ἂν ἐπιχειρῇ διαβαίνειν ἐκ τῆς Εὐρώπης.
Ἀριστόδημον δὲ τὸν Μιλήσιον εἰς Πελοπόννησον ἐξέπεμψεν ἔχοντα χίλια τάλαντα· τούτῳ δὲ συνετέτακτο συνθέσθαι φιλίαν πρὸς Ἀλέξανδρον καὶ Πολυπέρχοντα καὶ ξενολογήσαντα τοὺς ἱκανοὺς διαπολεμεῖν Κασάνδρῳ. αὐτὸς δὲ πᾶσαν τὴν Ἀσίαν, ἧς ἦν κύριος, διέλαβε πυρσοῖς καὶ βυβλιαφόροις, δι’ ὧν ὀξέως ἤμελλεν ὑπηρετεῖσθαι πάντα.
ἀπὸ δὲ τούτων γενόμενος ἀνέζευξεν ἐπὶ Φοινίκην, σπεύδων ναυτικὴν δύναμιν συστήσασθαι· συνέβαινε γὰρ τοὺς μὲν πολεμίους τότε θαλασσοκρατεῖν ναῦς πολλὰς ἔχοντας, αὐτῷ δὲ τὸ παράπαν οὐδʼ ὀλίγας εἶναι. στρατοπεδεύσας δὲ ἐν Τύρῳ τῆς Φοινίκης καὶ πολιορκῆσαι διανοούμενος τὴν Τύρον μετεπέμπετο τοὺς βασιλεῖς τῶν Φοινίκων καὶ τοὺς ὑπάρχους τῆς Συρίας.
καὶ τοὺς μὲν βασιλεῖς προετρέψατο συνεπιλαβέσθαι ναυπηγίας, ἐπειδὴ τὰς ναῦς τὰς ἐκ Φοινίκης ἁπάσας μετὰ τῶν πληρωμάτων Πτολεμαῖος εἶχεν ἐν Αἰγύπτῳ· τοῖς δʼ ὑπάρχοις ἐκέλευσεν ἑτοιμάσαι κατὰ τάχος πυρῶν μὲν μεδίμνων μυριάδας τετρακοσίας πεντήκοντα· τοσοῦτο γὰρ εἰς τὸν ἐνιαυτὸν ἐγίνετο δαπάνημα. αὐτὸς δὲ πανταχόθεν ἀθροίσας ὑλοτόμους καὶ πρίστας, ἔτι δὲ ναυπηγοὺς κατεκόμιζε τὴν ὕλην ἐπὶ θάλασσαν ἐκ τοῦ Λιβάνου, τεμνόντων μὲν αὐτὴν καὶ πριζόντων ἀνδρῶν ὀκτακισχιλίων, κατακομιζόντων δὲ ζευγῶν χιλίων.
τὸ δʼ ὄρος τοῦτο παρήκει μὲν παρά τε τὴν Τρίπολιν καὶ Βυβλίαν, ἔτι δὲ Σιδωνίαν, πλῆρες δʼ ἐστὶ ξύλων κεδρίνων καὶ κυπαρισσίνων θαυμαστῶν τό τε κάλλος καὶ μέγεθος.
ναυπηγεῖα δʼ ἀπέδειξε τρία μὲν κατὰ τὴν Φοινίκην, ἔν τε Τριπόλει καὶ Βύβλῳ καὶ Σιδῶνι, τέταρτον δὲ περὶ Κιλικίαν, κομιζομένης τῆς ὕλης ἐκ τοῦ Ταύρου.
ἦν δὲ καὶ περὶ Ῥόδον ἄλλο, συγχωρήσαντος τοῦ δήμου κατασκευάζειν ναῦς ἀπὸ τῆς ὕλης τῆς εἰσκομιζομένης. τοῦ δʼ Ἀντιγόνου περὶ ταῦτα ὄντος καὶ πλησίον τῆς θαλάσσης κατεστρατοπεδευκότος ἧκεν ἐξ Αἰγύπτου Σέλευκος μετὰ νεῶν ἑκατὸν κεκοσμημένων βασιλικῶς καὶ πλεουσῶν ἱκανῶς. ποιουμένου δʼ αὐτοῦ τὸν παράπλουν παρʼ αὐτὴν τὴν στρατοπεδείαν καταπεφρονηκότως οἵ τε ἐκ τῶν συμμαχίδων πόλεων καὶ πάντες οἱ κοινοπραγοῦντες τοῖς περὶ Ἀντίγονον ἄθυμοι καθειστήκεισαν·
πρόδηλον γὰρ ἦν ὅτι θαλασσοκρατοῦντες οἱ πολέμιοι πορθήσουσι τοὺς τοῖς ἐναντίοις κοινοπραγοῦντας ἀπὸ τῆς πρὸς Ἀντίγονον φιλίας. ὁ δʼ Ἀντίγονος τούτους μὲν παρεκάλει θαρρεῖν, διαβεβαιούμενος ἐν ταύτῃ τῇ θερίᾳ ἀναπλευσεῖσθαι ναυσὶ πεντακοσίαις.
ὄντος δʼ αὐτοῦ περὶ ταῦτα παρῆν Ἀγησίλαος ὁ πεμφθεὶς εἰς Κύπρον πρεσβευτής, ἀπαγγέλλων ὅτι Νικοκρέων μὲν καὶ τῶν ἄλλων οἱ κράτιστοι βασιλεῖς πρὸς Πτολεμαῖον πεποίηνται συμμαχίαν, ὁ δὲ Κιτιεὺς καὶ Λαπίθιος, ἔτι δὲ Μαριεὺς καὶ Κερυνίτης τὴν πρὸς αὐτὸν φιλίαν συντέθεινται.
ἀκούσας δὲ ταῦτα τρισχιλίους μὲν στρατιώτας καὶ στρατηγὸν Ἀνδρόνικον κατέλιπεν ἐπὶ τῆς πολιορκίας, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἀναζεύξας τήν τʼ Ἰόππην καὶ Γάζαν ἀπειθούσας κατὰ κράτος εἷλε καὶ τοὺς μὲν καταληφθέντας Πτολεμαίου στρατιώτας ἐπιδιεῖλεν εἰς τὰς ἰδίας τάξεις, εἰς δὲ τὰς πόλεις παρεισήγαγε φρουρὰν τὴν ἀναγκάσουσαν πειθαρχεῖν τοὺς ἐνοικοῦντας.
αὐτὸς δʼ ἐπανελθὼν εἰς τὴν πρὸς Παλαιτύρῳ στρατοπεδείαν παρεσκευάζετο τὰ πρὸς τὴν πολιορκίαν. Ἐπὶ δὲ τῶν καιρῶν τούτων Ἀρίστων ὁ πιστευθεὶς ὑπʼ Εὐμενοῦς τῶν ὀστῶν τῶν Κρατεροῦ παρέδωκεν εἰς ταφὴν αὐτὰ Φίλᾳ τῇ πρότερον μὲν Κρατερῷ συνοικούσῃ, τότε δὲ Δημητρίῳ τῷ Ἀντιγόνου.
αὕτη δʼ ἡ γυνὴ συνέσει δοκεῖ διενηνοχέναι· τούς τε γὰρ ταραχώδεις τῶν ἐν τῷ στρατοπέδῳ κατέπαυεν ἁρμοζόντως πολιτευομένη πρὸς ἕκαστον, τάς τε ἀδελφὰς καὶ θυγατέρας τῶν ἀπόρων ἐξεδίδου τοῖς ἰδίοις δαπανήμασι, πολλοὺς δὲ καὶ τῶν διαβολαῖς περιπιπτόντων μὴ δικαίαις ἀπήλλασσε τῶν κινδύνων.
λέγεται δὲ καὶ Ἀντίπατρον τὸν πατέρα αὐτῆς, ὃς δοκεῖ γεγονέναι φρονιμώτατος τῶν ἐν δυναστείαις γεγονότων κατὰ τὴν αὐτὴν ἡλικίαν, κόρης οὔσης ἔτι τῆς Φίλας συμβουλεύεσθαι πρὸς ταύτην περὶ τῶν μεγίστων.
μηνύσει δʼ ἀκριβέστερον τὸ τῆς γυναικὸς ἦθος προϊὼν ὁ λόγος καὶ τὰ πράγματα λαμβάνοντα μεταβολὴν καὶ κρίσιν ἐσχάτην τῆς περὶ Δημήτριον βασιλείας. καὶ τὰ μὲν περὶ Ἀντίγονον καὶ Φίλαν τὴν Δημητρίου γυναῖκα τοιαῦτʼ ἦν.
τῶν δὲ πεμφθέντων ὑπʼ Ἀντιγόνου στρατηγῶν Ἀριστόδημος μὲν πλεύσας εἰς τὴν Λακωνικὴν καὶ λαβὼν παρὰ τῶν Σπαρτιατῶν ἐξουσίαν ξενολογεῖν, στρατιώτας ἤθροισεν ὀκτακισχιλίους ἐκ τῆς Πελοποννήσου. ἐντυχὼν δὲ Ἀλεξάνδρῳ καὶ Πολυπέρχοντι φιλίαν συνέθετο πρὸς αὐτοὺς ὑπὲρ Ἀντιγόνου καὶ Πολυπέρχοντα μὲν στρατηγὸν ἀπέδειξε τῆς Πελοποννήσου, τὸν δὲ Ἀλέξανδρον ἔπεισεν εἰς τὴν Ἀσίαν πλεῦσαι πρὸς Ἀντίγονον.
ὁ δʼ ἕτερος τῶν στρατηγῶν Πτολεμαῖος πορευθεὶς μετὰ τῆς δυνάμεως εἰς Καππαδοκίαν καὶ καταλαβὼν Ἀμισσὸν πολιορκουμένην ὑπʼ Ἀσκληπιοδώρου τοῦ Κασάνδρου στρατηγοῦ τὴν μὲν πόλιν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ περὶ τὸν Ἀσκληπιόδωρον ὑποσπόνδους ἀφεὶς ἀνεκτήσατο τὴν σατραπείαν.
μετὰ δὲ ταῦτα πορευθεὶς διὰ Βιθυνίας καὶ Ζιβύτην τὸν βασιλέα τῶν Βιθυνῶν καταλαβὼν πολιορκοῦντα τήν τε τῶν Ἀστακηνῶν καὶ Χαλκηδονίων πόλιν συνηνάγκασε λῦσαι τὴν πολιορκίαν. ποιησάμενος δὲ συμμαχίαν πρός τε τὰς πόλεις ταύτας καὶ πρὸς τὸν Ζιβύτην, ἔτι δὲ λαβὼν ὁμήρους προῆγεν ἐπὶ Ἰωνίας καὶ Λυδίας· ἐγεγράφει γὰρ Ἀντίγονος αὐτῷ βοηθεῖν τῇ παραλίῳ κατὰ τάχος, ὡς τοῦ Σελεύκου τὸν πλοῦν ἐνταῦθα ποιησομένου.
ὡς δέ ποθʼ ἧκε πλησίον τῶν προειρημένων τόπων, Σέλευκος ἔτυχε μὲν πολιορκῶν Ἐρυθράς, πυθόμενος δὲ τὴν τῶν πολεμίων δύναμιν πλησίον οὖσαν ἀπέπλευσεν ἄπρακτος.
Ἀντίγονος δὲ παραγενομένου πρὸς αὐτὸν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος πρὸς μὲν τοῦτον συνέθετο φιλίαν, αὐτὸς δὲ συναγαγὼν τῶν τε στρατιωτῶν καὶ τῶν παρεπιδημούντων κοινὴν ἐκκλησίαν κατηγόρησε Κασάνδρου, προφερόμενος τήν τε Ὀλυμπιάδος ἀναίρεσιν καὶ τὰ συμβάντα περὶ Ῥωξάνην καὶ τὸν βασιλέα.
πρὸς δὲ τούτοις ἔλεγεν ὡς Θεσσαλονίκην μὲν βιασάμενος ἔγημεν, φανερῶς δὲ ἐξιδιάζεται τὴν Μακεδόνων βασιλείαν, ἔτι δὲ ὡς Ὀλυνθίους ὄντας πολεμιωτάτους Μακεδόνων κατῴκισεν εἰς τὴν ὁμώνυμον ἑαυτοῦ πόλιν καὶ Θήβας ἀνέστησε τὰς ὑπὸ Μακεδόνων κατασκαφείσας.
συναγανακτούντων δὲ τῶν ὄχλων ἔγραψε δόγμα καθʼ ὃ τὸν Κάσανδρον ἐψηφίσατο πολέμιον εἶναι, ἐὰν μὴ τάς τε πόλεις καθέλῃ καὶ τὸν βασιλέα καὶ τὴν μητέρα τὴν Ῥωξάνην προαγαγὼν ἐκ τῆς φυλακῆς ἀποδῷ τοῖς Μακεδόσι καὶ τὸ σύνολον ἐὰν μὴ πειθαρχῇ τῷ καθεσταμένῳ στρατηγῷ καὶ τῆς βασιλείας παρειληφότι τὴν ἐπιμέλειαν Ἀντιγόνῳ. εἶναι δὲ καὶ τοὺς Ἕλληνας ἅπαντας ἐλευθέρους, ἀφρουρήτους, αὐτονόμους. ἐπιψηφισαμένων δὲ τῶν στρατιωτῶν τὰ ῥηθέντα διαπέστειλε πανταχῇ τοὺς κομιοῦντας τὸ δόγμα·
τοὺς μὲν γὰρ Ἕλληνας ὑπελάμβανε διὰ τὴν ἐλπίδα τῆς ἐλευθερίας προθύμους ἕξειν συναγωνιστὰς εἰς τὸν πόλεμον, τοὺς δʼ ἐν ταῖς ἄνω σατραπείαις στρατηγοὺς καὶ σατράπας, ὑπόπτως ἔχοντας ὡς Ἀντιγόνου καταλῦσαι διεγνωκότος τοὺς ἀπὸ Ἀλεξάνδρου βασιλεῖς, αὐτοῦ φανερῶς τὸν ὑπὲρ αὐτῶν πόλεμον ἀναδεχομένου πάντας μεταπεσεῖσθαι ταῖς γνώμαις καὶ τοῖς παραγγελλομένοις ἑτοίμως ὑπακούσεσθαι.
ἀπὸ δὲ τούτων γενόμενος Ἀλεξάνδρῳ μὲν δοὺς πεντακόσια τάλαντα καὶ περὶ τῶν μελλόντων εἰς μεγάλας ἀγαγὼν ἐλπίδας ἐξαπέστειλεν εἰς Πελοπόννησον· αὐτὸς δὲ παρὰ Ῥοδίων μεταπεμψάμενος ναῦς καὶ τῶν ναυπηγηθεισῶν τὰς πλείστας καταρτίσας ἐπέπλευσε τῇ Τύρῳ. θαλασσοκρατῶν δὲ καὶ διακωλύων σῖτον εἰσάγεσθαι προσεκαρτέρησε μὲν ἐνιαυτὸν καὶ τρεῖς μῆνας, εἰς ἔνδειαν δὲ δεινὴν ἀγαγὼν τοὺς ἐγκατακεκλεισμένους τοῖς μὲν παρὰ Πτολεμαίου στρατιώταις συνεχώρησεν ἀπελθεῖν ἔχουσι τὰ ἑαυτῶν, τὴν δὲ πόλιν διʼ ὁμολογίας παραλαβὼν φρουρὰν τὴν διαφυλάξουσαν εἰς αὐτὴν εἰσήγαγεν.
ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ἀκούσας τὰ δεδογμένα τοῖς μετʼ Ἀντιγόνου Μακεδόσι περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔγραψε καὶ αὐτὸς τὰ παραπλήσια, βουλόμενος εἰδέναι τοὺς Ἕλληνας ὅτι φροντίζει τῆς αὐτονομίας αὐτῶν οὐχ ἧττον Ἀντιγόνου·
οὐ γὰρ μικρὰν ῥοπὴν ὁρῶντες οὖσαν ἑκάτεροι προσλαβέσθαι τὴν τῶν Ἑλλήνων εὔνοιαν διημιλλῶντο πρὸς ἀλλήλους περὶ τῆς εἰς τούτους εὐεργεσίας. προσελάβετο δʼ εἰς τὴν συμμαχίαν καὶ τὸν τῆς Καρίας σατράπην Κάσανδρον, ἰσχύοντα καὶ πόλεις ἔχοντα τεταγμένας ὑφʼ ἑαυτὸν οὐκ ὀλίγας.
προαπεσταλκὼς δὲ τοῖς ἐν Κύπρῳ βασιλεῦσι στρατιώτας τρισχιλίους ἐξέπεμψε τότε δύναμιν ἁδράν, σπεύδων συναναγκάσαι τοὺς ἐναντιοπραγοῦντας ποιεῖν τὸ προστασσόμενον.
Μυρμιδόνα μὲν οὖν τὸν Ἀθηναῖον ἀπέστειλε μετὰ στρατιωτῶν μυρίων, Πολύκλειτον δὲ μετὰ νεῶν ἑκατόν, τῶν δὲ πάντων στρατηγὸν Μενέλαον τὸν ἀδελφόν. οὗτοι δὲ πλεύσαντες εἰς Κύπρον κἀκεῖ καταλαβόντες Σέλευκον μετὰ τοῦ στόλου συνήδρευσαν βουλευόμενοι τί χρὴ πράττειν.
ἔδοξεν οὖν αὐτοῖς Πολύκλειτον μετὰ πεντήκοντα νεῶν πλεῖν εἰς Πελοπόννησον καὶ διαπολεμεῖν τοῖς περὶ Ἀριστόδημον καὶ Ἀλέξανδρον, ἔτι δὲ Πολυπέρχοντα, Μυρμιδόνα δὲ καὶ τοὺς ξένους εἰς Καρίαν, βοηθήσοντας τοῖς περὶ τὸν Κάσανδρον πολεμουμένοις ὑπὸ Πτολεμαίου τοῦ στρατηγοῦ, τοὺς δὲ περὶ τὸν Σέλευκον καὶ Μενέλαον ὑπολειφθέντας ἐν Κύπρῳ μετὰ Νικοκρέοντος τοῦ βασιλέως καὶ τῶν ἄλλων τῶν συμμαχούντων διαπολεμεῖν τοῖς ἐναντιουμένοις.
τοῦτον δὲ τὸν τρόπον τῆς δυνάμεως διαμερισθείσης οἱ περὶ Σέλευκον Κερυνίαν μὲν καὶ Λάπιθον ἐξεπολιόρκησαν, Στασίοικον δὲ τὸν βασιλέα τῶν Μαριέων προσαγαγόμενοι τὸν Ἀμαθουσίων δυνάστην ἠνάγκασαν ὅμηρα δοῦναι, τὴν δὲ τῶν Κιτίων πόλιν οὐ δυνάμενοι προσαγαγέσθαι συνεχῶς ἐπολιόρκουν πάσῃ τῇ δυνάμει.
κατὰ τοῦτον δὲ τὸν καιρὸν πρὸς Ἀντίγονον κατέπλευσαν ἐξ Ἑλλησπόντου ναῦς τεσσαράκοντα Θεμίσωνος ναυαρχοῦντος· ὁμοίως δὲ ἐξ Ἑλλησπόντου καὶ Ῥόδου κατήγαγε σκάφη Διοσκουρίδης ὀγδοήκοντα.
προϋπῆρχον δʼ αὐτῷ κατηρτισμέναι ναῦς τῶν ἐν Φοινίκῃ ναυπηγηθεισῶν αἱ πρῶται συντελεσθεῖσαι· αὗται δʼ ἦσαν σὺν ταῖς ἐν Τύρῳ καταληφθείσαις ἑκατὸν καὶ εἴκοσιν, ὥστε τὰς πάσας περὶ αὐτὸν ἠθροῖσθαι ναῦς μακρὰς ἐξηρτυμένας διακοσίας τεσσαράκοντα· τούτων δʼ ἦσαν τετρήρεις μὲν ἐννενήκοντα πεντήρεις δὲ δέκα, ἐννήρεις δὲ τρεῖς, δεκήρεις δὲ δέκα, ἄφρακτοι δὲ τριάκοντα.
διελόμενος δὲ τὸν στόλον πεντήκοντα μὲν ναῦς ἐξέπεμψεν εἰς Πελοπόννησον, τῶν δʼ ἄλλων ναύαρχον καταστήσας Διοσκουρίδην τὸν ἀδελφιδοῦν προσέταξε περιπλεῖν τοῖς τε συμμάχοις παρεχόμενον τὴν ἀσφάλειαν καὶ τῶν νήσων τὰς μήπω μετεχούσας τῆς συμμαχίας προσαγόμενον. τὰ μὲν οὖν κατὰ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.
ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τὴν Ἀσίαν πραχθέντα διήλθομεν, ἐν μέρει πάλιν τὰ κατὰ τὴν Εὐρώπην διέξιμεν. Ἀπολλωνίδης γὰρ ὁ ταχθεὶς ὑπὸ Κασάνδρου στρατηγὸς ἐπὶ τῆς Ἀργείων πόλεως ἐξοδεύσας εἰς Ἀρκαδίαν νυκτὸς ἐκυρίευσε τῆς τῶν Στυμφαλίων πόλεως·
περὶ ταῦτα δʼ αὐτοῦ διατρίβοντος τῶν Ἀργείων οἱ πρὸς Κάσανδρον ἀλλοτρίως ἔχοντες ἐπεκαλέσαντο τὸν Πολυπέρχοντος Ἀλέξανδρον, ἐπαγγελλόμενοι παραδώσειν τὴν πόλιν. τοῦ δʼ Ἀλεξάνδρου βραδύνοντος Ἀπολλωνίδης φθάσας κατήντησεν εἰς Ἄργος.
τῶν δʼ ἐναντιουμένων καταλαβὼν εἰς πεντακοσίους συνηδρευκότας ἐν τῷ πρυτανείῳ τούτους μὲν ἀποκλείσας τῆς ἐξόδου ζῶντας κατέκαυσε, τῶν δʼ ἄλλων τοὺς μὲν πλείους ἐφυγάδευσεν, ὀλίγους δὲ συλλαβὼν ἀπέκτεινε. Κάσανδρος δὲ πυθόμενος τὸν Ἀριστοδήμου κατάπλουν εἰς Πελοπόννησον καὶ τὸ συνηθροισμένον πλῆθος τῶν ξένων τὸ μὲν πρῶτων ἐπεχείρησεν ἀφιστάναι τὸν Πολυπέρχοντα τῆς Ἀντιγόνου φιλίας· οὐχ ὑπακουόντων δʼ αὐτῶν συναγαγὼν δύναμιν ἧκε διὰ τῆς Θετταλίας εἰς Βοιωτίαν.
ἐνταῦθα δὲ συνεπιλαβόμενος τοῖς Θηβαίοις τῆς τῶν τειχῶν οἰκοδομίας παρῆλθεν εἰς Πελοπόννησον· καὶ τὸ μὲν πρῶτον Κεγχρεὰς ἐκπολιορκήσας ἐδῄωσε τὴν χώραν τῶν Κορινθίων, μετὰ δὲ ταῦτα δύο φρούρια κατὰ κράτος ἑλὼν τοὺς ὑπʼ Ἀλεξάνδρου καθεσταμένους φρουροὺς ὑποσπόνδους ἀφῆκεν.
ἑξῆς δὲ τῇ τῶν Ὀρχομενίων πόλει προσβολὰς ποιησάμενος καὶ παρεισαχθεὶς ὑπὸ τῶν ἀλλοτρίως ἐχόντων πρὸς Ἀλέξανδρον τῆς μὲν πόλεως φυλακὴν ἀπέλιπε, τῶν δὲ φίλων τῶν Ἀλεξάνδρου καταφυγόντων εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἔδωκε τὴν ἐξουσίαν τοῖς πολίταις ὃ βούλοιντο πρᾶξαι. οἱ μὲν οὖν Ὀρχομένιοι τοὺς ἱκέτας βιαίως ἀναστήσαντες ἅπαντας ἀνεῖλον παρὰ τὰ κοινὰ τῶν Ἑλλήνων νόμιμα.
ὁ δὲ Κάσανδρος παρελθὼν εἰς τὴν Μεσσηνίαν καὶ καταλαβὼν φρουρουμένην ὑπὸ Πολυπέρχοντος τὴν πόλιν τὸ μὲν πολιορκεῖν αὐτὴν ἐπὶ τοῦ παρόντος ἀπέγνω, παρελθὼν δʼ εἰς Ἀρκαδίαν Δάμιν μὲν ἐπιμελητὴν τῆς Μεγάλης πόλεως ἀπέλιπεν, αὐτὸς δὲ παρελθὼν εἰς τὴν Ἀργείαν καὶ θεὶς τὸν τῶν Νεμέων ἀγῶνα τὴν εἰς Μακεδονίαν ἐπάνοδον ἐποιήσατο.
τούτου δὲ χωρισθέντος Ἀλέξανδρος ἐπιὼν τὰς ἐν Πελοποννήσῳ πόλεις μετʼ Ἀριστοδήμου τὰς μὲν ὑπὸ Κασάνδρου καθεσταμένας φρουρὰς ἐκβαλεῖν ἐπειρᾶτο, ταῖς δὲ πόλεσιν ἀποκαθιστᾶν τὴν ἐλευθερίαν.
Book 19, Part 6
ἃ δὴ πυθόμενος ὁ Κάσανδρος ἔπεμψε πρὸς αὐτὸν Πρεπέλαον, ἀξιῶν Ἀντιγόνου μὲν ἀποστῆναι, συμμαχεῖν δʼ αὐτῷ γνησίως. τοῦτο δʼ αὐτοῦ πράξαντος στρατηγίαν δώσειν ἔφησε πάσης Πελοποννήσου καὶ δυνάμεως ἀποδείξειν κύριον,
ἔτι δὲ κατʼ ἀξίαν τιμήσειν. ὁ δʼ Ἀλέξανδρος ὁρῶν αὑτῷ συγχωρούμενον οὗ χάριν ἐξ ἀρχῆς ἐπολέμει πρὸς Κάσανδρον, συμμαχίαν ποιησάμενος ἀπεδείχθη στρατηγὸς Πελοποννήσου. ἅμα δὲ τούτοις πραττομένοις Πολύκλειτος ὁ πεμφθεὶς ὑπὸ τῶν περὶ Σέλευκον ἐκ Κύπρου πλεύσας κατῆρεν εἰς Κεγχρεάς,
ἀκούσας δὲ τὴν Ἀλεξάνδρου μετάθεσιν καὶ θεωρῶν μηδὲν ὑπάρχον πολέμιον σύστημα τὸν πλοῦν ἐπὶ Παμφυλίας ἐποιήσατο. ἐντεῦθεν δὲ παρακομισθεὶς εἰς Ἀφροδισιάδα τῆς Κιλικίας, ὡς ἤκουσεν ὅτι Θεόδοτος μὲν ὁ Ἀντιγόνου ναύαρχος ἐκ Πατάρων τῆς Δυκίας παραπλεῖ ταῖς ἀπὸ Ῥόδου ναυσίν, ἐχούσαις ἀπὸ Καρίας πληρώματα, καὶ διότι περίλαος μετὰ στρατιωτῶν παράγει πεζῇ, παρεχόμενος τῷ στόλῳ τῆς ἀγωγῆς τὴν ἀσφάλειαν, ἀμφοτέρους κατεστρατήγησε.
τοὺς μὲν γὰρ στρατιώτας ἀποβιβάσας ἔκρυψεν ἐν εὐθέτῳ τόπῳ, καθʼ ὃν ἀναγκαῖον ἦν τοὺς πολεμίους τὴν πάροδον ποιήσασθαι, αὐτὸς δὲ πάσαις ταῖς ναυσὶν ἐπιπλεύσας καὶ πρὸ αὑτοῦ λαβὼν ἀκρωτήριον ἐπετήρει τὴν τῶν πολεμίων παρουσίαν. ἐμπεσόντων δὲ πρῶτον τῶν πεζῶν εἰς τὴν ἐνέδραν συνέβη τόν τε περίλαον ἁλῶναι καὶ τῶν ἄλλων τοὺς μὲν πεσεῖν μαχομένους, οὓς δὲ ζωγρηθῆναι.
ἐπιχειρούντων δὲ τῶν ἀπὸ Ῥόδου νεῶν παραβοηθεῖν τοῖς ἰδίοις ἐπιπλεύσας ὁ Πολύκλειτος ἄφνω συντεταγμένῳ τῷ στόλῳ ῥᾳδίως ἐτρέψατο τεταραγμένους τοὺς πολεμίους. διόπερ συνέβη τάς τε ναῦς ἁλῶναι πάσας καὶ τῶν ἀνδρῶν οὐκ ὀλίγους, ἐν οἷς καὶ αὐτὸν τὸν Θεόδοτον τραυματίαν γενόμενον μετʼ ὀλίγας ἡμέρας τελευτῆσαι.
Πολύκλειτος μὲν οὖν χωρὶς κινδύνων τηλικαῦτα πλεονεκτήσας ἀπέπλευσεν εἰς Κύπρον, ἐντεῦθεν δʼ εἰς Πηλούσιον· ὁ δὲ Πτολεμαῖος τοῦτον μὲν ἐπαινέσας δωρεαῖς μεγάλαις ἐτίμησε καὶ πολὺ μᾶλλον προῆγεν ὡς ἀρχηγὸν γεγονότα μεγάλου προτερήματος, τὸν δὲ περίλαον καὶ τῶν ἄλλων αἰχμαλώτων τινὰς ἀπέλυσεν, ἐλθούσης περὶ τούτων πρεσβείας παρʼ Ἀντιγόνου. αὐτὸς δὲ παρῆλθεν ἐπὶ τὸ καλούμενον Ἔκρηγμα κἀκεῖ συνελθὼν εἰς λόγους Ἀντιγόνῳ πάλιν ἀπῆλθεν, οὐ συγχωροῦντος Ἀντιγόνου τὰ ἀξιούμενα.
ἡμεῖς δὲ διεληλυθότες τὰ πραχθέντα τῶν Ἑλλήνων τῆς Εὐρώπης περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν μέρει διέξιμεν περὶ τῶν πρὸς ἑσπέραν νευόντων μερῶν. Ἀγαθοκλῆς γὰρ ὁ τῶν Συρακοσίων δυνάστης κατέχων φρούριον τῶν Μεσσηνίων ἐπηγγείλατο λαβὼν παρʼ αὐτῶν τριάκοντα τάλαντα παραδώσειν τὸν τόπον.
δόντων δὲ τῶν Μεσσηνίων τἀργύριον οὐ μόνον διεψεύσατο τοὺς πιστεύσαντας τῆς ἐπαγγελίας, ἀλλὰ καὶ τὴν Μεσσήνην αὐτὴν ἐπεχείρησε καταλαβέσθαι. πυθόμενος γὰρ μέρος τι τοῦ τείχους ἐν αὐτῇ πεπτωκέναι πεζῇ μὲν τοὺς ἱππεῖς ἀπέστειλεν ἐκ Συρακουσσῶν, αὐτὸς δʼ ἀναλαβὼν ναῦς ἡμιολίας νυκτὸς κατέπλευσε πλησίον τῆς πόλεως.
προαισθομένων δὲ τῶν ἐπιβουλευομένων ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέτυχεν, ἐπὶ δὲ τὰς Μύλας πλεύσας καὶ πολιορκήσας τὸ φρούριον διʼ ὁμολογίας παρέλαβε. καὶ τότε μὲν εἰς Συρακούσσας ἐχωρίσθη, κατὰ δὲ τὰς τῶν καρπῶν συγκομιδὰς πάλιν ἐστράτευσεν ἐπὶ τὴν Μεσσήνην.
πλησίον δὲ τῆς πόλεως στρατοπεδεύσας καὶ προσβολὰς συνεχεῖς ποιούμενος οὐδὲν ἀξιόλογον ἴσχυσε βλάψαι τοὺς πολεμίους· καὶ γὰρ τῶν ἐκ Συρακουσσῶν φυγάδων πολλοὶ συνεδεδραμήκεισαν εἰς τὴν πόλιν, οἳ καὶ διὰ τὴν ἰδίαν ἀσφάλειαν καὶ διὰ τὸ πρὸς τὸν τύραννον μίσος ἐκθύμως ἠγωνίζοντο.
καθʼ ὃν δὴ χρόνον ἧκον ἐκ Καρχηδόνος πρέσβεις, οἳ τῷ μὲν Ἀγαθοκλεῖ περὶ τῶν πραχθέντων ἐπετίμησαν ὡς παραβαίνοντι τὰς συνθήκας, τοῖς δὲ Μεσσηνίοις εἰρήνην παρεσκεύασαν καὶ τὸ φρούριον ἀναγκάσαντες ἀποκαταστῆσαι τὸν τύραννον ἀπέπλευσαν εἰς τὴν Λιβύην.
ὁ δʼ Ἀγαθοκλῆς παρελθὼν εἰς Ἀβάκαινον πόλιν σύμμαχον, τοὺς δοκοῦντας ἀλλοτρίως ἔχειν τὰ πρὸς αὐτὸν ἀπέσφαξεν, ὄντας πλείους τῶν τεσσαράκοντα.
ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν διαπολεμοῦντες Σαμνίταις Φερέντην, πόλιν τῆς Ἀπουλίας, κατὰ κράτος εἷλον. οἱ δὲ τὴν Νουκερίαν τὴν Ἀλφατέρναν καλουμένην οἰκοῦντες πεισθέντες ὑπό τινων τῆς μὲν Ῥωμαίων φιλίας ἀπέστησαν, πρὸς δὲ τοὺς Σαμνίατας συμμαχίαν ἐποιήσαντο.
τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Νικόδωρος, ἐν Ῥώμῃ δʼ ἦσαν ὕπατοι Λεύκιος Παπείριος τὸ τέταρτον καὶ Κόιντος Πόπλιος τὸ δεύτερον.
ἐπὶ δὲ τούτων Ἀριστόδημος μὲν ὁ κατασταθεὶς ὑπʼ Ἀντιγόνου στρατηγὸς ὡς ἐπύθετο τὴν Ἀλεξάνδρου τοῦ Πολυπέρχοντος ἀπόστασιν, ἐπὶ τοῦ κοινοῦ τῶν Αἰτωλῶν δικαιολογησάμενος προετρέψατο τὰ πλήθη βοηθεῖν τοῖς Ἀντιγόνου πράγμασιν, αὐτὸς δὲ μετὰ τῶν μισθοφόρων διαβὰς ἐκ τῆς Αἰτωλίας εἰς Πελοπόννησον κατέλαβεν Ἀλέξανδρόν τε καὶ τοὺς Ἠλείους πολιορκοῦντας τὴν Κυλλήνην, εὐκαίρως δὲ τοῖς κινδυνεύουσιν ἐπιφανεὶς ἔλυσε τὴν πολιορκίαν.
καταλιπὼν δʼ ἐνταῦθα τοὺς παρεξομένους τῷ φρουρίῳ τὴν ἀσφάλειαν ἀνέζευξεν εἰς τὴν Ἀχαΐαν καὶ Πάτρας μὲν ἠλευθέρωσε φρουρουμένας ὑπὸ τῶν Κασάνδρου στρατιωτῶν, Αἴγιον δὲ ἐκπολιορκήσας τῆς τε φρουρᾶς ἐκυρίευσε καὶ τοῖς Αἰγιεῦσι κατὰ δόγμα τὴν ἐλευθερίαν βουλόμενος ἀποκαταστῆσαι διὰ ταύτην τὴν περίστασιν ἐκωλύθη· τῶν γὰρ στρατιωτῶν τραπέντων πρὸς ἁρπαγὴν πολλοὶ μὲν ἀπεσφάγησαν τῶν Αἰγιέων, πλεῖσται δὲ τῶν οἰκιῶν διεφθάρησαν.
μετὰ δὲ ταῦτα διαπλεύσαντος εἰς Αἰτωλίαν αὐτοῦ Δυμαῖοι, φρουρὰν ἔχοντες παρὰ Κασάνδρου, διετείχισαν τὴν πόλιν, ὥστε κατʼ ἰδίαν οὖσαν ἀπὸ τῆς ἀκροπόλεως διεζεῦχθαι. παρακαλέσαντες δʼ ἀλλήλους ἀντέχεσθαι τῆς αὐτονομίας περιεστρατοπέδευσαν
τὴν ἄκραν καὶ συνεχεῖς προσβολὰς ἐποιοῦντο ἃ δὴ πυθόμενος ὁ Ἀλέξανδρος ἧκεν μετὰ δυνάμεως καὶ βιασάμενος ἐντὸς τοῦ τείχους ἐκυρίευσε τῆς πόλεως, τῶν δὲ Δυμαίων τοὺς μὲν ἀπέσφαξεν, τοὺς δʼ εἰς φυλακὴν ἀπέθετο, πολλοὺς δὲ ἐφυγάδευσεν.
οἱ δὲ περιλειφθέντες ἀπαλλαγέντος ἐκ τῆς πόλεως Ἀλεξάνδρου χρόνον μέν τινα τὴν ἡσυχίαν ἦγον, καταπεπληγμένοι τὸ μέγεθος τῆς συμφορᾶς, ἅμα δὲ καὶ συμμάχων ὄντες ἔρημοι· μετὰ δέ τινα χρόνον ἐξ Αἰγίου τοὺς Ἀριστοδήμου μισθοφόρους μεταπεμψάμενοι πάλιν ἐπέθεντο τῇ φρουρᾷ καὶ κυριεύσαντες τῆς ἄκρας τὴν μὲν πόλιν ἠλευθέρωσαν, τῶν δὲ καταλειφθέντων τοὺς πλείστους ἀποσφάξαντες συνανεῖλαν καὶ τῶν ἰδίων πολιτῶν ὅσοι πρὸς Ἀλέξανδρον εἶχον φιλίαν.
ἅμα δὲ τούτοις πρασσομένοις Ἀλέξανδρος μὲν ὁ Πολυπέρχοντος ἐκ Σικυῶνος ἀναζευγνύων μετὰ τῆς δυνάμεως ὑπʼ Ἀλεξίωνος τοῦ Σικυωνίου καί τινων ἄλλων προσποιουμένων εἶναι φίλων ἀνῃρέθη, ἡ δὲ γυνὴ Κρατησίπολις διαδεξαμένη τὰ πράγματα συνεῖχε τὸ στρατόπεδον, ἀγαπωμένη διαφερόντως ὑπὸ τῶν στρατιωτῶν διὰ τὰς εὐεργεσίας· διετέλει γὰρ βοηθοῦσα τοῖς ἀτυχοῦσι καὶ πολλοὺς τῶν ἀπόρων ὑπολαμβάνουσα.
ἦν δὲ περὶ αὐτὴν καὶ σύνεσις πραγματικὴ καὶ τόλμα μείζων ἢ κατὰ γυναῖκα· τῶν γὰρ Σικυωνίων καταφρονησάντων αὐτῆς διὰ τὴν τοῦ ἀνδρὸς τελευτὴν καὶ συνδραμόντων μετὰ τῶν ὅπλων ἐπὶ τὴν ἐλευθερίαν παραταξαμένη καὶ νικήσασα πολλοὺς μὲν ἀνεῖλε, συλλαβοῦσα δὲ περὶ τριάκοντα τὸν ἀριθμὸν ἀνεσταύρωσεν. ἀσφαλισαμένη δὲ τὰ κατὰ τὴν πόλιν ἐδυνάστευε τῶν Σικυωνίων, ἔχουσα πολλοὺς στρατιώτας ἑτοίμους εἰς πάντα κίνδυνον. καὶ τὰ μὲν περὶ Πελοπόννησον ἐν τούτοις ἦν.
Κάσανδρος δʼ ὁρῶν τοὺς Αἰτωλοὺς συναγωνιζομένους μὲν Ἀντιγόνῳ, πόλεμον δʼ ἔχοντας ὅμορον πρὸς Ἀκαρνᾶνας ἔκρινε συμφέρειν ἅμα συμμάχους μὲν Ἀκαρνᾶνας ποιήσασθαι, ταπεινῶσαι δὲ τοὺς Αἰτωλούς. διόπερ ἀναζεύξας ἐκ Μακεδονίας μετὰ δυνάμεως μεγάλης ἧκεν εἰς Αἰτωλίαν καὶ κατεστρατοπέδευσεν περὶ τὸν καλούμενον Καμπύλον ποταμόν·
συναγαγὼν δὲ τοὺς Ἀκαρνᾶνας εἰς κοινὴν ἐκκλησίαν καὶ διελθὼν ὅτι πόλεμον ἔχουσιν ὅμορον ἐκ παλαιῶν χρόνων, συνεβούλευεν ἐκ τῶν ἀνοχύρων καὶ μικρῶν χωρίων εἰς ὀλίγας πόλεις μετοικῆσαι, ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ἀλλήλοις βοηθεῖν καὶ πρὸς τὰς ἀπροσδοκήτους τῶν πολεμίων ἐπιθέσεις δυσχερῶς ἀθροίζωνται. πεισθέντων δὲ τῶν Ἀκαρνάνων οἱ πλεῖστοι μὲν εἰς Στράτον πόλιν συνῴκησαν, ὀχυρωτάτην οὖσαν καὶ μεγίστην, Οἰνιάδαι δὲ καί τινες ἄλλοι συνῆλθον ἐπὶ Σαυρίαν, Δεριεῖς δὲ μεθʼ ἑτέρων εἰς Ἀγρίνιον.
ὁ δὲ Κάσανδρος ἀπολιπὼν στρατηγὸν Λυκίσκον μετὰ τῶν ἱκανῶν στρατιωτῶν τούτῳ μὲν παρήγγειλε βοηθεῖν Ἀκαρνᾶσιν, αὐτὸς δὲ μετὰ δυνάμεως παρελθὼν ἐπὶ Λευκάδος τὴν πόλιν διὰ πρεσβείας προσηγάγετο.
μετὰ δὲ ταῦτα τὴν ὁρμὴν ἐπὶ τὸν Ἀδρίαν ποιησάμενος Ἀπολλωνίαν ἐξ ἐφόδου παρέλαβεν. εἰς δὲ τὴν Ἰλλυρίδα προελθὼν καὶ διαβὰς τὸν Ἕβρον ποταμὸν παρετάξατο πρὸς Γλαυκίαν τὸν Ἰλλυριῶν βασιλέα.
περιγενόμενος δὲ τῇ μάχῃ πρὸς μὲν τοῦτον συνθήκας ἐποιήσατο, καθʼ ἃς οὐκ ἐξῆν τῷ Γλαυκίᾳ στρατεύειν ἐπὶ τοὺς Κασάνδρου συμμάχους, τὴν δὲ τῶν Ἐπιδαμνίων πόλιν προσαγαγόμενος καὶ φρουρὰν ἐγκαταστήσας ἐπανῆλθεν εἰς Μακεδονίαν.
ἀπαλλαγέντος δὲ ἐκ τῆς Αἰτωλίας τοῦ Κασάνδρου συστραφέντες τῶν Αἰτωλῶν εἰς τρισχιλίους καὶ περιχαρακώσαντες Αγρίνιον ἐπολιόρκουν, τῶν δὲ κατοικούντων τὸ χωρίον ὁμολογίας ποιησαμένων ὥστε τὴν μὲν πόλιν παραδοῦναι, τῆς δʼ ἀσφαλείας τυχόντας αὐτοὺς ἀπαλλαγῆναι, οὗτοι μὲν πιστεύοντες ταῖς σπονδαῖς ἀπῄεσαν, οἱ δʼ Αἰτωλοὶ παραβάντες τὰς συνθήκας καὶ καταδιώξαντες τοὺς οὐδὲν ἐλπίζοντας πείσεσθαι δεινὸν πλὴν ὀλίγων πάντας ἀπέσφαξαν.
ὁ δὲ Κάσανδρος παραγενόμενος εἰς Μακεδονίαν, καὶ πυθόμενος πολεμεῖσθαι τὰς ἐν Καρίᾳ πόλεις ὅσαι συνεμάχουν τοῖς περὶ Πτολεμαῖον καὶ Σέλευκον, ἐξέπεμψε δύναμιν εἰς τὴν Καρίαν, ἅμα μὲν βουλόμενος βοηθεῖν τοῖς συμμάχοις, ἅμα δὲ σπεύδων εἰς περισπασμοὺς ἐμβαλεῖν Ἀντίγονον, ἵνα μὴ σχολὴν ἔχῃ διαβαίνειν εἰς τὴν Εὐρώπην.
ἔγραψε δὲ καὶ πρὸς Δημήτριον τὸν Φαληρέα καὶ Διονύσιον τὸν φρουροῦντα τὴν Μουνυχίαν, προστάττων εἴκοσι ναῦς εἰς Λῆμνον ἐκπέμψαι. ἀποστειλάντων δʼ αὐτῶν εὐθὺς τὰ σκάφη καὶ ναύαρχον ἐπʼ αὐτῶν Ἀριστοτέλη οὗτος μὲν καταπλεύσας εἰς Λῆμνον καὶ μεταπεμψάμενος Σέλευκον μετὰ στόλου τοὺς Λημνίους ἔπειθεν ἀποστῆναι τῶν περὶ Ἀντίγονον· οὐ προσεχόντων δʼ αὐτῶν τήν τε χώραν ἐδῄωσε καὶ τὴν πόλιν περιχαρακώσας ἐπολιόρκει.
μετὰ δὲ ταῦτα Σέλευκος μὲν ἀπέπλευσεν εἰς Κῶν, Διοσκουρίδης δὲ κατασταθεὶς ναύαρχος ὑπʼ Ἀντιγόνου, πυθόμενος τὸν πλοῦν Σελεύκου, κατῆρεν εἰς Λῆμνον καὶ τὸν μὲν Ἀριστοτέλη ἐξέβαλεν ἐκ τῆς νήσου, τῶν δὲ νεῶν τὰς πλείους αὐτάνδρους εἷλε.
Κάσανδρος δὲ καὶ Πρεπέλαος ἀφηγοῦντο μὲν τῆς ὑπὸ Κασάνδρου πεμφθείσης δυνάμεως εἰς τὴν Καρίαν, πυθόμενοι δὲ Πτολεμαῖον τὸν Ἀντιγονου στρατηγὸν τὴν δύναμιν εἰς παραχειμασίαν διῃρηκέναι καὶ αὐτὸν ἀσχολεῖσθαι περὶ τὴν ταφὴν τοῦ πατρός, Εὐπόλεμον ἀπέστειλαν ἐνεδρεῦσαι τοῖς πολεμίοις περὶ Κάπριμα τῆς Καρίας· συνεξέπεμψαν δʼ αὐτῷ πεζοὺς μὲν ὀκτακισχιλίους,
ἱππεῖς δὲ διακοσίους. καθʼ ὃν δὴ χρόνον Πτολεμαῖος παρά τινων αὐτομόλων ἀκούσας τὴν προαίρεσιν τῶν πολεμίων ἤθροισε μὲν τῶν πλησίον χειμαζόντων στρατιωτῶν πεζοὺς μὲν ὀκτακισχιλίους τριακοσίους,
ἱππεῖς δʼ ἑξακοσίους. ἀνελπίστως δὲ περὶ μέσας νύκτας ἐπιβαλὼν τῷ χάρακι τῶν ἐναντίων καὶ καταλαβὼν ἀφυλάκτους καὶ κοιμωμένους αὐτόν τε τὸν Εὐπόλεμον ἐζώγρησε καὶ τοὺς στρατιώτας συνηνάγκασε παραδοῦναι σφᾶς αὐτούς. τὰ μὲν οὖν συμβάντα περὶ τοὺς ἀποσταλέντας ὑπὸ Κασάνδρου στρατηγοὺς εἰς τὴν Ἀσίαν τοιαῦτʼ ἦν.
Ἀντίγονος δʼ ὁρῶν τὸν Κάσανδρον ἀντεχόμενον τῆς Ἀσίας Δημήτριον μὲν τὸν υἱὸν ἀπέλιπεν ἐν τῇ Συρίᾳ, προστάξας ἐνεδρεύειν τοὺς περὶ Πτολεμαῖον, οὓς ὑπώπτευεν ἐκ τῆς Αἰγύπτου προάξειν μετὰ δυνάμεως ἐπὶ Συρίας, συναπέλιπε δʼ αὐτῷ πεζοὺς μὲν ξένους μυρίους, Μακεδόνας δὲ δισχιλίους, Λυκίους δὲ καὶ Παμφυλίους πεντακοσίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας τετρακοσίους, ἱππεῖς δὲ πεντακισχιλίους, ἐλέφαντας δὲ πλείους τῶν τεσσαράκοντα. παρακατέστησε δʼ αὐτῷ καὶ συμβούλους τέσσαρας, Νέαρχόν τε τὸν Κρῆτα καὶ Πίθωνα τὸν Ἀγήνορος, ὃς καταβεβήκει πρότερον ὀλίγαις ἡμέραις ἐκ Βαβυλῶνος, πρὸς δὲ τούτοις Ἀνδρόνικόν τε τὸν Ὀλύνθιον καὶ Φίλιππον, ἄνδρας πρεσβυτέρους καὶ συνεστρατευκότας Ἀλεξάνδρῳ πᾶσαν τὴν στρατείαν· ἦν γὰρ Δημήτριος ἔτι νέος τὴν ἡλικίαν, ὡς ἂν γεγονὼς ἔτη δύο πρὸς τοῖς εἴκοσιν.
αὐτὸς δὲ τὴν ἄλλην δύναμιν ἀνέλαβε καὶ τὸ μὲν πρῶτον ὑπερβάλλων τὸν Ταῦρον καὶ περιπεσὼν χιόνι πολλῇ συχνοὺς ἀπέβαλε τῶν στρατιωτῶν. διὸ καὶ πάλιν ἀναστρέψας εἰς τὴν Κιλικίαν καὶ μεταλαβὼν ἕτερον καιρὸν διεξῆλθε μὲν ἀσφαλέστερον τὸ προειρημένον ὄρος, παραγενόμενος δʼ εἰς Κελαινὰς τῆς Φρυγίας διεῖλε τὸ στρατόπεδον εἰς χειμασίαν.
μετὰ δὲ ταῦτα τὸν στόλον ἐκ Φοινίκης μετεπέμψατο Μηδίου ναυαρχοῦντος, ὃς περιτυχὼν ταῖς Πυδναίων ναυσίν, οὔσαις τριάκοντα ἕξ, καὶ καταναυμαχήσας αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσεν. καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Σικελίαν οἱ τῶν Συρακοσίων φυγάδες διατρίβοντες ἐν Ἀκράγαντι παρεκάλουν τοὺς προεστηκότας τῆς πόλεως μὴ περιορᾶν Ἀγαθοκλέα συσκευαζόμενον τὰς πόλεις· αἱρετώτερον γὰρ εἶναι πρὸ τοῦ τὸν τύραννον ἰσχυρὸν γενέσθαι διαπολεμεῖν ἑκουσίως ἢ περιμείναντας αὐτοῦ τὴν αὔξησιν ἐξ ἀνάγκης πρὸς ἰσχυρότερον διαγωνίζεσθαι.
δοξάντων δʼ αὐτῶν ἀληθῆ λέγειν ὁ μὲν δῆμος τῶν Ἀκραγαντίνων ἐψηφίσατο τὸν πόλεμον καὶ Γελῴους μὲν καὶ Μεσσηνίους εἰς τὴν συμμαχίαν προσελάβοντο, εἰς δὲ τὴν Λακεδαιμονίαν τῶν φυγάδων τινὰς ἐξέπεμψαν, ἐντειλάμενοι πειρᾶσθαι στρατηγὸν ἄγειν τὸν δυνάμενον πραγμάτων ἀφηγήσασθαι·
τοὺς γὰρ πολιτικοὺς ὑπώπτευον ὡς ὄντας οἰκείους τυραννίδος, τοὺς δʼ ἔξωθεν ὑπελάμβανον δικαίως ποιήσεσθαι τὴν τῶν ὅλων ἐπιμέλειαν, ἀναμιμνησκόμενοι τῆς Τιμολέοντος τοῦ Κορινθίου στρατηγίας.
οἱ δὲ πεμφθέντες ὥς ποθʼ ἧκον εἰς τὴν Λακωνικήν, εὗρον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον.
τῶν γὰρ Λακεδαιμονίων μετὰ τὴν πρὸς Ἀντίπατρον μάχην ἀπολυόντων τῆς ἀτιμίας τοὺς ἐκ τῆς ἥττης διασωθέντας μόνος ἐνέστη τῷ δόγματι. διόπερ αὐτὸν συνέβη καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσκόψαι, μάλιστα δʼ οἷς ἦν τῶν νόμων τὰ πρόστιμα· οὗτοι γὰρ συστραφέντες πληγάς τε ἐνεφόρησαν αὐτῷ καὶ διετέλουν ἐπιβουλεύοντες.
διὰ ταῦτα δὴ ξενικῆς ἡγεμονίας ἐπιθυμῶν ἀσμένως ὑπήκουσε τοῖς Ἀκραγαντίνοις. τὴν δʼ ἀποδημίαν ποιησάμενος ἄνευ τῆς τῶν ἐφόρων γνώμης ἀνήχθη ναυσὶν ὀλίγαις,
ὡς διαίρων ἐπʼ Ἀκράγαντος. ἀπενεχθεὶς δʼ ὑπʼ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι πρὸς τοὺς Ἀπολλωνιάτας.
ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν· διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.
τῶν δὲ Ταραντίνων περὶ τὴν παρασκευὴν ὄντων αὐτὸς συνεκπλεύσας εἰς τὸν Ἀκράγαντα παρέλαβε τὴν στρατηγίαν καὶ τὸ μὲν πρῶτον μετεωρήσας τὰ πλήθη μεγάλαις ἐλπίσι παρεστήσατο πάντας προσδοκᾶν σύντομον κατάλυσιν τοῦ τυράννου,
τοῦ δὲ χρόνου προϊόντος πρᾶξιν μὲν οὐδεμίαν οὔτε τῆς πατρίδος οὔτε τῆς περὶ τὸ γένος ἐπιφανείας ἀξίαν διεπράξατο, τοὐναντίον δὲ φονικὸς ὢν καὶ τῶν τυράννων ὠμότερος προσέκοπτε τοῖς πλήθεσι.
πρὸς δὲ τούτοις τὴν πάτριον δίαιταν μετέβαλεν καὶ ταῖς ἡδοναῖς ἐνετρύφησεν οὕτως ἀσελγῶς ὥστε Πέρσην εἶναι δοκεῖν καὶ οὐ Σπαρτιάτην.
ἐπεὶ δὲ τῶν προσόδων τὸ πλεῖον μέρος ἀνήλωσεν τὰ μὲν πολιτευόμενος, τὰ δὲ διανοσφιζόμενος τέλος Σωσίστρατον, ἐπιφανέστατον τῶν φυγάδων, πολλάκις δυνάμεων ἀφηγησάμενον, ἐπὶ τὸ δεῖπνον παραλαβὼν ἐδολοφόνησεν, ἐγκαλέσαι μὲν ἁπλῶς οὐδʼ ὁτιοῦν ἔχων, ἐκ ποδῶν δὲ ποιήσασθαι σπεύδων δραστικὸν ἄνδρα καὶ δυνάμενον ἐφεδρεῦσαι τοῖς κακῶς προϊσταμένοις τῆς ἡγεμονίας.
διαβοηθείσης δὲ τῆς πράξεως εὐθὺς οἵ τε φυγάδες συνέτρεχον ἐπʼ αὐτὸν καὶ πάντες οἱ λοιποὶ διετέθησαν ἀλλοτρίως καὶ τὸ μὲν πρῶτον ἀπέστησαν αὐτὸν τῆς στρατηγίας, μετʼ ὀλίγον δὲ καὶ βάλλειν τοῖς λίθοις ἐπεχείρησαν· διόπερ φοβηθεὶς τὴν τοῦ πλήθους ὁρμὴν νυκτὸς ἔφυγε καὶ λαθὼν διῆρεν εἰς τὴν Λακωνικήν.
τούτου δʼ ἀπαλλαγέντος Ταραντῖνοι μὲν ἀπεσταλκότες εἰς Σικελίαν τὸν στόλον μετεπέμψαντο, Ἀκραγαντῖνοι δὲ καὶ Γελῷοι καὶ Μεσσήνιοι κατέλυσαν τὸν πρὸς Ἀγαθοκλέα πόλεμον, μεσιτεύσαντος τὰς συνθήκας Ἀμίλκου τοῦ Καρχηδονίου.
ἦσαν δὲ τὰ κεφάλαια τῶν συντεθέντων τοιάδε, τῶν Ἑλληνίδων πόλεων τῶν κατὰ Σικελίαν Ἡράκλειαν μὲν καὶ Σελινοῦντα καὶ πρὸς ταύταις Ἱμέραν ὑπὸ Καρχηδονίοις τετάχθαι, καθὰ καὶ προϋπῆρχον, τὰς δʼ ἄλλας πάσας αὐτονόμους εἶναι, τὴν ἡγεμονίαν ἐχόντων Συρακοσίων.
μετὰ δὲ ταῦτα Ἀγαθοκλῆς ὁρῶν ἔρημον οὖσαν τὴν Σικελίαν στρατοπέδων πολεμίων ἀδεῶς προσήγετο τὰς πόλεις καὶ τὰ χωρία. ταχὺ δὲ πολλῶν ἐγκρατὴς γενόμενος ἰσχυρὰν κατεσκευάσατο τὴν δυναστείαν· καὶ γὰρ συμμάχων πλῆθος καὶ προσόδους ἁδρὰς καὶ στρατόπεδον ἀξιόλογον περιεποιήσατο.
χωρὶς γὰρ τῶν συμμάχων καὶ τῶν ἐκ Συρακουσσῶν καταγραφέντων εἰς τὴν στρατείαν μισθοφόρους ἐπιλέκτους εἶχε πεζοὺς μὲν μυρίους, ἱππεῖς δὲ τρισχιλίους πεντήκοντα. ἐποιήσατο δὲ καὶ παρασκευὴν ὅπλων καὶ βελῶν παντοδαπῶν, εἰδὼς τοὺς Καρχηδονίους ἐπιτετιμηκότας τῷ Ἀμίλκᾳ περὶ τῶν συνθηκῶν, συντόμως δὲ πρὸς αὐτὸν τὸν πόλεμον ἐξοίσοντας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις τοῖς χρόνοις τοιαύτην ἔσχε τὴν κατάστασιν.
κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται διαπολεμοῦντες Ῥωμαίοις ἔτη πλείονα περὶ τῆς ἡγεμονίας Πληστικὴν μὲν φρουρὰν ἔχουσαν Ῥωμαϊκὴν ἐξεπολιόρκησαν, Σωρανοὺς δʼ ἔπεισαν κατασφάξαι μὲν τοὺς παρʼ αὐτοῖς Ῥωμαίους, συμμαχίαν δὲ πρὸς Σαμνίτας συνθέσθαι.
μετὰ δὲ ταῦτα Ῥωμαίων Σατικόλαν πολιορκούντων ἐπεφάνησαν μετὰ δυνάμεως ἁδρᾶς, σπεύδοντες λῦσαι τὴν πολιορκίαν· γενομένης οὖν μάχης ἰσχυρᾶς πολλοὶ μὲν παρʼ ἀμφοτέρων ἀνῃρέθησαν, τέλος δὲ ἐπὶ τοῦ προτερήματος ἐγένοντο Ῥωμαῖοι. μετὰ δὲ τὴν μάχην ἐκπολιορκήσαντες τὴν πόλιν ἐπῄεσαν ἀδεῶς τὰ πλησίον πολίσματα καὶ χωρία προσαγόμενοι.
τοῦ δὲ πολέμου περὶ τὰς ἐν Ἀπουλίᾳ πόλεις συνεστῶτος οἱ μὲν Σαμνῖται πάντας τοὺς ἐν ἡλικίᾳ στρατείας ὄντας καταγράψαντες ἐστρατοπέδευσαν πλησίον τῶν πολεμίων, ὡς περὶ τῶν ὅλων κριθησόμενοι.
ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ῥωμαίων καὶ διαγωνιάσας περὶ τοῦ μέλλοντος δύναμιν προέπεμψε πολλήν. εἰωθότες δʼ ἐν τοῖς ἐπικινδύνοις καιροῖς αὐτοκράτορα τοῦ πολέμου καθιστᾶν τινὰ τῶν ἀξιολόγων ἀνδρῶν προεχειρίσαντο τότε Κόιντον Φάβιον καὶ μετʼ αὐτοῦ Κόιντον Αὔλιον ἵππαρχον.
οὗτοι δὲ τὰς δυνάμεις παραλαβόντες παρετάξαντο πρὸς τοὺς Σαμνίτας περὶ τὰς καλουμένας Λαυστόλας καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον. τροπῆς δὲ γενομένης καθʼ ἅπαν τὸ στρατόπεδον ὁ μὲν Αὔλιος καταισχυνθεὶς ἐπὶ τῇ φυγῇ μόνος ὑπέστη τῷ πλήθει τῶν πολεμίων, οὐ κρατήσειν ἐλπίζων, ἀλλʼ ἀήττητον τὴν πατρίδα τὸ καθʼ αὑτὸν μέρος ἀποδεικνύων.
οὗτος μὲν οὖν οὐ μετασχὼν τοῖς πολίταις τῆς κατὰ τὴν φυγὴν αἰσχύνης ἰδίᾳ περιεποιήσατο θάνατον ἔνδοξον· οἱ δὲ Ῥωμαῖοι φοβηθέντες μὴ τὰ κατὰ τὴν Απουλίαν πράγματα τελέως ἀποβάλωσιν, ἀποικίαν ἐξέπεμψαν εἰς Λουκερίαν πόλιν ἐπιφανεστάτην τῶν ἐν τοῖς τόποις. ἐκ ταύτης δὲ ὁρμώμενοι διεπολέμουν τοῖς Σαμνίταις, οὐ κακῶς τῆς ἀσφαλείας προνοησάμενοι·
διὰ γὰρ ταύτην τὴν πόλιν οὐ μόνον ἐν τούτῳ τῷ πολέμῳ προετέρησαν, ἀλλὰ καὶ κατὰ τοὺς μετὰ ταῦτα γενομένους ἕως τῶν καθʼ ἡμᾶς χρόνων διετέλεσαν ὁρμητηρίῳ χρώμενοι κατὰ τῶν πλησίον ἐθνῶν.
τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Θεόφραστος, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Μάρκος Πόπλιος καὶ Γάιος Σουλπίκιος. ἐπὶ δὲ τούτων Καλλαντιανοὶ κατοικοῦντες ἐν τοῖς ἐν ἀριστερᾷ μέρεσι τοῦ Πόντου καὶ φρουρὰν ἔχοντες παρὰ Λυσιμάχου ταύτην ἐξέβαλον καὶ τῆς αὐτονομίας ἀντείχοντο.
ὡσαύτως δὲ τήν τε τῶν Ἰστριανῶν πόλιν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους· ἐλευθερώσαντες συνέθεντο συμμαχίαν ὡς κοινῇ πολεμεῖν τῷ δυνάστῃ· προσελάβοντο δʼ εἰς τὴν φιλίαν τῶν τε Θρᾳκῶν καὶ Σκυθῶν τοὺς ὁμοροῦντας, ὥστε τὸ πᾶν εἶναι σύστημα βάρος ἔχον καὶ δυνάμενον ἁδραῖς δυνάμεσιν ἀντιτάσσεσθαι.
ὁ δὲ Λυσίμαχος πυθόμενος τὰ πεπραγμένα μετὰ τῆς δυνάμεως ὥρμησεν ἐπὶ τοὺς ἀφεστηκότας. ποιούμενος δὲ τὴν πορείαν διὰ τῆς Θρᾴκης καὶ τὸν Αἷμον ὑπερβαλὼν κατεστρατοπέδευσε πλησίον τῆς Ὀδησσοῦ. πολιορκίαν δὲ συστησάμενος ταχὺ τοὺς ἔνδον κατεπλήξατο καὶ διʼ ὁμολογίας παρέλαβε τὴν πόλιν.
μετὰ δὲ ταῦτα τῷ παραπλησίῳ τρόπῳ τοὺς Ἰστριανοὺς ἀνακτησάμενος ἀνέζευξεν ἐπὶ Καλλαντιανούς. καθʼ ὃν δὴ χρόνον ἧκον οἵ τε Σκύθαι καὶ Θρᾷκες σὺν πολλῇ δυνάμει βοηθήσοντες τοῖς συμμάχοις κατὰ τὰς συνθήκας.
οἷς ἀπαντήσας Λυσίμαχος καὶ συμβαλὼν ἐξ ἐφόδου τοὺς μὲν Θρᾷκας καταπληξάμενος ἔπεισε μεταθέσθαι, τοὺς δὲ Σκύθας ἐκ παρατάξεως νικήσας καὶ πολλοὺς ἀνελὼν τούτων μὲν τοὺς ὑπολειφθέντας ἐδίωξεν ἐκτὸς τῶν ὅρων, τὴν δὲ τῶν Καλλαντιανῶν πόλιν περιστρατοπεδεύσας συνεστήσατο πολιορκίαν, φιλοτιμούμενος ἐκ παντὸς τρόπου κολάσαι τοὺς αἰτίους τῆς ἀποστάσεως.
περὶ ταῦτα δʼ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες ὅτι δύο δυνάμεις ἀπέσταλκεν Ἀντίγονος ἐπὶ βοήθειαν τοῖς Καλλαντιανοῖς, τὴν μὲν πεζῇ, τὴν δὲ κατὰ θάλασσαν, καὶ διότι τῷ μὲν στόλῳ Λύκων ὁ στρατηγὸς παραπέπλευκεν εἰς τὸν Πόντον, Παυσανίας δʼ ἔχων οὐκ ὀλίγους στρατιώτας περὶ τὸ καλούμενον Ἱερὸν κατεστρατοπέδευσεν.
ἐφʼ οἷς ὁ Λυσίμαχος διαταραχθεὶς ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπεν τοὺς ἱκανοὺς στρατιώτας, τὸ δὲ κράτιστον τῆς δυνάμεως ἀναλαβὼν αὐτὸς ἠπείγετο, σπεύδων συνάψαι τοῖς πολεμίοις.
παραγενόμενος δὲ ἐπὶ τὴν κατὰ τὸν Αἷμον ὑπερβολὴν εὗρε Σεύθην τὸν βασιλέα τῶν Θρᾳκῶν ἀφεστηκότα πρὸς Ἀντίγονον μετὰ πολλῶν στρατιωτῶν φυλάσσοντα τὰς παρόδους.
συνάψας δʼ αὐτῷ μάχην ἐφʼ ἱκανὸν χρόνον τῶν τε ἰδίων ἀπέβαλεν οὐκ ὀλίγους καὶ τῶν πολεμίων ἀνελὼν παμπληθεῖς ἐβιάσατο τοὺς βαρβάρους.
ἐπιφανεὶς δὲ καὶ τοῖς περὶ τὸν Παυσανίαν καὶ καταλαβὼν αὐτοὺς εἰς δυσχωρίας συμπεφευγότας ταύτας τʼ ἐξεπολιόρκησε καὶ Παυσανίαν ἀνελὼν τῶν στρατιωτῶν οὓς μὲν ἐλύτρωσεν, οὓς δὲ εἰς τὰς ἰδίας τάξεις διένειμεν. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
ὁ δʼ Ἀντίγονος ἀποτυχὼν ταύτης τῆς ἐπιβολῆς ἐξέπεμψε Τελεσφόρον εἰς Πελοπόννησον, δοὺς αὐτῷ πεντήκοντα ναῦς καὶ στρατιώτας τοὺς ἱκανούς, καὶ τὰς πόλεις ἐλευθεροῦν ἐνετείλατο· τοῦτο γὰρ πράξας ἤλπιζε πίστιν κατασκευάζειν παρὰ τοῖς Ἕλλησιν ὅτι πρὸς ἀλήθειαν φροντίζει τῆς αὐτονομίας αὐτῶν, καὶ ἅμα γινώσκειν ὑπέλαβε τὰ Κασάνδρου πράγματα.
ὁ δὲ Τελεσφόρος ἐπειδὴ τάχιστα κατέπλευσεν εἰς τὴν Πελοπόννησον, ἐπῆλθε τὰς ὑπʼ Ἀλεξάνδρου φρουρουμένας πόλεις καὶ πάσας ἠλευθέρωσε πλὴν Σικυῶνος καὶ Κορίνθου· ἐν ταύταις γὰρ Πολυπέρχων διέτριβεν δυνάμεις ἁδρὰς ἔχων καὶ πιστεύων ταύταις τε καὶ ταῖς τῶν τόπων ὀχυρότησιν.
ἅμα δὲ τούτοις πραττομένοις Φίλιππος ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς εἰς τὸν πρὸς Αἰτωλοὺς πόλεμον ὡς τάχισθʼ ἧκεν εἰς τὴν Ἀκαρνανίαν μετὰ τῆς δυνάμεως, τὸ μὲν πρῶτον ἐπεχείρει λεηλατεῖν τὴν Αἰτωλίαν, μετʼ ὀλίγον δὲ πυθόμενος Αἰακίδην τὸν Ἠπειρώτην εἰς τὴν βασιλείαν κατεληλυθότα καὶ δύναμιν ἁδρὰν συνηθροικότα ταχέως ὥρμησεν ἐπʼ αὐτόν· ἔσπευδε γὰρ κατʼ ἰδίαν διαγωνίσασθαι πρὶν ἢ συμμίξαι τὴν τῶν Αἰτωλῶν δύναμιν.
εὑρὼν δὲ τοὺς Ἠπειρώτας ἑτοίμους εἰς μάχην ἐξ ἐφόδου συνῆψεν εἰς χεῖρας καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δʼ ἐζώγρησεν, ἐν οἷς συνέβαινεν εἶναι καὶ τῶν αἰτίων τῆς τοῦ βασιλέως καθόδου περὶ πεντήκοντα τὸν ἀριθμόν, οὓς δήσας ἀπέστειλε πρὸς Κάσανδρον.
τῶν δὲ περὶ τὸν Αἰακίδην ἀθροισθέντων ἐκ τῆς φυγῆς καὶ τοῖς Αἰτωλοῖς συμμιξάντων πάλιν ἐπελθὼν ὁ Φίλιππος μάχῃ ἐκράτησεν καὶ πολλοὺς ἀνεῖλεν, ἐν οἷς ἦν καὶ Αἰακίδης ὁ βασιλεύς.
ἐν ὀλίγαις δʼ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν. καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.
κατὰ δὲ τὴν Ἀσίαν Κάσανδρος ὁ τῆς Καρίας κυριεύων πιεζούμενος τῷ πολέμῳ διελύσατο πρὸς Ἀντίγονον ἐφʼ ᾧ τοὺς μὲν στρατιώτας παραδώσει πάντας Ἀντιγόνῳ, τὰς δʼ Ἑλληνίδας πόλεις αὐτονόμους ἀφήσει, τὴν δὲ σατραπείαν ἣν πρότερον εἶχε δωρεὰν καθέξει,
βέβαιος ὢν φίλος Ἀντιγόνῳ. δοὺς δὲ περὶ τούτων ὅμηρον Ἀγάθωνα τὸν ἀδελφὸν καὶ μετʼ ὀλίγας ἡμέρας μεταμεληθεὶς ἐπὶ ταῖς συνθήκαις τὸν μὲν ἀδελφὸν ἐξέκλεψεν ἐκ τῆς ὁμηρίας, πρὸς δὲ Πτολεμαῖον καὶ Σέλευκον διαπρεσβευσάμενος ἠξίου βοηθεῖν τὴν ταχίστην.
ἐφʼ οἷς Ἀντίγονος δεινοπαθήσας δύναμιν ἀπέστειλεν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, τοῦ μὲν στόλου ναύαρχον ἀποδείξας Μήδιον, τοῦ δὲ στρατοπέδου καταστήσας στρατηγὸν Δόκιμον.
οὗτοι δὲ παραγενόμενοι πρὸς τὴν πόλιν τῶν Μιλησίων τούς τε πολίτας ἐκάλουν ἐπὶ τὴν ἐλευθερίαν καὶ τὴν φρουρουμένην ἄκραν ἐκπολιορκήσαντες εἰς αὐτονομίαν ἀποκατέστησαν τὸ πολίτευμα.
περὶ ταῦτα δʼ ὄντων τούτων Ἀντίγονος Τράλλεις ἐξεπολιόρκησεν· εἰς δὲ Καῦνον παρελθὼν καὶ τὸν στόλον μεταπεμψάμενος εἷλε καὶ ταύτην τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην δὲ περιχαρακώσας, καθʼ ὃ μέρος ἦν προσμάχεσθαι, συνεχεῖς προσβολὰς ἐποιεῖτο. ἐπὶ δὲ τὴν Ἰασὸν πόλιν ἐκπεμφθεὶς Πτολεμαῖος μετὰ δυνάμεως ἱκανῆς ἠνάγκασε προσθέσθαι τοῖς περὶ Ἀντίγονον.
αὗται μὲν οὖν τῆς Καρίας οὖσαι τοῦτον τὸν τρόπον ὑπετάγησαν Ἀντιγόνῳ. μετʼ ὀλίγας δʼ ἡμέρας ἐλθόντων πρὸς αὐτὸν πρεσβευτῶν παρʼ Αἰτωλῶν καὶ Βοιωτῶν πρὸς μὲν τούτους συμμαχίαν συνέθετο, τῷ δὲ Κασάνδρῳ συνελθὼν εἰς λόγους ὑπὲρ εἰρήνης περὶ τὸν Ἑλλήσποντον ἀπῆλθεν ἄπρακτος, οὐ δυναμένων αὐτῶν οὐδαμῶς συμφωνῆσαι. διόπερ ὁ Κάσανδρος ἀπογνοὺς τὰς διαλύσεις διέγνω τῶν κατὰ τὴν Ἑλλάδα πάλιν πραγμάτων ἀντέχεσθαι.
ἀναζεύξας οὖν μετὰ τριάκοντα νεῶν εἰς Ὠρεὸν ἐπολιόρκει τὴν πόλιν. ἐνεργῶς δʼ αὐτοῦ ταῖς προσβολαῖς χρωμένου καὶ τοῦ πολίσματος ἤδη κατὰ κράτος ἁλισκομένου παρεγένετο βοηθήσων τοῖς Ὠρίταις Τελεσφόρος μὲν ἐκ Πελοποννήσου μετὰ νεῶν εἴκοσι καὶ στρατιωτῶν χιλίων, Μήδιος δʼ ἐκ τῆς Ἀσίας ἔχων ναῦς ἑκατόν.
οὗτοι δʼ ὁρῶντες ἐφορμούσας τῷ λιμένι τὰς τοῦ Κασάνδρου ναῦς πῦρ ἐνῆκαν καὶ τέσσαρας μὲν κατέκαυσαν, παρʼ ὀλίγον δὲ καὶ πάσας διέφθειραν· τοῖς δʼ ἐλαττουμένοις παραγενομένης βοηθείας ἐξ Ἀθηνῶν ἐπέπλευσαν οἱ περὶ Κάσανδρον καταφρονοῦσι τοῖς πολεμίοις. συμβαλόντες δʼ αὐτοῖς μίαν μὲν κατέδυσαν, τρεῖς δʼ αὐτάνδρους ἔλαβον. καὶ τὰ μὲν πραχθέντα περὶ τὴν Ἑλλάδα καὶ τὸν Πόντον τοιαῦτʼ ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν μετὰ πολλῆς δυνάμεως ἐπῄεσαν πορθοῦντες τῶν κατʼ Ἰταλίαν πόλεων ὅσαι τοῖς ἐναντίοις συνηγωνίζοντο, οἱ δʼ ὕπατοι τῶν Ῥωμαίων μετὰ στρατοπέδου παραγενόμενοι παραβοηθεῖν ἐπειρῶντο τοῖς κινδυνεύουσιν τῶν συμμάχων.
ἀντεστρατοπεδεύσαντο δὲ τοῖς πολεμίοις περὶ Κίνναν πόλιν καὶ ταύτην μὲν εὐθὺς ἐρύσαντο τῶν ἐπικειμένων φόβων, μετʼ ὀλίγας δʼ ἡμέρας ἐκταξάντων ἀμφοτέρων τὰς δυνάμεις ἐγένετο μάχη καρτερὰ καὶ συχνοὶ παρʼ ἀμφοτέροις ἔπεσον. τὸ δὲ τέλος οἱ Ῥωμαῖοι βιασάμενοι κατὰ κράτος περιεγένοντο τῶν πολεμίων, ἐπὶ πολὺν δὲ χρόνον χρησάμενοι τῷ διωγμῷ πλείους τῶν μυρίων ἀνεῖλον.
καὶ τῆς μάχης ἀγνοουμὲνης ἔτι Καμπανοὶ μὲν καταφρονήσαντες τῶν Ῥωμαίων ἀπέστησαν, ὁ δὲ δῆμος εὐθὺς δύναμίν τε τὴν ἱκανὴν ἐξέπεμψεν ἐπʼ αὐτοὺς καὶ στρατηγὸν αὐτοκράτορα Γάιον Μάνιον καὶ μετʼ αὐτοῦ κατὰ τὸ πάτριον ἔθος Μάνιον Φούλβιον ἵππαρχον.
τούτων δὲ πλησίον τῆς Καπύης καταστρατοπεδευσάντων οἱ Καμπανοὶ τὸ μὲν πρῶτον ἐπεχείρουν ἀγωνίζεσθαι, μετὰ δὲ ταῦτα πυθόμενοι τὴν τῶν Σαμνιτῶν ἧτταν καὶ νομίσαντες πάσας τὰς δυνάμεις ἥξειν ἐπʼ αὐτοὺς διελύσαντο πρὸς Ῥωμαίους·
τοὺς γὰρ αἰτίους τῆς ταραχῆς ἐξέδωκαν, οἳ προτεθείσης κρίσεως οὐ περιμείναντες τὴν ἀπόφασιν αὑτοὺς ἀνεῖλαν. αἱ δὲ πόλεις τυχοῦσαι συγγνώμης εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησαν.
Book 19, Part 7
τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Πολέμων, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Παπείριος τὸ πέμπτον καὶ Γάιος Ἰούνιος, ἤχθη δὲ καὶ ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Παρμενίων Μιτυληναῖος.
ἐπὶ δὲ τούτων τῶν χρόνων Ἀντίγονος ἀπέστειλεν εἰς τὴν Ἑλλάδα στρατηγὸν Πτολεμαῖον τοὺς Ἕλληνας ἐλευθερώσοντα, συνέπεμψε δʼ αὐτῷ ναῦς μὲν μακρὰς ἑκατὸν καὶ πεντήκοντα, Μήδιον ἐπιστήσας ναύαρχον, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους.
ἐποιήσατο δὲ καὶ πρὸς Ῥοδίους συμμαχίαν καὶ προσελάβετο παρʼ αὐτῶν ναῦς ἐξηρτισμένας πρὸς τὸν πόλεμον δέκα πρὸς τὴν τῶν Ἑλλήνων ἐλευθέρωσιν.
ὁ δὲ Πτολεμαῖος μετὰ παντὸς τοῦ στόλου καταπλεύσας τῆς Βοιωτίας εἰς τὸν Βαθὺν καλούμενον λιμένα παρὰ μὲν τοῦ κοινοῦ τῶν Βοιωτῶν προσελάβετο στρατιώτας πεζοὺς μὲν δισχιλίους διακοσίους, ἱππεῖς δὲ χιλίους τριακοσίους. μετεπέμψατο δὲ καὶ τὰς ἐξ Ὠρεοῦ ναῦς καὶ τειχίσας τὸν Σαλγανέα συνήγαγεν ἐνταῦθα πᾶσαν τὴν δύναμιν· ἤλπιζε γὰρ προσδέξασθαι τοὺς Χαλκιδεῖς, οἵπερ μόνοι τῶν Εὐβοέων ὑπὸ τῶν πολεμίων ἐφρουροῦντο.
ὁ δὲ Κάσανδρος ἀγωνιῶν ὑπὲρ τῆς Χαλκίδος τὴν Ὠρεοῦ πολιορκίαν ἔλυσεν, εἰς δὲ τὴν Χαλκίδα παρῆλθεν καὶ τὰς δυνάμεις μετεπέμπετο. Ἀντίγονος δὲ πυθόμενος περὶ τὴν Εὔβοιαν ἐφεδρεύειν ἀλλήλοις τὰ στρατόπεδα, μετεπέμψατο τὸν Μήδιον εἰς τὴν Ἀσίαν μετὰ τοῦ στόλου, εὐθὺς δὲ καὶ τὰς δυνάμεις ἀναλαβὼν προῆγεν ἐφʼ Ἑλλησπόντῳ κατὰ τάχος, ὡς διαβησόμενος εἰς Μακεδονίαν, ὅπως ἢ μένοντος Κασάνδρου περὶ τὴν Εὔβοιαν αὐτὸς ἔρημον καταλάβῃ Μακεδονίαν τῶν ἀμυνομένων ἢ τῇ βασιλείᾳ βοηθῶν ἀποβάλῃ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα.
ὁ δὲ Κάσανδρος συνιδὼν τὴν ἐπίνοιαν αὐτοῦ Πλείσταρχον μὲν ἀπέλιπεν ἐπὶ τῆς ἐν Χαλκίδι φρουρᾶς, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας Ὠρωπὸν μὲν κατὰ κράτος εἷλε, Θηβαίους δʼ εἰς τὴν αὑτοῦ συμμαχίαν κατέστησεν· πρὸς δὲ τοὺς ἄλλους Βοιωτοὺς ἀνοχὰς ποιησάμενος καὶ καταλιπὼν ἐπὶ τῆς Ἑλλάδος στρατηγὸν Εὐπόλεμον ἀπῆλθεν εἰς Μακεδονίαν, ἀγωνιῶν περὶ τῆς τῶν πολεμίων διαβάσεως.
ὁ δʼ Ἀντίγονος ἐπειδὴ κατήντησεν εἰς τὴν Προποντίδα, διεπρεσβεύσατο πρὸς Βυζαντίους, ἀξιῶν μετέχειν τῆς συμμαχίας. παραγενομένων δὲ καὶ παρὰ Λυσιμάχου πρεσβευτῶν καὶ παρακαλούντων μηδὲν ποιεῖν μήτε κατʼ αὐτοῦ μήτε κατὰ Κασάνδρου τοῖς μὲν Βυζαντίοις ἔδοξε μένειν ἐφʼ ἡσυχίας καὶ τηρεῖν τὴν πρὸς ἀμφοτέρους εἰρήνην ἅμα καὶ φιλίαν. ὁ δʼ Ἀντίγονος δυσχρηστούμενος ἐπὶ τούτοις, ἅμα δὲ καὶ τῆς χειμερινῆς ὥρας συγκλειούσης διέδωκε τοὺς στρατιώτας κατὰ πόλι εἰς τὴν χειμασίαν.
ἅμα δὲ τούτοις πραττομένοις Κορκυραῖοι μὲν βοηθήσαντες Ἀπολλωνιάταις καὶ τοῖς Ἐπιδαμνίοις τοὺς μὲν στρατιώτας Κασάνδρου ὑποσπόνδους ἀφῆκαν, τῶν δὲ πόλεων Ἀπολλωνίαν μὲν ἠλευθέρωσαν, Ἐπίδαμνον δὲ Γλαυκίᾳ τῷ τῶν Ἰλλυριῶν βασιλεῖ παρέδωκαν.
ὁ δʼ Ἀντιγόνου στρατηγὸς Πτολεμαῖος χωρισθέντος εἰς Μακεδονίαν Κασάνδρου καταπληξάμενος τοὺς φρουροῦντας τὴν Χαλκίδα παρέλαβε τὴν πόλιν καὶ τοὺς Χαλκιδεῖς ἀφῆκεν ἀφρουρήτους, ὥστε γενέσθαι φανερὸν ὡς πρὸς ἀλήθειαν Ἀντίγονος ἐλευθεροῦν προῄρηται τοὺς Ἕλληνας· ἐπίκαιρος γὰρ ἡ πόλις ἐστὶ τοῖς βουλομένοις ἔχειν ὁρμητήριον πρὸς τὸ διαπολεμεῖν περὶ τῶν ὅλων.
ὁ δʼ οὖν Πτολεμαῖος ἐκπολιορκήσας Ὠρωπὸν παρέδωκε τοῖς Βοιωτοῖς καὶ τοὺς Κασάνδρου στρατιώτας ὑποχειρίους ἔλαβε. μετὰ δὲ ταῦτα Ἐρετριεῖς καὶ Καρυστίους εἰς τὴν συμμαχίαν προσλαβόμενος ἐστράτευσεν εἰς τὴν Ἀττικήν, Δημητρίου τοῦ Φαληρέως ἐπιστατοῦντος τῆς πόλεως.
οἱ δʼ Ἀθηναῖοι τὸ μὲν πρῶτον λάθρᾳ διεπέμποντο πρὸς Ἀντίγονον, ἀξιοῦντες ἐλευθερῶσαι τὴν πόλιν· τότε δὲ τοῦ Πτολεμαίου παραγενηθέντος πλησίον τῆς πόλεως θαρρήσαντες ἠνάγκασαν τὸν Δημήτριον ἀνοχὰς ποιήσασθαι καὶ πρεσβείας ἀποστέλλειν πρὸς Ἀντίγονον περὶ συμμαχίας.
ὁ δὲ Πτολεμαῖος ἀναζεύξας ἐκ τῆς Ἀττικῆς εἰς τὴν Βοιωτίαν τήν τε Καδμείαν εἷλε καὶ τὴν φρουρὰν ἐκβαλὼν ἠλευθέρωσε τὰς Θήβας. μετὰ δὲ ταῦτα πορευθεὶς εἰς τὴν Φωκίδα καὶ τὰς μὲν πλείους τῶν πόλεων προσαγόμενος ἐξέβαλε πανταχόθεν τὰς Κασάνδρου φρουράς· ἐπῆλθε δὲ καὶ τὴν Λοκρίδα καὶ τῶν Ὀπουντίων τὰ Κασάνδρου φρονούντων συνεστήσατο πολιορκίαν καὶ συνεχεῖς προσβολὰς ἐποιεῖτο.
τῆς δʼ αὐτῆς θερίας Κυρηναῖοι μὲν ἀποστάντες Πτολεμαίου τὴν ἄκραν περιεστρατοπέδευσαν, ὡς αὐτίκα μάλα τὴν φρουρὰν ἐκβαλοῦντες, παραγενομένων δὲ πρεσβευτῶν ἐκ τῆς Ἀλεξανδρείας καὶ παρακαλούντων παύσασθαι τῆς φιλοτιμίας τούτους μὲν ἀπέκτειναν, τὴν δʼ ἄκραν ἐνεργέστερον ἐπολιόρκουν.
ἐφʼ οἷς παροξυνθεὶς ὁ Πτολεμαῖος ἀπέστειλεν Ἄγιν στρατηγὸν μετὰ δυνάμεως πεζῆς, ἐξέπεμψε δὲ καὶ στόλον τὸν συλληψόμενον τοῦ πολέμου, ναύαρχον ἐπιστήσας Ἐπαινετόν.
ὁ δὲ Ἄγις ἐνεργῶς διαπολεμήσας τοῖς ἀφεστηκόσιν ἐκυρίευσε κατὰ κράτος τῆς πόλεως καὶ τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως δήσας ἀπέστειλεν εἰς τὴν Ἀλεξάνδρειαν καὶ τῶν ἄλλων τὰ ὅπλα παρελόμενος καὶ τὰ κατὰ τὴν πόλιν διοικήσας ὥς ποτʼ ἔδοξεν αὐτῷ συμφέρειν ἐπανῆλθεν εἰς τὴν Αἴγυπτον.
Πτολεμαῖος δέ, τῶν περὶ Κυρήνην αὐτῷ κατὰ νοῦν ἀπηντηκότων, διῆρεν ἐκ τῆς Αἰγύπτου μετὰ δυνάμεως εἰς τὴν Κύπρον ἐπὶ τοὺς ἀπειθοῦντας τῶν βασιλέων. Πυγμαλίωνα δὲ εὑρὼν διαπρεσβευόμενον πρὸς Ἀντίγονον ἀνεῖλε, Πράξιππον δὲ τὸν τῆς Λαπιθίας βασιλέα καὶ τὸν τῆς Κερυνίας δυνάστην ὑποπτεύσας ἀλλοτρίως ἔχειν συνέλαβε Στασιοίκου τοῦ Μαλιέως· καὶ τὴν μὲν πόλιν κατέσκαψε,
τοὺς δʼ ἐνοικοῦντας μετήγαγεν εἰς Πάφον. ταῦτα δὲ διαπραξάμενος τῆς μὲν Κύπρου κατέστησε στρατηγὸν Νικοκρέοντα, παραδοὺς τάς τε πόλεις καὶ τὰς προσόδους τῶν ἐκπεπτωκότων βασιλέων,
αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας ἐπὶ Συρίας τῆς ἄνω καλουμένης Ποσείδιον καὶ Ποταμοὺς Καρῶν ἐκπολιορκήσας. διήρπασεν. ἑτοίμως δὲ πλεύσας ἐπὶ Κιλικίας Μάλον εἷλε καὶ τοὺς ἐγκαταληφθέντας ἐλαφυροπώλησεν. ἐπόρθησε δὲ καὶ τὴν ἐγγὺς χώραν καὶ τὸ στρατόπεδον ὠφελείας ἐμπλήσας ἀπέπλευσεν εἰς τὴν Κύπρον.
ἐπολιτεύετο δὲ πρὸς τοὺς στρατιώτας, οὕτως ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τοὺς ἐπιφερομένους κινδύνους.
Δημήτριος δὲ ὁ Ἀντιγόνου διέτριβεν ἀεὶ περὶ Κοίλην Συρίαν, ἐφεδρεύων ταῖς τῶν Αἰγυπτίων δυνάμεσιν. ὡς δʼ ἤκουσε τὰς τῶν πόλεων ἁλώσεις Πίθωνα μὲν ἐπὶ τῶν τόπων κατέλιπε στρατηγόν, δοὺς αὐτῷ τοὺς ἐλέφαντας καὶ τὰ βαρέα τῶν ταγμάτων, αὐτὸς δʼ ἀναλαβὼν τούς τε ἱππεῖς καὶ τὰ ψιλικὰ τάγματα προῆγεν ἐπὶ Κιλικίας συντόμως, βοηθήσων τοῖς κινδυνεύουσιν.
ὑστερήσας δὲ τῶν καιρῶν καὶ καταλαβὼν ἀποπεπλευκότας τοὺς πολεμίους ἐπανῆλθε συντόμως ἐπὶ τὸ στρατόπεδον, ἀποβεβληκὼς τῶν ἵππων τοὺς πλείους κατὰ τὴν ὁδοιπορίαν· διέτεινε γὰρ ἓξ ἡμέραις ἀπὸ Μάλου σταθμοὺς εἴκοσι καὶ τέσσαρας, ὥστε διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθίας μήτε σκευοφόρον ἀκολουθῆσαι μηδένα μήτε τοὺς ἱπποκόμους.
ὁ δὲ Πτολεμαῖος, κατὰ νοῦν αὐτῷ τῶν πραγμάτων ἀπηντηκότων, τότε μὲν ἀπῆρεν εἰς Αἴγυπτον, μετʼ ὀλίγον δὲ χρόνον παροξυνόμενος ὑπὸ Σελεύκου διὰ τὴν πρὸς Ἀντίγονον ἀλλοτριότητα διέγνω στρατεύειν ἐπὶ Κοίλην Συρίαν καὶ παρατάττεσθαι τοῖς περὶ τὸν Δημήτριον.
συναγαγὼν οὖν πανταχόθεν τὰς δυνάμεις ἀνέζευξεν ἀπὸ Ἀλεξανδρείας εἰς Πηλούσιον, ἔχων πεζοὺς μὲν μυρίους ὀκτακισχιλίους, ἱππεῖς δὲ τετρακισχιλίους, ὧν ἦσαν οἱ μὲν Μακεδόνες, οἱ δὲ μισθοφόροι, Αἰγυπτίων δὲ πλῆθος, τὸ μὲν κομίζον βέλη καὶ τὴν ἄλλην παρασκευήν, τὸ δὲ καθωπλισμένον καὶ πρὸς μάχην χρήσιμον.
ἀπὸ δὲ Πηλουσίου διὰ τῆς ἐρήμου διελθὼν κατεστρατοπέδευσε πλησίον τῶν πολεμίων περὶ τὴν παλαιὰν Γάζαν τῆς Συρίας. ὁμοίως δὲ καὶ Δημήτριος μεταπεμψάμενος πανταχόθεν τοὺς ἐκ τῆς χειμασίας στρατιώτας εἰς τὴν παλαιὰν Γάζαν ὑπέμεινε τὴν τῶν ἐναντίων ἔφοδον.
τῶν δὲ φίλων αὐτῷ συμβουλευόντων μὴ παρατάττεσθαι πρὸς ἡγεμόνα τηλικοῦτον καὶ δύναμιν μείζω, τούτοις μὲν οὐ προσεῖχεν, εἰς δὲ τὸν κίνδυνον παρεσκευάζετο τεθαρρηκώς, καίπερ νέος ὢν παντελῶς καὶ τηλικαύτην μάχην μέλλων ἀγωνίζεσθαι χωρὶς τοῦ πατρός.
συναγαγόντος δʼ ἐν τοῖς ὅπλοις ἐκκλησίαν αὐτοῦ καὶ στάντος ἐπί τινος ἀναστήματος μετὰ ἀγωνίας καὶ διατροπῆς ὁ μὲν ὄχλος ἀνεβόησε μιᾷ φωνῇ θαρρεῖν καὶ πρὸ τοῦ τὸν κήρυκα καταπαῦσαι τοὺς θορυβοῦντας ἅπαντες σιωπὴν παρείχοντο.
οὔτε γὰρ στρατιωτικὸν ἔγκλημα ὑπῆρχε περὶ αὐτὸν οὔτε πολιτικόν, ἅτε προσφάτως ἐφʼ ἡγεμονίας τεταγμένον· ὅπερ εἴωθε γίγνεσθαι τοῖς παλαιοῖς στρατηγοῖς, ὅταν ἐκ πολλῶν προφάσεων ἓν ἔγκλημα πρὸς ἕνα καιρὸν ἀθροίζηται· τὸ γὰρ πλῆθος ἀεὶ δυσάρεστον ἐπὶ τῶν αὐτῶν μένον καὶ πᾶν τὸ μὴ πλεονάζον κεχαρισμένην ἔχει τὴν μεταβολήν· τοῦ τε πατρὸς ἤδη γεγηρακότος αἱ τῆς βασιλείας ἐλπίδες εἰς τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὄχλων εὔνοιαν.
ἦν δὲ καὶ τῷ κάλλει καὶ τῷ μεγέθει διάφορος, ἔτι δὲ κεκοσμημένος ὅπλοις βασιλικοῖς εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἧς εἰς ἐλπίδας ἁδρὰς ἦγε τοὺς πολλούς· πρὸς δὲ τούτοις πρᾳότης τις ἦν περὶ αὐτόν, ἁρμόζουσα νέῳ βασιλεῖ, δι’ ἧς εἰς προθυμίαν ἐξεκαλεῖτο πάντας, ὥστε καὶ τοὺς ἐκτὸς τάξεως συνδραμεῖν ἐπὶ τὴν ἀκρόασιν, συναγωνιῶντας τῇ νεότητι καὶ τῇ μελλούσῃ γίνεσθαι κρίσει διὰ τῆς παρατάξεως.
οὐ μόνον γὰρ πρὸς πλείονας ἤμελλε διακινδυνεύειν, ἀλλὰ καὶ πρὸς ἡγεμόνας σχεδὸν μεγίστους, Πτολεμαῖον καὶ Σέλευκον· οὗτοι γὰρ πάντας τοὺς πολέμους Ἀλεξάνδρῳ συστρατευσάμενοι καὶ πολλάκις καθʼ αὑτοὺς δυνάμεων ἡγησάμενοι μέχρι τῶν καιρῶν τούτων ὑπῆρχον ἀνίκητοι.
ὁ δʼ οὖν Δημήτριος παρακαλέσας τὰ πλήθη τοῖς οἰκείοις λόγοις καὶ δωρεάς τε δώσειν κατὰ τὴν ἀξίαν καὶ τὰ λάφυρα συγχωρήσειν ἐπαγγειλάμενος ἐξέταξε τὴν δύναμιν εἰς τὴν μάχην.
ἐπὶ μὲν οὖν τὸ λαιὸν κέρας ἔταξε, καθʼ ὃ τὸν κίνδυνον αὐτὸς ἤμελλε ποιεῖσθαι, πρώτους μὲν τοὺς περὶ αὐτὸν ἱππεῖς ἐπιλέκτους διακοσίους, ἐν οἷς ἦσαν οἵ τε ἄλλοι φίλοι πάντες καὶ Πίθων ὁ συνεστρατευμένος μὲν Ἀλεξάνδρῳ, συγκαθιστάμενος δὲ ὑπʼ Ἀντιγόνου στρατηγὸς καὶ τῶν ὅλων μέτοχος.
πρόταγμα δὲ τρεῖς εἴλας ἱππέων ἔταξεν καὶ πλαγιοφυλάκους τὰς ἴσας καὶ χωρὶς ἔξω τοῦ κέρατος ἀπολελυμένας τρεῖς Ταραντίνων, ὥστʼ εἶναι τοὺς περὶ τὸ σῶμα τεταγμένους ἱππεῖς ξυστοφόρους μὲν πεντακοσίους, Ταραντίνους δὲ ἑκατόν.
ἑξῆς δʼ ἔταξε τῶν ἱππέων τοὺς καλουμένους μὲν ἑταίρους, ὄντας δὲ τὸν ἀριθμὸν ὀκτακοσίους, μετὰ δὲ τούτους παντοδαποὺς ἱππεῖς οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων. πρὸ παντὸς δὲ τοῦ κέρατος ἔστησε τῶν ἐλεφάντων τριάκοντα καὶ τὰ διαστήματα αὐτῶν ἐπλήρωσε τοῖς ψιλικοῖς τάγμασιν, ὧν ἦσαν ἀκοντισταὶ μὲν καὶ τοξόται χίλιοι, σφενδονῆται δὲ Πέρσαι πεντακόσιοι.
τὸ μὲν οὖν εὐώνυμον κέρας οὕτω κατασκευάσας διενοεῖτο τούτῳ κρίνειν τὴν μάχην. ἐχομένην δʼ ἔστησε τὴν τῶν πεζῶν φάλαγγα, συνεστῶσαν ἐξ ἀνδρῶν μυρίων χιλίων· τούτων δὲ ἦσαν Μακεδόνες μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι χίλιοι, μισθοφόροι δʼ ὀκτακισχίλιοι. ἐπὶ δὲ τὸ δεξιὸν κέρας ἔταξε τοὺς λοιποὺς ἱππεῖς χιλίους πεντακοσίους, ὧν Ἀνδρόνικος ἡγεῖτο. τούτῳ δʼ ἦν συντεταγμένον λοξὴν φυλάττειν τὴν στάσιν καὶ φυγομαχεῖν, καραδοκοῦντα τὴν διʼ αὐτοῦ γινομένην κρίσιν. τοὺς δὲ λοιποὺς τῶν ἐλεφάντων τρεισκαίδεκα ἔστησε πρὸ τῆς τῶν πεζῶν φάλαγγος, μίξας εἰς τὰ διαστήματα τῶν ψιλῶν τοὺς ἱκανούς. Δημήτριος μὲν οὖν διεκόσμησε τὴν ἰδίαν δύναμιν τὸν τρόπον τοῦτον.
οἱ δὲ περὶ τὸν Πτολεμαῖον καὶ Σέλευκον τὸ μὲν πρῶτον ἔταξαν ἰσχυρὰν τὴν εὐώνυμον τάξιν, ἀγνοοῦντες τῶν ἐναντίων τὴν ἐπιβολήν· μαθόντες δὲ παρὰ τῶν κατασκόπων τὸ γεγονὸς ταχέως ἐξέταξαν τὴν δύναμιν ὅπως τὸ δεξιὸν κέρας ἰσχὺν ἔχον καὶ δύναμιν τὴν κρατίστην διαγωνίσηται πρὸς τοὺς μετὰ Δημητρίου τεταγμένους ἐν τοῖς εὐωνύμοις μέρεσιν. ἔταξαν δὲ ἐπὶ τοῦ κέρατος τούτου τῶν ἱππέων τοὺς κρατίστους τρισχιλίους, ἐν οἷς καὶ αὐτοὶ διεγνώκεισαν ἀγωνίσασθαι.
προέταξαν δὲ τῆς στάσεως ταύτης τοὺς κομίζοντας χάρακα σεσιδηρωμένον καὶ δεδεμένον ἀλύσεσιν, ὃν παρεσκευάσαντο πρὸς τὴν τῶν ἐλεφάντων ἔφοδον· ταθέντος γὰρ τούτου ῥᾴδιον ἦν εἴργειν τὰ θηρία τῆς εἰς τοὔμπροσθεν πορείας.
προέταξαν δὲ τοῦ κέρατος τούτου καὶ τὰ ψιλικὰ τάγματα, παραγγείλαντες τοῖς τε ἀκοντισταῖς καὶ τοξόταις συνεχῶς κατατιτρώσκειν τὰ θηρία καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας. τοῦτον δὲ τὸν τρόπον ὀχυρωσάμενοι τὸ δεξιὸν κέρας καὶ τὴν ἄλλην δύναμιν ἐκτάξαντες ἐνδεχομένως ἐπῆγον τοῖς πολεμίοις μετὰ πολλῆς κραυγῆς. Ἀντεπαγόντων δὲ καὶ τῶν ἐναντίων τὸ μὲν πρῶτον ἐπʼ ἄκρων τῶν κεράτων ἱππομαχία συνέστη τῶν προτεταγμένων ἱππέων, ἐν οἷς πολὺ προετέρουν οἱ περὶ τὸν Δημήτριον.
μετʼ ὀλίγον δὲ τῶν περὶ Πτολεμαῖον καὶ Σέλευκον περιιππευσάντων τὸ κέρας καὶ βιαιότερον ἐπενεχθέντων ὀρθαῖς ταῖς εἴλαις συνέστη καρτερὰ μάχη διὰ τὰς ἑκατέρων προθυμίας.
κατὰ μὲν οὖν τὴν πρώτην ἔφοδον τοῖς ξυστοῖς ἀγωνισάμενοι τούτων τε τὰ πλεῖστα συνέτριψαν καὶ τῶν ἀγωνιζομένων οὐκ ὀλίγους κατετραυμάτισαν· κατὰ δὲ τὴν δευτέραν ἀναστροφὴν εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην ὥρμησαν καὶ συμπλεκόμενοι πολλοὺς ἀλλήλων ἀνῄρουν, οἵ τε ἡγεμόνες αὐτοὶ πρὸ πάντων κινδυνεύοντες προετρέποντο τοὺς ὑποτεταγμένους εὐρώστως ὑπομένειν τὸ δεινόν, οἵ τʼ ἐπὶ τῶν κεράτων ἱππεῖς, ἅπαντες ἐπιλελεγμένοι κατʼ ἀρετήν, ἡμιλλῶντο πρὸς ἀλλήλους, θεατὰς ἔχοντες τῆς ἀνδρείας τοὺς συναγωνιζομένους στρατηγούς.
ἐπὶ πολὺν δὲ χρόνον τῆς ἱππομαχίας οὔσης ἐφαμίλλου τὰ θηρία διὰ τῶν Ἰνδῶν εἰς τὸν ἀγῶνα παρορμηθέντα μέχρι μέν τινος προῆγεν καταπληκτικῶς, ὡς οὐδενὸς ὑποστησομένου· ὡς δʼ ἐπὶ τὸν σεσιδηρωμένον χάρακα κατήντησε, τὸ μὲν πλῆθος τῶν ἀκοντιστῶν καὶ τοξοτῶν συνεχῶς βαλλόντων κατετίτρωσκε τὰ σώματα τῶν ἐλεφάντων καὶ τοὺς ἐπʼ αὐτοῖς ἀναβεβηκότας·
βιαζομένων δὲ τῶν Ἰνδῶν καὶ κολαζόντων τὰ θηρία τινὰ μὲν αὐτῶν περιεπείροντο τῷ φιλοτεχνηθέντι χάρακι καὶ ταῖς πληγαῖς καὶ πυκνότησι τῶν τιτρωσκόντων περιώδυνα γινόμενα ἐποίει θόρυβον.
τὸ γὰρ γένος τοῦτο κατὰ μὲν τοὺς ὁμαλοὺς καὶ μαλακοὺς τόπους ἀνυπόστατον παρέχεται κατὰ στόμα τὴν ῥώμην, ἐν δὲ τοῖς τραχέσι καὶ δυσβάτοις τελέως ἄπρακτον ἔχει τὴν ἀλκὴν διὰ τὴν τῶν ποδῶν μαλακότητα.
διὸ καὶ τότε τῶν περὶ Πτολεμαῖον συνετῶς προεωραμένων τὸ μέλλον ἐκ τοῦ χάρακος τῆς πήξεως ἄπρακτον ἐποίει τὴν βίαν αὐτῶν. τέλος δὲ τῶν πλείστων Ἰνδῶν κατακοντισθέντων ὑποχειρίους συνέβη γενέσθαι πάντας τοὺς ἐλέφαντας.
οὗ τελεσθέντος οἱ πολλοὶ τῶν περὶ τὸν Δημήτριον ἱππέων καταπλαγέντες πρὸς φυγὴν ὥρμησαν· αὐτὸς δὲ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεόμενος ἑκάστου στῆναι καὶ μὴ καταλιπεῖν αὐτόν, ὡς οὐδεὶς προσεἶχε, συναποχωρεῖν ἠναγκάζετο.
μέχρι μὲν οὖν Γάζης οἱ πολλοὶ τῶν ἱππέων συνακολουθοῦντες ὑπήκουον καὶ κατέστησαν εἰς τάξεις, ὥστε μηδένα ῥᾳδίως τολμᾶν προσάγειν τῶν εἰκῇ διωκόντων· τὸ γὰρ πεδίον εὐρύχωρον ὂν καὶ μαλακὸν συνήργει τοῖς βουλομένοις ἐν τάξει ποιεῖσθαι τὴν ἀποχώρησιν.
συνείποντο δὲ καὶ πεζῶν οἱ βουληθέντες λιπεῖν τὰς τάξεις καὶ χωρὶς τῶν ὅπλων διασώζειν ἑαυτοὺς ἐλαφρούς. παραλλάσσοντος δὲ αὐτοῦ Γάζαν περὶ ἡλίου δύσιν ἀπολιπόντες τῶν ἱππέων τινὲς παρῆλθον εἰς τὴν πόλιν, ἐκκομίσαι βουλόμενοι τὰς ἀποσκευάς.
ἀνοιχθεισῶν οὖν τῶν πυλῶν καὶ πλήθους ὑποζυγίων ἀθροισθέντος, ἔτι δʼ ἑκάστου πρώτου σπεύδοντος ἐξαγαγεῖν τὰ σκευοφόρα τοσοῦτον θόρυβον γενέσθαι συνέβη περὶ τὰς πύλας ὥστε τῶν περὶ Πτολεμαῖον ἐπιόντων μηδένα δύνασθαι φθάσαι συγκλείσαντα. διόπερ εἰσπεσόντων τῶν πολεμίων ἐντὸς τοῦ τείχους ἡ πόλις ὑποχείριος ἐγένετο τοῖς περὶ Πτολε- μαῖον.
τῆς δὲ μάχης τοιοῦτο τὸ τέλος λαβούσης Δημήτριος μὲν διέτεινεν εἰς Ἄζωτον περὶ μέσας νύκτας, διελθὼν σταδίους ἑβδομήκοντα καὶ διακοσίους. ἐντεῦθεν δὲ κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἐξέπεμψεν, σπεύδων ἐκ παντὸς τρόπου τῆς ἐπιβαλλούσης κηδείας ἀξιῶσαι τοὺς τετελευτηκότας·
ἐτύγχανον γὰρ οἱ πλεῖστοι τῶν φίλων πεπτωκότες, ὧν ἦσαν ἐπιφανέστατοι Πίθων τε ὁ μετέχων τῆς στρατηγίας ἐπʼ ἴσης αὐτῷ καὶ Βοιωτὸς πολὺν χρόνον συνεζηκὼς Ἀντιγόνῳ τῷ πατρὶ καὶ μετεσχηκὼς παντὸς ἀπορρήτου·
κατὰ δὲ τὴν παράταξιν ἔπεσον μὲν πλείους τῶν πεντακοσίων, ὧν ἦσαν οἱ πλείους ἱππεῖς τῶν ἐπιφανῶν ἀνδρῶν, ἑάλωσαν δʼ ὑπὲρ ὀκτακισχιλίους. οἱ δὲ περὶ Πτολεμαῖον καὶ Σέλευκον δόντες τὴν ἀναίρεσιν τῶν νεκρῶν τήν τε ἁλοῦσαν βασιλικὴν ἀποσκευὴν καὶ τῶν αἰχμαλώτων τοὺς περὶ τὴν αὐλὴν εἰωθότας διατρίβειν χωρὶς λύτρων ἀπέστειλαν πρὸς Δημήτριον· οὐ γὰρ περὶ τούτων ἔφασαν διαφέρεσθαι πρὸς Ἀντίγονον, ἀλλʼ ὅτι τοῦ πολέμου γενομένου κοινοῦ πρότερον μὲν πρὸς Περδίκκαν, ὕστερον δὲ πρὸς Εὐμενῆ τὰ μέρη τῆς δορικτήτου χώρας οὐκ ἀποδοίη τοῖς φίλοις καὶ συνθέμενος φιλίαν πρὸς αὐτὸν τοὐναντίον ἀφέλοιτο τὴν σατραπείαν τῆς Βαβυλωνίας Σελεύκου παρὰ πάντα τὰ δίκαια.
ὁ δὲ Πτολεμαῖος τοὺς μὲν ἁλόντας στρατιώτας ἀποστείλας εἰς Αἴγυπτον προσέταξεν ἐπὶ τὰς νομαρχίας διελεῖν, αὐτὸς δὲ θάψας τῶν ἰδίων τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας ἅπαντας μεγαλοπρεπῶς μετὰ τῆς δυνάμεως ἐπῄει τῶν κατὰ Φοινίκην πόλεων τὰς μὲν πολιορκῶν,
τὰς δὲ πειθοῖ προσαγόμενος. Δημήτριος δὲ δύναμιν οὐκ ἔχων ἀξιόχρεων πρὸς μὲν τὸν πατέρα βυβλιαφόρον ἀπέστειλεν, ἀξιῶν βοηθεῖν τὴν ταχίστην· αὐτὸς δὲ παρελθὼν εἰς Τρίπολιν τῆς Φοινίκης μετεπέμπετό τε τοὺς ἐκ Κιλικίας στρατιώτας καὶ τῶν ἄλλων ὅσοι παρεφύλαττον ἢ πόλεις ἢ φρούρια μακρὰν ἀφεστῶτα τῶν πολεμίων.
Πτολεμαῖος δὲ κρατῶν τῶν ὑπαίθρων Σιδῶνα μὲν προσηγάγετο, τῆς δὲ Τύρου πλησίον στρατοπεδεύσας παρεκάλεσεν Ἀνδρόνικον τὸν φρούραρχον παραδοῦναι τὴν πόλιν καὶ δωρείας τε καὶ τιμὰς ἁδρὰς ἐπηγγείλατο δοῦναι.
ὁ δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπʼ Ἀντιγόνου καὶ Δημητρίου πίστιν, ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον. ὕστερον δὲ στασιασάντων τῶν στρατιωτῶν ἐκπεσὼν ἐκ Τύρου καὶ γενόμενος ὑποχείριος προσεδόκα μὲν τιμωρίας τεύξεσθαι διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι· οὐ μὴν ὅ γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς εἶχε περὶ αὑτόν, ἕνα τῶν φίλων ποιησάμενος καὶ προάγων ἐντίμως.
ἦν γὰρ ὁ δυνάστης οὗτος καθʼ ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δʼ εὐεργετικός. ὅπερ καὶ μάλιστʼ αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας.
καὶ γὰρ τὸν Σέλευκον ἐκ τῆς Βαβυλωνίας ἐκπεσόντα φιλοτίμως ὑπεδέξατο καὶ κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὐτὸν εὐδαιμονίαν.
διὸ καὶ τότε παρακαλοῦντος αὐτὸν Σελεύκου δοῦναι στρατιώτας τοὺς ἀναβησομένους εἰς Βαβυλῶνα προθύμως ὡμολόγησε καὶ προσεπηγγείλατο πάντα συμπράξειν μέχρι ἀνακτήσαιτο τὴν προϋπάρχουσαν σατραπείαν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Εὐρώπην Τελεσφόρος μὲν ὁ Ἀντιγόνου ναύαρχος διατρίβων περὶ Κόρινθον, ἐπειδὴ Πτολεμαῖον ἑώρα μᾶλλον ἑαυτοῦ προαγόμενον καὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων πιστευόμενον ἁπάντων, ἐγκαλέσας Ἀντιγόνῳ περὶ τούτων τὰς μὲν ναῦς ἃς εἶχεν ἀπέδοτο, τῶν δὲ στρατιωτῶν τοὺς βουλομένους κοινωνεῖν τῆς προαιρέσεως ἀναλαβὼν ἴδια πράγματα συνίστατο.
παρελθὼν γὰρ εἰς Ἦλιν ὡς ἔτι φυλάττων τὴν πρὸς Ἀντίγονον φιλίαν, τὴν ἀκρόπολιν ἐνετείχισε καὶ τὴν πόλιν κατεδουλώσατο. ἐσύλησεν δὲ καὶ τὸ ἱερὸν τὸ κατὰ τὴν Ὀλυμπίαν καὶ συναγαγὼν ἀργυρίου πλείω τῶν πεντήκοντα ταλάντων ξένους ἐμισθοῦτο.
Τελεσφόρος μὲν οὖν ζηλοτυπήσας τὴν προαγωγὴν Πτολεμαίου τοῦτον τὸν τρόπον ἐγένετο προδότης τῆς πρὸς Ἀντίγονον φιλίας. Πτολεμαῖος δʼ ὁ Ἀντιγόνου στρατηγὸς ἦν μὲν τεταγμένος ἐπὶ τῶν κατὰ τὴν Ἑλλάδα πραγμάτων, πυθόμενος δὲ τὴν ἀπόστασιν τὴν Τελεσφόρου καὶ τὴν κατάληψιν τῆς Ἠλείων πόλεως, ἔτι δὲ τὴν σύλησιν τῶν κατὰ τὴν Ὀλυμπίαν χρημάτων παρῆλθεν εἰς Πελοπόννησον μετὰ δυνάμεως. καταντήσας δʼ εἰς Ἦλιν καὶ τὴν ἐντετειχισμένην ἀκρόπολιν κατασκάψας τήν τε ἐλευθερίαν ἀπέδωκε τοῖς Ἠλείοις καὶ τὰ χρήματα ἀποκατέστησεν τῷ θεῷ. μετὰ δὲ ταῦτα τὸν Τελεσφόρον πείσας παρέλαβεν τὴν Κυλλήνην, φρουρουμένην ὑπʼ αὐτοῦ, καὶ τοῖς Ἠλείοις ἀποκατέστησεν.
ἅμα δὲ τούτοις πρασσομένοις Ἠπειρῶται τελευτήσαντος Αἰακίδου τοῦ βασιλέως αὐτῶν Ἀλκέτᾳ τὴν βασιλείαν παρέδωκαν, ὃς ἦν πεφυγαδευμένος μὲν ὑπὸ Ἀρύμβου τοῦ πατρός, ἀλλοτρίως δὲ διακείμενος πρὸς Κάσανδρον.
διὸ καὶ Λυκίσκος ὁ τεταγμένος ἐπὶ τῆς Ἀκαρνανίας στρατηγὸς ὑπὸ Κασάνδρου παρῆλθε μετὰ δυνάμεως εἰς τὴν Ἤπειρον, ἐλπίδας ἔχων ῥᾳδίως τὸν Ἀλκέταν ἀποστήσειν τῆς ἀρχῆς ἀσυντάκτων ἔτι τῶν κατὰ τὴν βασιλείαν ὄντων.
καταστρατοπεδεύσαντος δʼ αὐτοῦ περὶ Κασσωπίαν πόλιν Ἀλκέτας τοὺς μὲν υἱοὺς Ἀλέξανδρον καὶ Τεῦκρον ἀπέστειλεν ἐπὶ τὰς πόλεις, διακελευσάμενος στρατολογεῖν ὡς πλείστους, αὐτὸς δὲ μεθʼ ἧς εἶχε δυνάμεως ἀναζεύξας, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, ἀνέμενε τὴν τῶν υἱῶν παρουσίαν.
τῶν δὲ περὶ Λυκίσκον ἐπικειμένων καὶ πολὺ τοῖς πλήθεσιν ὑπερεχόντων οἱ μὲν Ἠπειρῶται καταπλαγέντες προσεχώρησαν τοῖς πολεμίοις, ὁ δʼ Ἀλκέτας καταλειφθεὶς κατέφυγεν εἰς Εὐρυμενὰς πόλιν Ἠπειρωτικήν.
ἐνταῦθα δʼ αὐτοῦ πολιορκουμένου παρεγενήθησαν οἱ περὶ τὸν Ἀλέξανδρον βοήθειαν φέροντες τῷ πατρί. γενομένης οὖν μάχης ἰσχυρᾶς ἀνῃρέθησαν πολλοὶ τῶν στρατιωτῶν, ἐν οἷς ἦσαν ἄλλοι τέ τινες τῶν ἀξιολόγων ἀνδρῶν καὶ Μίκυθος ὁ στρατηγὸς καὶ Λύσανδρος Ἀθηναῖος ὁ κατασταθεὶς ἐπὶ τῆς Λευκάδος ὑπὸ Κασάνδρου.
μετὰ δὲ ταῦτα Δεινίου βοηθήσαντος τοῖς ἐλαττουμένοις ἐγένετο δευτέρα μάχη, καθʼ ἣν οἱ μὲν περὶ Ἀλέξανδρον καὶ Τεῦκρον ἡττηθέντες ἔφυγον εἴς τι χωρίον ἐρυμνὸν μετὰ τοῦ πατρός, ὁ δὲ Λυκίσκος Εὐρυμενὰς ἐκπολιορκήσας καὶ διαρπάσας κατέσκαψε·
καθʼ ὃν δὴ χρόνον Κάσανδρος ἀκηκοὼς μὲν τὴν τῶν ἰδίων ἧτταν, ἀγνοῶν δὲ τὸ μετὰ ταῦτα γεγονὸς εὐτύχημα κατὰ σπουδὴν ἧκεν εἰς τὴν Ἤπειρον βοηθήσων τοῖς περὶ Λυκίσκον. καταλαβὼν δʼ αὐτοὺς ἐπὶ τοῦ προτερήματος γεγονότας πρὸς μὲν Ἀλκέταν διαλυσάμενος φιλίαν συνέθετο, τῆς δὲ δυνάμεως μέρος ἀναλαβὼν ἀνέζευξεν εἰς τὸν Ἀδρίαν, πολιορκήσων Ἀπολλωνιάτας, ὅτι τὴν φρουρὰν ἐκβαλόντες τὴν αὐτοῦ προσέθεντο τοῖς Ἰλλυριοῖς.
οὐ μὴν οἵ γε ἐν τῇ πόλει κατεπλάγησαν, ἀλλὰ βοήθειαν μεταπεμψάμενοι παρὰ τῶν ἄλλων συμμάχων πρὸ τῶν τειχῶν παρετάξαντο. γενομένης δὲ καρτερᾶς μάχης ἐπὶ πολὺν χρόνον οἱ μὲν Ἀπολλωνιᾶται τοῖς πλήθεσιν ὑπερέχοντες τοὺς ἀντιτεταγμένους φυγεῖν ἠνάγκασαν, ὁ δὲ Κάσανδρος πολλοὺς στρατιώτας ἀποβαλὼν καὶ δύναμιν μὲν οὐκ ἔχων περὶ αὑτὸν ἀξιόχρεω, τὴν δὲ χειμερινὴν ὥραν θεωρῶν ἐπανῆλθεν εἰς Μακεδονίαν.
τούτου δὲ χωρισθέντος Λευκάδιοι προσλαβόμενοι βοήθειαν παρὰ Κορκυραίων ἐξέβαλον τὴν φρουρὰν τοῦ Κασάνδρου. οἱ δʼ Ἠπειρῶται χρόνον μέν τινα διέμενον ὑπʼ Ἀλκέτου βασιλευόμενοι, χρωμένου δʼ αὐτοῦ χαλεπώτερον τοῖς πλήθεσιν αὐτόν τε κατέσφαξαν καὶ δύο τῶν υἱῶν παῖδας ὄντας τὴν ἡλικίαν Ἠσιονέα καὶ Νίσον.
κατὰ δὲ τὴν Ἀσίαν Σέλευκος μετὰ τὴν γενομένην ἧτταν Δημητρίῳ περὶ Γάζαν τῆς Συρίας ἀναλαβὼν παρὰ Πτολεμαίου πεζοὺς μὲν οὐ πλείους τῶν ὀκτακοσίων, ἱππεῖς δὲ περὶ διακοσίους ἀνέζευξεν ἐπὶ Βαβυλῶνος, ἐπὶ τοσοῦτον μεμετεωρισμένος ταῖς ἐλπίσιν ὥστʼ εἰ καὶ μηδεμίαν εἶχε δύναμιν τὸ παράπαν, μετὰ τῶν φίλων καὶ τῶν ἰδίων παίδων τὴν εἰς τοὺς ἄνω τόπους ἀνάβασιν ποιεῖσθαι· ὑπελάμβανε γὰρ τοὺς μὲν Βαβυλωνίους διὰ τὴν προϋπάρχουσαν εὔνοιαν ἑτοίμως αὐτῷ προσθήσεσθαι, τοὺς δὲ περὶ Ἀντίγονον μετὰ τῆς δυνάμεως μακρὰν ἀπεσπασμένους παραδεδωκέναι καιρὸν οἰκεῖον ταῖς ἰδίαις ἐπιβολαῖς.
τοιαύτης δʼ οὔσης τῆς περὶ αὐτὸν ὁρμῆς οἱ συνόντες φίλοι θεωροῦντες ὅτι μετʼ αὐτῶν μέν εἰσι παντελῶς ὀλίγοι συστρατεύοντες, τοῖς δὲ πολεμίοις ἐφʼ οὓς προάγουσι καὶ δυνάμεις ὑπάρχουσιν ἕτοιμοι μεγάλαι καὶ χορηγίαι λαμπραὶ καὶ συμμάχων πλῆθος, οὐ μετρίως ἠθύμουν.
οὓς ὁρῶν καταπεπληγμένους ὁ Σέλευκος παρεκάλει, διδάσκων ὅτι τοὺς Ἀλεξάνδρῳ συνεστρατευκότας καὶ διʼ ἀρετὴν ὑπʼ ἐκείνου προηγμένους προσήκει μὴ πάντως δυνάμει καὶ χρήμασι πεποιθότας ἀντέχεσθαι πραγμάτων, ἀλλʼ ἐμπειρίᾳ καὶ συνέσει, διʼ ὧν κἀκεῖνος τὰ μεγάλα καὶ παρὰ πᾶσι θαυμαζόμενα κατειργάσατο. πιστεύειν δὲ δεῖν καὶ ταῖς τῶν θεῶν προρρήσεσι τὸ τέλος ἔσεσθαι τῆς στρατείας ἄξιον τῆς ἐπιβολῆς·
ἐν μὲν γὰρ Βραγχίδαις αὐτοῦ χρηστηριαζομένου τὸν θεὸν προσαγορεῦσαι Σέλευκον βασιλέα, τὸν δὲ Ἀλέξανδρον καθʼ ὕπνον ἐπιστάντα φανερῶς διασημᾶναι περὶ τῆς ἐσομένης ἡγεμονίας, ἧς δεῖ τυχεῖν αὐτὸν προϊόντος τοῦ χρόνου.
πρὸς δὲ τούτοις ἀπεφαίνετο διότι πάντα γίνεται τὰ καλὰ καὶ παρʼ ἀνθρώποις θαυμαζόμενα διὰ πόνων καὶ κινδύνων. ἐπολιτεύετο δὲ καὶ πρὸς τοὺς συστρατεύοντας καὶ κατεσκεύαζεν αὑτὸν ἴσον ἅπασιν, ὥσθʼ ἕκαστον αἰδεῖσθαι καὶ τὸ παράβολον τῆς τόλμης ἑκουσίως ὑπομένειν.
ἐπεὶ δὲ προάγων κατήντησεν εἰς Μεσοποταμίαν, τῶν ἐν Κάραις κατῳκισμένων Μακεδόνων οὓς μὲν ἔπεισεν, οὓς δʼ ἐβιάσατο συστρατεύειν αὐτῷ. ὡς δʼ εἰς τὴν Βαβυλωνίαν ἐνέβαλεν, οἱ πλείους τῶν ἐγχωρίων ἀπήντων καὶ προστιθέμενοι πᾶν ἔφασαν αὐτῷ τὸ δοκοῦν συμπράξειν·
τετραετῆ γὰρ χρόνον γεγονὼς σατράπης τῆς χώρας ταύτης πᾶσι προσενήνεκτο καλῶς, ἐκκαλούμενος τὴν εὔνοιαν τοῦ πλήθους καὶ πόρρωθεν προπαρασκευαζόμενος τοὺς συμπράξοντας, ἐὰν αὐτῷ δοθῇ καιρὸς ἀμφισβητεῖν ἡγεμονίας.
προσεχώρησε δʼ αὐτῷ καὶ Πολύαρχος, τεταγμένος ἐπί τινος διοικήσεως, μετὰ στρατιωτῶν πλειόνων ἢ χιλίων. οἱ δὲ διαφυλάττοντες τὴν πρὸς Ἀντίγονον φιλίαν, ὁρῶντες ἀκατάσχετον οὖσαν τὴν τοῦ πλήθους ὁρμήν, συνέφευγον εἰς τὴν ἄκραν, ἧς φύλαξ ἀπεδέδεικτο Δίφιλος.
ὁ δὲ Σέλευκος συστησάμενος πολιορκίαν καὶ κατὰ κράτος ἑλὼν τὴν ἄκραν ἐκομίσατο τὰ φυλαττόμενα σώματα τῶν φίλων καὶ τῶν παίδων, ὅσοι παρεδόθησαν εἰς φυλακὴν παρʼ Ἀντιγόνου μετὰ τὴν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον ἀποχώρησιν.
ἀπὸ δὲ τούτων γενόμενος στρατιώτας συνήγαγεν καὶ συναγοράσας ἵππους ἀνεδίδου τοῖς δυναμένοις χρᾶσθαι. πᾶσι δὲ φιλανθρώπως ὁμιλῶν καὶ καθιστὰς εἰς ἀγαθὰς ἐλπίδας ἑτοίμους εἶχε καὶ προθύμους ἐν πάσῃ περιστάσει τοὺς συγκινδυνεύοντας. Σέλευκος μὲν οὖν τοῦτον τὸν τρόπον ἀνεκτήσατο τὴν Βαβυλωνίαν.
Νικάνορος δὲ τοῦ περὶ Μηδίαν στρατηγοῦ συναγαγόντος ἐπʼ αὐτὸν ἔκ τε Μηδίας καὶ Περσίδος καὶ τῶν σύνεγγυς τόπων στρατιώτας πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ περὶ ἑπτακισχιλίους ὥρμησεν κατὰ σπουδὴν ἀπαντήσων τοῖς πολεμίοις.
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν πλείους τῶν τρισχιλίων, ἱππεῖς δὲ τετρακοσίους. διαβὰς δὲ τὸν Τίγριν ποταμὸν καὶ πυνθανόμενος ὀλίγων ἡμερῶν ὁδὸν ἀπέχειν τοὺς πολεμίους, ἔκρυψε τοὺς στρατιώτας ἐν τοῖς πλησίον ἕλεσι, διανοούμενος ἀπροσδόκητον ποιήσασθαι τὴν ἐπίθεσιν.
ὁ δὲ Νικάνωρ ἐπειδὴ παραγενηθεὶς ἐπὶ τὸν Τίγριν ποταμὸν οὐχ ηὕρισκε τοὺς πολεμίους, κατεστρατοπέδευσε πρός τινι βασιλικῷ σταθμῷ, νομίζων αὐτοὺς πεφευγέναι μακρότερον. ἐπιγενομένης δὲ νυκτὸς καὶ τῶν περὶ Νικάνορα καταπεφρονηκότως καὶ ῥᾳθύμως ἐχόντων τὰ περὶ τὰς φυλακὰς ἐπιπεσὼν ὁ Σέλευκος ἄφνω πολλὴν ταραχὴν καὶ κατάπληξιν κατεσκεύασε·
συναψάντων γὰρ μάχην τῶν Περσῶν συνέβη τόν τε σατράπην αὐτῶν Εὔαγρον πεσεῖν καί τινας τῶν ἄλλων ἡγεμόνων. οὗ συμβάντος οἱ πλείους τῶν στρατιωτῶν τὰ μὲν τὸν κίνδυνον καταπεπληγμένοι, τὰ δὲ προσκόπτοντες τοῖς ὑπʼ Ἀντιγόνου πραττομένοις μετεβάλοντο πρὸς Σέλευκον.
ὁ δὲ Νικάνωρ μετʼ ὀλίγων ἀπολειφθεὶς καὶ δεδιὼς μὴ παραδοθῇ τοῖς πολεμίοις, ἔφυγε μετὰ τῶν φίλων διὰ τῆς ἐρήμου. Σέλευκος δὲ δυνάμεως ἁδρᾶς κυριεύσας καὶ φιλανθρώπως πᾶσι προσφερόμενος ῥᾳδίως προσηγάγετο τήν τε Σουσιανὴν καὶ Μηδίαν καί τινας τῶν σύνεγγυς τόπων· περί τε τῶν διῳκημένων ἔγραψε πρὸς Πτολεμαῖον καὶ τοὺς ἄλλους φίλους, ἔχων ἤδη βασιλικὸν ἀνάστημα καὶ δόξαν ἀξίαν ἡγεμονίας.
ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν διέτριβε περὶ Κοίλην Συρίαν, νενικηκὼς Δημήτριον τὸν Ἀντιγόνου παρατάξει μεγάλῃ. ὃν πυνθανόμενος ἐκ Κιλικίας ἀνεστραφέναι καὶ στρατοπεδεύειν περὶ τὴν ἄνω Συρίαν, προεχειρίσατο τῶν περὶ αὑτὸν φίλων Κίλλην τὸν Μακεδόνα·
τούτῳ δὲ δοὺς δύναμιν ἱκανὴν προσέταξεν ἐκδιῶξαι τὸν Δημήτριον τὸ παράπαν ἐκ τῆς Συρίας ἢ περικαταλαβόντα συντρῖψαι. τούτου δʼ ὄντος κατὰ πορείαν Δημήτριος διὰ τῶν σκοπῶν ἀκούσας τὸν Κίλλην στρατοπεδεύειν καταπεφρονηκότως περὶ Μυοῦντα, τὴν μὲν ἀποσκευὴν ἀπέλιπε, τοὺς δὲ στρατιώτας εὐζώνους παραλαβὼν νυκτὸς πορείαν σύντομον ἐποιήσατο, προσπεσὼν δὲ τοῖς πολεμίοις ἑωθινῆς φυλακῆς ἄφνω τῆς τε δυνάμεως ἄνευ μάχης ἐκυρίευσεν καὶ αὐτὸν τὸν στρατηγὸν ἐζώγρησε. τηλικούτου δʼ εὐτυχήματος γεγενημένου τὴν ἧτταν ἀναμαχήσασθαι διειλήφει.
οὐ μὴν ἀλλὰ τὸν Πτολεμαῖον ὑπολαμβάνων ἥξειν ἐπʼ αὐτὸν μετὰ πάσης τῆς δυνάμεως, ἐστρατοπέδευσε προβλήματα τῆς παρεμβολῆς ποιησάμενος ἕλη καὶ λίμνας. ἔγραψε δὲ καὶ πρὸς τὸν πατέρα περὶ τοῦ γενομένου κατορθώματος, παρακαλῶν αὐτὸν ἢ δύναμιν ἀποστεῖλαι τὴν ταχίστην ἢ καὶ αὐτὸν παραβαλεῖν εἰς τὴν Συρίαν.
ὁ δʼ Ἀντίγονος ἐτύγχανε μὲν ὢν ἐν Κελαιναῖς τῆς Φρυγίας, κομισάμενος δὲ τὴν ἐπιστολὴν ἐχάρη διαφερόντως ἐπὶ τῷ δοκεῖν τὸν υἱὸν νέον ὄντα κατωρθωκέναι διʼ αὑτοῦ καὶ φαίνεσθαι βασιλείας ἄξιον. αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ἀνέζευξεν ἐκ τῆς Φρυγίας καὶ τὸν Ταῦρον ὑπερβαλὼν ὀλίγαις ἡμέραις συνέμιξε τοῖς περὶ τὸν Δημήτριον.
Πτολεμαῖος δὲ πυθόμενος τὴν Ἀντιγόνου παρουσίαν καὶ συναγαγὼν τοὺς ἡγεμόνας καὶ φίλους ἐβουλεύετο πότερον συμφέρει μένειν καὶ ἀγωνίζεσθαι περὶ τῶν ὅλων κατὰ Συρίαν ἢ προάγειν εἰς Αἴγυπτον καὶ πολεμεῖν ἐκεῖθεν, καθάπερ καὶ πρότερον Περδίκκᾳ.
Book 19, Part 8
πάντες οὖν συνεβούλευον μὴ διακινδυνεύειν πρὸς δύναμιν πολλαπλασίονα καὶ θηρίων πλῆθος, ἔτι δὲ στρατηγὸν ἀήττητον· εὐχερέστερον γὰρ πολλῷ διαγωνιεῖσθαι κατὰ τὴν Αἴγυπτον, ταῖς τε χορηγίαις ὑπερέχοντα καὶ τόπων ὀχυρότητι πιστεύοντα.
διὸ καὶ κρίνας ἐκλιπεῖν τὴν Συρίαν κατέσκαψε τὰς ἀξιολογωτάτας τῶν κεκρατημένων πόλεων, Ἄκην μὲν τῆς Φοινίκης Συρίας, Ἰόππην δὲ καὶ Σαμάρειαν καὶ Γάζαν τῆς Συρίας, αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν ἄγειν ἢ φέρειν ἐπανῆλθεν εἰς Αἴγυπτον.
Ἀντίγονος δʼ ἀκινδύνως ἀνακτησάμενος τήν τε Συρίαν πᾶσαν καὶ Φοινίκην ἐπεβάλετο στρατεύειν ἐπὶ τὴν χώραν τῶν Ἀράβων τῶν καλουμένων Ναβαταίων. κρίνας γὰρ τὸ ἔθνος τοῦτο τῶν ἑαυτοῦ πραγμάτων ἀλλότριον εἶναι, προεχειρίσατο τῶν αὑτοῦ φίλων Ἀθήναιον, δοὺς δʼ αὐτῷ πεζοὺς μὲν εὐζώνους τετρακισχιλίους, ἱππεῖς δὲ τοὺς ἐπιτηδείους εἰς δρόμον ἑξακοσίους συνέταξεν ἐπιθέσθαι τοῖς βαρβάροις ἄφνω καὶ τὴν λείαν πᾶσαν ἀποτεμέσθαι.
χρήσιμον δʼ ἐστὶ τῶν ἀγνοούντων ἕνεκα διελθεῖν τὰ νόμιμα τῶν Ἀράβων τούτων, οἷς χρώμενοι δοκοῦσι τὴν ἐλευθερίαν διαφυλάττειν. ἔχουσι τοίνυν τὸν βίον ὑπαίθριον, πατρίδα καλοῦντες τὴν ἀοίκητον τὴν μήτε ποταμοὺς ἔχουσαν μήτε κρήνας δαψιλεῖς, ἐξ ὧν δυνατὸν στρατόπεδον πολέμιον ὑδρεύσασθαι.
νόμος δʼ ἐστὶν αὐτοῖς μήτε σῖτον σπείρειν μήτε φυτεύειν μηδὲν φυτὸν καρποφόρον μήτε οἴνῳ χρᾶσθαι μήτε οἰκίαν κατασκευάζειν· ὃς δʼ ἂν παρὰ ταῦτα ποιῶν εὑρίσκηται, θάνατον αὐτῷ πρόστιμον εἶναι.
χρῶνται δὲ τῷ νόμῳ τούτῳ διαλαμβάνοντες τοὺς ταῦτα κτωμένους ἀναγκασθήσεσθαι ῥᾳδίως ὑπὸ τῶν δυνατῶν ἕνεκα τῆς τούτων χρείας ποιεῖν τὸ προστασσόμενον. τρέφουσι δʼ αὐτῶν οἱ μὲν καμήλους, οἱ δὲ πρόβατα, τὴν ἔρημον ἐπινέμοντες. οὐκ ὀλίγων δʼ ὄντων Ἀραβικῶν ἐθνῶν τῶν τὴν ἔρημον ἐπινεμόντων οὗτοι πολὺ τῶν ἄλλων προέχουσι ταῖς εὐπορίαις, τὸν ἀριθμὸν ὄντες οὐ πολὺ πλείους τῶν μυρίων·
εἰώθασι γὰρ αὐτῶν οὐκ ὀλίγοι κατάγειν ἐπὶ θάλασσαν λιβανωτόν τε καὶ σμύρναν καὶ τὰ πολυτελέστατα τῶν ἀρωμάτων, διαδεχόμενοι παρὰ τῶν κομιζόντων ἐκ τῆς Εὐδαίμονος καλουμένης Ἀραβίας.
φιλελεύθεροι δέ εἰσι διαφερόντως καὶ ὅταν πολεμίων δύναμις ἁδρὰ προσίῃ, φεύγουσιν εἰς τὴν ἔρημον, ταύτῃ χρώμενοι ὀχυρώματι· ἄνυδρος γὰρ οὖσα τοῖς μὲν ἄλλοις ἀνεπίβατός ἐστι, τούτοις δὲ κατεσκευακόσιν ἀγγεῖα κατὰ γῆς ὀρυκτὰ κεκονιαμένα μόνοις παρέχεται μὴν ἀσφάλειαν.
τῆς γὰρ γῆς οὔσης τῆς μὲν ἀργελλώδους, τῆς δὲ πέτραν ἐχούσης μαλακὴν ὀρύγματα μεγάλα ποιοῦσιν ἐν αὐτῇ, ὧν τὰ μὲν στόμια μικρὰ παντελῶς κατασκευάζουσι, κατὰ βάθους δʼ ἀεὶ μᾶλλον εὐρυχωρῆ ποιοῦντες τὸ τελευταῖον τηλικοῦτʼ ἀποτελοῦσι τὸ μέγεθος ὥστε γίνεσθαι πλευρὰν ἑκάστην πλέθρου.
ταῦτα δὲ τὰ ἀγγεῖα πληροῦντες ὕδατος ὀμβρίου τὰ στόματʼ ἐμφράττουσι καὶ ποιοῦντες ἰσόπεδον τῇ λοιπῇ χώρᾳ σημεῖα καταλείπουσιν ἑαυτοῖς μὲν γιγνωσκόμενα, τοῖς δʼ ἄλλοις ἀνεπινόητα.
ποτίζουσι δὲ καὶ τὴν λείαν διʼ ἡμερῶν τριῶν, ὅπως ἐν ταῖς ἀνυδρίαις καὶ φυγαῖς μὴ προσδέωνται συνεχῶν ὑδάτων. αὐτοὶ δὲ χρῶνται τροφῇ κρέασι καὶ γάλακτι καὶ τῶν ἐκ τῆς γῆς φυομένων τοῖς ἐπιτηδείοις·
φύεται γὰρ παρʼ αὐτοῖς τὸ πέπερι καὶ ἀπὸ τῶν δένδρων μέλι πυλὺ τὸ καλούμενον ἄγριον, ᾧ χρῶνται ποτῷ μεθʼ ὕδατος. ἔστι δὲ καὶ ἄλλα γένη τῶν Ἀράβων, ὧν ἔνια καὶ γεωργεῖ μιγνύμενα τοῖς φορολογουμένοις καὶ μετέχει τῶν αὐτῶν τοῖς Σύροις πλὴν τοῦ πατασκηνοῦν ἐν οἰκίαις.
τὰ μὲν οὖν νόμιμα τῶν Ἀράβων τοιαῦτʼ εἶναι συμβέβηκεν. ὑπογύου δʼ αὐτοῖς οὔσης πανηγύρεως, εἰς ἣν εἰώθασιν οἱ περίοικοι καταντᾶν οἱ μὲν ἀποδωσόμενοι τῶν φορτίων, οἱ δʼ ἀγοράσοντές τι τῶν αὐτοῖς χρησίμων, εἰς ταύτην ἐπορεύθησαν, ἀπολιπόντες ἐπί τινος πέτρας τὰς κτήσεις καὶ τοὺς πρεσβυτάτους,
ἔτι δὲ τέκνα καὶ γυναῖκας. τὸ δὲ χωρίον ὑπῆρχεν ὀχυρὸν μὲν καθʼ ὑπερβολήν, ἀτείχιστον δὲ καὶ τῆς οἰκουμένης ἀπέχον δυεῖν ἡμερῶν ὁδόν. οἱ δὲ περὶ τὸν Ἀθήναιον παρατηρήσαντες τοῦτον τὸν καιρὸν ὥρμησαν ἐπὶ τὴν πέτραν εὔζωνον ἔχοντες τὴν δύναμιν· διανύσαντες δʼ ἀπὸ τῆς Ἰδουμαίας ἐπαρχίας ἐν ἡμέραις τρισὶ καὶ νυξὶ ταῖς ἴσαις σταδίους δισχιλίους καὶ διακοσίους ἔλαθον τοὺς Ἄραβας περὶ μέσας νύκτας καταλαβόμενοι τὴν πέτραν.
εὐθὺς δὲ τῶν ἐγκατειλημμένων οὓς μὲν ἀνῄρουν, οὓς δʼ ἐζώγρουν, ἐνίους δὲ τραυματίας ἀπέλιπον καὶ τοῦ μὲν λιβανωτοῦ καὶ τῆς σμύρνης συνεσκευάσαντο τὸ πλεῖον μέρος, ἀργυρίου δὲ περὶ πεντακόσια τάλαντα. ἐνδιατρίψαντες δʼ οὐ πλείω χρόνον φυλακῆς ἑωθινῆς εὐθὺς ἀνέστρεψαν κατὰ σπουδήν, διαλαμβάνοντες ὑπὸ τῶν βαρβάρων διωχθήσεσθαι. διατείναντες δὲ σταδίους διακοσίους κατεστρατοπέδευσαν, ὄντες κατάκοποι καὶ ῥᾳθύμως ἔχοντες τὰ περὶ τὰς φυλακάς, ὡς ἂν νομίζοντες μὴ πρότερον δύνασθαι τοὺς πολεμίους ἐλθεῖν δυεῖν ἢ τριῶν ἡμερῶν.
οἱ δʼ Ἄραβες πυθόμενοι παρὰ τῶν ἑωρακότων τὸ στρατόπεδον παραχρῆμα ἠθροίσθησαν καὶ τὴν πανήγυριν ἀπολιπόντες ἧκον ἐπὶ τὴν πέτραν· παρὰ δὲ τῶν τραυματιῶν μαθόντες τὰ γεγονότα κατὰ σπουδὴν ἐδίωκον τοὺς Ἕλληνας.
τῶν δὲ περὶ τὸν Ἀθήναιον στρατοπεδευσάντων καταπεφρονηκότως καὶ διὰ τὸν κόπον ἐν ὕπνῳ καθεστώτων ἔλαθόν τινες τῶν αἰχμαλώτων διαδράντες, παρʼ ὧν οἱ Ναβαταῖοι μαθόντες τὰ κατὰ τοὺς πολεμίους ἐπέθεντο τῇ στρατοπεδείᾳ περὶ τρίτην φυλακήν, ὄντες οὐκ ἐλάσσω ὀκτακισχιλίων. καὶ τοὺς πλείους μὲν ἐν ταῖς κοίταις ὄντας ἔτι κατέσφαξαν, τοὺς δὲ διεγειρομένους καὶ χωροῦντας εἰς ὅπλα κατηκόντιζον· καὶ πέρας οἱ μὲν πεζοὶ πάντες ἀνῃρέθησαν, τῶν δὲ ἱππέων διεσώθησαν εἰς πεντήκοντα καὶ τούτων οἱ πλείους τραυματίαι.
οἱ μὲν οὖν περὶ τὸν Ἀθήναιον ἐν ἀρχῇ κατορθώσαντες ἐξ ὑστέρου διὰ τὴν ἑαυτῶν ἀβουλίαν τοῦτον τὸν τρόπον ἐσφάλησαν· ταῖς γὰρ εὐτυχίαις εἴωθεν ὡς ἐπίπαν ἀκολουθεῖν ῥᾳθυμία καὶ καταφρόνησις.
διόπερ ἔνιοι προσηκόντως ὑπολαμβάνουσιν εὐχερέστερον ὑπάρχειν συμφορὰς ἐνεγκεῖν ἐπιδεξίως ἢ τὰς εὐμεγέθεις εὐημερίας ἐμφρόνως· αἱ μὲν γὰρ διὰ τὸν περὶ τοῦ μέλλοντος φόβον ἐπαναγκάζουσιν ἐπιμελεῖσθαι, αἱ δὲ διὰ τὸ προγεγονὸς εὐτύχημα προτρέπονται καταφρονεῖν πάντων.
οἱ δὲ Ναβαταῖοι τοὺς πολεμίους κολάσαντες ἀνδρωδῶς αὐτοὶ μὲν ἐπανῆλθον εἰς τὴν πέτραν τὰ σφέτερα κεκομισμένοι, πρὸς δʼ Ἀντίγονον ἐπιστολὴν γράψαντες Συρίοις γράμμασι τῶν μὲν περὶ Ἀθήναιον κατηγόρουν, ὑπὲρ ἑαυτῶν δὲ ἀπελογοῦντο.
ὁ δʼ Ἀντίγονος ἀντέγραψεν αὐτοῖς, προσμαρτυρῶν ὡς δικαίως μὲν ἠμύναντο, τῶν δὲ περὶ Ἀθήναιον κατήγορει, φάσκων παρὰ τὰς δεδομένας ἐντολὰς ὑπʼ αὐτοῦ πεποιῆσθαι τὴν ἐπίθεσιν. τοῦτο δʼ ἔπραττε κρύπτων τὴν ἑαυτοῦ προαίρεσιν καὶ βουλόμενος ὑπαγαγέσθαι τοὺς βαρβάρους εἰς ῥᾳθυμίαν, ὅπως ἀνελπίστως ἐπιθέμενος κρατήσῃ τῆς ἐπιβολῆς· οὐ γὰρ ῥᾴδιον ἦν ἄνευ δόλου τινὸς ἀνδρῶν περιγενέσθαι νομάδα βίον ἐζηλωκότων καὶ καταφυγὴν ἀπρόσιτον ἐχόντων τὴν ἔρημον.
οἱ δʼ Ἄραβες περιχαρεῖς μὲν ἦσαν ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι μεγάλων φόβων, οὐ μὴν παντελῶς ἐπίστευόν γε τοῖς Ἀντιγόνου λόγοις, ἀλλὰ τὰς ἐλπίδας ἔχοντες ἀμφιδοξουμένας σκοποὺς μὲν κατέστησαν ἐπὶ τῶν λόφων, ἀφʼ ὧν ἦν ῥᾴδιον συνορᾶν πόρρωθεν τὰς εἰς τὴν Ἀραβίαν ἐμβολάς, αὐτοὶ δὲ συνταξάμενοι τὰ περὶ ἑαυτοὺς προσηκόντως ἐκαραδόκουν τὸ ἀποβησόμενον.
ὁ δʼ Ἀντίγονος φιλοποιησάμενος χρόνον τινὰ τοὺς βαρβάρους καὶ νομίσας αὐτοὺς ἐξηπατημένους παραδεδωκέναι τὸν καθʼ αὑτῶν καιρόν, ἐξέλεξεν ἐξ ἁπάσης τῆς δυνάμεως πεζοὺς μὲν ψιλοὺς καὶ πρὸς δρόμον εὖ πεφυκότας τετρακισχιλίους, ἱππεῖς δὲ πλείους τῶν τετρακισχιλίων καὶ τούτοις μὲν παρήγγειλε φέρειν ἄπυρα σῖτα πλειόνων ἡμερῶν, Δημήτριον δὲ τὸν υἱὸν καταστήσας ἡγεμόνα πρώτης φυλακῆς ἐξέπεμψε, προστάξας κολάσαι τοὺς Ἄραβας καθʼ ὃν ἂν δύνηται τρόπον. οὗτος μὲν οὖν ἐφʼ ἡμέρας τρεῖς ἀνοδίᾳ πορευόμενος
ἔσπευδε λαθεῖν τοὺς βαρβάρους, οἱ δὲ σκοποὶ κατανοήσαντες πολεμίαν δύναμιν εἰσβεβληκυῖαν ἐσήμηναν τοῖς Ναβαταίοις διὰ τῶν συγκειμένων πυρσῶν· διόπερ οἱ βάρβαροι νομίσαντες συντόμως ἥκειν τοὺς Ἕλληνας, εἰς μὲν τὴν πέτραν ἀπέθεντο τὰς ἀποσκευὰς καὶ φυλακὴν τὴν ἱκανὴν ἐπέστησαν, οὔσης μιᾶς ἀναβάσεως χειροποιήτου, αὐτοὶ δὲ διελόμενοι τὴν λείαν ἄλλοι κατʼ ἄλλους τόπους ἀπήλαυνον εἰς τὴν ἔρημον.
Δημήτριος δὲ παραγενόμενος εἰς τὴν πέτραν καὶ τὴν λείαν καταλαβὼν ἀπηλλαγμένην προσβολὰς συνεχεῖς ἐποιεῖτο τῷ χωρίῳ. ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως καὶ περιγιγνομένων ῥᾳδίως διὰ τὴν ὑπεροχὴν τῶν τόπων τότε μὲν μέχρι δείλης ἀγωνισάμενος ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς στρατιώτας·
τῇ δʼ ὑστεραίᾳ προσαγαγόντος αὐτοῦ τῇ πέτρᾳ τῶν βαρβάρων τις ἀνεβόησεν “βασιλεῦ Δημήτριε, τί βουλόμενος ἢ τίνος ἀναγκάζοντος πολεμεῖς ἡμᾶς, οἰκοῦντας ἐν ἐρημίᾳ καὶ τόποις οὔθʼ ὕδωρ ἔχουσιν οὔτε σῖτον οὔτε οἶνον οὔτʼ ἄλλο τι ἁπλῶς οὐδὲν τῶν παρʼ ὑμῖν εἰς τὴν χρείαν ἀνηκόντων;
ἡμεῖς γὰρ οὐδενὶ τρόπῳ προσιέμενοι δουλεύειν συμπεφεύγαμεν εἰς χώραν σπανίζουσαν πάντων τῶν ἐν τοῖς ἄλλοις χρησίμων καὶ βίον εἱλόμεθα ζῆν ἔρημον καὶ θηριώδη παντελῶς, οὐδὲν ὑμᾶς βλάπτοντες. ἀξιοῦμεν οὖν καὶ σὲ καὶ τὸν πατέρα μὴ ἀδικεῖν ἡμᾶς, ἀλλὰ λαβόντας δωρεὰς παρʼ ἡμῶν ἀπαγαγεῖν τὸ στρατόπεδον καὶ φίλους νομίζειν Ναβαταίους εἰς τὸν λοιπὸν χρόνον.
οὔτε γὰρ βουλόμενος δύνασαι μένειν ἐνταῦθα πλείους ἡμέρας, ἀπορούμενος ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων, οὔθʼ ἡμᾶς δύνασαι συναναγκάσαι βίον ζῆν ἕτερον, ἀλλά τινας αἰχμαλώτους ἕξεις δούλους ἀθύμους καὶ ζῆν οὐκ ἂν ὑπομείναντας
ἐν ἄλλοις νομίμοις.” ῥηθέντων δὲ τοιούτων λόγων Δημήτριος μὲν ἀπαγαγὼν τὴν στρατιὰν ἐκέλευσεν αὐτοὺς πρέσβεις ἀποστέλλειν περὶ τούτων· οἱ δὲ Ἄραβες ἐξέπεμψαν τοὺς πρεσβυτάτους, οἳ παραπλήσια τοῖς προειρημένοις διελθόντες ἔπεισαν δεξάμενον δῶρα τὰ πολυτελέστατα τῶν παρʼ αὐτοῖς διαλύσασθαι.
ὁ μὲν οὖν Δημήτριος λαβὼν ὁμήρους καὶ τὰς ὁμολογηθείσας δωρεὰς ἀνέζευξεν ἀπὸ τῆς πέτρας· διατείνας δὲ σταδίους τριακοσίους κατεστρατοπέδευσε πλησίον τῆς Ἀσφαλτίτιδος λίμνης, ἧς τὴν φύσιν οὐκ ἄξιον παραδραμεῖν ἀνεπισήμαντον. κεῖται γὰρ κατὰ μέσην τὴν σατραπείαν τῆς Ἰδουμαίας, τῷ μὲν μήκει παρεκτείνουσα σταδίους μάλιστά που πεντακοσίους, τῷ δὲ πλάτει περὶ ἑξήκοντα. τὸ δʼ ὕδωρ ἔχει διάπικρον καὶ καθʼ ὑπερβολὴν δυσῶδες, ὥστε μήτʼ ἰχθὺν δύνασθαι τρέφειν μήτʼ ἄλλο τῶν καθʼ ὕδατος εἰωθότων ζῴων εἶναι. ἐμβαλλόντων δʼ εἰς αὐτὴν ποταμῶν μεγάλων τῇ γλυκύτητι διαφόρων τούτων μὲν περιγίνεται κατὰ τὴν δυσωδίαν, ἐξ αὑτῆς δὲ μέσης ἐκφυσᾷ κατʼ ἐνιαυτὸν ἀσφάλτου στερεᾶς μέγεθος ποτὲ μὲν μεῖζον ἢ τρίπλεθρον, ἔστι δʼ ὅτʼ οὐ πολὺ λειπόμενον πλέθρου· ἐφʼ ᾧ δὴ συνήθως οἱ περιοικοῦντες βάρβαροι τὸ μὲν μεῖζον καλοῦσι ταῦρον, τὸ δὲ ἔλασσον μόσχον. ἐπιπλεούσης δὲ τῆς ἀσφάλτου πελαγίας ὁ τόπος φαίνεται τοῖς ἐξ ἀποστήματος θεωροῦσιν οἱονεί τις νῆσος. τὴν δʼ ἔκπτωσιν φανερὰν συμβαίνει γίνεσθαι πρὸ ἡμερῶν εἴκοσι· κύκλῳ γὰρ τῆς λίμνης ἐπὶ πολλοὺς σταδίους ὀσμὴ τῆς ἀσφάλτου προσπίπτει μετὰ πνεύματος μοχθηροῦ καὶ πᾶς ὁ περὶ τὸν τόπον ἄργυρος καὶ χρυσὸς καὶ χαλκὸς ἀποβάλλει τὴν ἰδιότητα τοῦ χρώματος. ἀλλʼ αὕτη μὲν ἀποκαθίσταται πάλιν, ἐπειδὰν ἀναφυσηθῆναι συμβῇ πᾶσαν τὴν ἄσφαλτον· ὁ δὲ πλησίον τόπος ἔμπυρος ὢν καὶ δυσώδης ποιεῖ τὰ σώματα τῶν περιοικούντων ἐπίνοσα καὶ παντελῶς ὀλιγοχρόνια. ἀγαθὴ δʼ ἐστὶ φοινικόφυτος ὅσην αὐτῆς συμβαίνει διειλῆφθαι ποταμοῖς χρησίμοις ἢ πηγαῖς δυναμέναις ἀρδεύειν. γίνεται δὲ περὶ τοὺς τόπους τούτους ἐν αὐλῶνί τινι καὶ τὸ καλούμενον βάλσαμον, ἐξ οὗ πρόσοδον ἁδρὰν εἶναι συμβαίνει, οὐδαμοῦ μὲν τῆς ἄλλης οἰκουμένης εὑρισκομένου τοῦ φυτοῦ, τῆς δʼ ἐξ αὐτοῦ χρείας εἰς φάρμακα τοῖς ἰατροῖς καθʼ ὑπερβολὴν εὐθετούσης.
τὴν δʼ ἐκπίπτουσαν ἄσφαλτον οἱ περιοικοῦντες ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν λίμνην διαρπάζουσι πολεμικῶς διακείμενοι πρὸς ἀλλήλους, ἄνευ πλοίων ἰδιαζόντως τὴν κομιδὴν ποιούμενοι. παρασκευασάμενοι γὰρ δέσμας καλάμων εὐμεγέθεις ἐμβάλλουσιν εἰς τὴν λίμνην· ἐπὶ δὲ τούτων ἐπικάθηνται οὐ πλείω τριῶν, ὧν δύο μὲν ἔχοντες προσδεδεμένας πλάτας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας κωπηλατοῦσιν, εἷς δὲ φορῶν τόξα τοὺς προσπλέοντας ἐκ τοῦ πέραν ἢ βιάζεσθαι τολμῶντας ἀμύνεται.
ὅταν δὲ πλησίον γένωνται τῆς ἀσφάλτου, πελέκεις ἔχοντες ἐπιπηδῶσι καὶ καθάπερ μαλακῆς πέτρας ἀποκόπτοντες γεμίζουσι τὴν δέσμην, εἶτα ἀποπλέουσιν εἰς τοὐπίσω. ἂν δέ τις αὐτῶν ἀποπέσῃ τῆς δέσμης διαλυθείσης μὴ δυνάμενος νεῖν, οὐ καταδύεται καθάπερ ἐν τοῖς ἄλλοις ὕδασιν, ἀλλὰ ἐπινήχεται τοῖς ἐπισταμένοις ὁμοίως.
φύσει γὰρ τοῦτο τὸ ὑγρὸν παραδέχεται βάρος ὃ συμβαίνει μετέχειν αὐξήσεως ἢ πνεύματος, ἔξω τῶν στερεῶν, ἃ τὴν πυκνότητα δοκεῖ παραπλησίαν ἔχειν ἀργύρῳ καὶ χρυσῷ καὶ μολύβδῳ καὶ τοῖς ὁμοίοις· καὶ ταῦτα μὲν πολὺ βραδύτερον καταφέρεται τῶν ἐν ταῖς ἄλλαις λίμναις ῥιπτουμένων. ταύτην δʼ ἔχοντες οἱ βάρβαροι πρόσοδον ἀπάγουσι τὴν ἄσφαλτον εἰς τὴν Αἴγυπτον καὶ πωλοῦσιν εἰς τὰς ταριχείας τῶν νεκρῶν· μὴ μιγνυμένης γὰρ ταύτης τοῖς λοιποῖς ἀρώμασιν οὐ δυνατὸν γενέσθαι τὴν τῶν σωμάτων φυλακὴν πολυχρόνιον.
ὁ δʼ Ἀντίγονος, ἐπανελθόντος τοῦ Δημητρίου καὶ τὰ κατὰ μέρος τῶν πεπραγμένων ἀπαγγείλαντος, ἐπὶ μὲν τῇ συνθέσει τῇ πρὸς τοὺς Ναβαταίους ἐπετίμησεν αὐτῷ, λέγων ὅτι πολλῷ θρασυτέρους πεποίηκε τοὺς βαρβάρους ἐάσας ἀτιμωρήτους· δόξειν γὰρ αὐτοὺς τετευχέναι συγγνώμης οὐ διʼ ἐπιείκειαν, ἀλλὰ διʼ ἀδυναμίαν τοῦ κρατῆσαι· ἐπὶ δὲ τῷ κατασκέψασθαι τὴν λίμνην καὶ δοκεῖν εὑρηκέναι τινὰ τῇ βασιλείᾳ πρόσοδον ἐπαινέσας ἐπὶ μὲν ταύτης ἐπιμελητὴν ἔταξεν Ἱερώνυμον τὸν τὰς ἱστορίας συγγράψαντα,
τούτῳ δὲ συνετέτακτο πλοῖα παρασκευάσασθαι καὶ πᾶσαν τὴν ἄσφαλτον ἀναλαβόντα συνάγειν εἴς τινα τόπον. οὐ μὴν ἀπέβη γε καὶ τὸ τέλος κατὰ τὴν ἐλπίδα τοῖς περὶ τὸν Ἀντίγονον· οἱ γὰρ Ἄραβες συστραφέντες εἰς ἑξακισχιλίους, ἐπιπλεύσαντες ἐν ταῖς δέσμαις ἐπὶ τοὺς ἐν τοῖς πλοίοις, σχεδὸν ἅπαντας κατετόξευσαν.
ἐξ οὗ δὴ συνέβη τὸν Ἀντίγονον ἀπογνῶναι τὰς προσόδους ταύτας διὰ τὸ γεγονὸς παράπτωμα καὶ διὰ τὸ τὸν νοῦν ἔχειν πρὸς ἑτέροις μείζοσι. παρεγένετο γὰρ κατὰ τούτους τοὺς καιροὺς βυβλιαφόρος ἔχων ἐπιστολὴν παρὰ Νικάνορος τοῦ στρατηγοῦ τῆς τε Μηδίας καὶ τῶν ἄνω σατραπειῶν· ἐν ταύτῃ δʼ ἦν γεγραμμένον περί τε τῆς ἀναβάσεως τῆς Σελεύκου καὶ τῶν γεγονότων περὶ αὐτὸν ἀτυχημάτων.
διόπερ ἀγωνιῶν ὁ Ἀντίγονος περὶ τῶν ἄνω σατραπειῶν ἐξέπεμψε Δημήτριον τὸν υἱὸν ἔχοντα πεζοὺς Μακεδόνας μὲν πεντακισχιλίους, μισθοφόρους δὲ μυρίους, ἱππεῖς δὲ τετρακισχιλίους· συνετέτακτο δʼ αὐτῷ μέχρι Βαβυλῶνος ἀναβῆναι καὶ τὴν σατραπείαν ἀνακτησάμενον καταβαίνειν συντόμως ἐπὶ θάλασσαν.
ὁ μὲν οὖν Δημήτριος ὁρμήσας ἐκ Δαμασκοῦ τῆς Συρίας τὸ συνταχθὲν ὑπὸ τοῦ πατρὸς ἐπετέλει μετὰ σπουδῆς· ὁ δὲ καθεσταμένος ὑπὸ Σελεύκου τῆς Βαβυλωνίας στρατηγὸς Πατροκλῆς πυθόμενος περὶ Μεσοποταμίαν εἶναι τοὺς πολεμίους, ὑπομεῖναι μὲν τὴν ἔφοδον αὐτῶν οὐκ ἐτόλμησεν, ὀλίγους ἔχων περὶ αὑτόν, ἀλλὰ τοῖς μὲν ἄλλοις προσέταξεν ἐκλιπεῖν τὴν πόλιν καὶ τοὺς μὲν αὐτῶν διαβάντας τὸν Εὐφράτην φυγεῖν εἰς τὴν ἔρημον, τοὺς δὲ περάσαντας τὸν Τίγριν ἀπελθεῖν εἰς τὴν Σουσιανὴν πρὸς Εὐτελῆ καὶ τὴν Ἐρυθρὰν θάλατταν,
αὐτὸς δὲ μεθʼ ὧν εἶχε στρατιωτῶν προβολαῖς χρώμενος ῥεύμασι ποταμῶν καὶ διώρυξιν ἀνεστρέφετο περὶ τὴν σατραπείαν, ἅμα μὲν ἐφεδρεύων τοῖς πολεμίοις, ἅμα δὲ πέμπων πρὸς Σέλευκον εἰς Μηδίαν περὶ τῶν ἀεὶ συντελουμένων καὶ παρακαλῶν βοηθεῖν τὴν ταχίστην.
ὁ δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις. ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν· τὴν δʼ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.
ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Ἰταλίαν Ῥωμαίων διαπολεμούντων τὸν πρὸς Σαμνίτας πόλεμον συνεχεῖς ἐγίνοντο προνομαὶ τῆς χώρας καὶ πολιορκίαι πόλεων καὶ δυνάμεων ἐν ὑπαίθρῳ στρατοπεδεῖαι· τὰ γὰρ μαχιμώτατα τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν περὶ ἡγεμονίας φιλοτιμούμενα παντοίους συνίσταντο κινδύνους.
οἱ μὲν οὖν τῶν Ῥωμαίων ὕπατοι μέρος τῆς δυνάμεως ἀναλαβόντες ἀντεστρατοπέδευσαν ταῖς τῶν πολεμίων παρεμβολαῖς καὶ πρὸς μὲν μάχην καιρὸν ἐπετήρουν οἰκεῖον, ταῖς δὲ συμμαχίσι πόλεσι παρείχοντο τὴν ἀσφάλειαν.
τὸ δὲ λοιπὸν στρατόπεδον ἀναλαβὼν Κόιντος Φάβιος, ὃς ἦν αὐτοκράτωρ ᾑρημένος, τήν τε Φρεγελλανῶν πόλιν εἷλε καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς τὴν Ῥώμην τοὺς ἐπιφανεστάτους ἐζώγρησεν. τούτους δὲ τὸν ἀριθμὸν ὄντας πλείους τῶν διακοσίων ἀπήγαγεν εἰς Ῥώμην καὶ προαγαγὼν εἰς τὴν ἀγορὰν ῥαβδίσας ἐπελέκησε κατὰ τὸ πάτριον ἔθος. μετʼ ὀλίγον δὲ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν Καλατίαν καὶ τὴν Νωλάνων ἀκρόπολιν ἐξεπολιόρκησεν καὶ λαφύρων μὲν πλῆθος ἀπέδοτο, τοῖς δὲ στρατιώταις πολλὴν τῆς χώρας κατεκληρούχησεν. ὁ δὲ δῆμος, κατὰ νοῦν τῶν πραγμάτων αὐτῷ προχωρούντων, ἀποικίαν ἀπέστειλεν εἰς τὴν νῆσον τὴν Ποντίαν καλουμένην.
ἐν δὲ τῇ Σικελίᾳ τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων οἱ μὲν φυγάδες τῶν Συρακοσίων ἠθροίσθησαν εἰς τὴν Μεσσήνην, ταύτην ὁρῶντες λοιπὴν οὖσαν τῶν ἀλλοτρίως ἐχουσῶν πρὸς τὸν δυνάστην,
ὁ δʼ Ἀγαθοκλῆς σπεύδων αὐτῶν καταλῦσαι τὸ σύστημα Πασίφιλον στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως εἰς τὴν Μεσσήνην,
ἐντειλάμενος ἐν ἀπορρήτοις ἃ χρὴ πράττειν. οὗτος δὲ ἀπροσδοκήτως ἐμβαλὼν εἰς τὴν χώραν καὶ πολλῶν αἰχμαλώτων καὶ τῆς ἄλλης λείας ἐγκρατὴς γενόμενος ἠξίου τοὺς Μεσσηνίους βούλεσθαι τὴν φιλίαν καὶ μὴ συναναγκάζεσθαι τοῖς πολεμιωτάτοις αὐτοῦ διαλύεσθαι.
οἱ δὲ Μεσσήνιοι λαβόντες ἐλπίδας τοῦ χωρὶς κινδύνων ἀπολυθήσεσθαι τοῦ πολέμου τούς τε φυγάδας τοὺς ἐκ Συρακουσσῶν ἐξέβαλον καὶ τὸν Ἀγαθοκλέα παραγενόμενον μετὰ δυνάμεως προσεδέξαντο.
ὁ δὲ τὸ μὲν πρῶτον φιλανθρώπως αὐτοῖς προσεφέρετο καὶ τοὺς φυγάδας ἔπεισεν καταδέξασθαι τοὺς συ στρατευομένους μὲν αὐτῷ, πεφυγαδευμένους δὲ νόμῳ ὑπὸ τῶν Μεσσηνίων.
μετὰ δὲ ταῦτα τοὺς ἐναντιουμένους ἐν τοῖς ἔμπροσθεν χρόνοις τῇ δυναστείᾳ μεταπεμψάμενος ἔκ τε Ταυρομενίου καὶ τῆς Μεσσήνης ἅπαντας ἀπέσφαξεν, οὐκ ἐλάττους ὄντας ἑξακοσίων·
διανοούμενος γὰρ πόλεμον ἐκφέρειν τοῖς Καρχηδονίοις πᾶν τὸ διακείμενον ἀλλοτρίως κατὰ τὴν Σικελίαν ἐκ ποδῶν ἐποιεῖτο. οἱ δὲ Μεσσήνιοι τῶν ξένων τοὺς εὐνουστάτους αὐτοῖς καὶ δυναμένους ἀμύνασθαι τὸν τύραννον ἐκβεβληκότες ἐκ τῆς πόλεως καὶ τῶν πολιτῶν τοὺς ἀλλοτρίως ἔχοντας πρὸς τὸν δυνάστην ὁρῶντες ἀνῃρημένους, ἔτι δὲ τοὺς ἐπὶ κακουργίᾳ καταδεδικασμένους ἠναγκασμένοι καταδέξασθαι μετεμέλοντο μὲν ἐπὶ τοῖς πεπραγμένοις, ἠναγκάζοντο δὲ καρτερεῖν, καταπεπληγμένοι τὴν ὑπεροχὴν τῶν κρατούντων.
ὁ δʼ Ἀγαθοκλῆς τὸ μὲν πρῶτον ἀνέζευξεν ἐπʼ Ἀκράγαντος, διανοούμενος καὶ ταύτην τὴν πόλιν συσκευάσασθαι· τῶν δὲ Καρχηδονίων καταπλευσάντων ναυσὶν ἑξήκοντα ταύτης μὲν τῆς προθέσεως ἀπέστη, τὴν δὲ χώραν τὴν ὑπὸ Καρχηδονίους ἐπιὼν ἐλεηλάτει καὶ τῶν φρουρίων ἃ μὲν ᾕρει κατὰ κράτος, ἃ δὲ διʼ ὁμολογίας προσήγετο.
ἅμα δὲ τούτοις πρασσομένοις Δεινοκράτης ὁ τῶν Συρακοσίων φυγάδων ἡγούμενος πρὸς μὲν τοὺς Καρχηδονίους διεπέμπετο, βοηθεῖν ἀξιῶν πρὶν ἢ τὸν Ἀγαθοκλέα πᾶσαν ὑφʼ ἑαυτὸν ποιήσασθαι Σικελίαν,
αὐτὸς δὲ προσδεξάμενος τοὺς ἐκ Μεσσήνης ἐκβεβλημένους φυγάδας, ἔχων ἁδρὰν δύναμιν, ἀπέστειλέν τινα τῶν περὶ αὑτὸν Νυμφόδωρον, δοὺς μέρος τῶν στρατιωτῶν,
ἐπὶ τὴν Κεντοριπίνων πόλιν· ταύτην γὰρ φρουρουμένην ὑπʼ Ἀγαθοκλέους τῶν πολιτικῶν τινες ἐπηγγείλαντο παραδώσειν, ἐφʼ ὅτῳ τὴν αὐτονομίαν δοθῆναι τῷ δήμῳ. παρεισπεσόντος δʼ εἰς τὴν πόλιν αὐτοῦ νυκτὸς οἱ προεστῶτες τῆς φρουρᾶς αἰσθόμενοι τὸ γεγονὸς αὐτόν τε τὸν Νυμφόδωρον ἀνεῖλον καὶ τοὺς βιαζομένους ἐντὸς τοῦ τείχους.
ταύτης δὲ τῆς ἀφορμῆς λαβόμενος Ἀγαθοκλῆς ἐνεκάλεσέ τε τοῖς Κεντοριπίνοις καὶ τοὺς δόξαντας αἰτίους γεγονέναι τοῦ νεωτερισμοῦ πάντας ἀπέσφαξε. περὶ ταῦτα δʼ ὄντος τοῦ δυνάστου Καρχηδόνιοι καταπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων πεντήκοντα σκάφεσιν ἄλλο μὲν οὐδὲν ἠδυνήθησαν πρᾶξαι, δυσὶ δὲ περιπεσόντες φορτηγοῖς πλοίοις τὴν μὲν ἐξ Ἀθηνῶν κατέδυσαν, τῶν δʼ ἐπιπλεόντων τὰς χεῖρας ἀπέκοψαν.
δοξάντων δʼ αὐτῶν ὠμῶς κεχρῆσθαι μηδʼ ὁτιοῦν ἀδικοῦσι ταχὺ τὸ δαιμόνιον αὐτοῖς ἐπεσήμαινεν· εὐθὺ γὰρ τοῦ στόλου τινὲς νῆες ἀποσχισθεῖσαι περὶ τὴν Βρεττίαν ἑάλωσαν ὑπὸ τῶν Ἀγαθοκλέους στρατηγῶν καὶ τὸ παραπλήσιον οἱ ζωγρηθέντες τῶν Φοινίκων ἔπαθον οἷς ἔπραξαν εἰς τοὺς ἁλόντας.
οἱ δὲ περὶ τὸν Δεινοκράτην φυγάδες, ἔχοντες πεζοὺς μὲν ὑπὲρ τοὺς τρισχιλίους, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, τὴν καλουμένην Γαλερίαν κατελάβοντο, τῶν πολιτῶν ἑκουσίως ἐπικαλεσαμένων, καὶ τοὺς μὲν Ἀγαθοκλέους ἐξέβαλον, αὐτοὶ δὲ πρὸ τῆς πόλεως ἐστρατοπέδευσαν.
Ἀγαθοκλέους δὲ ταχέως ἀποστείλαντος ἐπʼ αὐτοὺς Πασίφιλον καὶ Δημόφιλον μετὰ στρατιωτῶν πεντακισχιλίων ἐγένετο μάχη πρὸς τοὺς φυγάδας, ὧν ἠγεῖτο Δεινοκράτης καὶ Φιλωνίδης, τὰ κέρατα διειληφότες. ἐφʼ ἱκανὸν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ὁ κίνδυνος, φιλοτίμως ἀμφοτέρων τῶν στρατοπέδων ἀγωνιζομένων· τοῦ δʼ ἑτέρου τῶν στρατηγῶν Φιλωνίδου πεσόντος καὶ τοῦ κατὰ τοῦτον μέρους τραπέντος ἠναγκάσθη καὶ Δεινοκράτης ἀποχωρῆσαι. οἱ δὲ περὶ τὸν Πασίφιλον τούτων τε πολλοὺς κατὰ τὴν φυγὴν ἀνεῖλον καὶ τὴν Γαλερίαν ἀνακτησάμενοι τοὺς αἰτίους τῆς ἀποστάσεως ἐκόλασαν.
Ἀγαθοκλῆς δὲ πυνθανόμενος τοὺς Καρχηδονίους τὸν Ἔκνομον καλούμενον λόφον ἐν τῇ Γελῴα κατειληφέναι, διέγνω πάσῃ τῇ δυνάμει διαγωνίσασθαι. ὁρμήσας δʼ ἐπʼ αὐτοὺς καὶ πλησίον γενόμενος προεκαλεῖτο εἰς μάχην, ἐπηρμένος τῇ προγεγενημένῃ νίκῃ.
οὐ τολμώντων δὲ τῶν βαρβάρων παρατάξασθαι νομίσας ἀκονιτὶ κρατεῖν τῶν ὑπαίθρων ἐπανῆλθεν εἰς τὰς Συρακούσσας καὶ τῶν ναῶν τοὺς ἐπιφανεστάτους τοῖς σκύλοις ἐκόσμησεν. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτὸν ὧν ἡμεῖς ἐδυνήθημεν ἐφικέσθαι.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Σιμωνίδου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλλέριον καὶ Πόπλιον Δέκιον. ἐπὶ δὲ τούτων οἱ περὶ Κάσανδρον καὶ Πτολεμαῖον καὶ Λυσίμαχον διαλύσεις ἐποιήσαντο πρὸς Ἀντίγονον καὶ συνθήκας ἔγραψαν. ἐν δὲ ταύταις ἦν Κάσανδρον μὲν εἶναι στρατηγὸν τῆς Εὐρώπης, μέχρι ἂν Ἀλέξανδρος ὁ ἐκ Ῥωξάνης εἰς ἡλικίαν ἔλθῃ, καὶ Λυσίμαχον μὲν τῆς Θρᾴκης κυριεύειν, Πτολεμαῖον δὲ τῆς Αἰγύπτου καὶ τῶν συνοριζουσῶν ταύτῃ πόλεων κατά τε τὴν Λιβύην καὶ τὴν Ἀραβίαν, Ἀντίγονον δὲ ἀφηγεῖσθαι τῆς Ἀσίας πάσης, τοὺς δὲ Ἕλληνας αὐτονόμους εἶναι. οὐ μὴν ἐνέμεινάν γε ταῖς ὁμολογίαις ταύταις, ἀλλʼ ἕκαστος αὐτῶν προφάσεις εὐλόγους ποριζόμενος πλεονεκτεῖν ἐπειρᾶτο.
Κάσανδρος δὲ ὁρῶν Ἀλέξανδρον τὸν ἐκ Ῥωξάνης αὐξόμενον καὶ κατὰ τὴν Μακεδονίαν λόγους ὑπό τινων διαδιδομένους ὅτι καθήκει προάγειν ἐκ τῆς φυλακῆς τὸν παῖδα καὶ τὴν πατρῴαν βασιλείαν παραδοῦναι, φοβηθεὶς ὑπὲρ ἑαυτοῦ προσέταξε Γλαυκίᾳ τῷ προεστηκότι τῆς τοῦ παιδὸς φυλακῆς τὴν μὲν Ῥωξάνην καὶ τὸν βασιλέα κατασφάξαι καὶ κρύψαι τὰ σώματα, τὸ δὲ γεγονὸς μηδενὶ τῶν ἄλλων ἀπαγγεῖλαι.
ποιήσαντος δʼ αὐτοῦ τὸ προσταχθὲν οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον καὶ Πτολεμαῖον, ἔτι δʼ Ἀντίγονον ἀπηλλάγησαν τῶν ἀπὸ τοῦ βασιλέως προσδοκωμένων φόβων·
οὐκέτι γὰρ ὄντος οὐδενὸς τοῦ διαδεξομένου τὴν ἀρχὴν τὸ λοιπὸν ἕκαστος τῶν κρατούντων ἐθνῶν ἢ πόλεων βασιλικὰς εἶχεν ἐλπίδας καὶ τὴν ὑφʼ ἑαυτὸν τεταγμένην χώραν εἶχεν ὡσανεί τινα βασιλείαν δορίκτητον. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὰ περὶ τὴν Ἑλλάδα καὶ Μακεδονίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι δυνάμεσιν ἁδραῖς πεζῶν τε καὶ ἱππέων ἐστράτευσαν ἐπὶ Πολλίτιον, Μαρρουκίνων οὖσαν πόλιν. ἀπέστειλαν δὲ καὶ τῶν πολιτῶν εἰς ἀποικίαν καὶ κατῴκισαν τὴν προσαγορευομένην Ἰντέραμναν.
κατὰ δὲ τὴν Σικελίαν ἀεὶ μᾶλλον αὐξομένου Ἀγαθοκλέους καὶ δυνάμεις ἁδροτέρας ἀθροίζοντος Καρχηδόνιοι πυνθανόμενοι τὸν δυνάστην συσκευαζόμενον τὰς ἐν τῇ νήσῳ πόλεις, ταῖς δὲ δυνάμεσιν ὑπερέχοντα τῶν σφετέρων στρατιωτῶν ἔδοξαν ἐνεργέστερον ἅψασθαι τοῦ πολέμου.
εὐθὺς οὖν τριήρεις μὲν κατήρτησαν τριάκοντα πρὸς ταῖς ἑκατόν, στρατηγὸν δὲ προχειρισάμενοι τῶν παρʼ αὐτοῖς ἐπιφανεστάτων Ἀμίλκαν ἔδωκαν αὐτῷ τῶν μὲν πολιτικῶν στρατιωτῶν δισχιλίους, ἐν οἷς ἦσαν πολλοὶ καὶ τῶν ἐπιφανῶν, τῶν δʼ ἀπὸ τῆς Λιβύης μυρίους, ἐκ δὲ τῆς Τυρρηνίας μισθοφόρους χιλίους καὶ ζευγίππας διακοσίους, ἔτι δὲ Βαλιάρας σφενδονήτας χιλίους, ὁμοίως δὲ χρημάτων πλῆθος καὶ βελῶν καὶ σίτου καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων τὴν καθήκουσαν παρασκευήν.
ἀναχθέντος δʼ ἐκ τῆς Καρχηδόνος τοῦ στόλου παντὸς καὶ γενομένου πελαγίου χειμὼν ἐξαίφνης ἐπιπεσὼν ἑξήκοντα μὲν τριήρεις ἠφάνισε, διακόσια δὲ τῶν σιτηγῶν πλοίων διέφθειρεν· ὁ δὲ λοιπὸς στόλος μεγάλοις περιπεσὼν χειμῶσι μόλις διεσώθη πρὸς τὴν Σικελίαν.
ἀπώλοντο δὲ καὶ τῶν ἐπιφανῶν Καρχηδονίων οὐκ ὀλίγοι, διʼ οὓς συνέβη τὴν πόλιν δημόσιον ἄρασθαι πένθος· εἰώθασι γάρ, ἐπειδὰν μείζων τις ἀτυχία γένηται περὶ τὴν πόλιν, μέλασι σακκίοις κατακαλύπτειν τὰ τείχη.
Ἀμίλκας δʼ ὁ στρατηγὸς ἀναλαβὼν τοὺς διασωθέντας ἐκ τοῦ χειμῶνος μισθοφόρους συνῆγε καὶ τῶν κατὰ Σικελίαν συμμάχων ἐστρατολόγει τοὺς εὐθέτους. παρέλαβε δὲ καὶ τὰς προϋπαρχούσας δυνάμεις καὶ πάντων τῶν εἰς πόλεμον εὐθέτων ἐπιμέλειαν ποιησάμενος ἐν ὑπαίθρῳ συνεῖχε τὰ στρατόπεδα, πεζοὺς μὲν ἔχων περὶ τοὺς τετρακισμυρίους, ἱππεῖς δὲ σχεδὸν πεντακισχιλίους. ταχὺ δὲ τὴν γεγενημένην ἀτυχίαν διορθωσάμενος καὶ δόξας ἀγαθὸς εἶναι τῶν μὲν συμμάχων τὰς ψυχὰς προκαταπεπληγμένας ἀνεκτήσατο, τοῖς δὲ πολεμίοις οὐ τὴν τυχοῦσαν ἀγωνίαν ἐπέστησεν.
Ἀγαθοκλῆς δὲ τὰς τῶν Καρχηδονίων δυνάμεις ὁρῶν ὑπερεχούσας τῶν ἑαυτοῦ διέλαβε τῶν τε φρουρίων οὐκ ὀλίγα μεταθήσεσθαι πρὸς τοὺς Φοίνικας καὶ τῶν πόλεων ὅσαι προσέκοπτον αὐτῷ.
μάλιστα δʼ εὐλαβεῖτο περὶ τῆς τῶν Γελῴων, πυνθανόμενος ἐν τῇ τούτων χώρᾳ πάσας εἶναι τὰς τῶν πολεμίων δυνάμεις. ἐγένετο δʼ αὐτῷ περὶ τοῦτον τὸν χρόνον καὶ περὶ τὸν στόλον οὐ μικρὸν ἐλάσσωμα· τῶν γὰρ νεῶν εἴκοσιν ἐπὶ τὸν πορθμὸν ὑποχείριοι τοῖς Καρχηδονίοις κατέστησαν σὺν αὐτοῖς ἀνδράσιν.
οὐ μὴν ἀλλὰ κρίνας τὴν τῶν Γελῴων πόλιν ἀσφαλίσασθαι φρουρᾷ, φανερῶς οὐκ ἐτόλμα δύναμιν εἰσαγαγεῖν, ἵνα μὴ φθάσαι συμβῇ τοὺς Γελῴους προφάσεως δεομένους καὶ τὴν πόλιν ἀποβάλῃ μεγάλας ἀφορμὰς αὐτῷ παρεχομένην.
ἀπέστειλεν οὖν κατʼ ὀλίγους τῶν στρατιωτῶν ὡς ἐπί τινας χρείας, ἕως ὅτου συνέβη τῷ πλήθει πολὺ προτερῆσαι τῶν πολιτικῶν. μετʼ ὀλίγον δὲ καὶ αὐτὸς παραγενόμενος προδοσίαν ἐνεκάλεσε καὶ μετάθεσιν τοῖς Γελῴοις, εἴτε καὶ κατʼ ἀλήθειαν αὐτῶν διανοηθέντων τι πρᾶξαι τοιοῦτον, εἴτε καὶ ψευδέσι διαβολαῖς φυγάδων πεισθεὶς ἢ καὶ χρημάτων βουλόμενος εὐπορῆσαι, καὶ ἀπέσφαξε τῶν Γελῴων πλείους τῶν τετρακισχιλίων καὶ τὰς οὐσίας αὐτῶν ἀνέλαβε. προσέταξε δὲ καὶ τοῖς ἄλλοις Γελῴοις πᾶσι τά τε νομίσματα καὶ τὸν ἄσημον ἄργυρόν τε καὶ χρυσὸν ἀνενεγκεῖν, διαπειλησάμενος τιμωρήσασθαι τοὺς ἀπειθήσαντας.
ταχὺ δὲ πάντων πραξάντων τὸ προσταχθὲν διὰ τὸν φόβον χρημάτων τε πλῆθος ἤθροισε καὶ πᾶσι τοῖς ταττομένοις ὑφʼ ἑαυτὸν δεινὴν ἐνεποίησε κατάπληξιν. δόξας δʼ ὠμότερον κεχρῆσθαι τοῦ καθήκοντος τοῖς Γελῴοις τοὺς μὲν ἀποσφαγέντας εἰς τὰς ἐκτὸς τῶν τειχῶν τάφρους συνέχωσεν, ἐν δὲ τῇ πόλει τὴν ἱκανὴν φρουρὰν ἀπολιπὼν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.
κατεῖχον δὲ Καρχηδόνιοι μὲν τὸν Ἔκνομον λόφον, ὅν φασι φρούριον γεγενῆσθαι Φαλάριδος. ἐν τούτῳ δὲ λέγεται κατεσκευακέναι τὸν τύραννον ταῦρον χαλκοῦν τὸν διαβεβοημένον πρὸς τὰς τῶν βεβασανισμένων τιμωρίας, ὑποκαιομένου τοῦ κατασκευάσματος· διὸ καὶ τὸν τόπον Ἔκνομον ἀπὸ τῆς εἰς τοὺς ἀτυχοῦντας ἀσεβείας προσηγορεῦσθαι.
ἐκ δὲ θατέρου μέρους Ἀγαθοκλῆς ἕτερον τῶν Φαλάριδος γεγενημένων φρουρίων κατεῖχε, τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φαλάριον. καὶ διὰ μέσων μὲν τῶν παρεμβολῶν ἦν ποταμός, ὃν ἀμφότεροι πρόβλημα τῶν πολεμίων ἐπεποίηντο, φῆμαι δὲ κατεῖχον ἐπὶ τῶν προτέρων χρόνων ὅτι δεῖ περὶ τὸν τόπον τοῦτον πλῆθος ἀνθρώπων ἐν μάχῃ διαφθαρῆναι. οὐκ ὄντος δὲ φανεροῦ παρʼ ὁποτέροις γενήσεται τὸ ἀτύχημα, συνέβαινε δεισιδαιμονεῖν τὰ στρατόπεδα καὶ πρὸς μάχην ὀκνηρῶς ἔχειν.
διόπερ ἐπὶ πολὺν χρόνον οὐδέτεροι τὸν ποταμὸν ἐτόλμων διαβαίνειν ἀθρόοις στρατιώταις, ἕως ὅτου παράλογός τις αἰτία προεκαλέσατο αὐτοὺς εἰς τὸν ὁλοσχερῆ κίνδυνον. τῶν γὰρ Λιβύων κατατρεχόντων τὴν πολεμίαν Ἀγαθοκλῆς παρωξύνθη τὸ παραπλήσιον ποιῆσαι. ἀγόντων δὲ λείαν τῶν Ἑλλήνων καί τινα τῶν ἀπὸ τῆς παρεμβολῆς ὑποζυγίων ἀπαγαγόντων ἐπεξῆλθον ἐκ τοῦ Καρχηδονίων χάρακος οἱ τούτους διώξοντες.
ὁ δʼ Ἀγαθοκλῆς προϊδόμενος τὸ μέλλον ἔσεσθαι παρὰ τὸν ποταμὸν ἔθηκεν ἐνέδραν ἀνδρῶν ἐπιλέκτων ταῖς ἀρεταῖς. οὗτοι δέ, τῶν Καρχηδονίων τοὺς τὴν λείαν ἄγοντας ἐπιδιωκόντων καὶ διαβάντων τὸν ποταμόν, ἐξανέστησαν ἐκ τῆς ἐνέδρας ἄφνω καὶ προσπεσόντες ἀτάκτοις ῥᾳδίως ἐτρέψαντο.
φονευομένων δὲ τῶν βαρβάρων καὶ πρὸς τὴν ἰδίαν παρεμβολὴν φευγόντων Ἀγαθοκλῆς, νομίσας ἥκειν τὸν καιρὸν τοῦ διαγωνίσασθαι, πᾶσαν ἤγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν. προσπεσὼν δʼ αὐτοῖς ἀπροσδοκήτως καὶ ταχὺ μέρος τῆς τάφρου χώσας ἀνέσπασε τὸν χάρακα καὶ βιαζόμενος εἰς τὴν παρεμβολὴν παρεισέπεσεν.
οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καταπεπληγμένοι καὶ πρὸς ἔκταξιν οὐ δυνάμενοι λαβεῖν ἀναστροφήν, ὡς ἔτυχε τοῖς πολεμίοις ἀπήντων καὶ ἠγωνίζοντο. περὶ δὲ τὴν τάφρον ἀμφοτέρων ἐρρωμένως κινδυνευόντων ταχὺ πᾶς ὁ πλησίον τόπος νεκρῶν κατεστρώθη· οἵ τε γὰρ τῶν Καρχηδονίων ἐπιφανέστατοι τὴν παρεμβολὴν ὁρῶντες ἁλισκομένην ἐβοήθουν, οἵ τε περὶ τὸν Ἀγαθοκλέα τῷ προτερήματι τεθαρρηκότες καὶ νομίζοντες ἑνὶ κινδύνῳ καταλύσειν πάντα τὸν πόλεμον ἐνέκειντο τοῖς βαρβάροις.
ὁ δʼ Ἀμίλκας ὁρῶν κατισχυομένους τοὺς ἑαυτοῦ καὶ τῶν Ἑλλήνων ἀεὶ πλείους παρεισπίπτοντας εἰς τὴν παρεμβολὴν ἐπέστησε τοὺς σφενδονήτας τοὺς ἐκ τῶν Βαλιαρίδων νήσων, ὄντας οὐκ ἐλάττους τῶν χιλίων.
οὗτοι δὲ συνεχεῖς καὶ μεγάλους λίθους ἀφιέντες πολλοὺς μὲν ἐτραυμάτιζον, οὐκ ὀλίγους δὲ καὶ τῶν βιαζομένων ἀπέκτεινον, τῶν δὲ πλείστων τὰ σκεπάζοντα τῶν ὅπλων συνέτριβον· οἱ γὰρ ἄνδρες οὗτοι μναιαίους λίθους βάλλειν εἰωθότες μεγάλα συμβάλλονται πρὸς νίκην ἐν τοῖς κινδύνοις, ὡς ἂν ἐκ παίδων παρʼ αὐτοῖς τῆς ἐν ταῖς σφενδόναις γυμνασίας διαπονουμένης.
τούτῳ δὲ τῷ τρόπῳ τοὺς Ἕλληνας ἐκ τῆς παρεμβολῆς ἐκβαλόντες ἐκράτησαν. πάλιν δὲ οἱ περὶ τὸν Ἀγαθοκλέα κατʼ ἄλλους τόπους προσβολὰς ἐποιοῦντο καὶ δὴ τῆς παρεμβολῆς ἤδη κατὰ κράτος ἁλισκομένης κατέπλευσε τοῖς Καρχηδονίοις δύναμις ἐκ Λιβύης ἀνέλπιστος.
διὸ καὶ ταῖς ψυχαῖς πάλιν θαρρήσαντες οἱ μὲν ἐκ τῆς παρεμβολῆς κατὰ στόμα ἐκινδύνευον, οἱ δὲ παρόντες ἐπὶ τὴν βοήθειαν κύκλῳ περιίσταντο τοὺς Ἕλληνας. ὧν τιτρωσκομένων παραδόξως ἡ μὲν μάχη ταχὺ παλίντροπος ἐγένετο, ἔφευγον δʼ οἱ μὲν εἰς τὸν Ἱμέραν ποταμόν, οἱ δʼ εἰς τὴν παρεμβολήν. τεσσαράκοντα σταδίους δʼ ἐχούσης τῆς ἀποχωρήσεως καὶ ταῦτα σχεδὸν πάσης πεδινῆς οὔσης ἐπεδίωκον οἱ τῶν βαρβάρων ἱππεῖς, οὐκ ἔλασσον ὄντες πεντακισχιλίων. διὸ καὶ συνέβη τὸν μεταξὺ τόπον νεκρῶν πληρωθῆναι, πολλὰ συμβαλλομένου καὶ τοῦ ποταμοῦ πρὸς τὴν τῶν Ἑλλήνων ἀπώλειαν·
ὑπὸ κύνα γὰρ οὔσης τῆς ὥρας καὶ τοῦ διωγμοῦ περὶ μέσον ἡμέρας γινομένου οἱ πολλοὶ τῶν φευγόντων διά τε τὸ καῦμα καὶ τὴν ἐκ τῆς φυγῆς κακοπάθειαν ἔκδιψοι γιγνόμενοι λάβρως ἔπινον, καὶ ταῦθʼ ἁλυκοῦ τοῦ ῥεύματος ὄντος. διόπερ οὐκ ἐλάττους τῶν ἐν τῷ διωγμῷ σφαγέντων εὑρέθησαν παρὰ τὸν ποταμὸν τετελευτηκότες ἄτρωτοι. ἔπεσον δʼ ἐν τῇ μάχῃ ταύτῃ τῶν μὲν βαρβάρων περὶ πεντακοσίους, τῶν δʼ Ἑλλήνων οὐκ ἐλάττους ἑπτακισχιλίων.
Ἀγαθοκλῆς δὲ τηλικαύτῃ συμφορᾷ περιπεσὼν τοὺς ἐκ τῆς τροπῆς διασωθέντας ἀνέλαβεν καὶ τὴν παρεμβολὴν ἐμπρήσας εἰς Γέλαν ἀπεχώρησε. διαδόντος δʼ αὐτοῦ λόγον ὡς κατὰ σπουδὴν εἰς Συρακούσσας ἀναζευγνύειν διέγνωκε, τριακόσιοι τῶν ἐκ Λιβύης ἱππέων κατὰ τὴν χώραν περιέπεσόν τισι τῶν Ἀγαθοκλέους στρατιωτῶν. ὧν εἰπόντων ὡς Ἀγαθοκλῆς εἰς Συρακούσσας ἀποκεχώρηκεν, εἰσῆλθον εἰς Γέλαν ὡς φίλοι καὶ διαψευσθέντες τῆς ἐλπίδος κατηκοντίσθησαν.
ὁ δʼ Ἀγαθοκλῆς συνέκλεισεν αὑτὸν εἰς τὴν Γέλαν, οὐκ ἀδυνατῶν εἰς Συρακούσσας διασωθῆναι, βουλόμενος δὲ περισπάσαι τοὺς Καρχηδονίους πρὸς τὴν πολιορκίαν τῆς Γέλας, ἵνʼ οἱ Συρακόσιοι πολλὴν ἄδειαν σχῶσι συγκομίσαι τοὺς καρπούς, ἀναγκάζοντος τοῦ καιροῦ.
ὁ δʼ Ἀμίλκας τὸ μὲν πρῶτον ἐπεχείρει πολιορκεῖν τὴν Γέλαν, πυνθανόμενος δὲ ἐν ταύτῃ καὶ δύναμιν εἶναι τὴν ἀμυνομένην καὶ πάντων εὐπορεῖν τὸν Ἀγαθοκλέα ταύτης μὲν ἀπέστη τῆς ἐπιβολῆς, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐπιπορευόμενος προσήγετο καὶ πᾶσιν ἐχρῆτο φιλανθρώπως, ἐκκαλούμενος τοὺς Σικελιώτας πρὸς εὔνοιαν. καὶ Καμαριναῖοι μὲν καὶ Λεοντῖνοι, πρὸς δὲ τούτοις Καταναῖοι καὶ Ταυρομενῖται παραχρῆμα πρέσβεις ἐκπέμψαντες προσέθεντο Καρχηδονίοις·
Book 19, Part 9
μετʼ ὀλίγας δʼ ἡμέρας οἵ τε Μεσσήνιοι καὶ Ἀβακαινῖνοι καὶ συχναὶ τῶν πόλεων ἀλλήλας φθάνουσαι πρὸς Ἀμίλκαν ἀφίσταντο· τοσαύτη τοῖς ὄχλοις ἐνέπεσεν ὁρμὴ μετὰ τὴν ἧτταν διὰ τὸ πρὸς τὸν τύραννον μίσος.
ὁ δʼ Ἀγαθοκλῆς ἀπαγαγὼν τὴν ὑπολελειμμένην δύναμιν εἰς Συρακούσσας τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζε καὶ τὸν ἀπὸ τῆς χώρας σῖτον ἀπεκόμιζε, διανοούμενος τῆς μὲν πόλεως τὴν ἱκανὴν ἀπολιπεῖν φυλακήν, τῆς δὲ δυνάμεως τὴν κρατίστην μετάγειν εἰς Λιβύην καὶ μετατιθέναι τὸν πόλεμον εἰς τὴν ἤπειρον ἐκ τῆς νήσου. ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὴν εἰς Λιβύην Ἀγαθοκλέους διάβασιν ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.
Book 20, Part 1
τάδε ἔνεστιν ἐν τῇ εἰκοστῇ τῶν Διοδώρου βύβλων.
α. ὡς Ἀγαθοκλῆς διαβὰς εἰς Λιβύην ἐνίκησεν παρατάξει Καρχηδονίους καὶ πολλῶν πόλεων ἐκυρίευσεν.
β. ὡς Κάσανδρος Αὐδολέοντι μὲν ἐβοήθησε, πρὸς δὲ Πτολεμαῖον τὸν Ἀντιγόνου στρατηγὸν ἀποστάτην γενόμενον συμμαχίαν ἐποιήσατο.
γ. ὡς Πτολεμαῖος μὲν τῶν περὶ Κιλικίαν πόλεών τινας εἷλε, Δημήτριος δʼ ὁ Ἀντιγόνου ταύτας ἀνεκτήσατο.
δ. ὡς Πολυπέρχων μὲν Ἡρακλέα τὸν ἐκ Βαρσίνης ἐπεχείρησε κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν, Πτολεμαῖος δὲ Νικοκρέοντα τὸν βασιλέα τῶν Παφίων ἐπανείλατο.
ε. περὶ τῶν πραχθέντων ἐν μὲν τῷ Βοσπόρῳ τοῖς βασιλεῦσιν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις καὶ Σαμνίταις.
ς. Πτολεμαίου στρατεία ἐπὶ Κιλικίαν καὶ τὴν ἑξῆς παραθαλάττιον.
ζ. Ἡρακλέους ἀναίρεσις ὑπὸ Πολυπέρχοντος.
η. Ἀμίλκου τοῦ στρατηγοῦ τῶν Καρχηδονίων ἅλωσις ὑπὸ Συρακοσίων.
θ. ὡς Ἀκραγαντῖνοι τοὺς Σικελιώτας ἐλευθεροῦν ἐπεχείρησαν.
ι. ὡς τῶν Συρακοσίων εἴκοσι ναῦς ἥλωσαν.
ια. περὶ τῆς ἐν Λιβύῃ γενομένης στάσεως καὶ τοῦ κινδύνου τοῦ περὶ τὸν Ἀγαθοκλέα.
ιβ. περὶ τῶν πραχθέντων Ἀππίῳ Κλαυδίῳ κατὰ τὴν τιμητικὴν ἀρχήν.
ιγ. παράδοσις Κορίνθου καὶ Σικυῶνος Πτολεμαίῳ.
ιδ. Κλεοπάτρας ἐν Σάρδεσιν ἀναίρεσις.
ιε. ὡς Ἀγαθοκλῆς Καρχηδονίους μὲν ἐνίκησεν μάχῃ, τὸν δὲ δυνάστην τῆς Κυρήνης Ὀφέλλαν μεταπεμψάμενος ἐπὶ κοινοπραγίαν κατέσφαξεν, καὶ τὴν μετὰ τούτου δύναμιν παρέλαβεν.
ις. ὡς Καρχηδόνιοι Βορμίλκαν ἐπιθέμενον τυραννίδι κατέλυσαν.
ιζ. ὡς Ἀγαθοκλέους ἀποπέμψαντος εἰς Σικελίαν τὰ λάφυρα τινὰ τῶν πλοίων ἐναυάγησεν.
ιη. ὡς Ῥωμαῖοι Μαρσοῖς μὲν πολεμουμένοις ὑπὸ Σαμνιτῶν ἐβοήθησαν, ἐν δὲ τῇ Τυρρηνίᾳ Κάπριον ἐξεπολιόρκησαν.
ιθ. Δημητρίου τοῦ πολιορκητοῦ κατάπλους εἰς τὸν Πειραιᾶ καὶ τῆς Μουνυχίας ἅλωσις.
κ. ἐλευθέρωσις Ἀθηναίων καὶ Μεγαρέων.
κα. πλοῦς ἐπὶ Κύπρον Δημητρίου καὶ μάχη πρὸς Μενέλαον τὸν στρατηγὸν καὶ Σαλαμῖνος πολιορκία.
κβ. ναυμαχία Δημητρίου πρὸς Πτολεμαῖον καὶ νίκη Δημητρίου.
κγ. παράληψις Κύπρου τε πάσης καὶ τῆς Πτολεμαίου δυνάμεως.
κδ. ὡς μετὰ τὴν νίκην ταύτην Ἀντιγόνου καὶ Δημητρίου περιθεμένων διάδημα ζηλοτυπήσαντες οἱ λοιποὶ δυνάσται βασιλεῖς ἑαυτοὺς ἀνηγόρευσαν.
κε. ὡς Ἀγαθοκλῆς Ἰτύκην ἐκπολιορκήσας διεβίβασε μέρος τῆς δυνάμεως εἰς τὴν Σικελίαν.
κς. ὡς Ἀκραγαντῖνοι παραταξάμενοι πρὸς τοὺς Ἀγαθοκλέους στρατηγοὺς ἡττήθησαν.
κζ. ὡς Ἀγαθοκλῆς Ἡράκλειαν μὲν καὶ Θέρμα καὶ Κεφαλοίδιον προσηγάγετο, τὴν δὲ τῶν Ἀπολλωνιατῶν χώραν καὶ πόλιν ἐξηνδραποδίσατο.
κη. ὡς Ἀγαθοκλῆς ἐν Σικελίᾳ ναυμαχίᾳ μὲν ἐνίκησε Καρχηδονίους, μάχῃ δʼ Ἀκραγαντίνους.
κθ. διάβασις εἰς Λιβύην Ἀγαθοκλέους τὸ δεύτερον καὶ ἧττα.
λ. αἱ γενόμεναι ταραχαὶ κατὰ τὰ ἑκατέρων στρατόπεδα.
λα. Ἀγαθοκλέους δρασμὸς εἰς Σικελίαν.
λβ. αἱ γενόμεναι σφαγαὶ τῶν Σικελιωτῶν ὑπὸ Ἀγαθοκλέους.
λγ. στρατεία Ἀντιγόνου βασιλέως μεγάλαις δυνάμεσιν ἐπʼ Αἴγυπτον.
λδ. ἀπόστασις Πασιφίλου στρατηγοῦ ἀπὸ Ἀγαθοκλέους.
λε. ὡς Καρχηδόνιοι συνέθεντο τὴν εἰρήνην πρὸς Ἀγαθοκλέα.
λς. ὡς Ῥόδον πολιορκήσας Δημήτριος διελύσατο τὴν πολιορκίαν.
λζ. ὡς Ῥωμαῖοι Σαμνίτας δυσὶ μάχαις ἐνίκησαν.
λη. ὡς Δημήτριος ἀπὸ τῆς Ῥόδου πλεύσας εἰς τὴν Ἑλλάδα τὰς πλείστας πόλεις ἠλευθέρωσεν.
λθ. ὡς Ἀγαθοκλῆς Λιπαραίους χρήματα ἀδίκως εἰσπραξάμενος ἀπέβαλε τὰς ναῦς ἐν αἷς ἦν τὰ χρήματα.
μ. ὡς Ῥωμαῖοι τὸ μὲν ἔθνος τῶν Αἴκλων κατεπολέμησαν, πρὸς δὲ τοὺς Σαμνίτας συνέθεντο τὴν εἰρήνην.
μα. τὰ πραχθέντα Κλεωνύμῳ περὶ τὴν Ἰταλίαν.
μβ. διʼ ἃς αἰτίας οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Σέλευκον καὶ Πτολεμαῖον συνδραμόντες ἐνεστήσαντο τὸν πόλεμον πρὸς Ἀντίγονον.
μγ. στρατεία Κασάνδρου μὲν ἐπὶ Δημήτριον εἰς Θεσσαλίαν, Λυσιμάχου δʼ εἰς τὴν Ἀσίαν.
μδ. ἀπόστασις Δοκίμου καὶ Φοίνικος τῶν στρατηγῶν ἀπʼ Ἀντιγόνου.
με. ὡς Ἀντίγονος ἀντιστρατοπεδεύσας Λυσιμάχῳ πολὺ προεῖχε ταῖς δυνάμεσιν.
μς. ὡς Δημήτριον τὸν υἱὸν ἐκ τῆς Ἑλλάδος μετεπέμψατο.
μζ. ὡς Πτολεμαῖος μὲν ἐχειρώσατο τὰς πόλεις τὰς ἐν τῇ Κοίλῃ Συρίᾳ, Σέλευκος δʼ ἐκ τῶν ἄνω σατραπειῶν τὴν κατάβασιν ἐποιήσατο μέχρι Καππαδοκίας.
μη. διάλυσις ἁπασῶν τῶν δυνάμεων εἰς χειμασίαν.
τοῖς εἰς τὰς ἱστορίας ὑπερμήκεις δημηγορίας παρεμβάλλουσιν ἢ πυκναῖς χρωμένοις ῥητορείαις δικαίως ἄν τις ἐπιτιμήσειεν· οὐ μόνον γὰρ τὸ συνεχὲς τῆς διηγήσεως διὰ τὴν ἀκαιρίαν τῶν ἐπεισαγομένων λόγων διασπῶσιν, ἀλλὰ καὶ τῶν φιλοτίμως ἐχόντων πρὸς τὴν τῶν πράξεων ἐπίγνωσιν μεσολαβοῦσι τὴν ἐπιθυμίαν.
καίτοι γε τοὺς ἐπιδείκνυσθαι βουλομένους λόγου δύναμιν ἔξεστι κατʼ ἰδίαν δημηγορίας καὶ πρεσβευτικοὺς λόγους, ἔτι δὲ ἐγκώμια καὶ ψόγους καὶ τἄλλα τὰ τοιαῦτα συντάττεσθαι· τῇ γὰρ οἰκονομίᾳ τῶν λόγων χρησάμενοι καὶ τὰς ὑποθέσεις χωρὶς ἑκατέρας ἐξεργασάμενοι κατὰ λόγον ἂν ἐν ἀμφοτέραις ταῖς πραγματείαις εὐδοκιμοῖεν.
νῦν δʼ ἔνιοι πλεονάσαντες ἐν τοῖς ῥητορικοῖς λόγοις προσθήκην ἐποιήσαντο τὴν ὅλην ἱστορίαν τῆς δημηγορίας. λυπεῖ δʼ οὐ μόνον τὸ κακῶς γραφέν, ἀλλὰ καὶ τὸ δοκοῦν ἐν τοῖς ἄλλοις ἐπιτετεῦχθαι τόπων καὶ καιρῶν τῆς οἰκείας τάξεως διημαρτηκός.
διὸ καὶ τῶν ἀναγινωσκόντων τὰς τοιαύτας πραγματείας οἱ μὲν ὑπερβαίνουσι τὰς ῥητορείας, κἂν ὅλως ἐπιτετεῦχθαι δόξωσιν, οἱ δὲ διὰ τὸ μῆκος καὶ τὴν ἀκαιρίαν τοῦ συγγραφέως ἐκλυθέντες τὰς ψυχὰς τὸ παράπαν ἀφίστανται τῆς ἀναγνώσεως, οὐκ ἀλόγως τοῦτο πάσχοντες·
τὸ γὰρ τῆς ἱστορίας γένος ἁπλοῦν ἐστι καὶ συμφυὲς αὑτῷ καὶ τὸ σύνολον ἐμψύχῳ σώματι παραπλήσιον, οὗ τὸ μὲν ἐσπαραγμένον ἐστέρηται τῆς ψυχικῆς χάριτος, τὸ δὲ τὴν ἀναγκαίαν σύνθεσιν ἔχον εὐκαίρως τετήρηται καὶ τῷ συμφυεῖ τῆς ὅλης περιγραφῆς ἐπιτερπῆ καὶ σαφῆ παρίστησι τὴν ἀνάγνωσιν.
οὐ μὴν παντελῶς γε τοὺς ῥητορικοὺς λόγους ἀποδοκιμάζοντες ἐκβάλλομεν ἐκ τῆς ἱστορικῆς πραγματείας τὸ παράπαν· ὀφειλούσης γὰρ τῆς ἱστορίας τῇ ποικιλίᾳ κεκοσμῆσθαι κατʼ ἐνίους τόπους ἀνάγκη προσλαμβάνεσθαι καὶ τοὺς τοιούτους λόγους — καὶ ταύτης τῆς εὐκαιρίας οὐδʼ ἂν ἐμαυτὸν ἀποστερῆσαι βουληθείην — ὥσθʼ ὅταν τὰ τῆς περιστάσεως ἀπαιτῇ πρεσβευτοῦ ἢ συμβούλου δημηγορίαν ἢ τῶν ἄλλων τι τοιοῦτον, ὁ μὴ τεθαρρηκότως συγκαταβαίνων πρὸς τοὺς ἐν τοῖς λόγοις ἀγῶνας καὶ αὐτὸς ὑπαίτιος ἂν εἴη.
οὐκ ὀλίγας γὰρ ἄν τις αἰτίας εὕροι, καθʼ ἃς κατὰ πολλὰ ἀναγκαίως παραληφθήσεται τὰ τῆς ῥητορείας· ἢ γὰρ πολλῶν εἰρημένων εὐστόχως καὶ καλῶς οὐ παραλειπτέον διʼ ὀλιγωρίαν τὰ μνήμης ἄξια καὶ τῇ ἱστορίᾳ κεκραμένην ἔχοντα τὴν ὠφέλειαν, ἢ μεγάλων καὶ λαμπρῶν τῶν ὑποθέσεων οὐσῶν οὐ περιορατέον ἐλάττονα τῶν ἔργων φανῆναι τὸν λόγον· ἔστι δʼ ὅτε παρὰ προσδοκίαν τοῦ τέλους ἐκβάντος ἀναγκασθησόμεθα τοῖς οἰκείοις τῆς ὑποθέσεως λόγοις χρήσασθαι χάριν τοῦ λῦσαι τὴν ἀλογίαν.
ἀλλὰ περὶ μὲν τούτων ἅλις ἡμῖν ἐχέτω, περὶ δὲ τῶν ὑποκειμένων πράξεων ῥητέον, παραθέντας πρότερον τοὺς οἰκείους τῇ γραφῇ χρόνους. ἐν μὲν οὖν ταῖς προηγουμέναις βύβλοις ἀναγεγράφαμεν ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων τὰς πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἕως ἐπὶ τὸν προηγούμενον ἐνιαυτὸν τῆς Ἀγαθοκλέους στρατείας εἰς τὴν Λιβύην, εἰς ἣν ἀπὸ Τροίας ἁλώσεως ἔτη συνάγεται τρισὶ πλείω τῶν ὀκτακοσίων ὀγδοήκοντα· ἐν ταύτῃ δὲ τὸ συνεχὲς προστιθέντες τῆς ἱστορίας ἀρξόμεθα μὲν ἀπὸ τῆς εἰς Λιβύην διαβάσεως Ἀγαθοκλέους, καταλήξομεν δʼ εἰς τὸν ἐνιαυτὸν καθʼ ὃν οἱ βασιλεῖς συμφρονήσαντες κοινῇ διαπολεμεῖν ἤρξαντο πρὸς Ἀντίγονον τὸν Φιλίππου, περιλαβόντες ἔτη ἐννέα.
ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Ἱερομνήμονος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ἰούλιον καὶ Κόιντον Αἰμίλιον, κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἡττημένος ὑπὸ Καρχηδονίων τῇ περὶ τὸν Ἱμέραν μάχῃ καὶ τὸ πλεῖστον καὶ κράτιστον τῆς δυνάμεως ἀποβεβληκὼς συνέφυγεν εἰς τὰς Συρακούσσας.
ὁρῶν δὲ τούς τε συμμάχους ἅπαντας μεταβεβλημένους καὶ τοὺς βαρβάρους πλὴν Συρακουσσῶν ἁπάσης σχεδὸν Σικελίας κυριεύοντας καὶ πολὺ προέχοντας ταῖς τε πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν ἐπετελέσατο πρᾶξιν ἀνέλπιστον καὶ παραβολωτάτην.
πάντων γὰρ διειληφότων μηδʼ ἐγχειρήσειν αὐτὸν τοῖς Καρχηδονίοις ἀντιταχθῆναι, διενοήσατο τῆς μὲν πόλεως ἀπολιπεῖν τὴν ἱκανὴν φυλακήν, τῶν δὲ στρατιωτῶν τοὺς εὐθέτους ἐπιλέξαι καὶ μετὰ τούτων εἰς τὴν Λιβύην διακομισθῆναι· τοῦτο γὰρ πράξας ἤλπιζε τοὺς μὲν ἐν τῇ Καρχηδόνι τετρυφηκότας ἐν εἰρήνῃ πολυχρονίῳ καὶ διὰ τοῦτʼ ἀπείρους ὄντας τῶν ἐν ταῖς μάχαις κινδύνων ὑπὸ τῶν ἐνηθληκότων τοῖς δεινοῖς ῥᾳδίως ἡττηθήσεσθαι, τοὺς δὲ κατὰ Λιβύην συμμάχους, βαρυνομένους τοῖς προστάγμασιν ἐκ πολλῶν χρόνων, λήψεσθαι καιρὸν τῆς ἀποστάσεως, τὸ δὲ μέγιστον, διαρπάσειν ἀπροσδοκήτως ἐπιφανεὶς χώραν ἀπόρθητον καὶ διὰ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν πεπληρωμένην παντοίων ἀγαθῶν, τὸ δʼ ὅλον ἀπὸ τῆς πατρίδος καὶ πάσης Σικελίας περισπάσειν τοὺς βαρβάρους καὶ πάντα τὸν πόλεμον μετάξειν εἰς τὴν Λιβύην· ὅπερ καὶ συνετελέσθη.
τὴν γὰρ ἐπίνοιαν ταύτην οὐδενὶ τῶν φίλων δηλώσας τῆς μὲν πόλεως ἐπιμελητὴν Ἄντανδρον τὸν ἀδελφὸν κατέστησε μετὰ τῆς ἱκανῆς φυλακῆς, αὐτὸς δὲ τῶν στρατιωτῶν ἐπιλέγων τοὺς εὐθέτους κατέγραφε, τοῖς μὲν πεζοῖς παραγγέλλων ἑτοίμους εἶναι μετὰ τῶν ὅπλων, τοῖς δʼ ἱππεῦσι διακελευόμενος ἔχειν μεθʼ ἑαυτῶν χωρὶς τῆς πανοπλίας ὑπηρέσιον καὶ χαλινόν, ὅπως, ὅταν ἵππων κυριεύσῃ, τοὺς ἀναβησομένους ἑτοίμους ἔχειν, τὰ πρὸς τὴν χρείαν ἐξηρτυμένους·
κατὰ γὰρ τὴν προγεγενημένην ἧτταν τῶν μὲν πεζῶν ἀπωλώλεισαν οἱ πλείους, οἱ δʼ ἱππεῖς ὑπῆρχον διασεσωσμένοι σχεδὸν ἅπαντες, ὧν τοὺς ἵππους οὐκ ἠδύνατο διακομίζειν εἰς τὴν Λιβύην.
ἵνα δὲ χωρισθέντος αὐτοῦ μὴ νεωτερίζωσιν οἱ Συρακόσιοι, διεζεύγνυε τὰς συγγενείας ἀπʼ ἀλλήλων καὶ μάλιστα ἀδελφοὺς ἀπʼ ἀδελφῶν καὶ πατέρας ἀπὸ παίδων, τοὺς μὲν ἐπὶ τῆς πόλεως ἀπολείπων, τοὺς δὲ μεθʼ ἑαυτοῦ διακομίζων·
πρόδηλον γὰρ ἦν ὡς οἱ μένοντες ἐν ταῖς Συρακούσσαις, κἂν ἀλλοτριώτατα τυγχάνωσι πρὸς τὸν δυνάστην διακείμενοι, διὰ τὴν πρὸς τοὺς ἀπογόνους εὔνοιαν οὐδὲν ἂν πράξειαν ἄτοπον κατὰ Ἀγαθοκλέους.
ἀπορούμενος δὲ χρημάτων τά τε τῶν ὀρφανῶν παρὰ τῶν ἐπιτροπευόντων εἰσεπράξατο, φάσκων πολὺ βέλτιον ἐκείνων ἐπιτροπεύσειν καὶ τοῖς παισὶν εἰς ἡλικίαν ἐλθοῦσι πιστότερον ἀποδώσειν, ἐδανείσατο δὲ καὶ παρὰ τῶν ἐμπόρων καί τινα τῶν ἐν τοῖς ἱεροῖς ἀναθημάτων ἔλαβεν καὶ τῶν γυναικῶν τὸν κόσμον περιείλετο.
ἔπειθʼ ὁρῶν τῶν εὐπορωτάτων τοὺς πλείστους δυσχεραίνοντας τοῖς πραττομένοις καὶ πρὸς αὐτὸν ἀλλοτριώτατα διακειμένους συνήγαγεν ἐκκλησίαν, ἐν ᾗ περί τε τῆς προγεγενημένης συμφορᾶς καὶ τῶν προσδοκωμένων δεινῶν κατοδυρόμενος αὐτὸς μὲν ῥᾳδίως ὑπομένειν ἔφησε τὴν πολιορκίαν, συνήθης ὢν πάσῃ κακοπαθείᾳ, ἐλεεῖν δὲ τοὺς πολίτας, εἰ συγκλεισθέντες ἀναγκασθήσονται πολιορκίαν ὑπομένειν.
διεκελεύετο οὖν σώζειν ἑαυτοὺς μετὰ τῶν ἰδίων κτήσεων τοὺς μὴ βουλομένους ὑπομένειν ὅ,τι ποτʼ ἂν δοκῇ τῇ τύχῃ πάσχειν. ἐξορμησάντων δʼ ἐκ τῆς πόλεως τῶν μάλιστʼ εὐπόρων καὶ μισούντων τὸν δυνάστην τούτους μὲν ἐπαποστείλας τινὰς τῶν μισθοφόρων ἀνεῖλε καὶ τὰς οὐσίας εἰς αὑτὸν ἀνέλαβε,
διὰ δὲ μιᾶς ἀνοσίου πράξεως χρημάτων εὐπορήσας καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς καθαρὰν ποιήσας τὴν πόλιν ἠλευθέρωσε τῶν οἰκετῶν τοὺς εὐθέτους εἰς στρατείαν.
ὡς δʼ εὐτρεπῆ πάντʼ ἦν, πληρώσας ἑξήκοντα ναῦς ἐπετήρει καιρὸν οἰκεῖον πρὸς τὸν ἔκπλουν. ἀγνοουμένης δὲ τῆς ἐπινοίας αὐτοῦ τινὲς μὲν εἰς τὴν Ἰταλίαν ὑπελάμβανον αὐτὸν στρατεύειν, τινὲς δὲ πορθήσειν τῆς Σικελίας τὴν ὑπὸ Καρχηδονίους, πάντες δὲ ἀπεγίνωσκον τῶν ἐκπλεῖν μελλόντων τὴν σωτηρίαν καὶ τοῦ δυνάστου τὴν μανίαν κατεγίνωσκον.
ἐφορμούντων δὲ τῶν πολεμίων πολλαπλασίαις τριήρεσι τὸ μὲν πρῶτον ἐφʼ ἡμέρας τινὰς ἠνάγκάζε συνέχειν ἑαυτοὺς ἐν ταῖς ναυσὶ τοὺς στρατιώτας, οὐ δυναμένους ἐκπλεῦσαι· ἔπειτα δὲ σιτηγῶν πλοίων τῇ πόλει προσθεόντων οἱ μὲν Καρχηδόνιοι παντὶ τῷ στόλῳ πρὸς τὰς ναῦς ἀνήχθησαν, ὁ δʼ Ἀγαθοκλῆς ἀπελπίζων ἤδη τὴν ἐπιβολήν, ὡς ἴδεν τὸ στόμα τοῦ λιμένος ἔρημον τῶν ἐφορμούντων, ἐξέπλευσεν ὀξείαις ταῖς εἰρεσίαις χρώμενος.
εἶθʼ οἱ μὲν Καρχηδόνιοι πλησίον ἤδη τῶν φορτηγῶν ὄντες, ὡς ἴδον τοὺς πολεμίους ἀθρόαις ταῖς ναυσὶ πλέοντας, τὸ μὲν πρῶτον ὑπολαβόντες αὐτὸν ὡρμηκέναι πρὸς τὴν τῶν σιτηγῶν βοήθειαν, ἀνέστρεφον καὶ τὸν στόλον ἐξήρτυον εἰς ναυμαχίαν· ὡς δʼ ἐπʼ εὐθείας ἑώρων παραθέοντας καὶ πολὺ τοῦ πλοῦ προλαμβάνοντας, ἐποιοῦντο τὸν διωγμόν.
ἔνθα δὴ τούτων πρὸς ἀλλήλους φιλοτιμουμένων τὰ μὲν τὴν ἀγορὰν κομίζοντα πλοῖα παραδόξως ἐκφυγόντα τὸν κίνδυνον πολλὴν εὐπορίαν ἐποίησεν ἐν ταῖς Συρακούσσαις τῶν ἐπιτηδείων, σιτοδείας ἤδη τὴν πόλιν ἐχούσης, ὁ δʼ Ἀγαθοκλῆς περικατάληπτος ἤδη γινόμενος ἐπιλαβούσης τῆς νυκτὸς ἀνελπίστου σωτηρίας ἔτυχεν.
τῇ δʼ ὑστεραίᾳ τηλικαύτην ἔκλειψιν ἡλίου συνέβη γενέσθαι ὥστε ὁλοσχερῶς φανῆναι νύκτα, θεωρουμένων τῶν ἀστέρων πανταχοῦ· διόπερ οἱ περὶ τὸν Ἀγαθοκλέα, νομίσαντες καὶ τὸ θεῖον αὐτοῖς προσημαίνειν τὸ δυσχερές, ἔτι μᾶλλον ὑπὲρ τοῦ μέλλοντος ἐν ἀγωνίᾳ καθειστήκεισαν.
ἓξ δʼ ἡμέρας καὶ τὰς ἴσας νύκτας αὐτῶν πλευσάντων ὑποφαινούσης τῆς ἕω παραδόξως ὁ στόλος τῶν Καρχηδονίων οὐκ ἄπωθεν ὢν ἑωράθη. διόπερ ἀμφοτέροις ἐμπεσούσης σπουδῆς ἡμιλλῶντο πρὸς ἀλλήλους ταῖς εἰρεσίαις, οἱ μὲν Φοίνικες νομίζοντες ἅμα τῇ τῶν νεῶν ἁλώσει Συρακούσσας μὲν ὑποχειρίους ἕξειν, τὴν δὲ πατρίδα μεγάλων ἐλευθερώσειν κινδύνων· οἱ δʼ Ἕλληνες, εἰ μὴ φθάσειαν τῆς χώρας ἁψάμενοι, προκειμένην ἑώρων αὑτοῖς μὲν τιμωρίαν, τοῖς δὲ καταλειφθεῖσιν ἐν οἴκῳ τὰ τῆς δουλείας δεινά.
καθορωμένης δὲ τῆς Λιβύης παρακελευσμὸς ἐγίνετο τοῖς πληρώμασι καὶ φιλοτιμίας ὑπερβολή· καὶ τάχιον μὲν ἄπλεον αἱ τῶν βαρβάρων, ἐν πολυχρονίῳ μελέτῃ τῶν ἐρετῶν διαπεπονημένων, ἱκανὸν δὲ διάστημα προεῖχον αἱ τῶν Ἑλλήνων. ὀξύτατα δὲ τοῦ πλοῦ διανυσθέντος, ἐπειδὴ πλησίον ἐγενήθησαν τῆς γῆς, συνεξέπιπτον ἀλλήλοις εἰς τὸν αἰγιαλὸν ὡσπερεί τινες ἀγωνισταί·
ταῖς γὰρ ἐσχάταις τῶν Ἀγαθοκλέους αἱ πρῶται τῶν Καρχηδονίων ἐνέβαλλον ἐντὸς βέλους οὖσαι. διόπερ ἐπʼ ὀλίγον χρόνον τοῖς τε τόξοις καὶ σφενδόναις διαγωνισαμένων αὐτῶν καὶ ναυσὶν ὀλίγαις τῶν βαρβάρων συμπλακέντων οἱ περὶ τὸν Ἀγαθοκλέα προετέρουν, τὸ τῶν στρατιωτῶν ἔχοντες πλῆθος. εἶθʼ οἱ μὲν Καρχηδόνιοι πρύμναν ἀνακρουσάμενοι μικρὸν ἔξω βέλους ἐφώρμουν, ὁ δʼ Ἀγαθοκλῆς ἀποβιβάσας τὴν δύναμιν πρὸς τὰς καλουμένας Λατομίας καὶ χάρακα βαλόμενος ἐκ θαλάττης εἰς θάλατταν ἐνεώλκησε τὰς ναῦς.
οὕτω δὲ παράβολον ἐπιτελεσάμενος πρᾶξιν, ἄλλην ἐτόλμησε ταύτης μᾶλλον κεκινδυνευμένην. παραστησάμενος γὰρ τοὺς ἐν ἡγεμονίαις ὄντας εὐπειθεῖς πρὸς τὴν ἰδίαν ἐπιβολὴν καὶ θυσίαν ποιησάμενος Δήμητρι καὶ Κόρῃ συνήγαγεν ἐκκλησίαν κἄπειτα προελθὼν ἐπὶ
τὴν δημηγορίαν ἐστεφανωμένος ἐν ἱματίῳ λαμπρῷ καὶ προδιαλεχθεὶς οἰκείως τοῖς ἐγχειρουμένοις ἔφησε ταῖς κατεχούσαις Σικελίαν θεαῖς Δήμητρι καὶ Κόρῃ πεποιῆσθαι, καθʼ ὃν καιρὸν ἐδιώχθησαν ὑπὸ Καρχηδονίων,
εὐχὰς λαμπαδεύσειν ἁπάσας τὰς ναῦς. καλῶς οὖν ἔχειν τετευχότας τῆς σωτηρίας ἀποδιδόναι τὰς εὐχάς. ἀντὶ δὲ τούτων ἐπηγγέλλετο πολλαπλασίους ἀποδώσειν προθύμως αὐτῶν ἀγωνισαμένων· καὶ γὰρ τὰς θεὰς διὰ τῶν ἱερῶν προσημαίνειν νίκην τοῦ σύμπαντος πολέμου.
ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα· ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο. ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.
τοῦτο δʼ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς· δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας· ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δʼ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.
οὐ μὴν ἀλλὰ τῶν νεῶν ἁπασῶν φλεγομένων καὶ τοῦ πυρὸς πολὺν ἐπέχοντος τόπον ἔκπληξις κατεῖχε τοὺς Σικελιώτας. ἐν ἀρχῇ μὲν γὰρ ὑπὸ τῆς Ἀγαθοκλέους γοητείας παραλογισθέντες καὶ τῆς τῶν ἐγχειρουμένων ὀξύτητος ἀναθεώρησιν οὐ διδούσης πάντες συγκατετίθεντο τοῖς πραττομένοις· τοῦ δὲ χρόνου τὸν περὶ ἑκάστων ἀναλογισμὸν παριστάντος εἰς μεταμέλειαν ἐνέπιπτον καὶ τὸ μέγεθος τοῦ διείργοντος πελάγους ἀναλογιζόμενοι τὴν σωτηρίαν ἀπεγίνωσκον.
ὁ δʼ Ἀγαθοκλῆς σπεύδων ἀπαλλάξαι τῆς ἀθυμίας τοὺς στρατιώτας ἦγε τὴν δύναμιν ἐπὶ τὴν ὀνομαζομένην Μεγάλην πόλιν, οὖσαν Καρχηδονίων.
Book 20, Part 2
ἡ δʼ ἀνὰ μέσον χώρα, διʼ ἧς ἦν ἀναγκαῖον πορευθῆναι, διείληπτο κηπείαις καὶ παντοίαις φυτουργίαις, πολλῶν ὑδάτων διωχετευμένων καὶ πάντα τόπον ἀρδευόντων. ἀγροικίαι τε συνεχεῖς ὑπῆρχον, οἰκοδομαῖς πολυτελέσι καὶ κονιάμασι διαπεπονημέναι καὶ τὸν τῶν κεκτημένων αὐτὰς διασημαίνουσαι πλοῦτον.
ἔγεμον δʼ αἱ μὲν ἐπαύλεις πάντων τῶν πρὸς ἀπόλαυσιν, ὡς ἂν τῶν ἐγχωρίων ἐν εἰρήνῃ πολυχρονίῳ τεθησαυρικότων γεννημάτων ἀφθονίαν· ἡ δὲ χώρα ἡ μὲν ἦν ἀμπελόφυτος, ἡ δὲ ἐλαιοφόρος καὶ τῶν ἄλλων τῶν καρπίμων δένδρων ἀνάπλεως. ἐπὶ θάτερα δὲ μέρη τὸ πεδίον ἐνέμοντο βοῶν ἀγέλαι καὶ ποῖμναι καὶ τὰ πλησίον ἕλη φορβάδων ἵππων ἔγεμε. καθόλου δὲ παντοία τις ἦν ἐν τοῖς τόποις εὐδαιμονία, τῶν ἐπιφανεστάτων Καρχηδονίων διειληφότων τὰς κτήσεις καὶ τοῖς πλούτοις πεφιλοκαληκότων πρὸς ἀπόλαυσιν.
διόπερ οἱ Σικελιῶται τό τε τῆς χώρας κάλλος καὶ τὴν εὐδαιμονίαν τὴν ἐν αὐτῇ θαυμάζοντες μετέωροι ταῖς ἐλπίσιν ἐγένοντο, θεωροῦντες ἄξια τῶν κινδύνων ἔπαθλα τοῖς νικῶσι προκείμενα.
ὁ δʼ Ἀγαθοκλῆς ὁρῶν τοὺς στρατιώτας ἀναλαμβάνοντας αὑτοὺς ἐκ τῆς ἀθυμίας καὶ προθύμους ὄντας εἰς τοὺς κινδύνους ἐξ ἐφόδου προσέβαλλε τοῖς τείχεσιν. ἀπροσδοκήτου δὲ τῆς ἐπιθέσεως γενομένης καὶ τῶν ἔνδον διὰ τὴν ἄγνοιαν καὶ τὴν τῶν πολεμικῶν ἀπειρίαν ὀλίγον ὑποστάντων χρόνον εἷλε τὴν πόλιν κατὰ κράτος· δοὺς δὲ τοῖς στρατιώταις εἰς ἁρπαγὴν ἐνέπλησε τὴν δύναμιν ὠφελείας ἅμα καὶ θάρσους.
εὐθὺ δὲ καὶ πρὸς τὸν Λευκὸν Τύνητα καλούμενον ἀναζεύξας ἐχειρώσατο τὴν πόλιν, ἀπέχουσαν Καρχηδόνος δισχιλίους σταδίους. ἀμφοτέρας δὲ τὰς ἁλούσας πόλεις οἱ μὲν στρατιῶται διαφυλάττειν ἠβούλοντο καὶ τὰς ὠφελείας εἰς αὐτὰς ἀπετίθεντο· ὁ δʼ Ἀγαθοκλῆς ἀκόλουθα τοῖς προπεπραγμένοις διανοηθεὶς καὶ διδάξας τὸ πλῆθος ὡς οὐδεμίαν συμφέρει καταφυγὴν ἀπολιπεῖν, ἕως ἂν παρατάξει νικήσωσι, κατέστρεψέ τε τὰς πόλεις καὶ κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ.
οἱ δʼ ἐφορμοῦντες Καρχηδόνιοι τῷ ναυστάθμῳ τῶν Σικελιωτῶν τὸ μὲν πρῶτον ὁρῶντες καομένας τὰς ναῦς περιχαρεῖς ἦσαν, ὡς διὰ τὸν ἀπʼ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη· ὡς δʼ ἴδον εἰς τὴν χώραν προάγουσαν τὴν τῶν ἐναντίων δύναμιν, συλλογιζόμενοι περὶ τῶν ἀποβησομένων συμφορὰν ἰδίαν ἡγοῦντο τὴν τῶν νεῶν ἀπώλειαν. διὸ καὶ ταῖς πρῴραις δέρρεις κατεπέτασαν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασιν, ὅταν τι κακὸν δημοσίᾳ συμβεβηκέναι δόξῃ τῇ Καρχηδονίων πόλει,
ἔλαβόν τε καὶ τὰ χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν εἰς τὰς ἰδίας τριήρεις καὶ τοὺς ἀπαγγελοῦντας ὑπὲρ τῶν συμβεβηκότων τἀκριβὲς ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα. πρὶν δὲ τούτους δηλῶσαι τὸ γεγονός, ἀπὸ τῆς χώρας τινὲς αἰσθόμενοι τὸν κατάπλουν τὸν Ἀγαθοκλέους ἀπήγγειλαν κατὰ σπουδὴν τοῖς Καρχηδονίοις.
οἱ δʼ ἐκπλαγέντες διὰ τὸ παράδοξον ὑπέλαβον ἀπολωλέναι τὰς ἰδίας δυνάμεις ἐν Σικελίᾳ καὶ τὰς πεζικὰς καὶ τὰς ναυτικάς· οὐ γὰρ ἄν ποτε τὸν Ἀγαθοκλέα μὴ νενικηκότα τολμῆσαι καταλιπεῖν ἐρήμους βοηθείας τὰς Συρακούσσας οὐδʼ ἂν ἐπιβαλέσθαι περαιοῦν δύναμιν θαλασσοκρατούντων τῶν πολεμίων.
διόπερ θόρυβος καὶ πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν καὶ συνδρομὴ τῶν ὄχλων εἰς τὴν ἀγορὰν ἐγίνετο καὶ βουλὴ τῆς γερουσίας ὅ,τι δέοι πράττειν. στρατόπεδον μὲν γὰρ οὐκ ἦν ἕτοιμον τὸ δυνάμενον ἀντιτάξασθαι, τὸ δὲ πολιτικὸν πλῆθος ἄπειρον ὂν πολέμου προκαταπεπτώκει ταῖς ψυχαῖς, οἱ πολέμιοι δὲ πλησίον εἶναι τῶν τειχῶν προσεδοκῶντο.
ἔνιοι μὲν οὖν ἔφασαν πρεσβευτὰς ὑπὲρ εἰρήνης ἀποστέλλειν πρὸς Ἀγαθοκλέα, τοὺς αὐτοὺς ἅμα καὶ κατασκόπους ἐσομένους τῶν παρὰ τοῖς πολεμίοις, τινὲς δὲ ἀναμεῖναι μέχρι ἂν γνῶσιν ἀκριβῶς ἕκαστον τῶν πεπραγμένων. τοιαύτης δὲ συγχύσεως τὴν πόλιν ἐχούσης κατέπλευσαν οἱ πεμφθέντες ὑπὸ τοῦ ναυάρχου καὶ τὰς αἰτίας τῶν πεπραγμένων ἐδήλωσαν.
ἀναθαρσησάντων οὖν πάντων πάλιν ταῖς ψυχαῖς ἡ γερουσία τοὺς μὲν ναυάρχους ἅπαντας κατεμέμψατο ὅτι θαλαττοκρατοῦντες εἴασαν πολεμίαν δύναμιν ἐπιβῆναι τῆς Λιβύης, στρατηγοὺς δὲ ἀπέδειξαν τῶν δυνάμεων Ἄννωνα καὶ Βορμίλκαν, πατρῴαν ἔχθραν ἔχοντας·
ἡγοῦντο γὰρ διὰ τὴν ἰδίαν τούτοις ἀπιστίαν καὶ διαφορὰν κοινὴν ἔσεσθαι τῆς πόλεως ἀσφάλειαν. πολὺ δὲ διεσφάλησαν τῆς ἀληθείας. ὁ γὰρ Βορμίλκας πάλαι μὲν ἦν ἐπιθυμητὴς τυραννίδος, οὐκ ἔχων δʼ ἐξουσίαν οὐδὲ καιρὸν οἰκεῖον ταῖς ἐπιβολαῖς τότε ἔλαβεν ἀφορμὰς ἀξιολόγους,
τυχῶν τῆς στρατηγίας. αἰτία δὲ μάλιστα τούτων ἡ πρὸς τὰς τιμωρίας πικρία τῶν Καρχηδονίων· τοὺς γὰρ ἐπιφανεστάτους τῶν ἀνδρῶν ἐν μὲν τοῖς πολέμοις προάγουσιν ἐπὶ τὰς ἡγεμονίας, νομίζοντες δεῖν αὐτοὺς τῶν ὅλων προκινδυνεύειν· ὅταν δὲ τύχωσι τῆς εἰρήνης, τοὺς αὐτοὺς τούτους συκοφαντοῦσι καὶ κρίσεις ἀδίκους ἐπιφέροντες διὰ τὸν φθόνον τιμωρίαις περιβάλλουσι.
διὸ καὶ τῶν ἐπὶ τὰς ἡγεμονίας ταττομένων τινὲς μὲν φοβούμενοι τὰς ἐν τῷ δικαστηρίῳ κρίσεις ἀποστάται γίνονται , τινὲς δʼ ἐπιτίθενται τυραννίσιν· ὅπερ καὶ τότε Βορμίλκας ὁ ἕτερος τῶν στρατηγῶν ἐποίησε, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν.
οἱ γʼ οὖν στρατηγοὶ τῶν Καρχηδονίων ὁρῶντες τὸν καιρὸν οὐδαμῶς ἀναβολῆς οἰκεῖον τοὺς μὲν ἀπὸ τῆς χώρας καὶ τῶν συμμαχίδων πόλεων στρατιώτας οὐκ ἀνέμειναν, αὐτοὺς δὲ τοὺς πολιτικοὺς ἐξήγαγον εἰς ὕπαιθρον, ὄντας πεζοὺς μὲν οὐκ ἐλάττους τετρακισμυρίων, ἱππεῖς δὲ χιλίους, ἅρματα δὲ δισχίλια.
καταλαβόμενοι δέ τινα γεώλοφον οὐ μακρὰν τῶν πολεμίων ἐξέταττον τὴν δύναμιν εἰς μάχην· καὶ τοῦ μὲν δεξιοῦ κέρατος Ἄννων εἶχε τὴν ἡγεμονίαν, συναγωνιζομένων αὐτῷ τῶν εἰς τὸν ἱερὸν λόχον συντεταγμένων, τοῦ δʼ εὐωνύμου Βορμίλκας ἡγούμενος βαθεῖαν ἐποίει τὴν φάλαγγα, κωλύοντος τοῦ τόπου παρεκτείνειν ἐπὶ πλεῖον· τὰ δʼ ἅρματα καὶ τοὺς ἱππεῖς πρὸ τῆς φάλαγγος ἔστησαν, διεγνωκότες τούτοις πρῶτον ἐμβαλεῖν καὶ τῶν Ἑλλήνων ἀποπειραθῆναι.
ὁ δʼ Ἀγαθοκλῆς κατασκεψάμενος τὰς τῶν βαρβάρων τάξεις τὸ μὲν δεξιὸν κέρας ἔδωκεν Ἀρχαγάθῳ τῷ υἱῷ, παραδοὺς αὐτῷ πεζοὺς δισχιλίους καὶ πεντακοσίους, ἑξῆς δʼ ἔταξε τοὺς Συρακοσίους, ὄντας τρισχιλίους πεντακοσίους, εἶτα μισθοφόρους Ἕλληνας τρισχιλίους, τελευταίους δὲ Σαμνίτας καὶ Τυρρηνοὺς καὶ Κελτοὺς τρισχιλίους. μετὰ δὲ τῆς θεραπείας αὐτὸς τοῦ ἡμίσους κέρατος προηγωνίζετο, χιλίοις ὁπλίταις πρὸς τὸν ἱερὸν λόχον τῶν Καρχηδονίων ἀντιτεταγμένος· τοὺς δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους ὄντας ἐπὶ τὰ κέρατα διεῖλεν.
ὅπλα μὲν οὖν οἱ στρατιῶται μόγις εἶχον ἱκανά· τοὺς δʼ ἐκ τῶν ἀφράκτων ὁρῶν ἀνόπλους ὄντας τὰ τῶν ἀσπίδων ἔλυτρα ῥάβδοις διέτεινε καὶ τῇ φαντασίᾳ τὸν τῆς ἀσπίδος κύκλον μιμησάμενος ἀνέδωκεν αὐτοῖς πρὸς μὲν τὴν χρείαν οὐδαμῶς ἐπιτήδεια, πρὸς δὲ τὴν πόρρωθεν ὁρωμένην ὄψιν δυνάμενα δόξαν ὅπλων ἐμποιῆσαι τοῖς ἀγνοοῦσι τἀληθές.
ὁρῶν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τὸ πλῇθος τῆς βαρβαρικῆς ἵππου καὶ δυνάμεως ἀφῆκεν εἰς τὸ στρατόπεδον κατὰ πλείονας τόπους γλαῦκας, ἃς ἐκ χρόνου παρεσκεύαστο πρὸς τὰς ἀθυμίας τῶν πολλῶν·
αὗται δὲ διὰ τῆς φάλαγγος πετόμεναι καὶ προσκαθίζουσαι ταῖς ἀσπίσι καὶ τοῖς κράνεσιν εὐθαρσεῖς ἐποίουν τοὺς στρατιώτας, ἑκάστων οἰωνιζομένων διὰ τὸ δοκεῖν ἱερὸν εἶναι τὸ ζῷον τῆς Ἀθηνᾶς.
ταῦτα δέ, καίπερ ἄν τισι δόξαντα κενὴν ἔχειν ἐπίνοιαν, πολλάκις αἴτια γίνεται μεγάλων προτερημάτων. ὃ καὶ τότε συνέβη γενέσθαι· ἐμπεσόντος γὰρ εἰς τὰ πλήθη θάρσους καὶ διαδοθέντων λόγων ὡς τὸ θεῖον αὐτοῖς φανερῶς προσημαίνει νίκην, παραστατικώτερον τὸν κίνδυνον ὑπέμειναν.
προεμβαλόντων γὰρ εἰς αὐτοὺς τῶν ἁρμάτων ἃ μὲν κατηκόντισαν, ἃ δʼ εἴασαν διεκπεσεῖν, τὰ δὲ πλεῖστα συνηνάγκασαν στρέψαι πρὸς τὴν τῶν πεζῶν τάξιν.
παραπλησίως δὲ καὶ τὴν τῶν ἱππέων ἐπιφορὰν ὑποστάντες καὶ πολλοὺς αὐτῶν κατατιτρώσκοντες ἐποίησαν φυγεῖν εἰς τοὐπίσω. προαγωνιζομένων δʼ αὐτῶν ἐν τούτοις λαμπρῶς ἡ πεζὴ δύναμις τῶν βαρβάρων ἅπασα συνῆψεν εἰς χεῖρας.
γενναίας δὲ μάχης γιγνομένης Ἄννων μὲν ἔχων συναγωνιζόμενον τὸν ἱερὸν λόχον ἐπιλέκτων ἀνδρῶν καὶ σπεύδων ποιῆσαι διʼ αὑτοῦ τὴν νίκην ἐνέκειτο βαρὺς τοῖς Ἕλλησι καὶ συχνοὺς ἀνῄρει. φερομένων δʼ ἐπʼ αὐτὸν παντοδαπῶν βελῶν οὐκ εἶκεν, ἀλλὰ καίπερ πολλοῖς τραύμασι περιπίπτων ἐβιάζετο, μέχρις ὅτου καταπονηθεὶς ἐτελεύτησε.
τούτου δὲ πεσόντος οἱ μὲν ταύτῃ τεταγμένοι τῶν Καρχηδονίων ἀνετράπησαν ταῖς ψυχαῖς, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα μετεωρισθέντες πολὺ μᾶλλον ἐπερρώσθησαν.
ἃ δὴ πυθόμενός τινων Βορμίλκας, ὁ ἕτερος στρατηγός, καὶ νομίσας παρὰ θεῶν αὐτῷ δεδόσθαι τὸν καιρὸν τοῦ λαβεῖν ἀφορμὰς πρὸς τὴν ἐπίθεσιν τῆς τυραννίδος, διελογίζετο πρὸς αὑτόν, εἰ μὲν ἡ μετὰ Ἀγαθοκλέους διαφθαρείη δύναμις, μὴ δυνήσεσθαι τὴν ἐπίθεσιν ποιήσασθαι τῇ δυναστείᾳ, τῶν πολιτῶν ἰσχυόντων, εἰ δὲ ἐκεῖνος νικήσας τὰ φρονήματα παρέλοιτο τῶν Καρχηδονίων, εὐχειρώτους μὲν ἑαυτῷ τοὺς προηττημένους ἔσεσθαι, τὸν δʼ Ἀγαθοκλέα ῥᾳδίως καταπολεμήσειν,
ὅταν αὐτῷ δόξῃ. ταῦτα δὲ διανοηθεὶς ἀνεχώρησε μετὰ τῶν πρωτοστατῶν, δοὺς τοῖς μὲν πολεμίοις ἄσημον ἔκκλιμα, τοῖς δʼ ἰδίοις δηλώσας τὸν Ἄννωνος θάνατον καὶ παρακελευόμενος ἀναχωρεῖν ἐν τάξει πρὸς τὸν γεώλοφον·
τοῦτο γὰρ συμφέρειν. ἐπικειμένων δὲ τῶν πολεμίων καὶ τῆς ὅλης ὑποχωρήσεως φυγῇ παραπλησίας γινομένης οἱ μὲν συνεχεῖς Λίβυες ἀπὸ κράτους ἡττῆσθαι τοὺς πρωτοστάτας νομίσαντες πρὸς φυγὴν ὥρμησαν, οἱ δὲ τὸν ἱερὸν λόχον ἔχοντες μετὰ τὸν Ἄννωνος τοῦ στρατηγοῦ θάνατον τὸ μὲν πρῶτον ἀντεῖχον εὐρώστως καὶ τοὺς ἐξ αὐτῶν πίπτοντας ὑπερβαίνοντες ὑπέμενον πάντα κίνδυνον, ἐπεὶ δὲ κατενόησαν τὸ πλεῖον μέρος τῆς δυνάμεως πρὸς φυγὴν ὡρμημένον καὶ τοὺς πολεμίους περιισταμένους κατὰ νώτου, συνηναγκάσθησαν ἐκκλῖναι.
διὸ καὶ τροπῆς γενομένης κατὰ πᾶν τὸ τῶν Καρχηδονίων στρατόπεδον οἱ μὲν βάρβαροι τὴν φυγὴν ἐποιοῦντο πρὸς τὴν Καρχηδόνα, Ἀγαθοκλῆς δὲ μέχρι τινὸς ἐπιδιώξας ἐπανῆλθε καὶ τὴν στρατοπεδείαν τῶν Καρχηδονίων διήρπασεν.
ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων εἰς διακοσίους, τῶν δὲ Καρχηδονίων οὐ πλείους χιλίων, ὡς δʼ ἔνιοι γεγράφασιν, ὑπὲρ τοὺς ἑξακισχιλίους. ἐν δὲ τῇ τῶν Καρχηδονίων παρεμβολῇ σὺν ταῖς ἄλλαις ὠφελείαις εὑρέθησαν ἅμαξαι πλείους, ἐν αἷς ἐκομίζετο ζεύγη χειροπεδῶν πλείω τῶν δισμυρίων·
ἐξ ἑτοίμου γὰρ οἱ βάρβαροι κρατήσειν ὑπειληφότες τῶν Ἑλλήνων παρηγγέλκεισαν ἀλλήλοις ζωγρεῖν ὡς πλείστους καὶ δήσαντες εἰς συνεργασίαν ἐμβαλεῖν.
ἀλλʼ, οἶμαι, τὸ δαιμόνιον ὥσπερ ἐπίτηδες τοῖς ὑπερηφάνως διαλογιζομένοις τὸ τέλος τῶν κατελπισθέντων εἰς τοὐναντίον μετατίθησιν. Ἀγαθοκλῆς μὲν οὖν Καρχηδονίους παραλόγως νικήσας τειχήρεις συνεῖχεν, ἡ τύχη δὲ ἐναλλὰξ τὰ προτερήματα τοῖς ἐλαττώμασιν ἐπεισαγαγοῦσα τοὺς ὑπερέχοντας ἴσον ἐταπείνωσε τοῖς ἡττωμένοις·
ἐν Σικελίᾳ μὲν γὰρ Καρχηδόνιοι μεγάλῃ νενικηκότες παρατάξει Ἀγαθοκλέα τὰς Συρακούσσας ἐπολιόρκουν, ἐν Λιβύῃ δὲ Ἀγαθοκλῆς τηλικαύτῃ μάχῃ προτερήσας εἰς πολιορκίαν ἐνέκλεισε Καρχηδονίους, καὶ τὸ θαυμασιώτατον, ὁ δυνάστης κατὰ μὲν τὴν νῆσον ἀκεραίους ἔχων τὰς δυνάμεις ἐλείπετο τῶν βαρβάρων, ἐπὶ δὲ τῆς ἠπείρου τῷ μέρει τῆς προηττημένης στρατιᾶς περιεγένετο τῶν νενικηκότων.
διόπερ οἱ Καρχηδόνιοι, νομίσαντες ἐκ θεῶν αὐτοῖς γεγονέναι τὴν συμφοράν, ἐτράπησαν πρὸς παντοίαν ἱκεσίαν τοῦ δαιμονίου καὶ νομίσαντες μάλιστα μηνίειν αὐτοῖς τὸν Ἡρακλέα τὸν παρὰ τοῖς ἀποίκοις, χρημάτων πλῆθος καὶ τῶν πολυτελεστάτων ἀναθημάτων ἔπεμψαν εἰς τὴν Τύρον οὐκ ὀλίγα.
ἀποικισθέντες γὰρ ἐκ ταύτης εἰώθεισαν ἐν τοῖς ἔμπροσθεν χρόνοις δεκάτην ἀποστέλλειν τῷ θεῷ πάντων τῶν εἰς πρόσοδον πιπτόντων· ὕστερον δὲ μεγάλους κτησάμενοι πλούτους καὶ προσόδους ἀξιολογωτέρας λαμβάνοντες μικρὰ παντελῶς ἀπέστελλον, ὀλιγωροῦντες τοῦ δαιμονίου. διὰ δὲ τὴν συμφορὰν ταύτην εἰς μεταμέλειαν ἐλθόντες πάντων τῶν ἐν τῇ Τύρῳ θεῶν ἐμνημόνευον.
ἔπεμψαν δὲ καὶ τοὺς ἐκ τῶν ἱερῶν χρυσοῦς ναοὺς αὐτοῖς τοῖς ἀφιδρύμασι πρὸς τὴν ἱκεσίαν, ἡγούμενοι μᾶλλον ἐξιλάσεσθαι τὴν τοῦ θεοῦ μῆνιν τῶν ἀναθημάτων πεμφθέντων ἐπὶ τὴν παραίτησιν.
ᾐτιῶντο δὲ καὶ τὸν Κρόνον αὑτοῖς ἐναντιοῦσθαι, καθʼ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους ὕστερον ὠνούμενοι λάθρᾳ παῖδας καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν· καὶ ζητήσεως γενομένης εὑρέθησάν τινες τῶν καθιερουργημένων ὑποβολιμαῖοι γεγονότες.
τούτων δὲ λαβόντες ἔννοιαν καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶν τιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ· ἄλλοι δʼ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων.
ἦν δὲ παρʼ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐγκεκλιμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν ἐπιτεθέντα τῶν παίδων ἀποκυλίεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός. εἰκὸς δὲ καὶ τὸν Εὐριπίδην ἐντεῦθεν εἰληφέναι τὰ μυθολογούμενα παρʼ αὐτῷ περὶ τὴν ἐν Ταύροις θυσίαν, ἐν οἷς εἰσάγει τὴν Ἰφιγένειαν ὑπὸ Ὀρέστου διερωτωμένην τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω; πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν χθονός. καὶ ὁ παρὰ τοῖς Ἕλλησι δὲ μῦθος ἐκ παλαιᾶς φήμης
παραδεδομένος ὅτι Κρόνος ἠφάνιζε τοὺς ἰδίους παῖδας, παρὰ Καρχηδονίοις φαίνεται διὰ τούτου τοῦ νομίμου τετηρημένος.
οὐ μὴν ἀλλὰ τοιαύτης ἐν τῇ Λιβύῃ γεγενημένης μεταβολῆς οἱ μὲν Καρχηδόνιοι διεπέμποντο πρὸς Ἀμίλκαν εἰς τὴν Σικελίαν, ἀξιοῦντες κατὰ τάχος πέμψαι βοήθειαν, καὶ τὰ ληφθέντα χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν ἀπέστειλαν αὐτῷ. ὁ δὲ τοῖς καταπλεύσασι παρεκελεύσατο σιωπᾶν μὲν τὴν γεγενημένην ἧτταν, διαδιδόναι δὲ λόγον εἰς τοὺς στρατιώτας ὡς Ἀγαθοκλῆς ἄρδην ἀπώλεσε καὶ τὰς ναῦς καὶ τὴν δύναμιν ἅπασαν.
αὐτὸς δὲ πέμψας τινὰς τῶν παρόντων ἐκ Καρχηδόνος εἰς τὰς Συρακούσσας πρεσβευτὰς καὶ τὰ χαλκώματα συναποστείλας ἠξίου παραδιδόναι τὴν πόλιν· τὴν μὲν γὰρ δύναμιν τῶν Συρακοσίων ὑπὸ Καρχηδονίων κατακεκόφθαι, τὰς δὲ ναῦς ἐμπεπυρίσθαι· τοῖς δʼ ἀπιστοῦσιν ἀπόδειξιν παρέχεσθαι τὴν τῶν ἐμβόλων κομιδήν.
τῶν δʼ ἐν τῇ πόλει πυθομένων τὴν περὶ τὸν Ἀγαθοκλέα προσηγγελμένην συμφορὰν οἱ πολλοὶ μὲν ἐπίστευσαν, οἱ προεστηκότες δὲ διστάζοντες διετήρησαν μὲν χάριν τοῦ μὴ γενέσθαι ταραχήν, τοὺς πρεσβευτὰς δὲ ταχέως ἐξέπεμψαν, τοὺς δὲ τῶν φυγάδων συγγενεῖς καὶ φίλους καὶ τῶν ἄλλων τοὺς δυσχεραίνοντας τοῖς ὑπʼ αὐτῶν πραττομένοις ἐξέβαλον ἐκ τῆς πόλεως, ὄντας οὐκ ἐλάττους ὀκτακισχιλίων.
κἄπειτα τοσούτου πλήθους ἄφνω συναναγκαζομένου τὴν πατρίδα φεύγειν ἔγεμεν ἡ πόλις διαδρομῆς καὶ θορύβου καὶ γυναικείων κλαυθμῶν· οὐδεμία γὰρ ἦν οἰκία πένθους ἀκοινώνητος κατὰ τοῦτον τὸν καιρόν.
οἱ μὲν γὰρ περὶ τὴν τυραννίδα τοῦ Ἀγαθοκλέους καὶ τῶν τέκνων αὐτοῦ τὴν συμφορὰν ὠδύροντο, τῶν δʼ ἰδιωτῶν οἱ μὲν τοὺς ἀπολωλέναι δοκοῦντας κατὰ Λιβύην ἔκλαιον, οἱ δὲ τοὺς ἐκπίπτοντας ἀφʼ ἑστίας καὶ πατρῴων θεῶν, οἷς οὔτε μένειν ἐξῆν οὔτʼ ἐκτὸς τῶν τειχῶν προάγειν, πολιορκούντων τῶν βαρβάρων, πρὸς δὲ τοῖς εἰρημένοις κακοῖς τηλικούτοις οὖσιν ἠναγκάζοντο νηπίους παῖδας καὶ γυναῖκας συνεφέλκεσθαι τῇ φυγῇ.
ὁ δʼ Ἀμίλκας, καταφυγόντων πρὸς αὐτὸν τῶν φυγάδων, τούτοις μὲν τὴν ἀσφάλειαν παρέσχετο, τὴν δὲ δύναμιν παρασκευάσας προῆγεν ἐπὶ τὰς Συρακούσσας, ὡς αἱρήσων τὴν πόλιν διά τε τὴν ἐρημίαν καὶ διὰ τὴν προσηγγελμένην τοῖς ὑπολελειμμένοις συμφοράν.
προαποστείλαντος δʼ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετʼ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν. ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν· Ἐρύμνων δʼ ὁ Αἰτωλός, παρακαθεσταμένος ὑπʼ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές.
Ἀμίλκας δὲ μαθὼν τὰ δόξαντα τοῖς ἐν τῇ πόλει συνεπήγνυε μηχανὰς παντοίας, διεγνωκὼς προσβάλλειν.
Ἀγαθοκλῆς δὲ δύο τριακοντόρους μετὰ τὴν μάχην νεναυπηγημένος τὴν ἑτέραν ἀπέστειλεν εἰς Συρακούσσας, ἐρέτας ἐμβιβάσας τοὺς κρατίστους καὶ τῶν περὶ αὐτὸν πιστευομένων φίλων ἕνα Νέαρχον, ἀπαγγελοῦντα τοῖς ἰδίοις τὴν νίκην.
ἔπειτʼ εὐπλοίας γενομένης πεμπταῖοι ταῖς Συρακούσσαις νύκτωρ προσεπέλασαν καὶ στεφανωσάμενοι καὶ παιανίσαντες κατὰ τὸν πλοῦν ἅμʼ ἡμέρᾳ κατέπλεον ἐπὶ τὴν πόλιν.
αἱ δὲ φυλακίδες τῶν Καρχηδονίων αἰσθόμεναι κατὰ σπουδὴν ἐπεδίωκον καὶ οὐ πολὺ προειληφότων τῶν ὑποφευγόντων ἀγὼν τῆς εἰρεσίας ἐγίνετο. ἅμα δὲ τῇ τούτων φιλοτιμίᾳ συνέβη τούς τε ἐκ τῆς πόλεως καὶ τοὺς πολιορκοῦντας αἰσθομένους συνδραμεῖν ἐπὶ τὸν λιμένα καὶ τοῖς ἰδίοις ἑκατέρους συναγωνιῶντας ἀναβοᾶν θαρρεῖν.
ἤδη δὲ τῆς τριακοντόρου καταλαμβανομένης οἱ βάρβαροι μὲν ἐπηλάλαξαν, οἱ δʼ ἐκ τῆς πόλεως ἀδυνατοῦντες βοηθεῖν τοῖς θεοῖς ηὔχοντο περὶ τῆς σωτηρίας τῶν καταπλεόντων. τῆς πρῴρας δὲ τῶν διωκόντων εἰς ἐμβολὴν ἤδη φερομένης οὐκ ἄπωθεν τῆς γῆς ἔφθασε τὸ διωκόμενον σκάφος ἐντὸς βέλους γενόμενον καὶ τῶν Συρακοσίων προσβοηθησάντων ἐξέφυγε τὸν κίνδυνον.
Ἀμίλκας δʼ ὁρῶν τοὺς ἐκ τῆς πόλεως διὰ τὴν ἀγωνίαν καὶ τὸ παράδοξον τῆς προσδοκωμένης ἀγγελίας ἐπὶ τὸν λιμένα συνδεδραμηκότας, ὑπολαβὼν εἶναι μέρος τι τοῦ τείχους ἀφύλακτον, ἔπεμψε τῶν στρατιωτῶν τοὺς κρατίστους μετὰ κλιμάκων. οὗτοι δʼ εὑρόντες ἐκλελειμμένας τὰς φυλακὰς ἔλαθον προσαναβάντες· καὶ σχεδὸν αὐτῶν μεσοπύργιον ἤδη κατειληφότων ἡ κατὰ τὸ σύνηθες ἐφοδία παραγενομένη κατενόησε.
γενομένης δὲ μάχης οἱ μὲν ἐκ τῆς πόλεως συνέδραμον καὶ φθάσαντες τοὺς μέλλοντας τοῖς ἀναβεβηκόσι προσβοηθεῖν οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἀπὸ τῶν ἐπάλξεων κατεκρήμνισαν.
ἐφʼ οἷς Ἀμίλκας περιαλγὴς γενόμενος ἀπήγαγε τὴν δύναμιν ἀπὸ τῆς πόλεως καὶ τοῖς εἰς Καρχηδόνα βοήθειαν ἐξέπεμψε μετὰ στρατιωτῶν πεντακισχιλίων.
ἅμα δὲ τούτοις πραττομένοις ὁ μὲν Ἀγαθοκλῆς κρατῶν τῶν ὑπαίθρων τὰ περὶ τὴν Καρχηδόνα χωρία κατὰ κράτος ᾔρει καὶ τῶν πόλεων ἃς μὲν διὰ φόβον, ἃς δὲ διὰ τὸ πρὸς Καρχηδονίους μίσος προσηγάγετο. παρεμβολὴν δὲ πλησίον τοῦ Τύνητος ὀχυρωσάμενος καὶ τὴν ἱκανὴν ἀπολιπὼν φυλακὴν ἀνέζευξε πρὸς τὰς ἐπὶ θαλάττῃ κειμένας πόλεις. καὶ πρώτην μὲν ἑλὼν Νέαν πόλιν κατὰ κράτος φιλανθρώπως ἐχρήσατο τοῖς χειρωθεῖσιν· εἶτα παρελθὼν ἐπʼ Ἀδρύμητα πρὸς μὲν ταύτην πολιορκίαν συνεστήσατο, Αἰλύμαν δὲ τὸν βασιλέα τῶν Λιβύων εἰς συμμαχίαν προσελάβετο.
ἃ δὴ πυθόμενοι οἱ Καρχηδόνιοι πᾶσαν τὴν δύναμιν προήγαγον ἐπὶ τὸν Τύνητα καὶ τῆς μὲν Ἀγαθοκλέους στρατοπεδείας ἐκυρίευσαν, τῇ πόλει δὲ μηχανὰς προσαγαγόντες συνεχεῖς προσβολὰς ἐποιοῦντο.
ὁ δʼ Ἀγαθοκλῆς, ἀπαγγειλάντων τινῶν αὐτῷ τὰ περὶ τοὺς ἰδίους ἐλαττώματα, τὸ μὲν πολὺ τῆς δυνάμεως κατέλιπεν ἐπὶ τῆς πολιορκίας, τὴν δὲ θεραπείαν καὶ τῶν στρατιωτῶν ὀλίγους ἀναλαβὼν λάθρᾳ προσῆλθεν ἐπί τινα τόπον ὀρεινόν, ὅθεν ὁρᾶσθαι δυνατὸν ἦν αὐτὸν ὑπό τε τῶν Ἀδρυμητινῶν καὶ τῶν Καρχηδονίων τῶν τὸν Τύνητα πολιορκούντων.
νυκτὸς δὲ συντάξας τοῖς στρατιώταις ἐπὶ πολὺν τόπον πυρὰ κάειν, δόξαν ἐν εποίησε τοῖς μὲν Καρχηδονίοις ὡς μετὰ μεγάλης δυνάμεως ἐπʼ αὐτοὺς πορευόμενος, τοῖς δὲ πολιορκουμένοις ὡς ἄλλης δυνάμεως ἁδρᾶς τοῖς πολεμίοις εἰς συμμαχίαν παραγεγενημένης.
ἀμφότεροι δὲ τῷ ψεύδει τοῦ στρατηγήματος παραλογισθέντες παραλόγως ἠλαττώθησαν, οἱ μὲν τὸν Τύνητα πολιορκοῦντες φυγόντες εἰς Καρχηδόνα καὶ τὰς μηχανὰς ἀπολιπόντες, οἱ δʼ Ἀδρυμητινοὶ διὰ τὸν φόβον παραδόντες τὴν πατρίδα.
Ἀγαθοκλῆς δὲ ταύτην διʼ ὁμολογίας παραλαβὼν Θάψον εἷλε κατὰ κράτος καὶ τῶν ἄλλων τῶν ταύτῃ πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δὲ προσηγάγετο· τὰς ἁπάσας δὲ πόλεις πλείους τῶν διακοσίων κεχειρωμένος εἰς τοὺς ἄνω τόπους τῆς Λιβύης διενοεῖτο στρατεύειν.
ἀναζεύξαντος οὖν αὐτοῦ καὶ πλείους ἡμέρας ὁδοιποροῦντος Καρχηδόνιοι τὴν ἐκ Σικελίας διακομισθεῖσαν δύναμιν καὶ τὴν ἄλλην στρατιὰν προαγαγόντες πάλιν τὸν Τύνητα πολιορκεῖν ἐπεχείρησαν καὶ τῶν χωρίων οὐκ ὀλίγα τῶν ὑπὸ τοὺς πολεμίους ὄντων ἀνεκτήσαντο. Ἀγαθοκλῆς δέ, βιβλιαφόρων αὐτῷ παραγεγενημένων ἀπὸ τοῦ Τύνητος καὶ τὰ πεπραγμένα τοῖς Φοίνιξι διασαφούντων, εὐθὺς ἀνέστρεψεν.
ὡς δʼ ἀπέσχε τῶν πολεμίων σταδίους διακοσίους, κατεστρατοπέδευσε καὶ τοῖς στρατιώταις πυρὰ κάειν ἀπηγόρευσεν. χρησάμενος δὲ νυκτοπορίᾳ προσέπεσεν ἅμʼ ἡμέρᾳ τοῖς τε προνομεύουσι τὴν χώραν καὶ τοῖς ἐκτὸς τῆς παρεμβολῆς ἄνευ τάξεως πλανωμένοις καὶ φονεύσας μὲν ὑπὲρ δισχιλίους, ζωγρήσας δʼ οὐκ ὀλίγους πολλὰ πρὸς τὸ μέλλον ἐπλεονέκτησεν.
οἱ γὰρ Καρχηδόνιοι τῆς ἐκ Σικελίας προσγενομένης βοηθείας καὶ τῶν κατὰ Λιβύην συμμάχων συναγωνιζομένων ἐδόκουν ὑπερέχειν τῶν περὶ τὸν Ἀγαθοκλέα· τούτου δὲ ἐπὶ τοῦ προτερήματος γενομένου πάλιν συνεστάλη τὰ φρονήματα τῶν βαρβάρων. καὶ γὰρ Αἰλύμαν τὸν βασιλέα τῶν Λιβύων ἀποστάτην γενόμενον ἐνίκησεν μάχῃ καὶ τόν τε δυνάστην καὶ πολλοὺς τῶν βαρβάρων ἀνεῖλεν. καὶ τὰ μὲν περὶ Σικελίαν καὶ Λιβύην ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Μακεδονίαν Κάσανδρος μὲν βοηθήσας Αὐδολέοντι τῷ Παιόνων βασιλεῖ διαπολεμοῦντι πρὸς Αὐταριάτας, τοῦτον μὲν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ Αὐταριάτας σὺν τοῖς ἀκολουθοῦσι παισὶ καὶ γυναιξὶν ὄντας εἰς δισμυρίους κατῴκισεν παρὰ τὸ καλούμενον Ὀρβηλὸν ὄρος.
τούτου δὲ περὶ ταῦτʼ ὄντος κατὰ μὲν τὴν Πελοπόννησον Πτολεμαῖος ὁ στρατηγὸς Ἀντιγόνου δυνάμεις πεπιστευμένος καὶ τῷ δυνάστῃ προσκόψας ὡς οὐ κατὰ τὴν ἀξίαν τιμώμενος Ἀντιγόνου μὲν ἀπέστη, πρὸς δὲ Κάσανδρον συμμαχίαν ἐποιήσατο. καταλελοιπὼς δὲ τῆς ἐφʼ Ἑλλησπόντῳ σατραπείας ἐπιστάτην Φοίνικα, ἕνα τῶν πιστοτάτων φίλων, ἀπέστειλεν αὐτῷ στρατιώτας, ἀξιῶν διαφυλάττειν τὰ φρούρια καὶ τὰς πόλεις καὶ μὴ προσέχειν Ἀντιγόνῳ.
τῶν δὲ κοινῶν συνθηκῶν τοῖς ἡγεμόσι περιεχουσῶν ἐλευθέρας ἀφεῖσθαι τὰς Ἑλληνίδας πόλεις, οἱ περὶ Πτολεμαῖον τὸν Αἰγύπτου δυνάστην, ἐγκαλέσαντες Ἀντιγόνῳ διότι φρουραῖς τινας διείληφε τῶν πόλεων,
πολεμεῖν παρεσκευάζοντο. καὶ τὴν μὲν δύναμιν ἐξαποστείλας Πτολεμαῖος καὶ στρατηγὸν Λεωνίδην τὰς ἐν τῇ τραχείᾳ Κιλικίᾳ πόλεις οὔσας ὑπʼ Ἀντίγονον ἐχειρώσατο, διεπέμπετο δὲ καὶ εἰς τὰς ὑπὸ Κάσανδρον καὶ Λυσίμαχον πόλεις, ἀξιῶν συμφρονεῖν ἑαυτῷ καὶ κωλύειν Ἀντίγονον ἰσχυρὸν γίνεσθαι.
ὁ δʼ Ἀντίγονος τῶν υἱῶν Φίλιππον μὲν τὸν νεώτερον ἐξέπεμψεν ἐφʼ Ἑλλήσποντον, διαπολεμήσοντα Φοίνικι καὶ τοῖς ἀφεστηκόσι, Δημήτριον δʼ ἐπὶ Κιλικίαν, ὃς ἐνεργὸν ποιησάμενος τὴν στρατείαν ἐνίκησε τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ τὰς πόλεις ἀνεκτήσατο.
ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων περὶ Πελοπόννησον διατρίβων καὶ Κασάνδρῳ μὲν ἐγκαλῶν, τῆς δὲ Μακεδόνων ἡγεμονίας πάλαι ὀρεγόμενος ἐκ Περγάμου μετεπέμψατο τὸν ἐκ Βαρσίνης Ἡρακλέα, ὃς ἦν Ἀλεξάνδρου μὲν υἱός, τρεφόμενος δὲ ἐν Περγάμῳ, τὴν δʼ ἡλικίαν περὶ ἑπτακαίδεκα ἔτη γεγονώς.
ὁ δʼ οὖν Πολυπέρχων διαπέμπων πολλαχοῦ πρὸς τοὺς ἰδιοξένους καὶ τοὺς ἀλλοτρίως διακειμένους πρὸς Κάσανδρον ἠξίου κατάγειν τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν.
ἔγραψε δὲ καὶ πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν, ἀξιῶν δίοδόν τε δοῦναι καὶ συστρατεύειν, ἐπαγγελλόμενος πολλαπλασίους χάριτας ἀποδώσειν, ἐὰν συγκατάγωσι τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν. τῶν δὲ πραγμάτων αὐτῷ κατὰ νοῦν γενομένων, προθύμως θʼ ὑπακουόντων τῶν Αἰτωλῶν καὶ πολλῶν ἄλλων συντρεχόντων ἐπὶ τὴν κάθοδον τοῦ βασιλέως οἱ σύμπαντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους χιλίων.
καὶ Πολυπέρχων μὲν περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς γινόμενος χρήματά τε συνῆγε καὶ πρὸς τοὺς οἰκείως ἔχοντας τῶν Μακεδόνων διαπεμπόμενος ἠξίου συνεργεῖν.
Πτολεμαῖος δὲ τῶν ἐν Κύπρῳ πόλεων κυριεύων, ἐπειδή τινων ἐπύθετο Νικοκλέα τὸν βασιλέα τῶν Παφίων ἐν ἀπορρήτοις ἰδίᾳ πρὸς Ἀντίγονον συντεθεῖσθαι φιλίαν, ἔπεμψε τῶν φίλων Ἀργαῖον καὶ Καλλικράτην, προστάξας αὐτοῖς ἀνελεῖν τὸν Νικοκλέα· πάνυ γὰρ εὐλαβεῖτο μὴ καὶ τῶν ἄλλων τινὲς ὁρμήσωσι πρὸς μεταβολήν, ὁρῶντες ἀθῴους γεγονότας τοὺς πρότερον ἀφεστηκότας. οὗτοι μὲν οὖν πλεύσαντες εἰς τὴν νῆσον καὶ παρὰ Μενελάου τοῦ στρατηγοῦ στρατιώτας λαβόντες περιέστησαν τὴν οἰκίαν τοῦ Νικοκλέους καὶ τὰ δόξαντα τῷ βασιλεῖ δηλώσαντες προσέταξαν ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν.
ὁ δὲ τὸ μὲν πρῶτον πρὸς τὴν ἀπολογίαν ἐτρέπετο τῶν ἐγκαλουμένων· ὡς δʼ οὐδεὶς προσεῖχεν, ἑαυτὸν ἀπέκτεινεν. Ἀξιοθέα δὲ ἡ γυνὴ τοῦ Νικοκλέους ἀκούσασα τὴν ἀνδρὸς τελευτὴν τὰς μὲν θυγατέρας τὰς ἑαυτῆς παρθένους οὔσας ἀπέσφαξεν, ὅπως μηδεὶς αὐτῶν πολέμιος κυριεύσῃ, τὰς δὲ τῶν ἀδελφῶν τῶν Νικοκλέους γυναῖκας προετρέψατο μεθʼ αὑτῆς ἑλέσθαι τὸν θάνατον, οὐδὲν συντεταχότος Πτολεμαίου περὶ τῶν γυναικῶν, ἀλλὰ συγκεχωρηκότος αὐταῖς τὴν ἀσφάλειαν.
τῶν δὲ βασιλείων πεπληρωμένων φόνων καὶ συμπτωμάτων ἀπροσδοκήτων οἱ τοῦ Νικοκλέους ἀδελφοὶ συγκλείσαντες τὰς θύρας τὴν μὲν οἰκίαν ἐνέπρησαν, ἑαυτοὺς δʼ ἀπέσφαξαν. ἡ μὲν οὖν τῶν ἐν Πάφῳ βασιλέων οἰκία τραγικοῖς συγκυρήσασα πάθεσι τὸν εἰρημένον τρόπον κατελύθη. ἡμεῖς δὲ τὴν ἀπαγγελίαν τῶν κατὰ τὴν Κύπρον γεγονότων διελθόντες ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.
περὶ γὰρ τοὺς αὐτοὺς καιροὺς ἐν τῷ Πόντῳ μετὰ τὴν Παρυσάδου τελευτήν, ὃς ἦν βασιλεὺς τοῦ Κιμμερικοῦ Βοσπόρου, διετέλουν οἱ παῖδες αὐτοῦ διαπολεμοῦντες πρὸς ἀλλήλους ὑπὲρ τῆς ἡγεμονίας, Εὔμηλός τε καὶ Σάτυρος καὶ Πρύτανις.
τούτων δὲ ὁ μὲν Σάτυρος ὢν πρεσβύτερος παρὰ τοῦ πατρὸς παρειλήφει τὴν ἀρχήν, βεβασιλευκότος ἔτη τριάκοντα ὀκτώ· ὁ δʼ Εὔμηλος φιλίαν συντεθειμένος πρός τινας τῶν πλησιοχώρων βαρβάρων καὶ δύναμιν ἁδρὰν ἠθροικὼς ἠμφισβήτει τῆς βασιλείας.
ἃ δὴ πυθόμενος ὁ Σάτυρος ἀνέζευξεν ἐπʼ αὐτὸν μετὰ δυνάμεως ἁδρᾶς καὶ διαβὰς τὸν Θάτην ποταμόν, ἐπειδὴ πλησίον ἐγένετο τῶν πολεμίων, τὴν μὲν παρεμβολὴν ταῖς ἁμάξαις περιλαβὼν αἷς ἦν κεκομικὼς τὰς ἀγορὰς οὔσας παμπληθεῖς, τὴν δὲ δύναμιν ἐκτάξας αὐτὸς κατὰ μέσην ὑπῆρχε τὴν φάλαγγα, καθάπερ ἐστὶ Σκύθαις νόμιμον.
συνεστρατεύοντο δʼ αὐτῷ μισθοφόροι μὲν Ἕλληνες οὐ πλείους δισχιλίων καὶ Θρᾷκες ἴσοι τούτοις, οἱ δὲ λοιποὶ πάντες ὑπῆρχον σύμμαχοι Σκύθαι, πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ οὐκ ἐλάττους μυρίων. τῷ δʼ Εὐμήλῳ συνεμάχει Ἀριφάρνης ὁ τῶν Σιρακῶν βασιλεύς, ἱππεῖς μὲν ἔχων δισμυρίους, πεζοὺς δὲ δισχιλίους πρὸς τοῖς δισμυρίοις.
γενομένης δὲ μάχης ἰσχυρᾶς Σάτυρος μὲν ἔχων περὶ ἑαυτὸν ἐπιλέκτους ἄνδρας ἱππομαχίαν συνεστήσατο πρὸς τοὺς περὶ Ἀριφάρνην ἀνθεστηκότας κατὰ μέσην τὴν τάξιν καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τέλος ἐκβιασάμενος ἐτρέψατο τὸν βασιλέα τῶν βαρβάρων.
καὶ τὸ μὲν πρῶτον ἐπέκειτο φονεύων τοὺς ἀεὶ καταλαμβανομένους· μετʼ ὀλίγον δὲ πυθόμενος τὸν ἀδελφὸν Εὔμηλον προτερεῖν περὶ τὸ δεξιὸν κέρας καὶ τοὺς παρʼ αὐτῷ μισθοφόρους τετράφθαι τοῦ μὲν διώκειν ἀπέστη, παραβοηθήσας δὲ τοῖς ἡττημένοις καὶ τὸ δεύτερον αἴτιος γενόμενος τῆς νίκης ἅπαν ἐτρέψατο τῶν πολεμίων τὸ στρατόπεδον, ὥστε πᾶσι γενέσθαι φανερὸν ὅτι καὶ κατὰ γένος καὶ κατʼ ἀρετὴν προσῆκον ἦν αὐτῷ διαδέχεσθαι τὴν πατρῴαν βασιλείαν.
οἱ δὲ περὶ τὸν Ἀριφάρνην καὶ τὸν Εὔμηλον λειφθέντες ἐν τῇ μάχῃ συνέφυγον εἰς τὰ βασίλεια. ταῦτα δʼ ἔκειτο μὲν παρὰ τὸν Θάτην ποταμόν, ὃς περιρρέων αὐτὰ καὶ βάθος ἔχων ἱκανὸν ἐποίει δυσπρόσιτα, περιείχετο δὲ κρημνοῖς μεγάλοις, ἔτι δʼ ὕλης πλήθει, τὰς πάσας εἰς2βολὰς δύο ἔχοντα χειροποιήτους, ὧν ἡ μὲν ἦν ἐν αὐτοῖς τοῖς βασιλείοις, ὠχυρωμένη πύργοις ὑψηλοῖς καὶ προτειχίσμασιν, ἡ δʼ ἐκ θατέρου μέρους ἐν ἕλεσιν ὑπῆρχε, φρουρουμένη ξυλίνοις ἐρύμασι, διεστύλωτο δὲ δοκοῖς, ὑπεράνω δὲ τῶν ὑδάτων εἶχε τὰς οἰκήσεις. τοιαύτης δʼ οὔσης τῆς περὶ τὸν τόπον ὀχυρότητος τὸ μὲν πρῶτον ὁ Σάτυρος τήν τε χώραν τῶν πολεμίων ἐδῄωσε καὶ τὰς κώμας ἐνεπύρισεν, ἐξ ὧν αἰχμάλωτα σώματα καὶ λείας πλῆθος ἤθροισε.
Book 20, Part 3
μετὰ δὲ ταῦτα ἐγχειρήσας διὰ τῶν παρόδων βιάζεσθαι, κατὰ μὲν τὸ προτείχισμα καὶ τοὺς πύργους πολλοὺς ἀποβαλὼν τῶν στρατιωτῶν ἀπεχώρησε, κατὰ δὲ τὰ ἕλη βιασάμενος ἐκράτησε τῶν ξυλίνων φρουρίων.
ταῦτα δὲ διαρπάσας καὶ διαβὰς τὸν ποταμὸν ἤρξατο κόπτειν τὴν ὕλην, διʼ ἧς ἀναγκαῖον ἦν ἐλθεῖν ἐπὶ τὰ βασίλεια. τούτων δὲ ἐνεργῶς συντελουμένων Ἀριφάρνης ὁ βασιλεὺς ἀγωνιάσας μὴ κατὰ κράτος ἁλῶναι συμβῇ τὴν ἀκρόπολιν, διηγωνίζετο τολμηρότερον, ὡς ἐν μόνῳ τῷ νικᾶν κειμένης τῆς σωτηρίας.
διείλετο δὲ καὶ τοὺς τοξότας ἐπʼ ἀμφότερα τὰ μέρη τῆς παρόδου, διʼ ὧν ῥᾳδίως κατετίτρωσκε τοὺς τὴν ὕλην κόπτοντας, μὴ δυναμένους μήτε προορᾶσθαι τὰ βέλη μήτʼ ἀμύνεσθαι τοὺς βάλλοντας διὰ τὴν πυκνότητα τῶν δένδρων.
οἱ δὲ περὶ τὸν Σάτυρον ἐπὶ τρεῖς μὲν ἡμέρας ἔτεμνον τὴν ὕλην, ὁδοποιούμενοι καὶ διακαρτεροῦντες ἐπιπόνως· τῇ δὲ τετάρτῃ συνήγγισαν μὲν τῷ τείχει, νικώμενοι δὲ τῷ πλήθει τῶν βελῶν καὶ τῇ τῶν τόπων στενοχωρίᾳ μεγάλοις ἐλαττώμασι περιέπιπτον.
Μενίσκος μὲν γὰρ ὁ τῶν μισθοφόρων ἡγεμών, ἀνὴρ καὶ συνέσει καὶ τόλμῃ διαφέρων, προσπεσὼν διὰ τῆς διόδου πρὸς τὸ τεῖχος καὶ μετὰ τῶν περὶ ἑαυτὸν λαμπρῶς ἀγωνισάμενος ἐξεβιάσθη, πολλαπλασίων ἐπʼ αὐτὸν ἐπεξελθόντων.
ὃν ἰδὼν ὁ Σάτυρος κινδυνεύοντα ταχέως παρεβοήθει καὶ τὴν ἐπιφορὰν τῶν πολεμίων ὑποστὰς ἐτρώθη λόγχῃ διὰ τοῦ βραχίονος καὶ κακῶς ἀπαλλάττων ὑπὸ τοῦ τραύματος ἐπανῆλθεν εἰς τὴν παρεμβολὴν καὶ νυκτὸς ἐπιγενομένης ἐξέλιπε τὸν βίον, ἐννέα μόνον μῆνας βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Παρυσάδου.
Μενίσκος δʼ ὁ τῶν μισθοφόρων ἡγεμὼν λύσας τὴν πολιορκίαν ἀπήγαγε τὴν δύναμιν εἰς Γάργαζαν πόλιν κἀκεῖθεν τὸ τοῦ βασιλέως σῶμα διὰ τοῦ ποταμοῦ διεκόμισεν εἰς Παντικάπαιον πρὸς τὸν ἀδελφὸν Πρύτανιν.
ὃς ταφὴν συντελέσας μεγαλοπρεπῆ καὶ καταθέμενος εἰς τὰς βασιλικὰς θήκας τὸ σῶμα ταχέως ἧκεν εἰς Γάργαζαν καὶ τὴν δύναμιν ἅμα καὶ τὴν δυναστείαν παρέλαβεν. Εὐμήλου δὲ διαπρεσβευομένου περὶ μέρους τῆς βασιλείας τούτῳ μὲν οὐ προσεῖχεν, ἐν δὲ Γαργάζῃ φρουρὰν ἀπολιπὼν ἐπανῆλθεν εἰς Παντικάπαιον, ἀσφαλισόμενος τὰ κατὰ τὴν βασιλείαν. καθʼ ὃν δὴ χρόνον Εὔμηλος, συναγωνισαμένων αὐτῷ τῶν βαρβάρων, τήν τε Γάργαζαν κατελάβετο καὶ τῶν ἄλλων πολισμάτων καὶ χωρίων οὐκ ὀλίγα.
ἐπιστρατεύσαντος δὲ τοῦ Πρυτάνιδος μάχῃ τε ἐνίκησε τὸν ἀδελφὸν καὶ συγκλείσας εἰς τὸν ἰσθμὸν τὸν πλησίον τῆς Μαιώτιδος λίμνης συνηνάγκασεν ὁμολογίας θέσθαι, καθʼ ἃς τούς τε στρατιώτας παρέδωκε καὶ τῆς βασιλείας ἐκχωρεῖν ὡμολόγησεν. ὡς δὲ παρεγένετο εἰς Παντικάπαιον, ἐν ᾧ τὸ βασίλειον ἦν ἀεὶ τῶν ἐν Βοσπόρῳ βασιλευσάντων, ἐπεχείρησε μὲν πάλιν ἀνακτᾶσθαι τὴν βασιλείαν, κατισχυθεὶς δὲ καὶ φυγὼν εἰς τοὺς καλουμένους Κήπους ἀνῃρέθη.
Εὔμηλος δὲ μετὰ τὸν τῶν ἀδελφῶν θάνατον βουλόμενος ἀσφαλῶς θέσθαι τὰ κατὰ τὴν ἀρχὴν ἀνεῖλε τούς τε φίλους τῶν περὶ τὸν Σάτυρον καὶ Πρύτανιν, ἔτι δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα. μόνος δὲ διέφυγεν αὐτὸν ὁ παῖς ὁ Σατύρου Παρυσάδης, νέος ὢν παντελῶς τὴν ἡλικίαν· ἐξιππεύσας γὰρ ἐκ τῆς πόλεως κατέφυγε πρὸς Ἄγαρον τὸν βασιλέα τῶν Σκυδῶν.
ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν. συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι. προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη.
ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.
Βυζαντίους μὲν γὰρ καὶ Σινωπεῖς καὶ τῶν ἄλλων Ἑλλήνων τῶν τὸν Πόντον οἰκούντων τοὺς πλείστους διετέλεσεν εὐεργετῶν· Καλλαντιανῶν δὲ πολιορκουμένων ὑπὸ Λυσιμάχου καὶ πιεζουμένων τῇ σπάνει τῶν ἀναγκαίων χιλίους ὑπεδέξατο τοὺς διὰ τὴν σιτοδείαν ἐκχωρήσαντας. οἷς οὐ μόνον τῆς καταφυγῆς παρέσχετο τὴν ἀσφάλειαν, ἀλλὰ καὶ πόλιν ἔδωκε κατοικεῖν, ἐπὶ δὲ τούτοις τὴν ὀνομαζομένην Ψόαν καὶ τὴν χώραν κατεκληρούχησεν.
ὑπὲρ δὲ τῶν πλεόντων τὸν Πόντον πόλεμον ἐξενέγκας πρὸς τοὺς λῃστεύειν εἰωθότας βαρβάρους Ἡνιόχους καὶ Ταύρους, ἔτι δʼ Ἀχαιοὺς καθαρὰν λῃστῶν ἀπέδειξε τὴν θάλασσαν, ὥστε μὴ μόνον κατὰ τὴν βασιλείαν, ἀλλὰ καὶ κατὰ πᾶσαν σχεδὸν τὴν οἰκουμένην, διαγγελλόντων τῶν ἐμπόρων τὴν μεγαλοψυχίαν, ἀπολαμβάνειν τῆς εὐεργεσίας καρπὸν κάλλιστον τὸν ἔπαινον.
προσεκτήσατο δὲ καὶ τῆς συνοριζούσης βαρβάρου πολλὴν καὶ τὴν βασιλείαν ἐπιφανεστέραν ἐπὶ πολὺ κατεσκεύασε. καθόλου δʼ ἐπεχείρησε πάντα τὰ περὶ τὸν Πόντον ἔθνη καταστρέφεσθαι καὶ τάχα ἂν ἐκράτησε τῆς ἐπιβολῆς, εἰ μὴ σύντομον ἔσχε τὴν τοῦ βίου τελευτήν. πέντε γὰρ ἔτη καὶ τοὺς ἴσους μῆνας βασιλεύσας κατέστρεψε τὸν βίον, παραδόξῳ συμπτώματι χρησάμενος.
ἐκ γὰρ τῆς Σινδικῆς ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ σπεύδων πρός τινα θυσίαν ἤλαυνε μὲν ἐπί τινος τεθρίππου πρὸς τὰ βασίλεια, τοῦ δʼ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος συνέβη τοὺς ἵππους διαταραχθέντας ἐξενεγκεῖν αὐτόν. τοῦ γὰρ ἡνιόχου μὴ δυναμένου κρατῆσαι τῶν ἡνιῶν, φοβηθεὶς μὴ κατενεχθῇ πρὸς τὰς φάραγγας, ἐπεχείρησεν ἀφάλλεσθαι· ἐμπλακέντος δὲ τοῦ ξίφους εἰς τὸν τροχόν συνεφειλκύσθη τῇ φορᾷ καὶ παραχρῆμα ἐτελεύτησεν.
περὶ δὲ τῆς τῶν ἀδελφῶν τελευτῆς Εὐμήλου τε καὶ Σατύρου παραδέδονται χρησμοί, μικρὸν μὲν ἠλιθιώτεροι, πιστευόμενοι δὲ παρὰ τοῖς ἐγχωρίοις. τῷ μὲν γὰρ Σατύρῳ λέγουσι χρῆσαι τὸν θεὸν φυλάξασθαι τὸν μῦν μήποτʼ αὐτὸν ἀνέλῃ. διόπερ οὔτε δοῦλον οὔτʼ ἐλεύθερον τῶν τεταγμένων ὑφʼ ἑαυτὸν εἴα τοῦτʼ ἔχειν τοὔνομα· ἔπειτα δὲ τοὺς ἐν ταῖς οἰκίαις καὶ ταῖς ἀρούραις ἐφοβεῖτο μῦς καὶ τοῖς παισὶν ἀεὶ συνέταττε τούτους ἀποκτείνειν καὶ τὰς κοίτας ἐμπλάττειν. πάντα δʼ ἐνδεχομένως αὐτοῦ ποιοῦντος οἷς ᾤετο κατισχύσειν τὸ πεπρωμένον, κατέστρεψε τὸν βίον πληγεὶς τοῦ βραχίονος εἰς τὸν μῦν.
τῷ δʼ Εὐμήλῳ χρησμὸς ἦν τὴν φερομένην οἰκίαν φυλάξασθαι. ὅθεν πάλιν οὗτος εἰς οἰκίαν οὐκ εἰσῄει προχείρως μὴ προδιερευνησάντων τῶν παίδων τὴν ὀροφὴν καὶ τὰ θεμέλια. τελευτήσαντος δὲ αὐτοῦ διὰ τὴν ὀχουμένην ἐπὶ τοῦ τεθρίππου σκηνὴν ἕκαστος ὑπελάμβανε τετελέσθαι τὸν χρησμόν. καὶ περὶ μὲν τῶν ἐν τῷ Βοσπόρῳ πραχθέντων ἅλις ἡμῖν ἐχέτω.
κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι μετὰ δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἰταλίαν ἐνίκησαν μάχῃ Σαμνίτας περὶ τὸ καλούμενον Τάλιον. τῶν δʼ ἡττηθέντων καταλαμβανομένων τὸν Ἱερὸν λόφον ὀνομαζόμενον τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης οἱ Ῥωμαῖοι πρὸς τὴν ἰδίαν στρατοπεδείαν ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ πάλιν μάχης γενομένης πολλοὶ μὲν ἀνῃρέθησαν τῶν Σαμνιτῶν, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὑπὲρ τοὺς δισχιλίους καὶ διακοσίους.
τοιούτων δὲ προτερημάτων γενομένων τοῖς Ῥωμαίοις ἀδεῶς ἤδη τῶν ὑπαίθρων συνέβαινε κυριεύειν τοὺς ὑπάτους καὶ τὰς ἀπειθούσας τῶν πόλεων χειροῦσθαι. Καταράκταν μὲν οὖν καὶ Κεραυνιλίαν ἐκπολιορκήσαντες φρουροὺς ἐπέθηκαν, τῶν δʼ ἄλλων τινὰς πείσαντες προσηγάγοντο.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος. ἐπὶ δὲ τούτων Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπʼ Ἀντιγόνου κατὰ κράτος εἷλεν.
εἶτα τῇ Καύνῳ προσπλεύσας τὴν μὲν πόλιν παρέλαβε, τὰς δὲ ἀκροπόλεις φρουρουμένας τῇ βίᾳ κατισχύσας τὸ μὲν Ἡράκλειον ἐξεῖλε, τὸ δὲ Περσικὸν παραδόντων τῶν στρατιωτῶν ὑποχείριον ἐποιήσατο.
μετὰ δὲ ταῦτα εἰς τὴν Κῶν πλεύσας μετεπέμψατο Πτολεμαῖον, ὃς ὢν ἀδελφιδοῦς Ἀντιγόνου καὶ δύναμιν πεπιστευμένος τοῦτον μὲν κατέλιπε, πρὸς δὲ Πτολεμαῖον κοινοπραγίαν ἐτίθετο. πλεύσαντος δʼ ἐκ τῆς Χαλκίδος αὐτοῦ καὶ κομισθέντος εἰς Κῶν τὸ μὲν πρῶτον ὁ Πτολεμαῖος φιλανθρώπως αὐτὸν προσεδέξατο· εἶτα ὁρῶν πεφρονηματισμένον καὶ τοὺς ἡγεμόνας ὁμιλίαις καὶ δωρεαῖς ἐξιδιοποιούμενον, φοβηθεὶς μή τινα ἐπιβουλὴν μηχανήσηται, φθάσας αὐτὸν συνέλαβε καὶ πιεῖν κώνιον συνηνάγκασε. τοὺς δὲ συνηκολουθηκότας στρατιώτας ἐπαγγελίαις δημαγωγήσας κατέμιξε τοῖς μεθʼ ἑαυτοῦ στρατευομένοις.
ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων μὲν ἠθροικὼς ἁδρὰν δύναμιν κατήγαγεν ἐπὶ τὴν πατρῴαν βασιλείαν Ἡρακλέα τὸν Ἀλεξάνδρου καὶ Βαρσίνης, Κάσανδρος δὲ καταστρατοπεδεύσαντος αὐτοῦ περὶ τὴν καλουμένην Στυμφαίαν ἧκεν μετὰ τῆς δυνάμεως. οὐ μακρὰν δὲ τῶν παρεμβολῶν ἀπεχουσῶν ἀλλήλων καὶ τῶν Μακεδόνων οὐκ ἀηδῶς ὁρώντων τὴν κάθοδον τοῦ βασιλέως, δείσας ὁ Κάσανδρος μήποτε φύσει πρὸς μεταβολὴν ὄντες ὀξεῖς οἱ Μακεδόνες αὐτομολήσωσι πρὸς τὸν Ἡρακλέα, διεπρεσβεύσατο πρὸς Πολυπέρχοντα.
καὶ περὶ μὲν τοῦ βασιλέως ἐπειρᾶτο διδάσκειν αὐτὸν ὅτι γινομένης τῆς καθόδου ποιήσει τὸ προσταττόμενον ὑφʼ ἑτέρων, συναγωνισάμενος δὲ αὐτῷ καὶ τὸν νεανίσκον ἀνελὼν παραχρῆμα μὲν ἀπολήψεται τὰς προγεγενημένας κατὰ Μακεδονίαν δωρεάς, εἶτα καὶ δύναμιν ἀναλαβὼν στρατηγὸς ἀποδειχθήσεται περὶ Πελοπόννησον καὶ πάντων τῶν ἐν τῇ δυναστείᾳ τῇ Κασάνδρου κοινωνὸς ἔσται, τιμώμενος διαφόρως. πέρας δὲ πολλαῖς καὶ μεγάλαις ἐπαγγελίαις πείσας τὸν Πολυπέρχοντα καὶ συνθήκας ἐν ἀπορρήτοις συνθέμενος προετρέψατο δολοψονῆσαι τὸν βασιλέα.
ὁ δὲ Πολυπέρχων ἀνελὼν τὸν νεανίσκον καὶ φανερῶς κοινοπραγῶν τοῖς περὶ τὸν Κάσανδρον τάς τʼ ἐν τῇ Μακεδονίᾳ δωρεὰς ἐκομίσατο καὶ κατὰ τὰς ὁμολογίας παρέλαβε στρατιώτας πεζοὺς μὲν Μακεδόνας τετρακισχιλίους,
ἱππεῖς δὲ Θετταλοὺς πεντακοσίους. προσλαβόμενος δὲ καὶ τῶν ἄλλων τοὺς βουλομένους ἐπεχείρησε μὲν διὰ τῆς Βοιωτίας προάγειν εἰς Πελοπόννησον, ὑπὸ δὲ Βοιωτῶν καὶ Πελοποννησίων κωλυθεὶς ἀνέστρεψε καὶ προελθὼν εἰς Λοκροὺς ἐνταῦθα τὴν παραχειμασίαν ἐποιεῖτο.
ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφʼ ἑαυτοῦ Λυσιμαχίαν καλέσας. Κλεομένης δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα.
περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος.
τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δʼ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως· εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως ἐν Συρακούσσαις δειπνήσει.
οἱ δʼ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον.
ταχὺ δὲ τούτων τὸ παραγγελθὲν πραξάντων οἱ Καρχηδόνιοι νυκτὸς οὔσης προσῆγον, νομίζοντες λήσεσθαι τοὺς πολεμίους. ἡγεῖτο μὲν οὖν Ἀμίλκας πάντων, ἔχων τοὺς ἀεὶ περὶ ἑαυτὸν τεταγμένους, ἐπηκολούθει δὲ Δεινοκράτης, τῶν ἱππέων εἰληφὼς τὴν ἡγεμονίαν.
τὸ δὲ τῶν πεζῶν στρατόπεδον εἰς δύο φάλαγγας διῄρητο, τήν τε τῶν βαρβάρων καὶ τὴν τῶν συμμαχούντων Ἑλλήνων. παρηκολούθει δὲ καὶ πλῆθος ὄχλου παντοδαπὸν ἐκτὸς τῆς τάξεως ὠφελείας ἕνεκα, χρείαν μὲν στρατιωτικὴν οὐδεμίαν παρεχόμενον, θορύβου δὲ καὶ ταραχῆς ἀλόγου γινόμενον αἴτιον, ἐξ ὧν πολλάκις ὁλοσχερέστεροι συμβαίνουσι κίνδυνοι.
καὶ τότε δὲ τῶν ὁδῶν στενῶν οὐσῶν καὶ τραχειῶν οἱ μὲν τὰ σκευοφόρα κομίζοντες καὶ τῶν ἐκτὸς τῆς τάξεως συνακολουθούντων τινὲς ἐβάδιζον πρὸς ἀλλήλους φιλοτιμούμενοι περὶ τῆς ὁδοιπορίας· στενοχωρουμένου δὲ τοῦ πλήθους καὶ διὰ τοῦτό τισιν ἐγγενομένης ἁψιμαχίας καὶ πολλῶν ἑκατέροις παραβοηθούντων κραυγὴ καὶ πολὺς θόρυβος κατεῖχε τὸ στρατόπεδον.
καθʼ ὃν δὴ χρόνον οἱ κατειληφότες τὸν Εὐρύηλον Συρακόσιοι μετὰ θορύβου προσιόντας τοὺς πολεμίους αἰσθόμενοι καὶ τόπους ἔχοντες ὑπερδεξίους ὥρμησαν ἐπὶ τοὺς πολεμίους.
καὶ τινὲς μὲν ἐπὶ τοῖς ὑψηλοῖς ἑστῶτες ἔβαλλον τοὺς ἐπιόντας, τινὲς δὲ τοὺς εὐκαίρους τῶν τόπων καταλαβόντες ἀπέκλειον τῆς ὁδοῦ τοὺς βαρβάρους, ἄλλοι δὲ κατὰ τῶν κρημνῶν τοὺς φεύγοντας ῥίπτειν ἑαυτοὺς ἠνάγκαζον· διὰ γὰρ τὸ σκότος καὶ τὴν ἄγνοιαν ὑπελήφθησαν μεγάλῃ δυνάμει παραγεγονέναι πρὸς τὴν ἐπίθεσιν.
οἱ δὲ Καρχηδόνιοι τὰ μὲν διὰ τὴν τῶν ἰδίων ταραχήν, τὰ δὲ διὰ τὴν τῶν πολεμίων ἐπιφάνειαν ἐλαττούμενοι, μάλιστα δὲ διὰ τὴν ἀπειρίαν τῶν τόπων καὶ στενοχωρίαν ἀπορούμενοι πρὸς φυγὴν ἐτράπησαν. οὐκ ἐχόντων δὲ τῶν τόπων εὐρυχωρῆ διέξοδον οἱ μὲν ὑπὸ τῶν ἰδίων ἱππέων συνεπατοῦντο πολλῶν ὄντων, οἱ δὲ πρὸς ἀλλήλους ὡς πολέμιοι διεμάχοντο, τῆς ἀγνοίας ἐπισχούσης διὰ τὴν νύκτα.
Ἀμίλκας δὲ τὸ μὲν πρῶτον ὑπέστη τοὺς πολεμίους εὐρώστως καὶ τοὺς περὶ αὑτὸν τεταγμένους ἠξίου συγκινδυνεύειν· μετὰ δὲ ταῦτα διὰ τὴν ταραχὴν καὶ τὸν φόβον ἐγκαταλιπόντων αὐτὸν τῶν στρατιωτῶν μονωθεὶς ὑπὸ τῶν Συρακοσίων συνηρπάγη.
εἰκότως δʼ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρʼ ἀνθρώποις. Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν· οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν· καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστʼ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου.
μετὰ δὲ τὴν τροπὴν οἱ μὲν Καρχηδόνιοι ἄλλοι κατʼ ἄλλους τόπους διασπαρέντες μόγις εἰς τὴν ὑστεραίαν ἠθροίσθησαν, οἱ δὲ Συρακόσιοι μετὰ πολλῶν λαφύρων ἐπανελθόντες εἰς τὴν πόλιν τὸν Ἀμίλκαν παρέδοσαν τοῖς βουλομένοις λαμβάνειν παρʼ αὐτοῦ τιμωρίαν· ἀνεμιμνήσκοντο δὲ καὶ τῆς τοῦ μάντεως φωνῆς, ὃς ἔφησεν αὐτὸν εἰς τὴν ὑστεραίαν εἰς Συρακούσσας δειπνήσειν, τοῦ δαιμονίου παραγαγόντος τἀληθές.
τὸν δʼ οὖν Ἀμίλκαν οἱ τῶν ἀπολωλότων συγγενεῖς δεδεμένον ἀγαγόντες διὰ τῆς πόλεως καὶ δειναῖς αἰκίαις κατʼ αὐτοῦ χρησάμενοι μετὰ τῆς ἐσχάτης ὕβρεως ἀνεῖλον. εἶθʼ οἱ μὲν τῆς πόλεως προεστηκότες ἀποκόψαντες αὐτοῦ τὴν κεφαλὴν ἀπέστειλαν τοὺς κομιοῦντας εἰς τὴν Διβύην πρὸς Ἀγαθοκλέα καὶ περὶ τῶν
γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας· ἡ δὲ τῶν Καρχηδονίων στρατιὰ μετὰ τὴν γενομένην συμφορὰν μαθοῦσα τὴν αἰτίαν τῶν ἀτυχημάτων μόγις ἀπηλλάγη τῶν φόβων. ἀναρχίας δʼ οὔσης διέστησαν οἱ βάρβαροι πρὸς τοὺς Ἕλληνας.
οἱ μὲν οὖν φυγάδες μετὰ τῶν λοιπῶν Ἑλλήνων Δεινοκράτην στρατηγὸν ἀπέδειξαν, οἱ δὲ Καρχηδόνιοι τοῖς δευτερεύουσι μετὰ τὸν στρατηγὸν τιμῇ τὴν ἡγεμονίαν ἐνεχείρισαν. καθʼ ὃν δὴ χρόνον Ἀκραγαντῖνοι θεωροῦντες τὴν ἐν Σικελίᾳ κατάστασιν εὐφυεστάτην οὖσαν πρὸς ἐπίθεσιν ἠμφισβήτησαν τῆς κατὰ τὴν νῆσον ἡγεμονίας·
ὑπελάμβανον γὰρ Καρχηδονίους μὲν μόγις ἀνθέξειν τῷ πρὸς Ἀγαθοκλέα πολέμῳ, Δεινοκράτην δʼ εὐκαταγώνιστον εἶναι συνηθροικότα φυγαδικὴν στρατιάν, τοὺς δʼ ἐν ταῖς Συρακούσσαις θλιβομένους τῇ σιτοδείᾳ μηδʼ ἐγχειρήσειν ἀμφισβητεῖν τῶν πρωτείων, τὸ δὲ μέγιστον, τὴν στρατείαν ἑαυτῶν ποιουμένων ἐπʼ ἐλευθερώσει τῶν πόλεων ἀσμένως ἅπαντας ὑπακούσεσθαι διά τε τὸ πρὸς τοὺς βαρβάρους μίσος καὶ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας.
οὗτοι μὲν οὖν ἑλόμενοι στρατηγὸν Ξενόδικον καὶ τὴν ἁρμόζουσαν δόντες δύναμιν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον· ὁ δὲ παραχρῆμα ἐπὶ τὴν Γέλαν ὁρμήσας καὶ διά τινων ἰδιοξένων νυκτὸς εἰσαχθεὶς ἐκυρίευσε τῆς πόλεως ἅμα καὶ δυνάμεως ἁδρᾶς καὶ χρημάτων.
ἐλευθερωθέντες οὖν οἱ Γελῷοι προθυμότατα πανδημεὶ συστρατεύοντες ἠλευθέρουν τὰς πόλεις. διαβοηθείσης δὲ τῆς τῶν Ἀκραγαντίνων ἐπιβολῆς κατὰ πᾶσαν τὴν νῆσον ἐνέπεσεν ὁρμὴ ταῖς πόλεσι πρὸς τὴν ἐλευθερίαν. καὶ πρῶτοι μὲν Ἐνναῖοι πέμψαντες τὴν πόλιν τοῖς Ἀκραγαντίνοις παρέδωκαν· οἱ δὲ ταύτην ἐλευθερώσαντες παρῆλθον ἐπὶ τὸν Ἐρβησσόν, φρουρᾶς ἐν αὐτῷ παραφυλαττούσης τὴν πόλιν. γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν πολιτικῶν συνεργησάντων συνέβη τὴν φρουρὰν ἁλῶναι καὶ πολλοὺς μὲν πεσεῖν τῶν βαρβάρων, εἰς πεντακοσίους δὲ θεμένους τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς.
περὶ ταῦτα δʼ ὄντων τῶν Ἀκραγαντίνων τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν ὑπʼ Ἀγαθοκλέους καταλαβόμενοί τινες τὴν Ἐχέτλαν ἐπόρθουν τήν τε Λεοντίνην καὶ Καμαριναίαν.
κακῶς οὖν πασχουσῶν τῶν πόλεων διὰ τὸ τὴν χώραν δῃοῦσθαι καὶ τοὺς καρποὺς ἅπαντας διαφθείρεσθαι ἐμβαλὼν εἰς τοὺς τόπους ὁ Ξενόδικος Λεοντίνους μὲν καὶ Καμαριναίους ἀπήλλαξε τοῦ πολέμου, τὴν δʼ Ἐχέτλαν χωρίον ὀχυρὸν ἐκπολιορκήσας τοῖς μὲν πολίταις τὴν δημοκρατίαν ἀποκατέστησε, τοὺς δὲ Συρακοσίους κατεπλήξατο· καθόλου δʼ ἐπιπορευόμενος τά τε φρούρια καὶ τὰς πόλεις ἠλευθέρου τῆς τῶν Καρχηδονίων ἐπιστασίας.
ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν ἐμπόρων κατάπλουν.
μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπʼ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας.
γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δʼ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
περὶ δὲ τὴν Λιβύην Ἀγαθοκλῆς, ἐπειδὴ κατέπλευσαν οἱ τὴν Ἀμίλκα κεφαλὴν κομίζοντες, ἀναλαβὼν ταύτην καὶ παριππεύσας πλησίον τῆς παρεμβολῆς τῶν πολεμίων εἰς φωνῆς ἀκοὴν ἔδειξε τοῖς πολεμίοις καὶ τὴν τῶν στρατοπέδων ἧτταν διεσάφησεν.
οἱ δὲ Καρχηδόνιοι περιαλγεῖς γενόμενοι καὶ βαρβαρικῶς προσκυνήσαντες συμφορὰν ἑαυτῶν ἐποιοῦντο τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς τὸν ὅλον πόλεμον ἄθυμοι καθειστήκεισαν. οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα τοῖς περὶ Λιβύην προτερήμασιν ἐπαρθέντες τηλικούτων εὐτυχημάτων προσγενομένων μετέωροι ταῖς ἐλπίσιν ἐγενήθησαν, ὡς ἀπηλλαγμένοι τῶν δεινῶν.
οὐ μὴν ἡ τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως, ἀλλʼ ἐκ τῶν ἰδίων στρατιωτῶν τῷ δυνάστῃ τοὺς μεγίστους ἐπήνεγκε κινδύνους. Λυκίσκος γάρ τις τῶν ἐφʼ ἡγεμονίᾳ τεταγμένων, παραληφθεὶς ὑπʼ Ἀγαθοκλέους ἐπὶ τὸ δεῖπνον, οἰνωθεὶς ἐβλασφήμει τὸν δυνάστην.
ὁ μὲν οὖν Ἀγαθοκλῆς διὰ τὰς ἐν τῷ πολέμῳ χρείας ἀποδεχόμενος τὸν ἄνδρα τῇ παιδιᾷ τὰ πρὸς πικρίαν λεγόμενα διέσυρεν· ὁ δʼ υἱὸς Ἀρχάγαθος χαλεπῶς φέρων ἐπετίμα τε καὶ διηπειλεῖτο.
διαλυθέντος δὲ τοῦ πότου καὶ πρὸς τὴν σκηνὴν ἀπιόντων ἐλοιδόρησεν ὁ Λυκίσκος τὸν Ἀρχάγαθον εἰς τὴν τῆς μητρυιᾶς μοιχείαν· ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν·
τοῦτο γὰρ ἦν ὄνομα τῇ γυναικί. ὁ δʼ Ἀρχάγαθος εἰς ὀργὴν ὑπερβάλλουσαν προαχθεὶς καὶ παρά τινος τῶν ὑπασπιστῶν ἁρπάσας σιβύνην διήλασε διὰ τῶν πλευρῶν. τοῦτον μὲν οὖν παραχρῆμα τελευτήσαντα πρὸς τὴν ἰδίαν ἀπήνεγκαν σκηνὴν οἷς ἦν ἐπιμελές· ἅμα δʼ ἡμέρᾳ συνελθόντες οἱ τοῦ φονευθέντος φίλοι καὶ πολλοὶ τῶν ἄλλων στρατιωτῶν συνδραμόντες ἠγανάκτουν ἐπὶ τοῖς πραχθεῖσι καὶ θορύβου τὴν παρεμβολὴν ἐπλήρωσαν.
πολλοὶ δὲ καὶ τῶν ἐφʼ ἡγεμονίαις τεταγμένων, ἐν ἐγκλήμασιν ὄντες καὶ φοβούμενοι περὶ σφῶν αὐτῶν, συνεπιθέμενοι τῷ καιρῷ στάσιν οὐ τὴν τυχοῦσαν ἐξέκαυσαν. παντὸς δὲ τοῦ στρατεύματος μισοπονηροῦντος ἕκαστοι τὰς πανοπλίας ἀνελάμβανον ἐπὶ τὴν τοῦ φονεύσαντος τιμωρίαν· καὶ πέρας τὸ πλῆθος ᾤετο δεῖν Ἀρχάγαθον ἀναιρεῖσθαι, μὴ ἐκδιδόντος δὲ τὸν υἱὸν Ἀγαθοκλέους αὐτὸν ἀντʼ ἐκείνου τὴν τιμωρίαν ὑπέχειν.
ἀπῄτουν δὲ καὶ τοὺς μισθοὺς τοὺς ὀφειλομένους καὶ στρατηγοὺς ᾑροῦντο τοὺς ἀφηγησομένους τοῦ στρατοπέδου καὶ τὸ τελευταῖον τὰ τείχη κατελαμβάνοντό τινες τοῦ Τύνητος καὶ πανταχόθεν φυλακαῖς περιέλαβον τοὺς δυνάστας.
οἱ δὲ Καρχηδόνιοι γνόντες τὴν παρὰ τοῖς πολεμίοις στάσιν ἔπεμψάν τινας ἀξιοῦντες μεταβάλλεσθαι καὶ τούς τε μισθοὺς μείζους καὶ δωρεὰς ἀξιολόγους δώσειν ἐπηγγέλλοντο. πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων ἀπάξειν πρὸς αὐτοὺς τὴν στρατιὰν ἐπηγγείλαντο·
ὁ δʼ Ἀγαθοκλῆς ὁρῶν τὴν σωτηρίαν ἐπὶ ῥοπῆς κειμένην καὶ φοβούμενος μὴ τοῖς πολεμίοις παραδοθεὶς μεθʼ ὕβρεως καταστρέψῃ τὸν βίον, ὑπέλαβε κρεῖττον εἶναι, κἂν δέῃ τι πάσχειν, ὑπὸ τῶν στρατιωτῶν ἀποθανεῖν.
διόπερ ἀποθέμενος τὴν πορφύραν καὶ μεταλαβὼν ἰδιωτικὴν καὶ ταπεινὴν ἐσθῆτα παρῆλθεν εἰς τὸ μέσον. σιωπῆς οὖν γενομένης διὰ τὸ παράδοξον καὶ πολλῶν γενομένων τῶν συνδραμόντων διεξῆλθε λόγους οἰκείους τῆς περιστάσεως καὶ τῶν προκατεργασθεισῶν αὐτῷ πράξεων ἀναμνήσας ἔφησεν ἕτοιμος εἶναι τελευτᾶν, εἰ τοῦτο δόξει συμφέρειν τοῖς συστρατευομένοις·
οὐδέποτε γὰρ αὐτὸν δειλίᾳ συνεσχημένον ὑπομεῖναί τι παθεῖν ἄτοπον ἕνεκα τοῦ φιλοψυχεῖν. καὶ τούτου μάρτυρας ἐκείνους ὑπάρχειν ἀποφαινόμενος ἐγύμνωσε τὸ ξίφος, ὡς σφάξων ἑαυτόν. μέλλοντος δʼ ἐπιφέρειν πληγὴν ἀνεβόησε τὸ στρατόπεδον διακωλῦον καὶ πανταχόθεν ἐγίνοντο φωναὶ τῶν ἐγκλημάτων ἀπολύουσαι.
προστάττοντος δὲ τοῦ πλήθους ἀναλαβεῖν τὴν βασιλικὴν ἐσθῆτα δακρύων καὶ τοῖς ὄχλοις εὐχαριστῶν ἐνεδύετο τὸν προσήκοντα κόσμον, τοῦ πλήθους τὴν ἀποκατάστασιν κρότῳ παραμυθησαμένου. τῶν δὲ Καρχηδονίων καραδοκούντων ὡς αὐτίκα μάλα τῶν Ἑλλήνων πρὸς αὐτοὺς μεταθησομένων, Ἀγαθοκλῆς οὐ παρεὶς τὸν καιρὸν ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν.
οἱ μὲν οὖν βάρβαροι νομίζοντες τοὺς ἐναντίους ἀποχωρεῖν πρὸς αὑτούς, οὐδεμίαν τῶν πρὸς ἀλήθειαν πεπραγμένων ἔννοιαν ἐλάμβανον· ὁ δʼ Ἀγαθοκλῆς ὡς ἐπλησίασε τοῖς πολεμίοις, ἄφνω τὸ πολεμικὸν προσέταξε σημαίνειν καὶ προσπεσὼν πολὺν ἐποίει φόνον. οἱ δὲ Καρχηδόνιοι παραδόξῳ συμπτώματι περιπεσόντες καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλόντες συνέφυγον εἰς τὴν παρεμβολήν.
Ἀγαθοκλῆς μὲν οὖν διὰ τὸν υἱὸν εἰς τοὺς ἐσχάτους ἐλθὼν κινδύνους διὰ τῆς ἰδίας ἀρετῆς οὐ μόνον λύσιν εὗρε τῶν κακῶν, ἀλλὰ καὶ τοὺς πολεμίους ἠλάττωσεν· οἱ δὲ τῆς στάσεως μάλιστʼ αἴτιοι γενόμενοι καὶ τῶν ἄλλων ὅσοι πρὸς τὸν δυνάστην ἀλλοτρίως διέκειντο, ὑπὲρ τοὺς διακοσίους ὄντες, ἐτόλμησαν πρὸς τοὺς Καρχηδονίους αὐτομολῆσαι. ἡμεῖς δὲ τὰ περὶ Λιβύην καὶ Σικελίαν διεληλυθότες μνησθησόμεθα καὶ τῶν ἐν Ἰταλίᾳ πραχθέντων.
τῶν γὰρ Τυρρηνῶν στρατευσάντων ἐπὶ πόλιν Σούτριον ἄποικον Ῥωμαίων οἱ μὲν ὕπατοι δυνάμεσιν ἁδραῖς ἐκβοηθήσαντες ἐνίκησαν μάχῃ τοὺς Τυρρηνοὺς καὶ συνεδίωξαν εἰς τὴν παρεμβολήν,
οἱ δὲ Σαυνῖται κατὰ τοῦτον τὸν χρόνον μακρὰν ἀπηρτημένης τῆς Ῥωμαίων δυνάμεως ἀδεῶς ἐπόρθουν τῶν Ἰαπύγων τοὺς τὰ Ῥωμαίων φρονοῦντας. διόπερ ἠναγκάσθησαν οἱ ὕπατοι διαιρεῖν τὰς δυνάμεις καὶ Φάβιος μὲν ἐν τῇ Τυρρηνίᾳ κατέμεινεν, Μάρκιος δὲ ἐπὶ τοὺς Σαυνίτας ἀναζεύξας Ἀλλίφας μὲν πόλιν εἷλεν κατὰ κράτος, τοὺς δὲ πολιορκουμένους τῶν συμμάχων ἐκ τῶν κινδύνων ἐρρύσατο.
ὁ δὲ Φάβιος Τυρρηνῶν πολλοῖς πλήθεσιν ἐπὶ τὸ Σούτριον συνδραμόντων ἔλαθε τοὺς πολεμίους διὰ τῆς τῶν ὁμόρων χώρας ἐμβαλὼν εἰς τὴν ἀνωτέρω Τυρρηνίαν, ἀπόρθητον γενομένην πολλῶν χρόνων·
ἐπιπεσὼν δὲ ἀνελπίστως τῆς τε χώρας πολλὴν ἐδῄωσε καὶ τοὺς ἐπελθόντας τῶν ἐγχωρίων νικήσας πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ζῶντας ὑποχειρίους ἔλαβεν. μετὰ δὲ ταῦτα περὶ τὴν καλουμένην Περυσίαν δευτέρᾳ μάχῃ τῶν Τυρρηνῶν κρατήσας, πολλοὺς ἀνελὼν κατεπλήξατο τὸ ἔθνος, πρῶτος Ῥωμαίων μετὰ δυνάμεως ἐμβεβληκὼς εἰς τοὺς τόπους τούτους.
καὶ πρὸς μὲν Ἀρρητινοὺς καὶ Κροτωνιάτας, ἔτι δὲ Περυσίνους ἀνοχὰς ἐποιήσατο· πόλιν δὲ τὴν ὀνομαζομένην Καστόλαν ἐκπολιορκήσας συνηνάγκασε τοὺς Τυρρηνοὺς λῦσαι τὴν τοῦ Σουτρίου πολιορκίαν.
ἐν δὲ τῇ Ῥώμῃ κατὰ τοῦτον τὸν ἐνιαυτὸν τιμητὰς εἵλοντο καὶ τούτων ὁ ἕτερος Ἄππιος Κλαύδιος ὑπήκοον ἔχων τὸν συνάρχοντα Λεύκιον Πλαύτιον πολλὰ τῶν πατρῴων νομίμων ἐκίνησε· τῷ δήμῳ γὰρ τὸ κεχαρισμένον ποιῶν οὐδένα λόγον ἐποιεῖτο τῆς συγκλήτου. καὶ πρῶτον μὲν τὸ καλούμενον Ἄππιον ὕδωρ ἀπὸ σταδίων ὀγδοήκοντα κατήγαγεν εἰς τὴν Ῥώμην καὶ πολλὰ τῶν δημοσίων χρημάτων εἰς ταύτην τὴν κατασκευὴν ἀνήλωσεν ἄνευ δόγματος τῆς συγκλήτου·
μετὰ δὲ ταῦτα τῆς ἀφʼ ἑαυτοῦ κληθείσης Ἀππίας ὁδοῦ τὸ πλεῖον μέρος λίθοις στερεοῖς κατέστρωσεν ἀπὸ Ῥώμης μέχρι Καπύης, ὄντος τοῦ διαστήματος σταδίων πλειόνων ἢ χιλίων, καὶ τῶν τόπων τοὺς μὲν ὑπερέχοντας διασκάψας, τοὺς δὲ φαραγγώδεις ἢ κοίλους ἀναλήμμασιν ἀξιολόγοις ἐξισώσας κατηνάλωσεν ἁπάσας τὰς δημοσίας προσόδους, αὑτοῦ δὲ μνημεῖον ἀθάνατον κατέλιπεν,
εἰς κοινὴν εὐχρηστίαν φιλοτιμηθείς. κατέμιξε δὲ καὶ τὴν σύγκλητον, οὐ τοὺς εὐγενεῖς καὶ προέχοντας τοῖς ἀξιώμασι προσγράφων μόνον, ὡς ἦν ἔθος, ἀλλὰ πολλοὺς καὶ τῶν ἀπελευθέρων υἱοὺς ἀνέμιξεν· ἐφʼ οἷς βαρέως ἔφερον οἱ καυχώμενοι ταῖς εὐγενείαις.
ἔδωκε δὲ τοῖς πολίταις καὶ τὴν ἐξουσίαν ἐν ὁποίᾳ τις βούλεται φυλῇ τάττεσθαι καὶ ὅποι προαιροῖτο τιμήσασθαι. τὸ δʼ ὅλον, ὁρῶν τεθησαυρισμένον κατʼ αὐτοῦ παρὰ τοῖς ἐπιφανεστάτοις τὸν φθόνον, ἐξέκλινε τὸ προσκόπτειν τισὶ τῶν ἄλλων πολιτῶν, ἀντίταγμα κατασκευάζων τῇ τῶν εὐγενῶν ἀλλοτριότητι τὴν παρὰ τῶν πολλῶν εὔνοιαν.
καὶ κατὰ μὲν τὴν τῶν ἱππέων δοκιμασίαν οὐδενὸς ἀφείλετο τὸν ἵππον, κατὰ δὲ τὴν τῶν συνέδρων καταγραφὴν οὐδένα τῶν ἀδοξούντων συγκλητικῶν ἐξέβαλεν, ὅπερ ἦν ἔθος ποιεῖν τοῖς τιμηταῖς. εἶθʼ οἱ μὲν ὕπατοι διὰ τὸν φθόνον καὶ διὰ τὸ βούλεσθαι τοῖς ἐπιφανεστάτοις χαρίζεσθαι συνῆγον τὴν σύγκλητον οὐ τὴν ὑπὸ τούτου καταλεγεῖσαν, ἀλλὰ τὴν ὑπὸ τῶν προγεγενημένων τιμητῶν καταγραφεῖσαν·
ὁ δὲ δῆμος τούτοις μὲν ἀντιπράττων, τῷ δὲ Ἀππίῳ συμφιλοτιμούμενος καὶ τὴν τῶν συγγενῶν προαγωγὴν βεβαιῶσαι βουλόμενος ἀγορανόμον εἵλετο τῆς ἐπιφανεστέρας ἀγορανομίας υἱὸν ἀπελευθέρου Γναῖον Φλάυιον, ὃς πρῶτος Ῥωμαίων ἔτυχε ταύτης τῆς ἀρχῆς πατρὸς ὢν δεδουλευκότος. ὁ δʼ Ἄππιος τῆς ἀρχῆς ἀπολυθεὶς καὶ τὸν ἀπὸ τῆς συγκλήτου φθόνον εὐλαβηθεὶς προσεποιήθη τυφλὸς εἶναι καὶ κατʼ οἰκίαν ἔμενεν.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρίνου Ῥωμαῖοι μὲν τὴν ὕπατον ἀρχὴν παρέδοσαν Ποπλίῳ Δεκίῳ καὶ Κοΐντῳ Φαβίῳ, παρὰ δὲ τοῖς Ἠλείοις ὀλυμπιὰς ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάσιον Ἀπολλωνίδης Τεγεάτης. κατὰ δὲ τούτους τοὺς χρόνους Πτολεμαῖος μὲν ἐκ τῆς Μύνδου πλεύσας ἁδρῷ στόλῳ διὰ νήσων ἐν παράπλῳ τὴν Ἄνδρον ἠλευθέρωσε καὶ τὴν φρουρὰν ἐξήγαγε. κομισθεὶς δʼ ἐπὶ τὸν Ἰσθμὸν Σικυῶνα καὶ Κόρινθον παρέλαβεν παρὰ Κρατησιπόλεως. τὰς δὲ αἰτίας διʼ ἃς ἐκυρίευσε πόλεων ἐπιφανῶν προδεδηλωκότες ἐν ταῖς πρὸ ταύτης βίβλοις τὸ διλογεῖν ὑπὲρ τῶν αὐτῶν παρήσομεν.
ἐπεβάλετο μὲν οὖν καὶ τὰς ἄλλας Ἑλληνίδας πόλεις Πτολεμαῖος ἐλευθεροῦν, μεγάλην προσθήκην ἡγούμενος ἔσεσθαι τοῖς ἰδίοις πράγμασι τὴν τῶν Ἑλλήνων εὔνοιαν· ἐπεὶ δὲ οἱ Πελοποννήσιοι συνταξάμενοι χορηγήσειν σῖτον καὶ χρήματα τῶν ὡμολογημένων οὐδὲν συνετέλουν, ἀγανακτήσας ὁ δυνάστης πρὸς μὲν Κάσανδρον εἰρήνην ἐποιήσατο, καθʼ ἣν ἑκατέρους ἔδει κυριεύειν τῶν πόλεων ὧν εἶχον, τὴν δὲ Σικυῶνα καὶ Κόρινθον ἀσφαλισάμενος φρουρᾷ διῆρεν εἰς τὴν Αἴγυπτον.
ἅμα δὲ τούτοις πραττομένοις Κλεοπάτρα τῷ μὲν Ἀντιγόνῳ προσκόπτουσα, τῇ δʼ αἱρέσει πρὸς τὸν Πτολεμαῖον ἀποκλίνουσα προῆγεν ἐκ Σάρδεων, ὡς διακομισθησομένη πρὸς ἐκεῖνον. ἦν δὲ ἀδελφὴ μὲν Ἀλεξάνδρου τοῦ Πέρσας καταπολεμήσαντος, θυγάτηρ δὲ Φιλίππου τοῦ Ἀμύντου, γυνὴ δὲ γεγενημένη τοῦ εἰς Ἰταλίαν στρατεύσαντος Ἀλεξάνδρου.
διὰ τὴν ἐπιφάνειαν οὖν τοῦ γένους οἱ περὶ Κάσανδρον καὶ Λυσίμαχον, ἔτι δὲ Ἀντίγονον καὶ Πτολεμαῖον καὶ καθόλου πάντες οἱ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἀξιολογώτατοι τῶν ἡγεμόνων ταύτην ἐμνήστευον· ἕκαστος γὰρ τούτῳ τῷ γάμῳ συνακολουθήσειν Μακεδόνας ἐλπίζων ἀντείχετο τῆς βασιλικῆς οἰκίας, ὡς τὴν τῶν ὅλων ἀρχὴν περιστήσων εἰς ἑαυτόν.
ὁ δὲ ἐπιμελητὴς τῶν Σάρδεων ἔχων παράγγελμα παρʼ Ἀντιγόνου τηρεῖν τὴν Κλεοπάτραν, διεκώλυεν αὐτῆς τὴν ἔξοδον· ὕστερον δὲ προστάξαντος τοῦ δυνάστου διά τινων γυναικῶν ἐδολοφόνησεν.
ὁ δʼ Ἀντίγονος οὐ βουλόμενος λέγεσθαι κατʼ αὐτοῦ περὶ τῆς ἀναιρέσεως, τῶν γυναικῶν τινας ἐκόλασεν ὡς ἐπιβεβουλευκυίας καὶ τὰ περὶ τὴν ἐκφορὰν βασιλικῶς ἐφιλοκάλησεν. Κλεοπάτρα μὲν οὖν περιμάχητος γενομένη παρὰ τοῖς ἐπιφανεστάτοις ἡγεμόσι πρὸ τοῦ συντελεσθῆναι τὸν γάμον τοιαύτης ἔτυχε καταστροφῆς.
Book 20, Part 4
ἡμεῖς δὲ διεληλυθότες τὰ κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὰ ἄλλα μέρη τῆς οἰκουμένης.
κατὰ γὰρ τὴν Λιβύην Καρχηδονίων ἐκπεμψάντων δύναμιν τὴν προσαξομένην τοὺς ἀφεστηκότας Νομάδας Ἀγαθοκλῆς ἐπὶ μὲν τοῦ Τύνητος ἀπέλιπεν Ἀρχάγαθον τὸν υἱὸν μετὰ μέρους τῆς στρατιᾶς, αὐτὸς δʼ ἀναλαβὼν τοὺς κρατίστους, πεζοὺς μὲν ὀκτακισχιλίους, ἱππεῖς δὲ ὀκτακοσίους, ζεύγη δὲ Λιβύων πεντήκοντα, κατὰ σπουδὴν ἐπηκολούθει τοῖς πολεμίοις.
οἱ δὲ Καρχηδόνιοι παραγενηθέντες εἰς τοὺς Νομάδας τοὺς καλουμένους Ζούφωνας, πολλοὺς τῶν ἐγχωρίων προσηγάγοντο καὶ τῶν ἀφεστηκότων ἐνίους εἰς τὴν προϋπάρχουσαν ἀποκατέστησαν συμμαχίαν· ἐπεὶ δʼ ἤκουσαν πλησίον εἶναι τοὺς πολεμίους, κατεστρατοπέδευσαν ἐπί τινος γεωλόφου περιεχομένου ῥείθροις βαθέσι καὶ δυσπεράτοις.
καὶ πρὸς μὲν τὰς ἀπροσδοκήτους ἐπιθέσεις τῶν ἐναντίων ταῦτα προεβάλοντο, τῶν δὲ Νομάδων τοὺς μάλιστʼ εὐθέτους προσέταξαν ἐπακολουθεῖν τοῖς Ἕλλησιν καὶ παρενοχλοῦντας κωλύειν αὐτῶν τὴν εἰς τοὔμπροσθεν πορείαν. ὧν ποιησάντων τὸ προσταχθὲν Ἀγαθοκλῆς ἐπὶ μὲν τούτους ἀπέστειλε τούς τε σφενδονήτας καὶ τοξότας, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ὥρμησεν ἐπὶ τὴν στρατοπεδείαν τῶν πολεμίων.
οἱ δὲ Καρχηδόνιοι τὴν ἐπίνοιαν αὐτοῦ κατανοήσαντες ἐξήγαγον τὴν στρατιὰν ἐκ τῆς παρεμβολῆς καὶ παρατάξαντες ἕτοιμοι πρὸς μάχην καθειστήκεισαν. ἐπεὶ δʼ ἑώρων τοὺς περὶ τὸν Ἀγαθοκλέα διαβαίνοντας ἤδη τὸν ποταμόν, συντεταγμένοι ἐνέβαλον καὶ περὶ τὸ ῥεῖθρον δυσπέρατον ὑπάρχον πολλοὺς τῶν ἐναντίων ἀνῄρουν.
προσβιαζομένων δὲ τῶν μετʼ Ἀγαθοκλέους οἱ μὲν Ἕλληνες ταῖς ἀρεταῖς ὑπερεῖχον, οἱ δὲ βάρβαροι τοῖς πλήθεσι περιεγίνοντο. ἔνθα δὴ τῶν στρατοπέδων ἐπὶ πολὺν χρόνον φιλοτίμως ἀγωνιζομένων οἱ παρʼ ἀμφοτέροις Νομάδες τῆς μὲν μάχης ἀφειστήκεισαν, ἐπετήρουν δὲ τὸ τέλος τοῦ κινδύνου, διεγνωκότες τῶν ἡττημένων τὰς ἀποσκευὰς διαρπάσαι.
Ἀγαθοκλῆς δὲ τοὺς ἀρίστους ἔχων περὶ αὑτὸν πρῶτος ἐβιάσατο τοὺς ἀνθεστηκότας καὶ τῇ τούτων τροπῇ τοὺς λοιποὺς βαρβάρους φυγεῖν ἐποίησεν· μόνοι δὲ τῶν ἱππέων οἱ συναγωνιζόμενοι τοῖς Καρχηδονίοις Ἕλληνες, ὧν Κλίνων ἡγεῖτο, τοὺς περὶ τὸν Ἀγαθοκλέα βαρεῖς ἐπικειμένους ὑπέστησαν. ἀγωνισαμένων δʼ αὐτῶν λαμπρῶς οἱ πλεῖστοι μὲν ἀνῃρέθησαν μαχόμενοι γενναίως, οἱ δὲ περιλειφθέντες τύχῃ τινὶ διεσώθησαν.
ὁ δʼ Ἀγαθοκλῆς ἀφεὶς τὸ διώκειν τούτους ὥρμησεν ἐπὶ τοὺς καταφυγόντας βαρβάρους εἰς τὴν παρεμβολὴν καὶ προσβιαζόμενος τόποις προσάντεσι καὶ δυσπροσίτοις οὐχ ἧττον ἔπασχεν ἢ διετίθει τοὺς Καρχηδονίους. οὐ μὴν ἔληγε τῆς τόλμης, ἀλλὰ τῇ νίκῃ μετεωριζόμενος ἐνέκειτο, διαλαμβάνων κατὰ κράτος αἱρήσειν τὴν στρατοπεδείαν.
ἐν τοσούτῳ δὲ τὸ τέλος τῆς μάχης καραδοκοῦντες οἱ Νομάδες ταῖς μὲν τῶν Καρχηδονίων ἀποσκευαῖς οὐχ οἷοί τε ἦσαν ἐπιθέσθαι διὰ τὸ τὰς δυνάμεις ἀμφοτέρας πλησίον τῆς παρεμβολῆς ἀγωνίζεσθαι, ἐπὶ δὲ τὴν τῶν Ἑλλήνων στρατοπεδείαν ὥρμησαν, εἰδότες τὸν Ἀγαθοκλέα μακρὰν ἀπεσπασμένον. ἐρήμου δʼ αὐτῆς οὔσης τῶν δυναμένων ἀμύνασθαι ῥᾳδίως ἐπιπεσόντες τοὺς μὲν ἀντιστάντας ὀλίγους ὄντας ἀπέκτειναν, αἰχμαλώτων δὲ πλήθους καὶ τῆς ἄλλης ὠφελείας ἐκυρίευσαν.
ἃ δὴ πυθόμενος ὁ Ἀγαθοκλῆς ἦγε κατὰ τάχος τὴν δύναμιν καὶ τινὰ μὲν τῶν ἀφηρπασμένων ἀνέσωσε, τῶν δὲ πλείστων οἱ Νομάδες ἐκυρίευον καὶ νυκτὸς ἐπιγενομένης μακρὰν ἑαυτοὺς ἐξετόπισαν.
ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δʼ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο.
οὗτοι μὲν οὖν εὐλαβούμενοι τὴν ἀπὸ τοῦ δυνάστου τιμωρίαν νυκτὸς ἐπέθεντο τοῖς ἐν τῷ φρουρίῳ καὶ τῇ μάχῃ κρατούμενοι κατελάβοντο τόπον ἐρυμνόν, ὄντες οὐκ ἐλάττους τῶν χιλίων, ὧν ἦσαν Συρακόσιοι πλείους τῶν πεντακοσίων·
Ἀγαθοκλῆς δὲ πυθόμενος τὸ πεπραγμένον ἧκε μετὰ τῆς δυνάμεως καὶ καταβιβάσας ὑποσπόνδους τοὺς ἐπιθεμένους ἅπαντας ἀπέσφαξεν.
ἀπὸ δὲ τῆς μάχης ταύτης γενόμενος καὶ πάντα τῇ διανοίᾳ σκοπούμενος πρὸς τὸ λαβεῖν τοὺς Καρχηδονίους ὑποχειρίους ἐξέπεμψε πρεσβευτὴν Ὄρθωνα τὸν Συρακόσιον πρὸς Ὀφέλλαν εἰς Κυρήνην. οὗτος δʼ ἦν μὲν τῶν φίλων τῶν συνεστρατευμένων Ἀλεξάνδρῳ, κυριεύων δὲ τῶν περὶ Κυρήνην πόλεων καὶ δυνάμεως ἁδρᾶς περιεβάλετο ταῖς ἐλπίσι μείζονα δυναστείαν.
τοιαύτην οὖν αὐτοῦ διάνοιαν ἔχοντος ἧκεν ὁ παρʼ Ἀγαθοκλέους πρεσβευτής, ἀξιῶν συγκαταπολεμῆσαι Καρχηδονίους· ἀντὶ δὲ ταύτης τῆς χρείας ἐπηγγέλλετο τὸν Ἀγαθοκλέα συγχωρήσειν αὐτῷ τῶν ἐν Λιβύῃ πραγμάτων κυριεύειν.
εἶναι γὰρ ἱκανὴν αὐτῷ τὴν Σικελίαν, ἵνʼ ἐξῇ τῶν ἀπὸ τῆς Καρχηδόνος κινδύνων ἀπαλλαχθέντα μετʼ ἀδείας κρατεῖν ἁπάσης τῆς νήσου· παρακεῖσθαι δὲ καὶ τὴν Ἰταλίαν αὐτῷ πρὸς ἐπαύξησιν τῆς ἀρχῆς, ἐὰν κρίνῃ μειζόνων ὀρέγεσθαι.
τὴν μὲν γὰρ Λιβύην διεζευγμένην μεγάλῳ καὶ χαλεπῷ πελάγει μηδαμῶς ἁρμόζειν αὐτῷ, εἰς ἣν καὶ νῦν οὐ κατʼ ἐπιθυμίαν, ἀλλὰ κατʼ ἀνάγκην ἀφῖχθαι.
ὁ δὲ Ὀφέλλας τῇ πάλαι βεβουλευμένῃ κρίσει προστεθείσης τῆς γενομένης ἐλπίδος ἀσμένως ὑπήκουσε καὶ πρὸς μὲν Ἀθηναίους περὶ συμμαχίας διεπέμπετο, γεγαμηκὼς Εὐθυδίκην τὴν Μιλτιάδου θυγατέρα τοῦ τὴν προσηγορίαν φέροντος εἰς τὸν στρατηγήσαντα τῶν ἐν Μαραθῶνι νικησάντων.
διὰ δὴ ταύτην τὴν ἐπιγαμίαν καὶ τὴν ἄλλην σπουδήν, ἣν ὑπῆρχεν ἀποδεδειγμένος εἰς τὴν πόλιν, καὶ πολλοὶ τῶν Ἀθηναίων προθύμως ὑπήκουσαν εἰς τὴν στρατείαν. οὐκ ὀλίγοι δὲ καὶ τῶν ἄλλων Ἑλλήνων ἔσπευδον κοινωνῆσαι τῆς ἐπιβολῆς, ἐλπίζοντες τήν τε κρατίστην τῆς Λιβύης κατακληρουχήσειν καὶ τὸν ἐν Καρχηδόνι διαρπάσειν πλοῦτον.
τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα διὰ τοὺς συνεχεῖς πολέμους καὶ τὰς τῶν δυναστῶν πρὸς ἀλλήλους φιλοτιμίας ἀσθενῆ καὶ ταπεινὰ καθειστήκει· ὥσθʼ ὑπελάμβανον μὴ μόνον ἐγκρατεῖς ἔσεσθαι πολλῶν ἀγαθῶν, ἀλλὰ καὶ τῶν παρόντων κακῶν ἀπαλλαγήσεσθαι.
ὁ δʼ οὖν Ὀφέλλας, ἐπειδὴ πάντʼ αὐτῷ πρὸς τὴν στρατείαν κατεσκεύαστο λαμπρῶς, ἐξώρμησε μετὰ τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ ἑξακοσίους, ἅρματα δὲ ἑκατόν, ἡνιόχους δὲ καὶ παραβάτας πλείους τῶν τριακοσίων. ἠκολούθουν δὲ καὶ τῶν ἔξω τάξεως λεγομένων οὐκ ἐλάττους μυρίων· πολλοὶ δὲ τούτων τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην παρασκευὴν ἦγον, ὥστε ἐμφερῆ τὴν στρατιὰν ὑπάρχειν ἀποικίᾳ.
ὀκτωκαίδεκα μὲν οὖν ἡμέρας ὁδοιπορήσαντες καὶ διελθόντες σταδίους τρισχιλίους κατεσκήνωσαν περὶ Αὐτόμαλα· ἐντεῦθεν δὲ πορευομένοις ὑπῆρχεν ὄρος ἐξ ἀμφοτέρων τῶν μερῶν ἀπόκρημνον, ἐν μέσῳ δʼ ἔχον φάραγγα βαθεῖαν, ἐξ ἧς ἀνέτεινε λισσὴ πέτρα πρὸς ὀρθὸν ἀνατείνουσα σκόπελον·
περὶ δὲ τὴν ῥίζαν αὐτῆς ἄντρον ἦν εὐμέγεθες, κιττῷ καὶ σμίλακι συνηρεφές, ἐν ᾧ μυθεύουσι γεγονέναι βασίλισσαν Λάμιαν τῷ κάλλει διαφέρουσαν· διὰ δὲ τὴν τῆς ψυχῆς ἀγριότητα διατετυπῶσθαί φασι τὴν ὄψιν αὐτῆς τὸν μετὰ ταῦτα χρόνον θηριώδη. τῶν γὰρ γινομένων αὐτῇ παίδων ἁπάντων τελευτώντων βαρυθυμοῦσαν ἐπὶ τῷ πάθει καὶ φθονοῦσαν ταῖς τῶν ἄλλων γυναικῶν εὐτεκνίαις κελεύειν ἐκ τῶν ἀγκαλῶν ἐξαρπάζεσθαι τὰ βρέφη καὶ παραχρῆμα ἀποκτέννειν.
διὸ καὶ καθʼ ἡμᾶς μέχρι τοῦ νῦν βίου παρὰ τοῖς νηπίοις διαμένειν τὴν περὶ τῆς γυναικὸς ταύτης φήμην καὶ φοβερωτάτην αὐτοῖς εἶναι τὴν ταύτης προσηγορίαν.
ὅτε δὲ μεθύσκοιτο, τὴν ἄδειαν διδόναι πᾶσιν ἃ βούλοιντο ποιεῖν ἀπαρατηρήτως. μὴ πολυπραγμονούσης οὖν αὐτῆς κατʼ ἐκεῖνον τὸν χρόνον τὰ γινόμενα τοὺς κατὰ τὴν χώραν ὑπολαμβάνειν μὴ βλέπειν αὐτήν· καὶ διὰ τοῦτʼ ἐμυθολόγησάν τινες ὡς εἰς ἄρσιχον ἐμβάλοι τοὺς ὀφθαλμούς, τὴν ἐν οἴνῳ συντελουμένην ὀλιγωρίαν εἰς τὸ προειρημένον μέτρον μεταφέροντες, ὡς τούτου παρῃρημένου τὴν ὅρασιν.
ὅτι δὲ κατὰ τὴν Λιβύην γέγονεν αὕτη καὶ τὸν Εὐριπίδην δείξαι τις ἂν μαρτυροῦντα· λέγει γὰρ τίς τοὔνομα τὸ ἐπονείδιστον βροτοῖς οὐκ οἶδε Λαμίας τῆς Λιβυστικῆς γένος;
ὁ γʼ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως· οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον.
δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν. καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατʼ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν· οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον. τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπʼ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν.
εἶθʼ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατʼ αὐτῶν ἥκουσαν· ὁ δʼ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφʼ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους.
εἶθʼ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν·
ὁ δʼ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως πάσης. Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.
ἐν δὲ τῇ Καρχηδόνι Βορμίλκας πάλαι διανενοημένος ἐπιθέσθαι τυραννίδι καιρὸν ἐπεζήτει ταῖς ἰδίαις ἐπιβολαῖς οἰκεῖον. πολλάκις δὲ διδόντος τοῦ καιροῦ τὰς ἀφορμὰς τοῦ πράττειν τὸ βεβουλευμένον ἀεί τις αἰτία μικρὰ παρεμπίπτουσα διεκώλυεν· δεισιδαίμονες γὰρ οἱ μέλλοντες ἐγχειρεῖν ταῖς παρανόμοις καὶ μεγάλαις πράξεσι καὶ τὸ μέλλειν ἀεὶ τοῦ πράττειν καὶ τὴν ὑπέρθεσιν τῆς συντελείας προκρίνουσιν. ὃ καὶ τότε συνέβαινεν καὶ περὶ ἐκεῖνον·
ἐξέπεμψε μὲν γὰρ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν εἰς τὴν ἐπὶ τοὺς Νομάδας στρατείαν, ἵνα μηδένα τῶν ἀξιολόγων ἔχῃ τὸν ἀντιστησόμενον, οὐκ ἐτόλμα δὲ ἀποκαλύψασθαι πρὸς τὴν τυραννίδα, μετακαλούμενος ὑπὸ τῆς εὐλαβείας.
καθʼ ὃν δὲ καιρὸν Ἀγαθοκλῆς ἐπέθετο τοῖς περὶ τὸν Ὀφέλλαν, ὁρμῆσαι καὶ τοῦτον συνέβη πρὸς τὴν δυναστείαν, ἀγνοούντων ἀμφοτέρων τὰ παρὰ τοῖς πολεμίοις πραττόμενα.
οὔτε γὰρ Ἀγαθοκλῆς ἔγνω τὴν ἐπίθεσιν τῆς τυραννίδος καὶ τὴν ἐν τῇ πόλει ταραχήν, ἐπεὶ ῥᾳδίως ἂν ἐκράτησε τῆς Καρχηδόνος· εἵλετο γὰρ ἂν Βορμίλκας ἐπʼ αὐτοφώρῳ γενόμενος συνεργεῖν Ἀγαθοκλεῖ μᾶλλον ἢ τοῖς πολίταις δοῦναι τὴν ἐκ τοῦ σώματος τιμωρίαν· οὔτε πάλιν οἱ Καρχηδόνιοι τὴν ἐπίθεσιν τὴν Ἀγαθοκλέους ἐπύθοντο· ῥᾳδίως γὰρ ἂν αὐτὸν ἐχειρώσαντο προσλαβόμενοι τὴν μετʼ Ὀφέλλα δύναμιν.
ἀλλʼ, οἶμαι, παρʼ ἀμφοτέροις οὐκ ἀλογίστως συνέβη γενέσθαι ταύτην τὴν ἄγνοιαν, καίπερ μεγάλων μὲν οὐσῶν τῶν πράξεων, ἐγγὺς δʼ ἀλλήλων ἐπικεχειρηκότων τοῖς τηλικούτοις τολμήμασιν·
ὅ τε γὰρ Ἀγαθοκλῆς ἄνδρα φίλον μέλλων ἀναιρεῖν πρὸς οὐδὲν ἐπέβαλλε τὴν διάνοιαν τῶν παρὰ τοῖς πολεμίοις συντελουμένων, ὅ τε Βορμίλκας τὴν τῆς πατρίδος ἐλευθερίαν ἀφαιρούμενος οὐδὲν ὅλως ἐπολυπραγμόνει τῶν παρὰ τοῖς ἀντιστρατοπεδεύουσιν, ὡς ἂν ἔχων προκείμενον ἐν τῇ ψυχῇ τὸ μὴ τοὺς πολεμίους ἐπὶ τοῦ παρόντος, ἀλλὰ τοὺς πολίτας καταπολεμῆσαι.
ταύτῃ δʼ ἄν τις καὶ τὴν ἱστορίαν καταμέμψαιτο, θεωρῶν ἐπὶ μὲν τοῦ βίου πολλὰς καὶ διαφόρους πράξεις συντελουμένας κατὰ τὸν αὐτὸν καιρόν, τοῖς δʼ ἀναγράφουσιν ἀναγκαῖον ὑπάρχον τὸ μεσολαβεῖν τὴν διήγησιν καὶ τοῖς ἅμα συντελουμένοις μερίζειν τοὺς χρόνους παρὰ φύσιν, ὥστε τὴν μὲν ἀλήθειαν τῶν πεπραγμένων τὸ πάθος ἔχειν, τὴν δʼ ἀναγραφὴν ἐστερημένην τῆς ὁμοίας ἐξουσίας μιμεῖσθαι μὲν τὰ γεγενημένα, πολὺ δὲ λείπεσθαι τῆς ἀληθοῦς διαθέσεως.
ὁ δʼ οὖν Βορμίλκας ἐξετασμὸν τῶν στρατιωτῶν ποιησάμενος ἐν τῇ καλουμένῃ Νέᾳ πόλει, μικρὸν ἔξω τῆς ἀρχαίας Καρχηδόνος οὔσῃ, τοὺς μὲν ἄλλους διαφῆκε, τοὺς δὲ συνειδότας περὶ τῆς ἐπιθέσεως, ὄντας πολίτας μὲν πεντακοσίους, μισθοφόρους δὲ περὶ χιλίους, ἀνέδειξεν ἑαυτὸν τύραννον.
εἰς πέντε δὲ μέρη τοὺς στρατιώτας διελόμενος ἐπῄει πάντας τοὺς ἐν ταῖς ὁδοῖς ἀπαντῶντας ἀποσφάττων. γενομένης δὲ κατὰ τὴν πόλιν ταραχῆς ἐξαισίου τὸ μὲν πρῶτον οἱ Καρχηδόνιοι τοὺς πολεμίους ὑπέλαβον παρεισπεπτωκέναι προδιδομένης τῆς πόλεως· ὡς δʼ ἐπεγνώσθη τἀληθές, συνέτρεχον οἱ νέοι καὶ εἰς τάξεις καταστάντες ὥρμησαν ἐπὶ τὸν τύραννον.
ὁ δὲ Βορμίλκας τοὺς ἐν ταῖς ὁδοῖς ἀναιρῶν ὥρμησεν εἰς τὴν ἀγορὰν καὶ πολλοὺς τῶν πολιτῶν ἀνόπλους καταλαβὼν ἀπέκτεινε.
τῶν δὲ Καρχηδονίων καταλαβομένων τὰς περὶ τὴν ἀγορὰν οἰκίας ὑψηλὰς οὔσας καὶ τοῖς βέλεσι πυκνοῖς χρωμένων οἱ μετέχοντες τῆς ἐπιθέσεως κατετραυματίζοντο, τοῦ τόπου παντὸς ἐμβελοῦς ὄντος.
διόπερ κακοπαθοῦντες συνέφραξαν ἑαυτοὺς καὶ διὰ τῶν στενωπῶν συνεξέπεσαν εἰς τὴν Νέαν πόλιν, βαλλόμενοι συνεχῶς ἀπὸ τῶν οἰκιῶν καθʼ ἃς τυγχάνοιεν αἰεὶ γινόμενοι. καταλαβομένων δʼ αὐτῶν ὑπερδέξιόν τινα τόπον οἱ Καρχηδόνιοι τῶν πολιτῶν πάντων συνδραμόντων ἐν τοῖς ὅπλοις ἀντεστρατοπέδευσαν τοῖς ἀφεστηκόσι.
τέλος δὲ πρέσβεις πέμψαντες τῶν πρεσβυτάτων τοὺς εὐθέτους καὶ τῶν ἐγκλημάτων δόντες ἄφεσιν διελύθησαν· καὶ τοῖς μὲν ἄλλοις οὐδὲν ἐμνησικάκησαν διὰ τοὺς περιεστῶτας τὴν πόλιν κινδύνους, αὐτὸν δὲ τὸν Βορμίλκαν αἰκισάμενοι δεινῶς τοῦ ζῆν ἐστέρησαν, οὐδὲν φροντίσαντες τῶν δεδομένων ὅρκων. Καρχηδόνιοι μὲν οὖν κινδυνεύσαντες τοῖς ὅλοις σφαλῆναι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρῴαν πολιτείαν.
Ἀγαθοκλῆς δὲ πλοῖα φορτηγὰ γεμίσας τῶν λαφύρων καὶ τοὺς ἀχρήστους εἰς πόλεμον τῶν ἐκ Κυρήνης παραγενομένων ἐμβιβάσας ἀπέστειλεν εἰς Συρακούσσας. χειμώνων δʼ ἐπιγενομένων ἃ μὲν διεφθάρη τῶν πλοίων, ἃ δʼ ἐξέπεσε πρὸς τὰς κατʼ Ἰταλίαν Πιθηκούσσας νήσους, ὀλίγα δʼ εἰς τὰς Συρακούσσας διεσώθη.
κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον.
εἶτα διὰ τῆς Ὀμβρίκων χώρας διελθόντες ἐνέβαλον εἰς τὴν Τυρρηνίαν πολεμίαν οὖσαν καὶ τὸ καλούμενον Κάιριον φρούριον ἐξεπολιόρκησαν. διαπρεσβευομένων δὲ τῶν ἐγχωρίων ὑπὲρ ἀνοχῶν πρὸς μὲν Ταρκυνιήτας εἰς ἔτη τεσσαράκοντα, πρὸς δὲ τοὺς ἄλλους Τυρρηνοὺς ἅπαντας εἰς ἐνιαυτὸν ἀνοχὰς ἐποιήσαντο.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀναξικράτης, ἐν Ῥώμῃ δὲ ὕπατοι κατέστησαν Ἄππιος Κλαύδιος καὶ Λεύκιος Οὐολόμνιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν ὁ Ἀντιγόνου παραλαβὼν παρὰ τοῦ πατρὸς δύναμιν ἁδρὰν πεζικήν τε καὶ ναυτικήν, ἔτι δὲ βελῶν καὶ τῶν ἄλλων τῶν εἰς πολιορκίαν χρησίμων τὴν ἁρμόζουσαν παρασκευὴν ἐξέπλευσεν ἐκ τῆς Ἐφέσου· παράγγελμα δʼ εἶχεν ἐλευθεροῦν πάσας μὲν τὰς κατὰ τὴν Ἑλλάδα πόλεις, πρώτην δὲ τὴν Ἀθηναίων, φρουρουμένην ὑπὸ Κασάνδρου.
καταπλεύσαντος δʼ αὐτοῦ μετὰ τῆς δυνάμεως εἰς τὸν Πειραιᾶ καὶ πανταχόθεν προσβαλόντος ἐξ ἐφόδου καὶ κήρυγμα ποιησαμένου Διονύσιος ὁ καθεσταμένος ἐπὶ τῆς Μουνυχίας φρούραρχος καὶ Δημήτριος ὁ Φαληρεὺς ἐπιμελητὴς τῆς πόλεως γεγενημένος ὑπὸ Κασάνδρου, πολλοὺς ἔχοντες στρατιώτας, ἀπὸ τῶν τειχῶν ἠμύνοντο.
τῶν δʼ Ἀντιγόνου στρατιωτῶν τινες βιασάμενοι καὶ κατὰ τὴν ἀκτὴν ὑπερβάντες ἐντὸς τοῦ τείχους παρεδέξαντο πλείους τῶν συναγωνιζομένων. τὸν μὲν οὖν Πειραιᾶ τοῦτον τὸν τρόπον ἁλῶναι συνέβη, τῶν δʼ ἔνδον Διονύσιος μὲν ὁ φρούραρχος εἰς τὴν Μουνυχίαν συνέφυγε, Δημήτριος δʼ ὁ Φαληρεὺς ἀπεχώρησεν εἰς ἄστυ.
τῇ δʼ ὑστεραίᾳ πεμφθεὶς μεθʼ ἑτέρων πρεσβευτὴς ὑπὸ τοῦ δήμου πρὸς Δημήτριον καὶ περὶ τῆς αὐτονομίας διαλεχθεὶς καὶ τῆς ἰδίας ἀσφαλείας ἔτυχε παραπομπῆς καὶ τὰ κατὰ τὰς Ἀθήνας ἀπογινώσκων ἔφυγεν εἰς τὰς Θήβας, ὕστερον δὲ πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον.
οὗτος μὲν οὖν ἔτη δέκα τῆς πόλεως ἐπιστατήσας ἐξέπεσεν ἐκ τῆς πατρίδος τὸν εἰρημένον τρόπον. ὁ δὲ δῆμος τῶν Ἀθηναίων κομισάμενος τὴν ἐλευθερίαν ἐψηφίσατο τιμὰς τοῖς αἰτίοις τῆς αὐτονομίας. Δημήτριος δʼ ἐπιστήσας τοὺς πετροβόλους καὶ τὰς ἄλλας μηχανὰς καὶ τὰ βέλη προσέβαλλε τῇ Μουνυχίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
ἀμυνομένων δὲ τῶν ἔνδον ἀπὸ τῶν τειχῶν εὐρώστως συνέβαινε τοὺς μὲν περὶ Διονύσιον προέχειν ταῖς δυσχωρίαις καὶ ταῖς τῶν τόπων ὑπεροχαῖς, οὔσης τῆς Μουνυχίας ὀχυρᾶς οὐ μόνον ἐκ φύσεως, ἀλλὰ καὶ ταῖς τῶν τειχῶν κατασκευαῖς, τοὺς δὲ περὶ τὸν Δημήτριον τῷ τε πλήθει τῶν στρατιωτῶν πολλαπλασίους εἶναι καὶ ταῖς παρασκευαῖς πολλὰ πλεονεκτεῖν.
τέλος δʼ ἐπὶ δύο ἡμέρας συνεχῶς τῆς πολιορκίας γινομένης οἱ μὲν φρουροὶ τοῖς καταπέλταις καὶ πετροβόλοις συντιτρωσκόμενοι καὶ διαδόχους οὐκ ἔχοντες ἠλαττοῦντο, οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ διαδοχῆς κινδυνεύοντες καὶ νεαλεῖς ἀεὶ γινόμενοι, διὰ τῶν πετροβόλων ἐρημωθέντος τοῦ τείχους, ἐνέπεσον εἰς τὴν Μουνυχίαν καὶ τοὺς μὲν φρουροὺς ἠνάγκασαν θέσθαι τὰ ὅπλα, τὸν δὲ φρούραρχον Διονύσιον ἐζώγρησαν.
τούτων δὲ ὀλίγαις ἡμέραις κατευτυχηθέντων ὁ μὲν Δημήτριος κατασκάψας τὴν Μουνυχίαν ὁλόκληρον τῷ δήμῳ τὴν ἐλευθερίαν ἀποκατέστησεν καὶ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτοὺς συνέθετο,
οἱ δὲ Ἀθηναῖοι γράψαντος ψήφισμα Στρατοκλέους ἐψηφίσαντο χρυσᾶς μὲν εἰκόνας ἐφʼ ἅρματος στῆσαι τοῦ τε Ἀντιγόνου καὶ Δημητρίου πλησίον Ἁρμοδίου καὶ Ἀριστογείτονος, στεφανῶσαι δὲ ἀμφοτέρους ἀπὸ ταλάντων διακοσίων καὶ βωμὸν ἱδρυσαμένους προσαγορεῦσαι Σωτήρων, πρὸς δὲ τὰς δέκα φυλὰς προσθεῖναι δύο, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ συντελεῖν αὐτοῖς κατʼ ἐνιαυτὸν ἀγῶνας καὶ πομπὴν καὶ θυσίαν, ἐνυφαινόντων αὐτοὺς εἰς τὸν τῆς Ἀθηνᾶς πέπλον .
ὁ μὲν οὖν δῆμος ἐν τῷ Λαμιακῷ πολέμῳ καταλυθεὶς ὑπʼ Ἀντιπάτρου μετʼ ἔτη πεντεκαίδεκα παραδόξως ἐκομίσατο τὴν πάτριον πολιτείαν· ὁ δὲ Δημήτριος, φρουρουμένης τῆς Μεγαρέων πόλεως, ἐκπολιορκήσας αὐτὴν ἀπέδωκεν τὴν αὐτονομίαν τῷ δήμῳ καὶ τιμῶν ἀξιολόγων ἔτυχεν ὑπὸ τῶν εὖ παθόντων.
Ἀντίγονος δέ, παραγενομένων πρὸς αὐτὸν Ἀθήνηθεν πρεσβευτῶν καὶ τό τε περὶ τῶν τιμῶν ἀναδόντων ψήφισμα καὶ περὶ σίτου καὶ ξύλων εἰς ναυπηγίαν διαλεχθέντων, ἔδωκεν αὐτοῖς πυροῦ μὲν μεδίμνων πεντεκαίδεκα μυριάδας, ὕλην δὲ τὴν ἱκανὴν ναυσὶν ἑκατόν· ἐξ Ἴμβρου δὲ τὴν φρουρὰν ἐξαγαγὼν ἀπέδωκεν αὐτοῖς τὴν πόλιν.
πρὸς δὲ τὸν υἱὸν Δημήτριον ἔγραψε κελεύων τῶν μὲν συμμαχίδων πόλεων συνέδρους συστήσασθαι τοὺς βουλευσομένους κοινῇ περὶ τῶν τῇ Ἑλλάδι συμφερόντων, αὐτὸν δὲ μετὰ τῆς δυνάμεως εἰς Κύπρον πλεῦσαι καὶ διαπολεμῆσαι τὴν ταχίστην πρὸς τοὺς Πτολεμαίου στρατηγούς.
οὗτος μὲν οὖν συντόμως πάντα πράξας κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς καὶ κομισθεὶς ἐπὶ Καρίας παρεκάλει τοὺς Ῥοδίους πρὸς τὸν κατὰ Πτολεμαίου πόλεμον. οὐ προσεχόντων δʼ αὐτῶν, ἀλλὰ κοινὴν εἰρήνην αἱρουμένων ἄγειν πρὸς ἅπαντας ταύτην ἀρχὴν συνέβη γενέσθαι τῷ δήμῳ τῆς πρὸς Ἀντίγονον ἀλλοτριότητος.
ὁ δὲ Δημήτριος παραπλεύσας εἰς Κιλικίαν κἀκεῖθεν ναῦς καὶ στρατιώτας προσλαβόμενος διέπλευσεν εἰς τὴν Κύπρον ἔχων πεζοὺς μὲν μυρίους πεντακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους, ναῦς δὲ ταχυναυτούσας μὲν τριήρεις πλείους τῶν ἑκατὸν δέκα, τῶν δὲ βαρυτέρων στρατιωτίδων πεντήκοντα καὶ τρεῖς καὶ πόρια τῶν παντοδαπῶν ἱκανὰ τῷ πλήθει τῶν ἱππέων τε καὶ πεζῶν.
καὶ τὸ μὲν πρῶτον κατεστρατοπέδευσεν ἐν τῇ παραλίᾳ τῆς Καρπασίας καὶ νεωλκήσας τὰ σκάφη χάρακι καὶ τάφρῳ βαθείᾳ τὴν παρεμβολὴν ὠχύρωσεν· ἔπειτα τοῖς πλησιοχώροις προσβολὰς ποιησάμενος εἷλε κατὰ κράτος Οὐρανίαν καὶ Καρπασίαν, τῶν δὲ νεῶν τὴν ἱκανὴν φυλακὴν ἀπολιπὼν ἀνέζευξε μετὰ τῆς δυνάμεως ἐπὶ τὴν Σαλαμῖνα.
ὁ δὲ τεταγμένος ὑπὸ Πτολεμαίου τῆς νήσου στρατηγὸς Μενέλαος συναγαγὼν τοὺς στρατιώτας ἐκ τῶν φρουρίων διέτριβεν ἐν Σαλαμῖνι, ἀπεχόντων δὲ τεσσαράκοντα σταδίους τῶν πολεμίων ἐξῆλθεν ἔχων πεζοὺς μὲν μυρίους καὶ δισχιλίους, ἱππεῖς δὲ περὶ ὀκτακοσίους. γενομένης δὲ μάχης ἐπʼ ὀλίγον χρόνον οἱ μὲν περὶ τὸν Μενέλαον ἐκβιασθέντες ἐτράπησαν, ὁ δὲ Δημήτριος συνδιώξας τοὺς πολεμίους εἰς τὴν πόλιν αἰχμαλώτους μὲν ἔλαβεν οὐ πολὺ ἐλάττους τρισχιλίων, ἀνεῖλε δὲ περὶ χιλίους.
τοὺς δʼ ἁλόντας τὸ μὲν πρῶτον ἀπολύσας τῶν ἐγκλημάτων καταδιεῖλεν εἰς τὰς τῶν ἰδίων στρατιωτῶν τάξεις· ἀποδιδρασκόντων δʼ αὐτῶν πρὸς τοὺς περὶ τὸν Μενέλαον διὰ τὸ τὰς ἀποσκευὰς ἐν Αἰγύπτῳ καταλελοιπέναι παρὰ Πτολεμαίῳ, γνοὺς ἀμεταθέτους ὄντας ἐνεβίβασεν εἰς τὰς ναῦς καὶ πρὸς Ἀντίγονον εἰς Συρίαν ἀπέστειλεν.
οὗτος δὲ τοῦτον τὸν χρόνον διέτριβε περὶ τὴν ἄνω Συρίαν, πόλιν κτίζων περὶ τὸν Ὀρόντην ποταμὸν τὴν ὠνομασμένην Ἀντιγονίαν ἀφʼ ἑαυτοῦ. κατεσκεύαζε δὲ πολυτελῶς, τὴν περίμετρον ὑποστησάμενος σταδίων ἑβδομήκοντα· εὐφυὴς γὰρ ἦν ὁ τόπος ἐφεδρεῦσαι τῇ τε Βαβυλῶνι καὶ ταῖς ἄνω σατραπείαις καὶ πάλιν τῇ κάτω Συρίᾳ καὶ ταῖς ἀπʼ Αἰγύπτου σατραπείαις.
οὐ μὴν πολύν γε χρόνον συνέβη μεῖναι τὴν πόλιν, Σελεύκου καθελόντος αὐτὴν καὶ μεταγαγόντος ἐπὶ τὴν κτισθεῖσαν μὲν ὑπʼ αὐτοῦ, ἀπʼ ἐκείνου δὲ κληθεῖσαν Σελεύκειαν. ἀλλὰ περὶ μὲν τούτων ἀκριβῶς ἕκαστα δηλώσομεν ἐπὶ τοὺς οἰκείους χρόνους παραγενηθέντες·
τῶν δὲ κατὰ τὴν Κύπρον οἱ περὶ τὸν Μενέλαον ἡττημένοι τῇ μάχῃ τὰ μὲν βέλη καὶ τὰς μηχανὰς παρεκόμισαν ἐπὶ τὰ τείχη καὶ τοῖς στρατιώταις διαλαβόντες τὰς ἐπάλξεις παρεσκευάζοντο πρὸς τὸν κίνδυνον, ὁρῶντες καὶ τὸν Δημήτριον πρὸς πολιορκίαν ἑτοιμαζόμενον,
πρὸς δὲ Πτολεμαῖον ἀπέστειλαν εἰς Αἴγυπτον τοὺς δηλώσοντας περὶ τῶν ἐλαττωμάτων καὶ ἀξιώσοντας βοηθεῖν, ὡς κινδυνευόντων αὐτῷ τῶν ἐν τῇ νήσῳ πραγμάτων.
Δημήτριος δὲ τήν τε τῶν Σαλαμινίων ὁρῶν πόλιν οὐκ εὐκαταφρόνητον οὖσαν καὶ στρατιωτῶν πλῆθος ὑπάρχον ἐν αὐτῇ τῶν ἀμυνομένων ἔκρινε μηχανάς τε τοῖς μεγέθεσιν ὑπεραιρούσας κατασκευάζειν καὶ καταπέλτας ὀξυβελεῖς καὶ λιθοβόλους παντοίους καὶ τὴν ἄλλην κατασκευὴν καταπληκτικήν. μετεπέμψατο δὲ καὶ τεχνίτας ἐκ τῆς Ἀσίας καὶ σίδηρον, ἔτι δʼ ὕλης πλῆθος καὶ τῆς ἄλλης χορηγίας τὴν ἐπιτήδειον κατασκευήν.
ταχὺ δὲ πάντων εὐτρεπῶν αὐτῷ γενομένων συνέπηξε μηχανὴν τὴν ὀνομαζομένην ἑλέπολιν, τὸ πλάτος ἔχουσαν ἑκάστην πλευρὰν τεσσαράκοντα καὶ πέντε πήχεις, τὸ δʼ ὕψος πηχῶν ἐννενήκοντα, διειλημμένην στέγαις ἐννέα, ὑπότροχον δὲ πᾶσαν τροχοῖς στερεοῖς τέσσαρσιν ὀκταπήχεσι τὸ ὕψος.
κατεσκεύασε δὲ καὶ κριοὺς ὑπερμεγέθεις καὶ χελώνας δύο κριοφόρους. τῆς δʼ ἑλεπόλεως εἰς μὲν τὰς κάτων στέγας εἰσήνεγκε πετροβόλους παντοίους, ὧν ἦσαν οἱ μέγιστοι τριτάλαντοι, εἰς δὲ τὰς μέσας καταπέλτας ὀξυβελεῖς μεγίστους, εἰς δὲ τὰς ἀνωτάτας ὀξυβελεῖς τε τοὺς ἐλαχίστους καὶ πετροβόλων πλῆθος, ἄνδρας τε τοὺς χρησομένους τούτοις κατὰ τρόπον πλείους τῶν διακοσίων.
προσαγαγὼν δὲ τὰς μηχανὰς τῇ πόλει καὶ πυκνοῖς χρώμενος τοῖς βέλεσι τῇ μὲν τὰς ἐπάλξεις ἀπέσυρε τοῖς πετροβόλοις, τῇ δὲ τὰ τείχη διέσεισε τοῖς κριοῖς.
ἀμυνομένων δὲ καὶ τῶν ἔνδον εὐρώστως καὶ τοῖς μηχανήμασιν ἑτέρας μηχανὰς ἀντιταττόντων ἐφʼ ἡμέρας μέν τινας ἀμφίδοξος ἦν ὁ κίνδυνος, ἀμφοτέρων κακοπαθούντων καὶ κατατραυματιζομένων· τὸ δὲ τελευταῖον τοῦ τείχους πίπτοντος καὶ τῆς πόλεως κινδυνευούσης ἁλῶναι κατὰ κράτος νυκτὸς ἐπιγενομένης ἔληξε τὰ τῆς τειχομαχίας.
οἱ δὲ περὶ τὸν Μενέλαον ἀκριβῶς εἰδότες ἁλωσομένην τὴν πόλιν, εἰ μή τι καινοτομεῖν ἐπιχειρήσειαν, ἤθροισαν ὕλης ξηρᾶς πλῆθος, ταύτην δὲ περὶ τὸ μεσονύκτιον ἐμβαλόντες ταῖς τῶν πολεμίων μηχαναῖς καὶ ἅμα πάντας τοὺς πυρσοφόρους ἀπὸ τῶν τειχῶν ἀφέντες ἀνῆψαν τὰ μέγιστα τῶν ἔργων.
ἄφνω δὲ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ περὶ τὸν Δημήτριον ἐπεχείρησαν μὲν βοηθεῖν, τοῦ δὲ πυρὸς καταταχήσαντος συνέβη τὰς μηχανὰς κατακαυθῆναι καὶ πολλοὺς τῶν ἐν αὐταῖς ὄντων διαφθαρῆναι.
ὁ δὲ Δημήτριος ἀποσφαλεὶς τῆς ἐλπίδος οὐδʼ ὣς ἔληγεν, ἀλλὰ προσεκαρτέρει τῇ πολιορκίᾳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, νομίζων τῷ χρόνῳ καταπολεμήσειν τοὺς πολεμίους.
Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν. κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους.
εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα· τούτων δʼ ἦν ἡ μεγίστη πεντήρης, ἡ δʼ ἐλαχίστη τετρήρης· στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων,
ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων. οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα· ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος.
ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε.
κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος.
τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.
ὁ δὲ Δημήτριος κατανοήσας τὸν ἐπίπλουν Ἀντισθένην μὲν τὸν ναύαρχον ἔχοντα ναῦς δέκα τῶν πεντηρικῶν ἀπέλιπε κωλύσοντα τὰς ἐκ τῆς πόλεως ναῦς ἐπεξιέναι πρὸς τὴν ναυμαχίαν, ἔχοντος τοῦ λιμένος στενὸν τὸν ἔκπλουν, τοῖς δʼ ἱππεῦσι προσέταξε παράγειν παρὰ τὸν αἰγιαλόν, ἵνʼ ἐάν τι γένηται πταῖσμα, διασώσαιεν τοὺς πρὸς τὴν γῆν διανηξομένους.
Book 20, Part 5
αὐτὸς δʼ ἐκτάξας τὰς ναῦς ἀπήντα τοῖς πολεμίοις, ἔχων τὰς ἁπάσας ὀκτὼ πλείους τῶν ἑκατὸν σὺν ταῖς πληρωθείσαις ἐκ τῶν χωρίων τῶν ληφθέντων· τούτων δʼ ἦσαν αἱ μέγισται μὲν ἑπτήρεις, αἱ πλεῖσται δὲ πεντήρεις.
καὶ τὸ μὲν εὐώνυμον κέρας ἐπεῖχον ἑπτήρεις ἑπτὰ Φοινίκων, τετρήρεις δὲ τριάκοντα τῶν Ἀθηναίων, Μηδίου τοῦ ναυάρχου τὴν ἡγεμονίαν ἔχοντος· ἐπίπλους δὲ τούτοις ἔταξεν ἑξήρεις δέκα καὶ πεντήρεις ἄλλας τοσαύτας, διεγνωκὼς ἰσχυρὸν κατασκευάσαι τοῦτο τὸ κέρας ἐφʼ οὗ καὶ αὐτὸς ἤμελλε διαγωνίζεσθαι.
κατὰ μέσην δὲ τὴν τάξιν τὰ ἐλάχιστα τῶν σκαφῶν ἔστησεν, ὧν ἡγοῦντο Θεμίσων τε ὁ Σάμιος καὶ Μαρσύας ὁ τὰς Μακεδονικὰς πράξεις συνταξάμενος. τὸ δὲ δεξιὸν εἶχε κέρας Ἡγήσιππός τε ὁ Ἁλικαρνασσεὺς καὶ Πλειστίας ὁ Κῷος, ἀρχικυβερνήτης ὢν τοῦ σύμπαντος στόλου.
Πτολεμαῖος δὲ τὸ μὲν πρῶτον ἔτι νυκτὸς ἐπέπλει κατὰ σπουδὴν ἐπὶ τὴν Σαλαμῖνα, νομίζων φθάσαι τοὺς πολεμίους τὸν εἴσπλουν ποιησάμενος· ὡς δʼ ἡμέρας ἐπιγενομένης οὐ μακρὰν ὁ τῶν ἐναντίων στόλος ἐκτεταγμένος ἑωρᾶτο, καὶ αὐτὸς τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζετο.
τὰ μὲν οὖν πόρια πόρρωθεν ἐπακολουθεῖν παρήγγειλεν, τῶν δὲ ἄλλων νεῶν τὴν ἁρμόζουσαν τάξιν ποιησάμενος αὐτὸς τὸ λαιὸν κέρας διακατεῖχε, συναγωνιζομένων αὐτῷ τῶν μεγίστων σκαφῶν. τοιαύτης δὲ τῆς διατάξεως γενομένης εὐχὰς ἑκάτεροι τοῖς θεοῖς ἐποιοῦντο, καθάπερ ἦν ἔθος, διὰ τῶν κελευστῶν, συνεπιλαβομένου καὶ τοῦ πλήθους τῇ φωνῇ.
οἱ δὲ δυνάσται, ὡς ἂν περὶ τοῦ βίου καὶ τῶν ὅλων μέλλοντες διακινδυνεύειν, ἐν ἀγωνίᾳ πολλῇ καθειστήκεισαν. Δημήτριος μὲν οὖν τῶν ἐναντίων ἀποσχὼν ὡς ἂν τρεῖς σταδίους ἦρεν τὸ συγκείμενον πρὸς μάχην σύσσημον, ἀσπίδα κεχρυσωμένην, φανερὰν πᾶσιν ἐκ διαδοχῆς·
τὸ παραπλήσιον δὲ καὶ τῶν περὶ Πτολεμαῖον ποιησάντων ταχὺ τὸ διεῖργον διάστημα συνῃρέθη. ὡς δʼ αἵ τε σάλπιγγες τὸ πολεμικὸν ἐσήμαινον καὶ συνηλάλαξαν αἱ δυνάμεις ἀμφότεραι, φερομένων ἁπασῶν τῶν νεῶν εἰς ἐμβολὴν καταπληκτικῶς τὸ μὲν πρῶτον τοῖς τόξοις καὶ τοῖς πετροβόλοις, ἔτι δὲ τοῖς ἀκοντίσμασι πυκνοῖς χρώμενοι κατετραυμάτιζον τοὺς ὑποπίπτοντας· εἶτα συνεγγισάντων τῶν σκαφῶν καὶ μελλούσης γίνεσθαι τῆς ἐμβολῆς βιαίου οἱ μὲν ἐπὶ τῶν καταστρωμάτων συγκαθῆκαν, οἱ δʼ ἐρέται παρακληθέντες ὑπὸ τῶν κελευστῶν ἐκθυμότερον ἐνέκειντο.
ἀπὸ κράτους δὲ καὶ βίας ἐλαθεισῶν τῶν νεῶν αἱ μὲν παρέσυρον ἀλλήλων τοὺς ταρσούς, ὥστε πρὸς φυγὴν καὶ διωγμὸν ἀχρήστους γίνεσθαι καὶ τοὺς ἐπιβεβηκότας ἄνδρας ὡρμηκότας πρὸς ἀλκὴν κωλύεσθαι τῆς πρὸς τὸν κίνδυνον ὁρμῆς· αἱ δὲ κατὰ πρῷραν τοῖς ἐμβόλοις συρράττουσαι πρύμναν ἀνεκρούοντο πρὸς ἄλλην ἐμβολὴν καὶ κατετραυμάτιζον ἀλλήλους οἱ ταύταις ἐφεστῶτες, ἅτε τοῦ σκοποῦ σύνεγγυς ἑκάστοις κειμένου. τινὲς δὲ τῶν τριηραρχῶν ἐκ πλαγίας ἔτυπτον καὶ τῶν ἐμβόλων δυσαποσπάστως ἐχόντων ἐπεπήδων ἐπὶ τὰς τῶν πολεμίων ναῦς, πολλὰ καὶ πάσχοντες δεινὰ καὶ διατιθέντες·
οἱ μὲν γὰρ τῶν ἐγγιζόντων τοίχων ἐφαψάμενοι καὶ σφαλέντες τῆς βάσεως περιέπιπτον εἰς θάλασσαν καὶ παραχρῆμα τοῖς δόρασιν ὑπὸ τῶν ἐφεστώτων ἐφονεύοντο, οἱ δὲ κρατήσαντες τῆς ἐπιβολῆς τοὺς μὲν ἀνῄρουν, τοὺς δὲ κατὰ τὴν στενοχωρίαν ἐκβιαζόμενοι περιέτρεπον εἰς τὸ πέλαγος. ὅλως δὲ ποικίλαι καὶ παράλογοι συνίσταντο μάχαι, πολλάκις τῶν μὲν ἡττόνων ἐπικρατούντων διὰ τὴν τῶν σκαφῶν ὑπεροχήν, τῶν δὲ κρειττόνων θλιβομένων διὰ τὸ περὶ τὴν στάσιν ἐλάττωμα καὶ τὴν ἀνωμαλίαν τῶν συμβαινόντων ἐν τοῖς τοιούτοις κινδύνοις.
ἐπὶ μὲν γὰρ τῶν ἐπὶ τῆς γῆς ἀγώνων διάδηλος ἡ ἀρετὴ γίνεται, δυναμένη τυγχάνειν τῶν πρωτείων μηδενὸς ἔξωθεν αὐτομάτου παρενοχλοῦντος· κατὰ δὲ τὰς ναυμαχίας πολλὰς καὶ ποικίλας αἰτίας συμβαίνει παραλόγως ἐλαττοῦν τοὺς διʼ ἀνδρείαν δικαίως ἂν τυχόντας τῆς νίκης.
λαμπρότατα δὲ πάντων Δημήτριος ἠγωνίσατο τῆς ἑπτήρους ἐπιβεβηκὼς ἐπὶ τῇ πρύμνῃ. ἀθρόων γὰρ αὐτῷ περιχυθέντων οὓς μὲν ταῖς λόγχαις ἀκοντίζων, οὓς δὲ ἐκ χειρὸς τῷ δόρατι τύπτων ἀνῄρει· πολλῶν δὲ καὶ παντοίων βελῶν ἐπʼ αὐτὸν φερομένων ἃ μὲν προορώμενος ἐξέκλινεν, ἃ δὲ τοῖς σκεπαστηρίοις ὅπλοις ἐδέχετο.
τριῶν δʼ ὑπερασπιζόντων αὐτὸν εἷς μὲν λόγχῃ πληγεὶς ἔπεσεν, οἱ δὲ δύο κατετραυματίσθησαν. τέλος δὲ τοὺς ἀντιστάντας ὁ Δημήτριος ἐκβιασάμενος καὶ τροπὴν τοῦ δεξιοῦ κέρατος ποιήσας εὐθὺ καὶ τὰς συνεχεῖς φυγεῖν ἠνάγκασεν.
Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθʼ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθʼ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν. ὑποστρέφων δʼ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι· θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.
Δημήτριος δὲ νικήσας τῇ ναυμαχίᾳ τῷ μὲν Νέωνι καὶ Βουρίχῳ παρέδωκε τὰ στρατιωτικὰ τῶν πλοίων, προστάξας διώκειν καὶ τοὺς ἐν τῇ θαλάττῃ διανηχομένους ἀναλαμβάνειν· αὐτὸς δὲ τὰς ἰδίας ναῦς κοσμήσας τοῖς ἀκροστολίοις καὶ τὰς ἁλούσας ἐφελκόμενος τὸν πλοῦν ἐποιεῖτο πρὸς τὸ στρατόπεδον καὶ τὸν οἰκεῖον λιμένα.
κατὰ δὲ τὸν τῆς ναυμαχίας καιρὸν Μενέλαος ὁ ἐν τῇ Σαλαμῖνι στρατηγὸς πληρώσας τὰς ἑξήκοντα ναῦς ἐξαπέστειλε πρὸς βοήθειαν τῷ Πτολεμαίῳ, ναύαρχον ἐπιστήσας Μενοίτιον. γενομένου δʼ ἀγῶνος περὶ τὸ στόμα τοῦ λιμένος πρὸς τὰς ἐφορμούσας ναῦς καὶ τῶν ἐκ τῆς πόλεως βιασαμένων αἱ μὲν τοῦ Δημητρίου δέκα ναῦς ἔφυγον πρὸς τὸ πεζὸν στρατόπεδον, οἱ δὲ περὶ τὸν Μενοίτιον ἀναπλεύσαντες καὶ τῶν καιρῶν μικρὸν ὑστερήσαντες ἀνέστρεψαν πάλιν εἰς τὴν Σαλαμῖνα.
τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης τῶν μὲν πορίων ἥλω πλείω τῶν ἑκατόν, ἐν οἷς ἦσαν σχεδὸν στρατιῶται ὀκτακισχίλιοι· τῶν δὲ μακρῶν αὔτανδροι μὲν ἐλήφθησαν τεσσαράκοντα, διεφθάρησαν δὲ περὶ ὀγδοήκοντα, ἃς πλήρεις οὔσας θαλάττης κατήγαγον οἱ κρατήσαντες εἰς τὴν πρὸς τῇ πόλει στρατοπεδείαν. διεφθάρη δὲ καὶ τῶν Δημητρίου σκαφῶν εἴκοσι· πάντα δὲ τῆς προσηκούσης ἐπιμελείας τυχόντα παρείχετο τὰς ἁρμοζούσας χρείας.
μετὰ δὲ ταῦτα Πτολεμαῖος ἀπογνοὺς τὰ κατὰ τὴν Κύπρον ἀπῆρεν εἰς Αἴγυπτον. Δημήτριος δὲ πάσας τὰς ἐν τῇ νήσῳ πόλεις παραλαβὼν καὶ τοὺς φρουροῦντας στρατιώτας, τούτους μὲν εἰς τάξεις κατεχώρισεν, ὄντας πεζοὺς μὲν μυρίους ἑξακισχιλίους συντεταγμένους, ἱππεῖς δὲ περὶ ἑξακοσίους, πρὸς δὲ τὸν πατέρα ταχέως ἐμβιβάσας εἰς τὴν μεγίστην ναῦν τοὺς δηλώσοντας περὶ τῶν κατορθωθέντων ἐξαπέστειλεν.
ὁ δʼ Ἀντίγονος πυθόμενος τὴν γεγενημένην νίκην καὶ μετεωρισθεὶς ἐπὶ τῷ μεγέθει τοῦ προτερήματος διάδημα περιέθετο καὶ τὸ λοιπὸν ἐχρημάτιζε βασιλεύς, συγχωρήσας καὶ τῷ Δημητρίῳ τῆς αὐτῆς τυγχάνειν προσηγορίας καὶ τιμῆς.
ὁ δὲ Πτολεμαῖος οὐδὲν τῇ ψυχῇ ταπεινωθεὶς διὰ τὴν ἧτταν καὶ αὐτὸς ὁμοίως ἀνέλαβε τὸ διάδημα καὶ πρὸς ἅπαντας ἀνέγραφεν ἑαυτὸν βασιλέα.
παραπλησίως δὲ τούτοις καὶ οἱ λοιποὶ δυνάσται ζηλοτυπήσαντες ἀνηγόρευον ἑαυτοὺς βασιλεῖς, Σέλευκος μὲν προσφάτως τὰς ἄνω σατραπείας προσκεκτημένος, Λυσίμαχος δὲ καὶ Κάσανδρος τὰς ἐξ ἀρχῆς δοθείσας μερίδας διατηροῦντες. ἡμεῖς δὲ περὶ τούτων ἱκανῶς εἰρηκότες ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ Λιβύην καὶ Σικελίαν πραχθέντων.
Ἀγαθοκλῆς γὰρ πυθόμενος τοὺς προειρημένους δυνάστας ἀνῃρημένους διάδημα καὶ νομίζων μήτε δυνάμεσι μήτε χώρᾳ μήτε τοῖς πραχθεῖσι λείπεσθαι τούτων ἑαυτὸν ἀνηγόρευσε βασιλέα. καὶ διάδημα μὲν οὐκ ἔκρινεν ἔχειν· ἐφόρει γὰρ αἰεὶ στέφανον, ὃν κατὰ τὴν ἐπίθεσιν τῆς τυραννίδος ἔκ τινος ἱερωσύνης περικείμενος οὐκ ἀπέθετο περὶ τῆς δυναστείας ἀγωνιζόμενος· ἔνιοι δέ φασιν αὐτὸν ἐπιτετηδεῦσθαι τοῦτον ἐξ ἀρχῆς φορεῖν ἐπὶ τῷ μὴ λίαν αὐτὸν εὐχαίτην εἶναι.
οὐ μὴν ἀλλὰ τῆς προσηγορίας ταύτης ἄξιόν τι σπεύδων πρᾶξαι ἐπὶ μὲν Ἰτυκαίους ἐστράτευσεν ἀφεστηκότας· ἄφνω δʼ αὐτῶν τῇ πόλει προσπεσὼν καὶ τῶν ἐπὶ τῆς χώρας ἀπειλημμένων πολιτικῶν ζωγρήσας εἰς τριακοσίους τὸ μὲν πρῶτον διδοὺς ἄφεσιν τῶν ἐγκλημάτων ἠξίου παραδιδόναι τὴν πόλιν· οὐ προσεχόντων δὲ τῶν ἔνδον συνεπήγνυε μηχανὴν καὶ κρεμάσας ἐπʼ αὐτῇ τοὺς αἰχμαλώτους προσήγαγε τοῖς τείχεσιν.
οἱ δʼ Ἰτυκαῖοι τοὺς μὲν ἠτυχηκότας ἠλέουν, πλείονα δὲ λόγον τῆς τῶν ἁπάντων ἐλευθερίας ἢ τῆς ἐκείνων σωτηρίας ποιούμενοι διέλαβον τὰ τείχη τοῖς στρατιώταις καὶ τὴν πολιορκίαν εὐγενῶς ὑπέμενον.
εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς ἐπιστήσας τῇ μηχανῇ τούς τε ὀξυβελεῖς καὶ σφενδονήτας καὶ τοξότας ἀπὸ ταύτης ἀγωνιζόμενος ἤρχετο τῆς πολιορκίας καὶ ταῖς ψυχαῖς τῶν ἔνδον ὥσπερ καυτήριά τινα προσῆγεν·
οἱ δʼ ἐπὶ τῶν τειχῶν ἑστῶτες τὸ μὲν πρῶτον ὤκνουν τοῖς βέλεσι χρήσασθαι, προκειμένων αὐτοῖς σκοπῶν πολιτικῶν ἀνδρῶν, ὧν ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων· ἐπικειμένων δὲ τῶν πολεμίων βαρύτερον ἠναγκάζοντο τοὺς ἐπὶ τῆς μηχανῆς ὄντας ἀμύνεσθαι.
ἔνθα δὴ συνέβαινε γίνεσθαι παράλογα πάθη τοῖς Ἰτυκαίοις καὶ τύχης ἐπηρεασμὸν ἐν ἀνάγκαις κειμένοις ἀνεκφεύκτοις· προβεβλημένων γὰρ τῶν Ἑλλήνων τοὺς ἡλωκότας τῶν ἐξ Ἰτύκης ἀναγκαῖον ἦν ἢ τούτων φειδομένους περιορᾶν ὑποχείριον τοῖς πολεμίοις γινομένην τὴν πατρίδα ἢ τῇ πόλει βοηθοῦντας ἀνηλεῶς φονεῦσαι πλῆθος πολιτῶν ἠτυχηκότων.
ὅπερ καὶ συνέβη γενέσθαι· ἀμυνόμενοι γὰρ τοὺς πολεμίους καὶ παντοίοις βέλεσι χρώμενοι καὶ τὰ τῶν ἐφεστηκότων τῇ μηχανῇ σώματα κατῃκίσαντο καὶ τινὰς μὲν τῶν κρεμαμένων πολιτῶν κατηκόντισαν, τινὰς δὲ τοῖς ὀξυβελέσι πρὸς τῇ μηχανῇ προσκαθήλωσαν καθʼ οὕς ποτε τύχοι τοῦ σώματος τόπους, ὥστε σταυρῷ παραπλησίαν εἶναι τὴν ὕβριν ἅμα καὶ τὴν τιμωρίαν. καὶ ταῦτʼ ἐγίνετό τισιν ὑπὸ συγγενῶν ἢ φίλων, εἰ τύχοι, τῆς ἀνάγκης οὐ πολυπραγμονούσης τι τῶν παρʼ ἀνθρώποις ὁσίων.
ὁ δʼ Ἀγαθοκλῆς, ὁρῶν αὐτοὺς ἀπαθῶς ὡρμηκότας πρὸς τὸν κίνδυνον, περιστήσας πανταχόθεν τὴν δύναμιν καὶ κατά τινα τόπον φαύλως ᾠκοδομημένον βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν.
τῶν δʼ Ἰτυκαίων τῶν μὲν εἰς τὰς οἰκίας, τῶν δʼ εἰς ἱερὰ καταφευγόντων διʼ ὀργῆς αὐτοὺς ἔχων φόνου τὴν πόλιν ἐπλήρωσε. τοὺς μὲν γὰρ ἐν χειρῶν νόμῳ διέφθειρε, τοὺς δʼ ἁλόντας ἐκρέμασε, τοὺς δʼ ἐπὶ θεῶν ἱερὰ καὶ βωμοὺς καταφυγόντας διαψευσθῆναι τῆς ἐλπίδος ἐποίησεν.
διαφορήσας δὲ τὰς κτήσεις καὶ φυλακὴν ἀπολιπὼν ἐπὶ τῆς πόλεως ἐστρατοπέδευσεν ἐπὶ τὴν Ἵππου καλουμένην ἄκραν, ὠχυρωμένην φυσικῶς τῇ παρακειμένῃ λίμνῃ. πολιορκήσας δὲ αὐτὴν ἐνεργῶς καὶ τῶν ἐγχωρίων ναυμαχίᾳ περιγενόμενος κατὰ κράτος εἷλε. τούτῳ δὲ τῷ τρόπῳ τὰς πόλεις χειρωσάμενος τῶν τε ἐπὶ θαλάττῃ τόπων τῶν πλείστων ἐκυρίευσεν καὶ τῶν τὴν μεσόγειον οἰκούντων πλὴν τῶν Νομάδων· ὧν τινὲς μὲν φιλίαν πρὸς αὐτὸν ἐποιήσαντο, τινὲς δʼ ἐκαραδόκουν τὴν τῶν ὅλων κρίσιν.
τέτταρα γὰρ τὴν Λιβύην διείληφε γένη, Φοίνικες μὲν οἱ τὴν Καρχηδόνα τότε κατοικοῦντες, Λιβυφοίνικες δὲ πολλὰς ἔχοντες πόλεις ἐπιθαλαττίους καὶ κοινωνοῦντες τοῖς Καρχηδονίοις ἐπιγαμίας, οἷς ἀπὸ τῆς συμπεπλεγμένης συγγενείας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας· ὁ δὲ πολὺς λαὸς τῶν ἐγχωρίων, ἀρχαιότατος ὤν, Λίβυς ὠνομάζετο, μισῶν διαφερόντως τοὺς Καρχηδονίους διὰ τὸ βάρος τῆς ἐπιστασίας· οἱ δὲ τελευταῖοι Νομάδες ὑπῆρχον, πολλὴν τῆς Λιβύης νεμόμενοι μέχρι τῆς ἐρήμου.
Ἀγαθοκλῆς δὲ τοῖς μὲν κατὰ Λιβύην συμμάχοις καὶ ταῖς δυνάμεσιν ὑπερέχων τῶν Καρχηδονίων, περὶ δὲ τῶν ἐν Σικελίᾳ πραγμάτων ἀγωνιῶν ἄφρακτα καὶ πεντηκοντόρους ναυπηγησάμενος ἐνεβίβασε στρατιώτας δισχιλίους. καταλιπὼν δὲ τῶν ἐν τῇ Λιβύῃ πραγμάτων στρατηγὸν Ἀγάθαρχον τὸν υἱὸν ἀνήχθη ταῖς ναυσίν, ἐπὶ Σικελίαν τὸν πλοῦν ποιούμενος.
ἅμα δὲ τούτοις πραττομένοις Ξενόδοκος ὁ τῶν Ἀκραγαντίνων στρατηγὸς πολλὰς μὲν τῶν πόλεων ἠλευθερωκώς, ἐλπίδας δὲ μεγάλας παρεσχηκὼς τοῖς Σικελιώταις τῆς καθʼ ὅλην τὴν νῆσον αὐτονομίας ἐξήγαγε τὴν δύναμιν ἐπὶ τοὺς Ἀγαθοκλέους στρατηγούς, οὖσαν πεζῶν μὲν πλειόνων ἢ μυρίων, ἱππέων δὲ σχεδὸν χιλίων.
οἱ δὲ περὶ Λεπτίνην καὶ Δημόφιλον ἐκ τῶν Συρακουσσῶν καὶ τῶν φρουρίων ἐπιλέξαντες ὅσους ἠδύναντο πλείστους ἀντεστρατοπέδευσαν πεζοῖς μὲν ὀκτακισχιλίοις καὶ διακοσίοις, ἱππεῦσι δὲ χιλίοις καὶ διακοσίοις. γενομένης οὖν παρατάξεως ἰσχυρᾶς ἡττηθεὶς ὁ Ξενόδοκος ἔφυγεν εἰς τὸν Ἀκράγαντα καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων.
οἱ μὲν οὖν Ἀκραγαντῖνοι ταύτῃ τῇ συμφορᾷ περιπεσόντες διέλυσαν ἑαυτῶν μὲν τὴν καλλίστην ἐπιβολήν, τῶν δὲ συμμάχων τὰς τῆς ἐλευθερίας ἐλπίδας· Ἀγαθοκλῆς δὲ τῆς μάχης ἄρτι γεγενημένης καταπλεύσας τῆς Σικελίας εἰς Σελινοῦντα Ἡρακλεώτας μὲν ἠλευθερωκότας τὴν πόλιν ἠνάγκασε πάλιν ὑποτάττεσθαι, παρελθὼν δὲ ἐπὶ θάτερον μέρος τῆς νήσου Θερμίτας μὲν προσαγαγόμενος ὑποσπόνδους ἀφῆκε τῶν Καρχηδονίων φρουρούντων ταύτην τὴν πόλιν, Κεφαλοίδιον δὲ ἐκπολιορκήσας Λεπτίνην μὲν ταύτης ἐπιμελητὴν ἀπέλιπεν, αὐτὸς δὲ διὰ τῆς μεσογείου ποιούμενος τὴν πορείαν ἐπεβάλετο μὲν νυκτὸς εἰς τὰ Κεντόριπα παρεισπεσεῖν εἰσδεχομένων αὐτόν τινων πολιτικῶν ἀνδρῶν, καταφανοῦς δὲ τῆς ἐπιβουλῆς γενομένης καὶ τῶν φρουρῶν παραβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως, ἀποβαλὼν τῶν στρατιωτῶν πλείους πεντακοσίων.
μετὰ δὲ ταῦτά τινων ἐκ τῆς Ἀπολλωνίας μεταπεμπομένων αὐτὸν καὶ τὴν πατρίδα προδώσειν ἐπαγγελλομένων ἧκε πρὸς τὴν πόλιν· τῶν δὲ προδοτῶν καταφανῶν γενομένων καὶ κολασθέντων κατὰ μὲν πρώτην ἡμέραν πολιορκήσας ἄπρακτος ἐγένετο, τῇ δʼ ὑστεραίᾳ πολλὰ κακοπαθήσας καὶ συχνοὺς ἀποβαλὼν μόλις εἷλε τὴν πόλιν καὶ τῶν Ἀπολλωνιατῶν τοὺς πλείστους ἀποσφάξας διήρπασε τὰς κτήσεις.
τούτου δὲ περὶ ταῦτʼ ὄντος Δεινοκράτης ὁ τῶν φυγάδων ἡγούμενος ἀναλαβὼν τὴν Ἀκραγαντίνων προαίρεσιν καὶ προστάτην αὑτὸν ἀναδείξας τῆς κοινῆς ἐλευθερίας ἐποίησε πολλοὺς ἁπανταχόθεν συνδραμεῖν πρὸς αὐτόν·
οἱ μὲν γὰρ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας, οἱ δὲ διὰ τὸν Ἀγαθοκλέους φόβον προθύμως ὑπήκουον τοῖς παραγγελλομένοις. ἠθροισμένων δʼ αὐτῶν πεζῶν μὲν οὐ πολὺ ἐλάττων δισμυρίων, ἱππέων δὲ χιλίων καὶ πεντακοσίων καὶ πάντων τούτων ἐν φυγαῖς καὶ μελέταις τοῦ πονεῖν συνεχῶς γεγονότων κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ,
προκαλούμενος τῇ μάχῃ τὸν δυνάστην. τοῦ δʼ Ἀγαθοκλέους λειπομένου πολὺ ταῖς δυνάμεσι καὶ φυγομαχοῦντος ἐκ ποδὸς ἠκολούθει συνεχῶς, ἀκονητὶ περιπεποιημένος τὴν νίκην. ἀπὸ δὲ τούτων τῶν καιρῶν τοῖς περὶ τὸν Ἀγαθοκλέα συνέβαινε πρὸς τὸ χεῖρον μεταβάλλειν οὐ μόνον τὰ κατὰ Σικελίαν, ἀλλὰ καὶ τὰ κατὰ Λιβύην πράγματα.
Ἀρχάγαθος γὰρ ὁ καταλειφθεὶς ὑπʼ αὐτοῦ στρατηγὸς μετὰ τὴν ἀναγωγὴν τοῦ πατρὸς τὸ μὲν πρῶτον ἐπλεονέκτει, πέμψας εἰς τοὺς ἄνω τόπους μέρος τι τῆς δυνάμεως, ἧς ἦν ἡγεμὼν Εὔμαχος. οὗτος γὰρ Τώκας πόλιν εὐμεγέθη χειρωσάμενος πολλοὺς προσηγάγετο τῶν πλησίον κατοικούντων Νομάδων.
εἶθʼ ἑτέραν ἐκπολιορκήσας, τὴν ὀνομαζομένην Φελλίνην, ἠνάγκασε πιθαρχεῖν τοὺς τὴν ἑξῆς χώραν νεμομένους, τοὺς καλουμένους Ἀσφοδελώδεις, ὄντας τῷ χρώματι παραπλησίους τοῖς Αἰθίοψι.
τρίτην δʼ εἷλε Μεσχέλαν, μεγίστην οὖσαν, ᾠκισμένην δὲ τὸ παλαιὸν ὑπὸ τῶν ἐκ Τροίας ἀνακομιζομένων Ἑλλήνων, περὶ ὧν ἐν τῇ τρίτῃ βίβλῳ προειρήκαμεν, ἑξῆς δὲ τὴν ὀνομαζομένην ἄκραν Ἵππου τὴν ὁμώνυμον τῇ χειρωθείσῃ κατὰ κράτος ὑπʼ Ἀγαθοκλέους καὶ τελευταίαν τὴν προσαγορευομένην Ἀκρίδα πόλιν αὐτόνομον, ἣν ἐξανδραποδισάμενος ἐξέδωκετοῖς στρατιώταις διαρπάσαι.
ἐμπλήσας δʼ ὠφελείας τὸ στρατόπεδον κατέβη πρὸς τοὺς περὶ τὸν Ἀρχάγαθον καὶ δόξας ἀγαθὸς ἀνὴρ γεγονέναι πάλιν ἐστράτευσεν εἰς τοὺς ἄνω τῆς Λιβύης τόπους. ὑπερβαλὼν δὲ τὰς πόλεις ὧν πρότερον ἐγεγόνει κύριος, παρεισέπεσεν εἰς τὴν καλουμένην Μιλτινὴν πόλιν, ἀπροσδοκήτως ἐπιφανείς·
συστραφέντων δʼ ἐπʼ αὐτὸν τῶν βαρβάρων καὶ κρατησάντων ἐν ταῖς ὁδοῖς ἐξεβλήθη παραλόγως καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν. ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν διʼ ὄρους ὑψηλοῦ παρήκοντος ἐπὶ σταδίους διακοσίους, πλήρους δʼ ὄντος αἰλούρων, ἐν ᾧ συνέβαινε μηδὲν ὅλως πτηνὸν νεοττεύειν μήτε ἐπὶ τοῖς δένδρεσι μήτε ἐν ταῖς φάραγξι διὰ τὴν ἀλλοτριότητα τῶν προειρημένων ζῴων.
διελθὼν δὲ τὴν ὀρεινὴν ταύτην ἐνέβαλεν εἰς χώραν ἔχουσαν πλῆθος πιθήκων καὶ πόλεις τρεῖς τὰς ἀπὸ τούτων τῶν ζῴων ὀνομαζομένας εἰς τὸν Ἑλληνικὸν τρόπον τῆς διαλέκτου μεθερμηνευομένας Πιθηκούσσας.
ἐν δὲ ταύταις οὐκ ὀλίγα τῶν νομίμων πολὺ παρήλλαττε τῶν παρʼ ἡμῖν. τάς τε γὰρ αὐτὰς οἰκίας οἱ πίθηκοι κατῴκουν τοῖς ἀνθρώποις, θεοὶ παρʼ αὐτοῖς νομιζόμενοι καθάπερ παρʼ Αἰγυπτίοις οἱ κύνες, ἔκ τε τῶν παρεσκευασμένων ἐν τοῖς ταμιείοις τὰ ζῷα τὰς τροφὰς ἐλάμβανον ἀκωλύτως ὁπότε βούλοιντο. καὶ τὰς προσηγορίας δʼ ἐτίθεσαν οἱ γονεῖς τοῖς παισὶ κατὰ τὸ πλεῖστον ἀπὸ τῶν πιθήκων, ὥσπερ παρʼ ἡμῖν ἀπὸ τῶν θεῶν.
τοῖς δʼ ἀποκτείνασι τοῦτο τὸ ζῷον ὡς ἠσεβηκόσι τὰ μέγιστα θάνατος ὥριστο πρόστιμον· διὸ δὴ καὶ παρά τισιν ἐνίσχυσεν ἐν παροιμίας μέρει λεγόμενον ἐπὶ τῶν ἀνατεὶ κτεινομένων ὅτι πιθήκου αἷμʼ ἀποτίσειαν.
ὁ δʼ οὖν Εὔμαχος μίαν μὲν τούτων τῶν πόλεων ἑλὼν κατὰ κράτος διήρπασε, τὰς δὲ δύο προσηγάγετο. πυνθανόμενος δὲ τοὺς περιοικοῦντας βαρβάρους ἀθροίζειν ἐπʼ αὐτὸν μεγάλας δυνάμεις προῆγε συντονώτερον, διεγνωκὼς ἐπανιέναι πρὸς τοὺς ἐπὶ θαλάττῃ τόπους.
μέχρι μὲν δὴ τούτων τῶν καιρῶν ἐν τῇ Λιβύῃ κατὰ νοῦν ἅπαντα τὰ πράγματα τοῖς περὶ τὸν Ἀρχάγαθον ἦν. μετὰ δὲ ταῦτα τῆς γερουσίας ἐν Καρχηδόνι βουλευσαμένης περὶ τοῦ πολέμου καλῶς ἔδοξε τοῖς συνέδροις τρία στρατόπεδα ποιήσαντας ἐκ τῆς πόλεως ἐκπέμψαι, τὸ μὲν ἐπὶ τὰς παραθαλαττίους πόλεις, τὸ δʼ εἰς τὴν μεσόγειον, τὸ δʼ εἰς τοὺς ἄνω τόπους.
ἐνόμιζον γὰρ τοῦτο πράξαντες πρῶτον μὲν τὴν πόλιν ἀπαλλάξειν τῆς πολιορκίας, ἅμα δὲ καὶ τῆς σιτοδείας· πολλῶν γὰρ καὶ παντοδαπῶν ὄχλων συμπεφευγότων εἰς τὴν Καρχηδόνα συνέβαινε πάντων γεγονέναι σπάνιν, ἐξανηλωμένων ἤδη τῶν ἐπιτηδείων· ἀπὸ δὲ τῆς πολιορκίας οὐκ ἦν κίνδυνος, ἀπροσίτου τῆς πόλεως οὔσης διὰ τὴν ἀπὸ τῶν τειχῶν καὶ τῆς θαλάττης ὀχυρότητα·
ἔπειθʼ ὑπελάμβανον καὶ τοὺς συμμάχους διαμένειν μᾶλλον πλειόνων στρατοπέδων ὄντων ἐν ὑπαίθρῳ τῶν παραβοηθούντων· τὸ δὲ μέγιστον, ἤλπιζον καὶ τοὺς πολεμίους ἀναγκασθήσεσθαι μερίζειν τὰς δυνάμεις καὶ μακρὰν ἀποσπᾶσθαι τῆς Καρχηδόνος. ἅπερ ἅπαντα κατὰ τὴν ἐπίνοιαν αὐτῶν συνετελέσθη·
τρισμυρίων μὲν γὰρ στρατιωτῶν ἐκ τῆς πόλεως ἐκπεμφθέντων οἱ καταλειπόμενοι ἔμποροι οὐχ οἷον ἱκανὰ πρὸς αὐτάρκειαν εἶχον, ἀλλʼ ἐκ περιουσίας ἐχρῶντο δαψιλέσι πᾶσιν, οἵ τε σύμμαχοι τὸ πρὸ τοῦ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον ἀναγκαζόμενοι προστίθεσθαι τοῖς πολεμίοις τότε πάλιν θαρρήσαντες
ἀνέτρεχον εἰς τὴν προϋπάρχουσαν φιλίαν. ὁ δʼ Ἀρχάγαθος ὁρῶν διειλημμένην ἅπασαν τὴν Λιβύην πολεμίοις στρατοπέδοις καὶ αὐτὸς διεῖλε τὴν δύναμιν καὶ μέρος μὲν ἐξέπεμψεν εἰς τὴν παραθαλάττιον, τῆς δʼ ἄλλης στρατιᾶς ἣν μὲν Αἰσχρίωνι παραδοὺς ἐξέπεμψεν, ἧς δʼ αὐτὸς ἡγεῖτο, καταλιπὼν τὴν ἱκανὴν φυλακὴν ἐπὶ τοῦ Τύνητος.
τοσούτων δὲ στρατοπέδων ἐπὶ τῆς χώρας πανταχῇ πλαζομένων καὶ προσδοκωμένης ἔσεσθαι πραγμάτων ὁλοσχεροῦς μεταβολῆς ἅπαντες ἠγωνίων,
καραδοκοῦντες τὸ τέλος τῶν ἀποβησομένων. Ἄννων μὲν οὖν ἡγούμενος τοῦ κατὰ τὴν μεσόγειον στρατοπέδου θεὶς ἐνέδραν τοῖς περὶ τὸν Αἰσχρίωνα καὶ παραδόξως ἐπιθέμενος ἀνεῖλε πεζοὺς μὲν πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ περὶ διακοσίους, ἐν οἷς ἦν καὶ αὐτὸς ὁ στρατηγός· τῶν δʼ ἄλλων οἱ μὲν ἥλωσαν, οἱ δὲ διεσώθησαν πρὸς Ἀρχάγαθον, ἀπέχοντα σταδίους πεντακοσίους.
Ἰμίλκων δʼ ἐπὶ τοὺς ἄνω τόπους στρατεύειν ἀποδειχθεὶς τὸ μὲν πρῶτον ἐφήδρευε τῇ πόλει πρὸς τὸν Εὔμαχον, ἐφελκόμενον βαρὺ τὸ στρατόπεδον διὰ τὰς ἐκ τῶν ἁλουσῶν πόλεων ὠφελείας.
μετὰ δὲ ταῦτα τῶν Ἑλλήνων ἐκταξάντων τὴν δύναμιν καὶ προκαλουμένων εἰς μάχην Ἰμίλκων μέρος μὲν τῆς στρατιᾶς κατέλιπε διεσκευασμένον ἐν τῇ πόλει, διακελευσάμενος, ὅταν αὐτὸς ἀναχωρῇ προσποιούμενος φεύγειν, ἐπεξελθεῖν τοῖς ἐπιδιώκουσιν· αὐτὸς δὲ προαγαγὼν τοὺς ἡμίσεις τῶν στρατιωτῶν καὶ μικρὸν πρὸ τῆς παρεμβολῆς συνάψας μάχην εὐθὺς ἔφευγεν ὡς καταπεπληγμένος.
οἱ δὲ περὶ τὸν Εὔμαχον ἐπαρθέντες τῇ νίκῃ καὶ τῆς τάξεως οὐδὲν φροντίσαντες ἐδίωκον καὶ τεθορυβημένως τῶν ὑποχωρούντων ἐξήπτοντο· ἄφνω δὲ καθʼ ἕτερον μέρος τῆς πόλεως ἐκχυθείσης τῆς δυνάμεως κατεσκευασμένης καὶ πλήθους ἱκανοῦ πρὸς ἓν παρακέλευσμα συναλαλάξαντος κατεπλάγησαν.
ἐμβαλόντων οὖν τῶν βαρβάρων εἰς ἀσυντάκτους καὶ πεφοβημένους διὰ τὸ παράδοξον, ταχὺ τροπὴν συνέβη γενέσθαι τῶν Ἑλλήνων. ὑποτεμομένων δὲ τῶν Καρχηδονίων τὴν εἰς τὴν στρατοπεδείαν ἀποχώρησιν τῶν πολεμίων ἠναγκάσθησαν οἱ περὶ τὸν Εὔμαχον καταφυγεῖν ἐπὶ τὸν πλησίον λόφον ὕδατος σπανίζοντα.
περιστρατοπεδευσάντων δὲ τὸν τόπον τῶν Φοινίκων ἅμα μὲν ὑπὸ τοῦ δίψους καταπονηθέντες, ἅμα δʼ ὑπὸ τῶν πολεμίων κρατούμενοι σχεδὸν ἅπαντες ἀνῃρέθησαν· ἀπὸ μὲν γὰρ πεζῶν ὀκτακισχιλίων τριάκοντα μόνον διεσώθησαν, ἀπὸ δʼ ἱππέων ὀκτακοσίων τετταράκοντα διέφυγον τὸν κίνδυνον.
ὁ δʼ Ἀρχάγαθος τηλικαύτῃ συμφορᾷ περιπεσὼν ἐπανῆλθεν εἰς Τύνητα. καὶ τῶν μὲν ἐκπεμφθέντων στρατιωτῶν τοὺς περιλειπομένους μετεπέμπετο πανταχόθεν, εἰς δὲ τὴν Σικελίαν ἐξέπεμψε τοὺς δηλώσοντας τῷ πατρὶ τὰ συμβεβηκότα καὶ παρακαλέσοντας βοηθεῖν τὴν ταχίστην.
τοῖς δὲ προγεγονόσιν ἀτυχήμασιν ἑτέρα τοῖς Ἕλλησιν ἐλάττωσις ἐπεγένετο· ἀπέστησαν μὲν γὰρ ἀπʼ αὐτῶν πλὴν ὀλίγων ἅπαντες οἱ σύμμαχοι, συνεστράφησαν δὲ αἱ τῶν πολεμίων δυνάμεις καὶ πλησίον ποιησάμενοι παρεμβολὰς ἐφήδρευον.
Ἰμίλκων μὲν γὰρ κατελάβετο τὰ στενὰ καὶ τῶν ἀπὸ τῆς χώρας εἰσβολῶν ἀπέκλεισε τοὺς ἐναντίους, ἀπέχοντας σταδίους ἑκατόν· ἐκ δὲ θατέρου μέρους ἐστρατοπέδευσεν Ἀτάρβας ἀπὸ τεσσαράκοντα σταδίων τοῦ Τύνητος.
διόπερ τῶν πολεμίων οὐ μόνον τῆς θαλάττης, ἀλλὰ καὶ τῆς χώρας κυριευόντων σιτοδείᾳ τε συνέβαινε συνέχεσθαι τοὺς Ἕλληνας καὶ τῷ φόβῳ πάντοθεν κατείχοντο.
ἐν ἀθυμίᾳ δὲ δεινῇ πάντων ὄντων Ἀγαθοκλῆς ὡς ἐπύθετο τὰ κατὰ τὴν Λιβύην ἐλαττώματα, παρεσκευάσατο ναῦς μακρὰς ἑπτακαίδεκα, διανοούμενος βοηθεῖν τοῖς περὶ τὸν Ἀρχάγαθον. καὶ τῶν κατὰ Σικελίαν δὲ πραγμάτων ἐπὶ τὸ χεῖρον αὐτῷ μεταβεβληκότων διὰ τὸ τοὺς περὶ Δεινοκράτην φυγάδας ηὐξῆσθαι ἐπὶ πλεῖον τὸν μὲν ἐν τῇ νήσῳ πόλεμον τοῖς περὶ Λεπτίνην στρατηγοῖς ἐνεχείρισεν, αὐτὸς δὲ πληρώσας τὰς ναῦς ἐπετήρει τὸν τοῦ πλοῦ καιρόν,
ἐφορμούντων τῶν Καρχηδονίων τριάκοντα ναυσί. καθʼ ὃν δὴ χρόνον ἐκ Τυρρηνίας αὐτῷ κατέπλευσαν ὀκτωκαίδεκα ναῦς ἐπὶ βοήθειαν, αἳ διὰ νυκτὸς εἰς τὸν λιμένα εἰσπεσοῦσαι τοὺς Καρχηδονίους ἔλαθον. ὁ δʼ Ἀγαθοκλῆς ταύτης τυχὼν τῆς ἀφορμῆς κατεστρατήγησε τοὺς πολεμίους, τοῖς μὲν συμμάχοις μένειν παραγγείλας μέχρι ἂν αὐτὸς ἐκπλεύσας ἐπισπάσηται τοὺς Φοίνικας πρὸς τὸν διωγμόν, αὐτὸς δέ, καθάπερ ἦν συντεθειμένος, ἐκ τοῦ λιμένος ἀνήχθη κατὰ σπουδὴν τοῖς ἑπτακαίδεκα σκάφεσιν.
εἶθʼ οἱ μὲν ἐφορμοῦντες ἐδίωκον, οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατανοήσαντες τοὺς Τυρρηνοὺς παραφαινομένους ἐκ τοῦ λιμένος ἄφνω τὰς ναῦς ἐπέστρεψαν καὶ καταστάντες εἰς ἐμβολὴν διεναυμάχουν τοῖς βαρβάροις. οἱ δὲ Καρχηδόνιοι διά τε τὸ παράδοξον καὶ διὰ τὸ τῶν πολεμίων εἰς μέσον ἀπολαμβάνεσθαι τὰς ἰδίας τριήρεις καταπλαγέντες ἔφυγον.
εἶθʼ οἱ μὲν Ἕλληνες πέντε νεῶν αὐτάνδρων ἐκυρίευσαν, ὁ δὲ τῶν Καρχηδονίων στρατηγὸς ἁλισκομένης ἤδη τῆς ναυαρχίδος ἀπέσφαξεν ἑαυτόν, προκρίνας τὸν θάνατον τῆς προσδοκηθείσης αἰχμαλωσίας. οὐ μὴν ἐφάνη γε εὖ βεβουλευμένος· ἡ γὰρ ναῦς φοροῦ πνεύματος ἐπιλαβομένη τοῦ δόλωνος ἀρθέντος ἐξέφυγε τὸν κίνδυνον.
Ἀγαθοκλῆς μὲν οὖν οὐδʼ ἐλπίδας ἔχων τοῦ κατὰ θάλατταν περιέσεσθαί ποτε Καρχηδονίων ἐνίκησε ναυμαχίᾳ παραδόξως καὶ τὸ λοιπὸν θαλασσοκρατῶν παρείχετο τοῖς ἐμπόροις τὴν ἀσφάλειαν. διόπερ οἱ Συρακόσιοι, πάντοθεν πρὸς αὐτοὺς κομιζομένης ἀγορᾶς, ἀντὶ τῆς τῶν ἐπιτηδείων σπάνεως ταχέως πάντων ἔσχον δαψίλειαν.
ὁ δὲ δυνάστης μετεωρισθεὶς τῷ γεγονότι προτερήματι Λεπτίνην ἐξαπέστειλε λεηλατήσοντα τὴν πολεμίαν καὶ μάλιστα τὴν Ἀκραγαντίνην. ὁ γὰρ Ξενόδοκος διὰ τὴν γεγενημένην ἧτταν βλασφημούμενος ὑπὸ τῶν ἀντιπολιτευομένων ἐστασίαζε πρὸς αὐτούς.
παρήγγειλε μὲν οὖν τῷ Λεπτίνῃ πειρᾶσθαι προκαλέσασθαι τὸν ἄνδρα πρὸς τὴν μάχην· ῥᾳδίως γὰρ προτερήσειν ὡς στασιαζούσης δυνάμεως καὶ προηττημένης.
ὅπερ καὶ συνετελέσθη· ὁ μὲν γὰρ Λεπτίνης ἐμβαλὼν εἰς τὴν Ἀκραγαντίνην τὴν χώραν ἐδῄου, ὁ δὲ Ξενόδοκος τὸ μὲν πρῶτον ἡσυχίαν εἶχεν, οὐ νομίζων αὑτὸν ἀξιόμαχον εἶναι, ὀνειδιζόμενος δὲ ὑπὸ τῶν πολιτῶν εἰς δειλίαν προήγαγε τὴν στρατιάν, τῷ μὲν ἀριθμῷ βραχὺ λειπομένην τῶν ἐναντίων, τῇ δʼ ἀρετῇ πολὺ καταδεεστέραν οὖσαν, ὡς ἂν τῆς μὲν πολιτικῆς ἐν ἀνέσει καὶ σκιατραφίᾳ γεγενημένης, τῆς δʼ ἐν ἀγραυλίᾳ καὶ συνεχέσι στρατείαις γεγυμνασμένης.
διὸ καὶ μάχης γενομένης οἱ περὶ τὸν Λεπτίνην ταχὺ τοὺς Ἀκραγαντίνους τρεψάμενοι συνεδίωξαν εἰς τὴν πόλιν· ἔπεσον δʼ ἐπὶ τῆς παρατάξεως τῶν ἡττηθέντων πεζοὶ μὲν περὶ πεντακοσίους, ἱππεῖς δὲ πλείω τῶν πεντήκοντα. εἶθʼ οἱ μὲν Ἀκραγαντῖνοι δυσφοροῦντες ἐπὶ τοῖς ἐλαττώμασιν ἐν αἰτίαις εἶχον τὸν Ξενόδοκον, ὡς δι’ ἐκεῖνον δὶς ἡττημένοι· ὁ δὲ φοβηθεὶς τὰς ἐπιφερομένας εὐθύνας καὶ κρίσεις ἀπεχώρησεν εἰς τὴν Γέλαν.
Ἀγαθοκλῆς δὲ ἐν ἡμέραις ὀλίγαις καὶ πεζῇ καὶ κατὰ θάλατταν νενικηκὼς τοὺς πολεμίους ἔθυε τοῖς θεοῖς καὶ λαμπρὰς ὑποδοχὰς τῶν φίλων ἐποιεῖτο. ἀπετίθετο δʼ ἐν τοῖς πότοις τὸ τῆς τυραννίδος ἀξίωμα καὶ τῶν τυχόντων ἰδιωτῶν ταπεινότερον ἑαυτὸν ἀπεδείκνυεν, ἅμα μὲν διὰ τῆς τοιαύτης πολιτείας θηρώμενος τὴν παρὰ τῶν πολλῶν εὔνοιαν, ἅμα δὲ διδοὺς ἐν τῇ μέθῃ καθʼ αὑτοῦ παρρησίαν ἀκριβῶς κατενόει τὴν ἑκάστου διάνοιαν, τῆς ἀληθείας ἐκφερομένης ἀπαρακαλύπτως διὰ τὸν οἶνον.
ὑπάρχων δὲ καὶ φύσει γελωτοποιὸς καὶ μῖμος οὐδʼ ἐν ταῖς ἐκκλησίαις ἀπείχετο τοῦ σκώπτειν τοὺς καθημένους καί τινας αὐτῶν εἰκάζειν, ὥστε τὸ πλῆθος πολλάκις εἰς γέλωτα ἐκτρέπεσθαι, καθάπερ τινὰ τῶν ἠθολόγων ἢ θαυματοποιῶν θεωροῦντας.
δορυφορούμενος δὲ ὑπὸ πλήθους εἰς τὰς ἐκκλησίας εἰσῄει μόνος, οὐχ ὁμοίως Διονυσίῳ τῷ τυράννῳ· οὗτος γὰρ ἐπὶ τοσοῦτον ἀπίστως διέκειτο πρὸς ἅπαντας ὥστε κατὰ μὲν τὸ πλεῖστον κομᾶν καὶ πωγωνοτροφεῖν, ὅπως μὴ συναναγκασθῇ τῷ τοῦ κουρέως σιδήρῳ παραβαλεῖν τὰ κυριώτατα μέρη τοῦ σώματος· εἰ δὲ καί ποτε χρεία γένοιτο τὴν κεφαλὴν ἀποκείρασθαι, περιέκαε τὰς τρίχας, μίαν ἀσφάλειαν τυραννίδος ἀποφαινόμενος τὴν ἀπιστίαν.
ὁ δʼ οὖν Ἀγαθοκλῆς παρὰ τὸν πότον λαβὼν ῥυτὸν μέγαν χρυσοῦν εἶπεν ὡς οὐ πρότερον ἀπέστη τῆς κεραμευτικῆς τέχνης ἕως τοιαῦτα ἐκπωμάτων πλάσματα φιλοτεχνῶν ἐκεραμεύσατο. οὐ γὰρ ἀπηρνεῖτο τὴν ἐπιστήμην, ἀλλὰ καὶ τοὐναντίον ἐκαυχᾶτο, διὰ τῆς ἰδίας ἀρετῆς ἀποφαινόμενος ἀντὶ τοῦ ταπεινοτάτου βίου τὸν ἐπιφανέστατον μετειληφέναι.
καί ποτε πολιορκοῦντος αὐτοῦ τινα τῶν οὐκ ἀδόξων πόλεων καὶ τῶν ἀπὸ τοῦ τείχους βοώντων “κεραμεῦ καὶ καμινεῦ, πότε τοὺς μισθοὺς ἀποδώσεις τοῖς στρατιώταις;” ὑπολαβὼν εἶπεν “ὅταν ταύτην ἐξέλω.”
οὐ μὴν ἀλλὰ διὰ τὴν ἐν τοῖς πότοις εὐτραπελίαν κατανοήσας τῶν μεθυόντων τοὺς ἀλλοτρίως τὰ πρὸς τὴν δυναστείαν ἔχοντας παρέλαβεν αὐτούς ποτε κατʼ ἰδίαν πάλιν ἐπὶ τὴν ἑστίασιν καὶ τῶν ἄλλων Συρακοσίων τοὺς μάλιστα πεφρονηματισμένους, τὸν ἀριθμὸν πεντακοσίους ὄντας· οἷς περιστήσας τῶν μισθοφόρων τοὺς εὐθέτους ἅπαντας ἀπέσφαξεν.
σφόδρα γὰρ εὐλαβεῖτο μὴ χωρισθέντος αὐτοῦ εἰς Λιβύην καταλύσωσι τὴν δυναστείαν, ἐπικαλεσάμενοι τοὺς μετὰ Δεινοκράτους φυγάδας. τοῦτον δὲ τὸν τρόπον ἀσφαλισάμενος τὰ κατὰ τὴν ἀρχὴν ἐξέπλευσεν ἐκ τῶν Συρακουσσῶν.
καὶ κομισθεὶς εἰς Λιβύην κατέλαβε τὸ στρατόπεδον ἐν ἀθυμίᾳ καὶ σπάνει πολλῇ· διόπερ κρίνων συμφέρειν διαγωνίζεσθαι παρεκάλεσε τοὺς στρατιώτας εἰς τὸν κίνδυνον καὶ προαγαγὼν τὴν δύναμιν ἐκτεταγμένην προεκαλεῖτο τοὺς βαρβάρους εἰς μάχην.
εἶχε δὲ πεζοὺς μὲν τοὺς ἅπαντας ὑπολειπομένους Ἕλληνας ἑξακισχιλίους, Κελτοὺς δὲ καὶ Σαυνίτας καὶ Τυρρηνοὺς τούτων οὐκ ἐλάττους, Λίβυας δὲ μικρὸν ἀπολείποντας τῶν μυρίων, οὓς ἐφέδρους εἶναι συνέβαινε, συμμεταβαλλομένους ἀεὶ τοῖς καιροῖς·
χωρὶς δὲ τούτων ἠκολούθουν ἱππεῖς χίλιοι πεντακόσιοι, ζεύγη δὲ Λιβύων πλείω τῶν ἑξακισχιλίων. οἱ δὲ Καρχηδόνιοι κατεστρατοπεδευκότες ἐπὶ τῶν ὑπερδεξίων καὶ δυσπροσίτων διακινδυνεύειν μὲν πρὸς ἀνθρώπους ἀπογινώσκοντας τὴν σωτηρίαν οὐκ ἔκρινον, μένοντες δʼ ἐν τῇ παρεμβολῇ καὶ πάντων εὐποροῦντες τῇ σπάνει καὶ τῷ χρόνῳ καταπολεμήσειν τοὺς ἐναντίους ἤλπιζον.
Book 20, Part 6
ὁ δʼ Ἀγαθοκλῆς οὐ δυνάμενος μὲν αὐτοὺς εἰς τὰ πεδία προάγεσθαι, τῶν δὲ καιρῶν ἀναγκαζόντων τολμᾶν τι καὶ παραβάλλεσθαι τὴν δύναμιν ἤγαγεν ἐπὶ τὴν τῶν βαρβάρων στρατοπεδείαν. ἐπεξελθόντων οὖν τῶν Καρχηδονίων καὶ πολὺ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ὑπερεχόντων ἐπὶ μέν τινα χρόνον οἱ περὶ τὸν Ἀγαθοκλέα διεκαρτέρουν πάντοθεν ἐκθλιβόμενοι, μετὰ δὲ ταῦτʼ ἐνδόντων τῶν μισθοφόρων καὶ τῶν ἄλλων ἠναγκάσθησαν ἀναχωρῆσαι πρὸς τὴν στρατοπεδείαν.
οἱ δὲ βάρβαροι βαρέως ἐπικείμενοι τοὺς μὲν Λίβυας παρήλλαττον οὐδὲν ἐνοχλοῦντες, ἵνα τὴν εὔνοιαν αὐτῶν ἐκκαλέσωνται, τοὺς δʼ Ἕλληνας καὶ μισθοφόρους γνωρίζοντες διὰ τῶν ὅπλων ἐφόνευον, μέχρις ὅτου συνεδίωξαν εἰς τὴν παρεμβολήν. τότε μὲν οὖν ἀνῃρέθησαν Ἀγαθοκλέους εἰς τρισχιλίους· κατὰ δὲ τὴν ἐπιοῦσαν νύκτα τὰς δυνάμεις ἀμφοτέρας συνέβη περιπεσεῖν παραλόγῳ τινὶ συμφορᾷ καὶ πᾶσιν ἀνελπίστῳ.
τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον. τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο· τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο.
διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης· τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.
τῶν μὲν γὰρ Ἀγαθοκλεῖ συντεταγμένων Λιβύων εἰς πεντακισχιλίους ἀποστάντες τῶν Ἑλλήνων νυκτὸς ηὐτομόλουν πρὸς τοὺς βαρβάρους. τούτους δὲ οἱ πρὸς τὴν κατασκοπὴν ἐκπεμφθέντες ὡς ἴδον ἐπὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων προσάγοντας, νομίσαντες τὴν τῶν Ἑλλήνων δύναμιν ἅπασαν διεσκευασμένην ἐπιέναι, ταχὺ τοῖς στρατιώταις ἐδήλωσαν τὴν προσιοῦσαν δύναμιν.
διαδοθέντος οὖν πρὸς ἅπαντας τοῦ λόγου θόρυβος ἐνέπιπτε καὶ προσδοκία τῆς τῶν πολεμίων ἐφόδου. ἑκάστου δὲ τὴν σωτηρίαν ἐν τῇ φυγῇ τιθεμένου καὶ μήτε παραγγέλματος δοθέντος ὑπὸ τῶν στρατηγῶν μήτε τάξεως οὔσης μηδεμιᾶς οἱ φεύγοντες ἐνέπιπτον ἀλλήλοις· ὧν οἱ μὲν διὰ τὸ σκότος, οἱ δὲ διὰ τὴν ἔκπληξιν ἀγνοοῦντες τοὺς οἰκείους ὡς πολεμίους ἠμύνοντο.
πολλοῦ δὲ φόνου γινομένου καὶ τῆς ἀγνοίας ἐπικρατούσης οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἐκπεπηδηκότες ἄνοπλοι καὶ τὴν φυγὴν ποιούμενοι διὰ τῶν δυσχωριῶν κατεκρημνίζοντο, τῆς ψυχῆς ἐπτοημένης διὰ τὸν ἀπροσδόκητον φόβον. τὸ δὲ τέλος πλειόνων ἢ πεντακισχιλίων ἀπολομένων τὸ λοιπὸν πλῆθος διεσώθη πρὸς τὴν Καρχηδόνα.
οἱ δʼ ἐν τῇ πόλει τότε μὲν συνεξαπατηθέντες τῇ φήμῃ τῶν ἰδίων ὑπέλαβον ἡττῆσθαι μάχῃ καὶ τῆς δυνάμεως τὸ πλεῖστον διεφθάρθαι. διόπερ ἀγωνιῶντες ἀνέῳξαν τὰς πύλας καὶ μετὰ θορύβου καὶ πτοήσεως ἐδέχοντο τοὺς στρατιώτας, φοβούμενοι μὴ τοῖς ἐσχάτοις οἱ πολέμιοι συνεισπέσωσιν· ἡμέρας δὲ γενομένης μαθόντες τἀληθὲς μόλις ἀπελύθησαν τῆς τῶν δεινῶν προσδοκίας.
οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατὰ τὸν αὐτὸν χρόνον δι’ ἀπάτην καὶ προσδοκίαν ψευδῆ ταῖς ὁμοίαις περιέπεσον συμφοραῖς. τῶν γὰρ ἀποστατῶν Λιβύων μετὰ τὸν ἐμπυρισμὸν τῆς παρεμβολῆς καὶ τὸν γενόμενον θόρυβον οὐ τολμησάντων προάγειν, ἀλλʼ εἰς τοὐπίσω πάλιν ἐπανιόντων τῶν Ἑλλήνων τινὲς αἰσθόμενοι προσιόντας αὐτοὺς καὶ δόξαντες τὴν τῶν Καρχηδονίων δύναμιν ἥκειν ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀγαθοκλέα πλησίον ὑπάρχειν τὸ τῶν πολεμίων στρατόπεδον.
τοῦ δυνάστου δὲ παραγγείλαντος εἰς ὅπλα χωρεῖν, ἐξέπιπτον ἐκ τῆς στρατοπεδείας οἱ στρατιῶται μετὰ πολλοῦ θορύβου. ἅμα δὲ τῆς τε κατὰ τὴν παρεμβολὴν φλογὸς εἰς ὕψος ἀρθείσης καὶ τῆς τῶν Καρχηδονίων κραυγῆς ἐξακούστου γινομένης ὑπέλαβον πρὸς ἀλήθειαν τοὺς βαρβάρους ἁπάσῃ τῇ δυνάμει προσάγειν ἐπʼ αὐτούς.
τῆς δʼ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης ἐνέπεσε φόβος εἰς τὸ στρατόπεδον καὶ πάντες πρὸς φυγὴν ὥρμησαν. εἶτα προσμιξάντων αὐτοῖς τῶν Λιβύων καὶ τῆς νυκτὸς μείζονα τὴν ἄγνοιαν φυλαττούσης οἱ περιτυγχάνοντες ἀλλήλους ὡς πολεμίους ἠμύνοντο.
ὅλην δὲ τὴν νύκτα πανταχῇ διασπειρομένων αὐτῶν καὶ πανικῷ θορύβῳ συνεχομένων συνέβη πλείους τῶν τετρακισχιλίων ἀναιρεθῆναι. ἐπιγνωσθείσης δὲ μόγις τῆς ἀληθείας οἱ διασωθέντες ἐπανῆλθον εἰς τὴν παρεμβολήν. αἱ μὲν οὖν δυνάμεις ἀμφότεραι τὸν εἰρημένον τρόπον ἠτύχησαν, ἐξαπατηθεῖσαι κατὰ τὴν παροιμίαν τοῖς κενοῖς τοῦ πολέμου.
Ἀγαθοκλῆς δέ, μετὰ τὴν γενομένην ἀτυχίαν τῶν μὲν Λιβύων ἁπάντων ἀποστάντων ἀπʼ αὐτοῦ, τῆς δὲ ὑπολειπομένης δυνάμεως ἀδυνατούσης διαπολεμεῖν πρὸς τοὺς Καρχηδονίους διέγνω τὴν Λιβύην ἐκλιπεῖν. διακομίσαι δὲ τοὺς στρατιώτας οὐχ ὑπελάμβανεν δυνήσεσθαι διὰ τὸ μήτε πόρια παρεσκευάσθαι μήτε τοὺς Καρχηδονίους ἐπιτρέψαι ποτʼ ἂν θαλασσοκρατοῦντας.
διαλύσεις δʼ οὐκ ἐνόμιζε ποιήσεσθαι τοὺς βαρβάρους, πολὺ προέχοντας ταῖς δυνάμεσι καὶ διαβεβαιουμένους ταῖς τῶν πρῶτον διαβάντων ἀπωλείαις ἀποτρέψαι τοὺς ἄλλους ἐπιτίθεσθαι τῇ Λιβύῃ.
ἔκρινεν οὖν μετʼ ὀλίγων λάθρᾳ ποιήσασθαι τὴν ἀναγωγὴν καὶ συνενεβίβασε τὸν νεώτερον τῶν υἱῶν Ἡρακλείδην· τὸν γὰρ Ἀρχάγαθον εὐλαβεῖτο μήποτε συνὼν τῇ μητρυιᾷ καὶ φύσει τολμηρὸς ὢν ἐπιβουλὴν κατʼ αὐτοῦ συστήσῃ. ὁ δʼ Ἀρχάγαθος ὑποπτεύσας αὐτοῦ τὴν ἐπίνοιαν παρετήρει τὸν ἔκπλουν, διανοούμενος μηνῦσαι τῶν ἡγεμόνων τοῖς διακωλύσουσι τὴν ἐπιβολήν· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸ τῶν μὲν κινδύνων ἑαυτὸν προθύμως μετεσχηκέναι, προαγωνιζόμενον τοῦ πατρὸς καὶ τἀδελφοῦ, τῆς δὲ σωτηρίας μόνον ἀποστερεῖσθαι, καταλειπόμενον ἔκδοτον τοῖς πολεμίοις.
διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων. οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν· ἐφʼ οἷς οἱ στρατιῶται περιαλγεῖς γενόμενοι συνελάβοντο τὸν δυνάστην καὶ δήσαντες παρέδωκαν εἰς
φυλακήν. ἀναρχίας οὖν γενομένης ἐν τῷ στρατοπέδῳ θόρυβος ἦν καὶ ταραχὴ καὶ τῆς νυκτὸς ἐπιλαβούσης διεδόθη λόγος ὡς πλησίον εἰσὶν οἱ πολέμιοι. ἐμπεσούσης δὲ πτόης καὶ φόβου πανικοῦ διεσκευασμένος ἕκαστος προῆγεν ἐκ τῆς παρεμβολῆς οὐδενὸς παραγγέλλοντος.
καθʼ ὃν δὴ χρόνον οἱ τὸν δυνάστην παραφυλάττοντες οὐχ ἧττον τῶν ἄλλων ἐκπεπληγμένοι καὶ δόξαντες ὑπό τινων καλεῖσθαι ταχέως ἐξῆγον τὸν Ἀγαθοκλέα διειλημμένον δεσμοῖς.
τὸ δὲ πλῆθος ὡς ἴδεν, εἰς ἔλεον ἐτράπη καὶ πάντες ἐπεβόων ἀφεῖναι. ὁ δὲ λυθεὶς καὶ μετʼ ὀλίγων ἐμβὰς εἰς τὸ πορθμεῖον ἔλαθεν ἐκπλεύσας κατὰ τὴν δύσιν τῆς Πλειάδος χειμῶνος ὄντος. οὗτος μὲν οὖν τῆς ἰδίας σωτηρίας φροντίσας ἐγκατέλιπε τοὺς υἱούς, οὓς οἱ στρατιῶται τὸν δρασμὸν ἀκούσαντες εὐθὺς ἀπέσφαξαν, καὶ στρατηγοὺς ἐξ ἑαυτῶν ἑλόμενοι διελύθησαν πρὸς Καρχηδονίους, ὥστε τὰς πόλεις ἃς εἶχον παραδοῦναι καὶ λαβεῖν τάλαντα τριακόσια καὶ τοὺς μὲν αἱρουμένους μετὰ Καρχηδονίων στρατεύειν κομίζεσθαι τοὺς ἀεὶ διδομένους μισθούς, τοὺς δʼ ἄλλους εἰς Σικελίαν διακομισθέντας λαβεῖν οἰκητήριον Σολοῦντα.
τῶν μὲν οὖν στρατιωτῶν οἱ πλείους ἐμμείναντες ταῖς συνθήκαις ἔτυχον τῶν ὁμολογηθέντων· ὅσοι δὲ τὰς πόλεις διακατέχοντες ἀντεῖχον ταῖς παρʼ Ἀγαθοκλέους ἐλπίσιν, ἐξεπολιορκήθησαν κατὰ κράτος.
ὧν οἱ Καρχηδόνιοι τοὺς μὲν ἡγεμόνας ἀνεσταύρωσαν, τοὺς δʼ ἄλλους δήσαντες πέδαις, ἣν διὰ τὸν πόλεμον ἐξηγρίωσαν χώραν, ἐξηνάγκαζον τοὶς ἰδίοις πόνοις πάλιν ἐξημεροῦν. Καρχηδόνιοι μὲν οὖν ἔτος τέταρτον πολεμούμενοι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν ἐλευθερίαν.
τῆς δʼ Ἀγαθοκλέους στρατείας εἰς Λιβύην ἐπισημήναιτʼ ἄν τις τό τε παράδοξον καὶ τὴν εἰς τὰ τέκνα γενομένην τιμωρίαν οἷον τῇ θείᾳ προνοίᾳ. ἐπὶ μὲν γὰρ τῆς Σικελίας ἡττηθεὶς καὶ τὴν πλείστην τῆς δυνάμεως ἀπολέσας ἐπὶ τῆς Λιβύης μικρῷ μέρει τοὺς προνενικηκότας κατεπολέμησεν.
καὶ τὰς μὲν ἐν τῇ Σικελίᾳ πόλεις ἁπάσας ἀποβαλὼν πρὸς Συρακούσσαις ἐπολιορκεῖτο, κατὰ δὲ τὴν Λιβύην πασῶν τῶν ἄλλων πόλεων ἐγκρατὴς γενόμενος εἰς πολιορκίαν κατέκλεισε τοὺς Καρχηδονίους, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπιδεικνυμένης τὴν ἰδίαν δύναμιν ἐπὶ τῶν ἀπηλπισμένων.
εἰς τηλικαύτην δʼ ὑπεροχὴν ἐλθόντος αὐτοῦ καὶ τὸν Ὀφέλλαν φονεύσαντος, ὄντα φίλον καὶ ξένον, φανερῶς ἐπεσημήνατο τὸ δαιμόνιον ὡς διὰ τὴν εἰς τοῦτον παρανομίαν τῶν ὕστερον αὐτῷ γεγενημένων τὸ θεῖον ἐπιστήσαι· τοῦ γὰρ αὐτοῦ μηνὸς καὶ τῆς αὐτῆς ἡμέρας Ὀφέλλαν ἀνελὼν παρέλαβε τὴν δύναμιν καὶ πάλιν τοὺς υἱοὺς ἀπολέσας ἀπέβαλε τὸ στρατόπεδον.
καὶ τὸ πάντων ἰδιώτατον, ὁ θεὸς ὥσπερ ἀγαθὸς νομοθέτης διπλῆν ἔλαβε παρʼ αὐτοῦ τὴν κόλασιν· ἕνα γὰρ φίλον ἀδίκως φονεύσας δυεῖν υἱῶν ἐστερήθη, τῶν μετʼ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς χεῖρας τοῖς νεανίσκοις. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς καταφρονοῦντας τῶν τοιούτων.
ὁ δʼ Ἀγαθοκλῆς ἐπειδὴ διεκομίσθη ταχέως ἐκ τῆς Λιβύης εἰς τὴν Σικελίαν, μεταπεμψάμενος μέρος τῆς δυνάμεως παρῆλθεν εἰς τὴν τῶν Αἰγεσταίων πόλιν οὖσαν σύμμαχον. ἀπορούμενος δὲ χρημάτων εἰσφέρειν ἠνάγκαζε τοὺς εὐπόρους τὸ πλεῖον μέρος τῆς ὑπάρξεως,
οὔσης τῆς πόλεως τότε μυριάνδρου. πολλῶν δʼ ἐπὶ τούτοις ἀγανακτούντων καὶ συντρεχόντων αἰτιασάμενος τοὺς Αἰγεσταίους ἐπιβουλεύειν αὐτῷ δειναῖς περιέβαλε συμφοραῖς τὴν πόλιν· τοὺς μὲν γὰρ ἀπορωτάτους προαγαγὼν ἐκτὸς τῆς πόλεως παρὰ τὸν Σκάμανδρον ποταμὸν ἀπέσφαξεν, τοὺς δὲ δοκοῦντας οὐσίαν κεκτῆσθαι μείζονα βασανίζων ἠνάγκαζε λέγειν ὁπόσα ἔχων τις τυγχάνει χρήματα καὶ τοὺς μὲν αὐτῶν ἐτρόχιζε, τοὺς δὲ εἰς τοὺς καταπέλτας ἐνδεσμεύων κατετόξευεν, ἐνίοις δʼ ἀστραγάλους προστιθεὶς βιαιότερον δειναῖς ἀλγηδόσι περιέβαλλεν.
ἐξεῦρε δὲ καὶ ἑτέραν τιμωρίαν ἐμφερῆ τῷ Φαλάριδος ταύρῳ· κατεσκεύασε γὰρ κλίνην χαλκῆν ἀνθρωπίνου σώματος τύπου ἔχουσαν καὶ καθʼ ἕκαστον μέρος κλεισὶ διειλημμένην, εἰς ταύτην δʼ ἐναρμόζων τοὺς βασανιζομένους ὑπέκαιε ζῶντας, τούτῳ διαφερούσης τῆς κατασκευῆς ταύτης παρὰ τὸν ταῦρον, τῷ καὶ θεωρεῖσθαι τοὺς ἐν ταῖς ἀνάγκαις ἀπολλυμένους.
τῶν δὲ γυναικῶν τῶν εὐπόρων τινῶν μὲν καρκίνοις σιδηροῖς τὰ σφυρὰ πιέζων συνέτεινε, τινῶν δὲ τοὺς τιτθοὺς ἀπέτεμνεν, ταῖς δʼ ἐγκύοις πλίνθους ἐπὶ τὴν ὀσφῦν ἐπιτιθεὶς τὸ ἔμβρυον ἀπὸ τοῦ βάρους ἐξέθλιβεν. τούτῳ δὲ τῷ τρόπῳ τὰ χρήματα πάντα τοῦ τυράννου ζητοῦντος καὶ μεγάλου φόβου τὴν πόλιν ἐπέχοντος τινὲς μὲν αὑτοὺς συγκατέκαυσαν ταῖς οἰκίαις, τινὲς δὲ ἀγχόνῃ τὸ ζῆν ἐξέλιπον.
ἡ μὲν οὖν Αἴγεστα τυχοῦσα μιᾶς ἡμέρας ἀτυχοῦς ἡβηδὸν ἐθανατώθη. ὁ δʼ Ἀγαθοκλῆς παρθένους μὲν καὶ παῖδας εἰς τὴν Ἰταλίαν διακομίσας ἀπέδοτο τοῖς Βρεττίοις, τῆς δὲ πόλεως οὐδὲ τὴν προσηγορίαν ἀπολιπών, ἀλλὰ Δικαιόπολιν μετονομάσας ἔδωκεν οἰκητήριον τοῖς αὐτομόλοις.
ἀκούσας γὰρ τὴν τῶν υἱῶν ἀναίρεσιν καὶ διʼ ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψε τῶν φίλων τινὰς εἰς Συρακούσσας πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξαι.
ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων· οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας. ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας καὶ καθόλου πᾶς ὁ μέλλων τῇ καθʼ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι.
πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων
ταῖς ψυχαῖς τῶν προαποθνησκόντων. τὸ δὲ πάντων χαλεπώτατον, πολλῶν ἀναιρεθέντων καὶ παρὰ τὸν αἰγιαλὸν ἐρριμμένων τῶν σωμάτων οὔτε συγγενὴς οὐδεὶς οὔτε φίλος ἐτόλμα τινὰ κηδεύειν, φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα τῆς ἐκείνων οἰκειότητος.
διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφʼ ἱκανὸν τόπον αἵματι κραθεῖσαν πόρρωθεν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κόροιβος, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν παρέλαβον Κόιντος Μάρκιος καὶ Πόπλιος Κορνήλιος. ἐπὶ δὲ τούτων Ἀντίγονος ὁ βασιλεύς, τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος, τοῦτον μὲν βασιλικῶς ἔθαψε, τὸν δὲ Δημήτριον ἐκ τῆς Κύπρου μεταπεμψάμενος ἤθροιζε τὰς δυνάμεις εἰς τὴν Ἀντιγονίαν.
ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον. αὐτὸς μὲν οὖν τοῦ πεζοῦ στρατεύματος ἀφηγούμενος προῆγε διὰ τῆς Κοίλης Συρίας, ἔχων πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ περὶ ὀκτακισχιλίους, ἐλέφαντας δὲ τρισὶ πλείους τῶν ὀγδοήκοντα· τῷ δὲ Δημητρίῳ παραδοὺς τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷς ἐκομίζετο βελῶν πλῆθος.
τῶν δὲ κυβερνητῶν οἰομένων δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν δοκοῦσαν ἔσεσθαι μεθʼ ἡμέρας ὀκτώ, τούτοις μὲν ἐπετίμησεν ὡς κατορρωδοῦσι τοὺς κινδύνους, αὐτὸς δὲ στρατοπεδεύων περὶ Γάζαν καὶ σπεύδων φθάσαι τὴν τοῦ Πτολεμαίου παρασκευὴν τοῖς μὲν στρατιώταις παρήγγειλε δέχʼ ἡμερῶν ἔχειν ἐπισίτισιν, ἐπὶ δὲ ταῖς καμήλοις ταῖς ἀθροισθείσαις ὑπὸ τῶν Ἀράβων ἐπέθηκε σίτου μυριάδας μεδίμνων τρισκαίδεκα καὶ χόρτου πλῆθος τοῖς τετράποσι· τά τε βέλη κομίζων τοῖς ζεύγεσι προῆγε διὰ τῆς ἐρήμου μετὰ κακοπαθείας διὰ τὸ πολλοὺς εἶναι τῶν τόπων τελματώδεις καὶ μάλιστα περὶ τὰ καλούμενα Βάραθρα.
οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ τῆς Γάζης ἐκπλεύσαντες περὶ μέσας νύκτας τὸ μὲν πρῶτον εὐδίας οὔσης ἐφʼ ἡμέρας τινὰς ταῖς ταχυναυτούσαις ναυσὶν ἐρυμούλκουν τὰ στρατιωτικὰ πόρια· ἔπειτα τῆς Πλειάδος περικαταλαμβανούσης αὐτοὺς καὶ πνεύματος ἐπιγενομένου βορίου συνέβη πολλὰ τῶν τετρηρικῶν σκαφῶν ὑπὸ τοῦ χειμῶνος κατενεχθῆναι παραβόλως ἐπὶ πόλιν Ῥαφίαν,
οὖσαν δυσπροσόρμιστον καὶ τεναγώδη. τῶν δὲ πλοίων τῶν κομιζόντων τὰ βέλη τὰ μὲν ὑπὸ τοῦ χειμῶνος συγκλυσθέντα διεφθάρη, τὰ δʼ ἐπαλινδρόμησεν εἰς τὴν Γάζαν· τοῖς δὲ κρατίστοις τῶν σκαφῶν βιασάμενοι διέτειναν μέχρι τοῦ Κασίου.
τοῦτο δὲ τοῦ μὲν Νείλου διέστηκεν οὐ μακράν, ἀλίμενον δέ ἐστι καὶ κατὰ τὰς χειμερίους περιστάσεις ἀπροσόρμιστον. διόπερ ἠναγκάζοντο τὰς ἀγκύρας ἀφέντες ὡς ἂν ἐν δυσὶ σταδίοις ἀπὸ τῆς γῆς ἀποσαλεύειν, ἅμα πολλοῖς περιεχόμενοι δεινοῖς· τοῦ μὲν γὰρ κλύδωνος ῥηγνυμένου τραχύτερον ἐκινδύνευον αὔτανδρα τὰ σκάφη συγκλυσθῆναι, τῆς δὲ γῆς οὔσης ἀπροσορμίστου καὶ πολεμίας οὔτε ναῦς ἀκινδύνως ἦν προσπλεῖν οὔτε τοὺς ἄνδρας προσνήξασθαι, τὸ δὲ μέγιστον, ἐλελοίπει τὸ εἰς πότον αὐτοῖς ὕδωρ, εἰς τοιαύτην τε σπάνιν κατεκλείσθησαν ὥστε εἰ μίαν ἡμέραν ὁ χειμὼν ἐπέμεινεν,
πάντες ἂν τῷ δίψει διεφθάρησαν. ἐν ἀθυμίᾳ δʼ ὄντων ἁπάντων καὶ προσδοκωμένης ἤδη τῆς ἀπωλείας τὸ μὲν πνεῦμα κατέπαυσεν, ἡ δὲ μετʼ Ἀντιγόνου δύναμις καταντήσασα πλησίον τοῦ στόλου κατεστρατοπέδευσεν.
ἐκβάντες οὖν ἐκ τῶν σκαφῶν καὶ προσαναλαβόντες ἑαυτοὺς ἐν τῇ στρατοπεδείᾳ προσέμενον τῶν νεῶν τὰς ἀποσπασθείσας. διεφθάρη δʼ ἐν τούτῳ τῷ σάλῳ τρία σκάφη τῶν πεντηρικῶν, ἐξ ὧν ἔνιοι τῶν ἀνδρῶν διενήξαντο πρὸς τὴν γῆν. ἔπειτα Ἀντίγονος μὲν προαγαγὼν τὴν δύναμιν πλησίον τοῦ Νείλου κατεστρατοπέδευσεν, ἀπέχων δύο σταδίους τοῦ ποταμοῦ.
Πτολεμαῖος δὲ προκατειληφὼς τοὺς εὐκαιροτάτους τόπους ἀσφαλέσι φυλακαῖς ἀπέστειλέν τινας ἐν τοῖς κοντωτοῖς, παρακελευσάμενος προσπλεῖν πλησίον τῆς ἐκβάσεως καὶ κηρύττειν ὅτι δώσει τοῖς μεταβαλομένοις ἀπʼ Ἀντιγόνου τῶν μὲν ἰδιωτῶν ἑκάστοις δύο μνᾶς, τοῖς δʼ ἐφʼ ἡγεμονίας τεταγμένοις τάλαντον.
γενομένων οὖν τῶν κηρυγμάτων τοιούτων ἐνέπεσέ τις ὁρμὴ πρὸς μετάθεσιν τοῖς μετʼ Ἀντιγόνου μισθοφόροις, ἐν οἷς καὶ τῶν ἡγεμόνων πλείους προθύμους εἶναι συνέβαινε διʼ αἰτίας τινὰς εἰς τὸ μεταβολῆς ἐπιθυμεῖν.
πολλῶν δὲ πρὸς αὐτὸν αὐτομολούντων ὁ μὲν Ἀντίγονος ἐπιστήσας τῷ χείλει τοῦ ποταμοῦ τοξότας καὶ σφενδονήτας καὶ πολλὰ τῶν ὀξυβελικῶν τοὺς προσπλέοντας ἐν τοῖς κοντωτοῖς ἀνέστελλε· τῶν δʼ αὐτομολούντων συλλαβών τινας δεινῶς ᾐκίσατο, βουλόμενος καταπλήξασθαι τοὺς τῆς ὁμοίας ὁρμῆς ἀντεχομένους.
καὶ προσλαβὼν τὰ καθυστεροῦντα τῶν σκαφῶν προσέπλευσεν ἐπὶ τὸ καλούμενον Ψευδόστομον, νομίζων ἐνταῦθα δυνήσεσθαί τινας τῶν στρατιωτῶν ἀποβιβάσαι. εὑρὼν δὲ πρὸς αὐτῷ φυλακὴν ἰσχυρὰν καὶ τοῖς τε ὀξυβελέσι καὶ τοῖς ἄλλοις παντοίοις βέλεσιν ἀνειργόμενος ἀπέπλευσε περικαταλαμβανούσης νυκτός.
ἔπειτα παραγγείλας τοῖς κυβερνήταις ἀκολουθεῖν τῇ στρατηγίδι νηὶ προσέχοντας τῷ λαμπτῆρι προσέπλευσεν ἐπὶ τὸ στόμα τοῦ Νείλου τὸ καλούμενον Φατνιτικόν· ἡμέρας δὲ γενομένης, ἐπειδὴ πολλαὶ τῶν νεῶν ἀπεπλανήθησαν, ἠναγκάσθη ταύτας περιμένειν καὶ τὰς μάλιστα ταχυναυτούσας τῶν ἠκολουθηκυιῶν ἐξαποστέλλειν ἐπὶ τὴν τούτων ζήτησιν.
διόπερ χρόνου γενομένου πλείονος οἱ μὲν περὶ τὸν Πτολεμαῖον πυθόμενοι τὸν κατάπλουν τῶν πολεμίων ἧκον ὀξέως βοηθήσοντες καὶ τὴν δύναμιν διασκευάσαντες ἔστησαν παρὰ τὸν αἰγιαλόν· ὁ δὲ Δημήτριος ἀποτυχὼν καὶ ταύτης τῆς ἐκβάσεως καὶ τὴν συνάπτουσαν παραλίαν ἀκούων ἕλεσι καὶ λίμναις ὠχυρῶσθαι φυσικῶς ἐπαλινδρόμει παντὶ τῷ στόλῳ.
εἶτʼ ἐμπεσόντος βορέου λαμπροῦ καὶ τοῦ κλύδωνος εἰς ὕψος αἰρομένου τρία μὲν σκάφη τῶν τετρηρικῶν καὶ τῶν στρατιωτικῶν πορίων ἅμα κατὰ τὸ αὐτὸ βιαιότερον ὑπὸ τοῦ κύματος ἐπὶ τὴν γῆν ἐξεβράσθη καὶ τοῖς περὶ τὸν Πτολεμαῖον ὑποχείρια κατέστη, αἱ δʼ ἄλλαι ἐκβιασαμένων τῶν πληρωμάτων διεσώθησαν πρὸς τὴν Ἀντιγόνου στρατοπεδείαν.
τῶν δὲ περὶ τὸν Πτολεμαῖον διειληφότων πᾶσαν τὴν περὶ τὸν ποταμὸν ἔκβασιν φυλακαῖς ἰσχυραῖς καὶ πολλῶν μὲν σκαφῶν ποταμίων αὐτῷ παρεσκευασμένων, πάντων δὲ τούτων ἐχόντων βέλη παντοῖα καὶ τοὺς χρησομένους αὐτοῖς ἄνδρας οἱ περὶ τὸν Ἀντίγονον οὐ μετρίως ἠποροῦντο·
ἡ γὰρ ναυτικὴ δύναμις ἄχρηστος ἦν αὐτοῖς προκατειλημμένου τοῦ Πηλουσιακοῦ στόματος ὑπὸ τῶν πολεμίων, τό τε πεζὸν στράτευμα τὴν ὁρμὴν ἄπρακτον εἶχε τῷ μεγέθει τοῦ ποταμοῦ διειργόμενον, τὸ δὲ μέγιστον, ἡμερῶν ἤδη συχνῶν διεληλυθυιῶν ὑπολείπειν ἤδη συνέβαινε τόν τε σῖτον καὶ τὰ χορτάσματα τοῖς κτήνεσι.
διὰ δὴ ταῦτα τῆς δυνάμεως ἀθυμούσης παραλαβὼν τὸ στρατόπεδον καὶ τοὺς ἡγεμόνας Ἀντίγονος προέθηκε βουλὴν πότερον συμφέρει μένειν καὶ διαπολεμεῖν, ἢ νῦν μὲν ἐπανελθεῖν εἰς Συρίαν, ὕστερον δὲ κάλλιον παρασκευασαμένους στρατεῦσαι καθʼ ὃν ἂν χρόνον ἐλάχιστος ὁ Νεῖλος εἶναι δόξῃ.
πάντων δὲ κατενεχθέντων ἐπὶ τὸ τὴν ταχίστην ἀπιέναι παρήγγειλε τοῖς στρατιώταις ἀναζευγνύειν καὶ ταχὺ πάλιν ἐπανῆλθεν εἰς τὴν Συρίαν, συμπαραπλέοντος αὐτῷ καὶ τοῦ στόλου παντός. Πτολεμαῖος δὲ μετὰ τὴν ἀπαλλαγὴν τῶν πολεμίων περιχαρὴς γενόμενος καὶ θύσας τοῖς θεοῖς χαριστήρια τοὺς φίλους εἱστία λαμπρῶς.
καὶ πρὸς μὲν τοὺς περὶ Σέλευκον καὶ Λυσίμαχον καὶ Κάσανδρον ἔγραψε περὶ τῶν εὐτυχημάτων καὶ περὶ τοῦ πλήθους τῶν πρὸς αὐτὸν αὐτομολησάντων, αὐτὸς δὲ τὸ δεύτερον ἠγωνισμένος ὑπὲρ τῆς Αἰγύπτου καὶ νομίσας δορίκτητον ἔχειν τὴν χώραν ἐπανῆλθεν εἰς τὴν Ἀλεξάνδρειαν.
ἅμα δὲ τούτοις πραττομένοις Διονύσιος ὁ τῆς Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ τύραννος ἐτελεύτησεν ἄρξας ἔτη τριάκοντα δύο, τὴν δὲ δυναστείαν διαδεξάμενοι οἱ υἱοὶ Ὀξάθρας καὶ Κλέαρχος ἦρξαν ἔτη ἑπτακαίδεκα. κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἐπῄει τὰς ὑπʼ αὐτὸν πόλεις ἀσφαλιζόμενος φρουραῖς καὶ χρήματα πραττόμενος· σφόδρα γὰρ εὐλαβεῖτο μήποτε διὰ τὰς γεγενημένας περὶ αὐτὸν ἀτυχίας ὁρμήσωσιν οἱ Σικελιῶται πρὸς τὴν αὐτονομίαν.
καθʼ ὃν δὴ χρόνον Πασίφιλος ὁ στρατηγός, ἀκούσας τὴν τῶν Ἀγαθοκλέους υἱῶν ἀναίρεσιν καὶ τὰ περὶ τὴν Λιβύην ἐλαττώματα, τοῦ μὲν δυνάστου κατεφρόνησε, πρὸς δὲ Δεινοκράτην ἀποστὰς καὶ φιλίαν αὐτῷ συνθέμενος τάς τε πόλεις ἃς ἦν πεπιστευμένος διακατέσχεν καὶ τὴν μετʼ αὐτοῦ δύναμιν ἐλπίσι ψυχαγωγήσας ἀλλοτρίαν κατεσκεύασε τοῦ τυράννου.
ὁ δʼ Ἀγαθοκλῆς πανταχόθεν τῶν ἐλπίδων περικοπτομένων οὕτως ἐταπεινώθη τὴν ψυχὴν ὥστε διαπρεσβεύσασθαι πρὸς Δεινοκράτην καὶ παρακαλεῖν ἐπὶ τοῖσδε συνθήκας ποιήσασθαι, ἐκχωρῆσαι μὲν τῆς δυναστείας Ἀγαθοκλέα, παραδοῦναι δὲ τὰς Συρακούσσας τοῖς πολίταις καὶ μηκέτι εἶναι φυγάδα Δεινοκράτην, ἐξαίρετα δὲ δοθῆναι τῶν ἐρυμάτων Ἀγαθοκλεῖ δύο, Θέρμα καὶ Κεφαλοίδιον καὶ τὴν χώραν τὴν τούτων.
θαυμάσαι δʼ ἄν τις εἰκότως ἐν τούτοις πῶς Ἀγαθοκλῆς, ὑποστατικὸς ἐν τοῖς ἄλλοις πᾶσι γενόμενος καὶ μηδέποθʼ ἑαυτὸν ἐν ταῖς ἐσχάταις προσδοκίαις ἀπελπίσας, τότε δειλωθεὶς ἀκονιτὶ παρεχώρησε τοῖς πολεμίοις τῆς τυραννίδος, ὑπὲρ ἧς πολλοὺς καὶ μεγάλους κινδύνους προηγωνίσατο, καὶ τὸ πάντων παραλογώτατον, Συρακουσσῶν τε κυριεύσας καὶ τῶν ἄλλων πόλεων καὶ ναῦς καὶ χρήματα κεκτημένος καὶ δύναμιν σύμμετρον ἐξησθένησε τοῖς λογισμοῖς, οὐδὲν τῶν γενομένων περὶ Διονύσιον τὸν τύραννον μνησθείς.
τούτου γάρ ποτε συνδιωχθέντος εἰς περίστασιν ὁμολογουμένως ἀπεγνωσμένην καὶ διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων κινδύνων ἀπελπίσαντος μὲν τὰ κατὰ τὴν δυναστείαν, μέλλοντος δʼ ἐκ τῶν Συρακουσσῶν ἐξιππεύειν πρὸς ἑκούσιον φυγὴν Ἕλωρις ὁ πρεσβύτατος τῶν φίλων ἐπιλαβόμενος τῆς ὁρμῆς “Διονύσιε” , φησίν, “καλὸν ἐντάφιον ἡ τυραννίς.”
παραπλησίω δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον ἀπιέναι καὶ μὴ κατὰ προαίρεσιν ἀπαλλάττεσθαι. ὑπὸ δὲ τούτων τῶν παρακλήσεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν.
Ἀγαθοκλῆς δʼ ἐπʼ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις. ταύτας δʼ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας.
οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο· ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δʼ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος.
εἰ κατέλθοι δʼ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν. διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δʼ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων.
οὗτος γάρ, συνεχῶς Ἀγαθοκλέους διαπρεσβευομένου περὶ τῶν ὁμολογιῶν καὶ δεομένου συγχωρῆσαι τὰ δύο φρούρια πρὸς καταβίωσιν, ἀεὶ προφάσεις εὐλόγους κατεσκεύαζε, διʼ ὧν διέκοπτε τὰς ἐλπίδας τῶν ὁμολογιῶν, ποτὲ μὲν ἀποφαινόμενος ἐκ Σικελίας αὐτὸν ἀπαλλάττεσθαι, ποτὲ δὲ τὰ τέκνα πρὸς ὁμηρίαν αἰτῶν.
ὁ δʼ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο κατηγορῶν τοῦ Δεινοκράτους ὡς διακωλύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσβευτὰς ἀποστείλας συνέθετο τὴν εἰρήνην ἐφʼ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπʼ αὐτοὺς γεγενημένας· ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον ἀναγόμενον τριακοσίων ταλάντων, ὡς δὲ Τίμαιός φησιν, ἑκατὸν πεντήκοντα, σίτου δὲ μεδίμνων εἴκοσι μυριάδας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Σαμνῖται μὲν Σώραν καὶ Καλατίαν πόλεις Ῥωμαίοις συμμαχούσας ἐκπολιορκήσαντες ἐξηνδραποδίσαντο· οἱ δʼ ὕπατοι δυνάμεσιν ἁδραῖς εἰς τὴν Ἰαπυγίαν ἐμβαλόντες πλησίον Σιλβίου πόλεως κατεστρατοπέδευσαν.
φρουρουμένης δὲ αὐτῆς ὑπὸ Σαμνιτῶν συνεστήσαντο πολιορκίαν ἐφʼ ἱκανὰς ἡμέρας καὶ κατὰ κράτος ἑλόντες αἰχμάλωτα σώματα πλείω τῶν πεντακισχιλίων ἔλαβον καὶ τῶν ἄλλων λαφύρων ἱκανόν τι πλῆθος.
ἀπὸ δὲ τούτων γενόμενοι τὴν τῶν Σαμνιτῶν χώραν ἐπῆλθον δενδροτομοῦντες καὶ πάντα τόπον καταφθείροντες· πολλὰ γὰρ ἔτη τῆς Ῥώμης πρὸς τοῦτο τὸ ἔθνος διαπολεμούσης ὑπὲρ τῆς ἡγεμονίας ἤλπιζον τῶν ἐπὶ τῆς χώρας κτήσεων στερήσαντες τοὺς πολεμίους ἀναγκάσειν εἶξαι τοῖς ὑπερέχουσιν.
διὸ καὶ πέντε μῆνας καταναλώσαντες εἰς τὴν τῆς πολεμίας γῆς καταφθορὰν τάς τε ἐπαύλεις σχεδὸν ἁπάσας ἐπυρπόλησαν καὶ τὴν χώραν ἐξηγρίωσαν, ἀφανίσαντες πᾶν τὸ δυνάμενον ἐνεγκεῖν ἥμερον καρπόν. μετὰ δὲ ταῦτα τοῖς μὲν Ἀναγνίταις ἀδικήματα ποιοῦσι πόλεμον κατήγγειλαν, Φρουσίνωνα δὲ ἐκπολιορκήσαντες ἀπέδοντο τὴν χώραν.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Εὐξένιππος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Λεύκιος Ποστούμιος καὶ Τιβέριος Μινούκιος. ἐπὶ δὲ τούτων Ῥοδίοις ἐνέστη πόλεμος πρὸς Ἀντίγονον διὰ τοιαύτας τινὰς αἰτίας.
ἡ πόλις ἡ τῶν Ῥοδίων ἰσχύουσα ναυτικαῖς δυνάμεσι καὶ πολιτευομένη κάλλιστα τῶν Ἑλλήνων περιμάχητος τοῖς δυνάσταις καὶ βασιλεῦσιν ἦν, ἑκάστου σπεύδοντος εἰς τὴν αὐτοῦ φιλίαν προσλαμβάνεσθαι. προορωμένη δὲ πόρρωθεν τὸ συμφέρον καὶ πρὸς ἅπαντας κατʼ ἰδίαν συντιθεμένη τὴν φιλίαν τῶν πρὸς ἀλλήλους τοῖς δυνάσταις πολέμων οὐ μετεῖχεν.
διόπερ συνέβαινεν αὐτὴν τιμᾶσθαι μὲν ὑφʼ ἑκάστου βασιλικαῖς δωρεαῖς, ἄγουσαν δὲ πολὺν χρόνον εἰρήνην μεγάλην ἐπίδοσιν λαβεῖν πρὸς αὔξησιν· ἐπὶ τοσοῦτον γὰρ προεληλύθει δυνάμεως ὥσθʼ ὑπὲρ μὲν τῶν Ἑλλήνων ἰδίᾳ τὸν πρὸς τοὺς πειρατὰς πόλεμον ἐπαναιρεῖσθαι καὶ καθαρὰν παρέχεσθαι τῶν κακούργων τὴν θάλατταν, τὸν δὲ πλεῖστον ἰσχύσαντα τῶν μνημονευομένων Ἀλέξανδρον προτιμήσαντʼ αὐτὴν μάλιστα τῶν πόλεων καὶ τὴν ὑπὲρ ὅλης τῆς βασιλείας διαθήκην ἐκεῖ θέσθαι καὶ τἄλλα θαυμάζειν καὶ προάγειν εἰς ὑπεροχήν.
οἱ δʼ οὖν Ῥόδιοι πρὸς πάντας τοὺς δυνάστας συντεθειμένοι τὴν φιλίαν διετήρουν μὲν ἑαυτοὺς ἐκτὸς ἐγκλήματος δικαίου, ταῖς δʼ εὐνοίαις ἔρεπον μάλιστα πρὸς Πτολεμαῖον· συνέβαινε γὰρ αὐτοῖς τῶν τε προσόδων τὰς πλείστας εἶναι διὰ τοὺς εἰς Αἴγυπτον πλέοντας ἐμπόρους καὶ τὸ σύνολον τρέφεσθαι τὴν πόλιν ἀπὸ ταύτης τῆς βασιλείας.
ὃ δὴ συνορῶν ὁ Ἀντίγονος καὶ σπεύδων αὐτοὺς ἀποσπάσαι τῆς πρὸς ἐκεῖνον ἐπιπλοκῆς τὸ μὲν πρῶτον πρεσβευτὰς ἀπέστειλε καθʼ ὃν καιρὸν ὑπὲρ τῆς Κύπρου διεπολέμει πρὸς Πτολεμαῖον, ἀξιῶν αὐτῷ συμμαχεῖν καὶ ναῦς συναποστεῖλαι τῷ Δημητρίῳ·
οὐ προσεχόντων δʼ αὐτῶν ἀπέστειλέ τινα τῶν στρατηγῶν μετὰ νεῶν, συντάξας τοὺς πλέοντας εἰς Αἴγυπτον ἐκ τῆς Ῥόδου κατάγειν καὶ περιαιρεῖσθαι τὰ φορτία. τούτου δʼ ἐκβληθέντος ὑπὸ τῶν Ῥοδίων φήσας αὐτοὺς ἀδίκου κατῆρχθαι πολέμου διηπειλήσατο πολιορκήσειν δυνάμεσιν ἁδραῖς τὴν πόλιν. οἱ δὲ Ῥόδιοι τὸ μὲν πρῶτον ἐψηφίσαντο μεγάλας αὐτῷ τιμὰς καὶ πέμψαντες πρέσβεις ἠξίουν μὴ βιάσασθαι τὴν πόλιν προπεσεῖν παρὰ τὰς συνθήκας εἰς τὸν πόλεμον πρὸς Πτολεμαῖον.
τραχύτερον δὲ τοῦ βασιλέως ἀπαντῶντος καὶ τὸν υἱὸν Δημήτριον ἐκπέμψαντος μετὰ δυνάμεως καὶ πολιορκητικῶν ὀργάνων φοβηθέντες τὴν ὑπεροχὴν τοῦ βασιλέως τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς τὸν Δημήτριον, φήσαντες συμπολεμήσειν Ἀντιγόνῳ πρὸς Πτολεμαῖον· ὡς δʼ ἐκεῖνος ὁμήρους ἑκατὸν ᾔτει τοὺς ἐπιφανεστάτους καὶ τοῖς λιμέσι δέχεσθαι τὸν στόλον προσέταττεν, ὑπολαβόντες ἐπιβουλεύειν αὐτὸν τῇ πόλει, τὰ πρὸς πόλεμον παρεσκευάζοντο.
Δημήτριος δὲ πᾶσαν τὴν δύναμιν ἀθροίσας εἰς τὸν ἐν Λωρύμοις λιμένα στόλον ἐξήρτυε πρὸς τὸν ἐπίπλουν τὸν ἐπὶ τὴν Ῥόδον. εἶχε δὲ ναῦς μακρὰς μὲν παντοίας μεγέθει διακοσίας, ὑπηρετικὰ δὲ πλείω τῶν ἑκατὸν ἑβδομήκοντα· ἐν δὲ τούτοις ἐκομίζοντο στρατιῶται βραχὺ λειπόμενοι τῶν τετρακισμυρίων σὺν ἱππεῦσι καὶ τοῖς συμμαχοῦσι πειραταῖς. ὑπῆρχε δὲ καὶ βελῶν παντοίων πλῆθος καὶ πάντων τῶν πρὸς πολιορκίαν χρησίμων μεγάλη παρασκευή.
χωρὶς δὲ τούτων ἰδιωτικὰ πόρια συνηκολούθει τῶν ταῖς ἀγοραῖς χρωμένων βραχὺ λειπόμενα τῶν χιλίων· πολλὰ γὰρ ἔτη τῆς χώρας τῆς Ῥοδίων ἀπορθήτου γεγενημένης συνέρρει πανταχόθεν πλῆθος τῶν εἰωθότων ὠφελείας ἰδίας ἡγεῖσθαι τὰ τῶν πολεμουμένων ἀτυχήματα.
ὁ μὲν οὖν Δημήτριος ὥσπερ εἴς τινα ναυμαχίαν ἐκτάξας τὸν στόλον καταπληκτικῶς προηγεῖσθαι μὲν ἐποίησε τὰς μακρὰς ναῦς, ἐχούσας ἐπὶ ταῖς πρῴραις τοὺς τρισπιθάμους τῶν ὀξυβελῶν, ἐπακολουθεῖν δὲ τὰς στρατιωτικὰς καὶ τὰς ἱππηγοὺς ῥυμουλκουμένας ὑπὸ τῶν ταῖς εἰρεσίαις χρωμένων, ἐπὶ πᾶσι δὲ καὶ τὰ τῶν πειρατῶν πόρια καὶ τὰ τῶν ἐμπόρων καὶ ἀγοραίων, ὑπεράγοντα τῷ πλήθει, καθάπερ προείρηται, ὥστε πάντα τὸν ἀνὰ μέσον τόπον τῆς τε νήσου καὶ τῆς ἀντικειμένης παραλίας συμπεπληρωμένον φαίνεσθαι τοῖς πλοίοις καὶ πολὺν φόβον καὶ κατάπληξιν παρέχεσθαι τοῖς ἀπὸ τῆς πόλεως θεωροῦσιν.
οἱ μὲν γὰρ στρατιῶται τῶν Ῥοδίων διειληφότες τὰ τείχη τὸν ἐπίπλουν ἐκαραδόκουν τῶν πολεμίων, πρεσβῦται δὲ καὶ γυναῖκες ἀπὸ τῶν οἰκιῶν ἀφεώρων, οὔσης τῆς πόλεως θεατροειδοῦς, πάντες δὲ τό τε μέγεθος τοῦ στόλου καὶ τὴν αὐγὴν τῶν ἀποστιλβόντων ὅπλων καταπληττόμενοι περὶ τῶν ὅλων οὐ μετρίως ἠγωνίων.
εἶθʼ ὁ μὲν Δημήτριος κατέπλευσεν εἰς τὴν νῆσον, ἀποβιβάσας δὲ τὴν δύναμιν κατεστρατοπέδευσεν πλησίον τῆς πόλεως, ἐκτὸς βέλους ποιησάμενος τὴν παρεμβολήν. εὐθὺς δὲ τῶν πειρατῶν καὶ τῶν ἄλλων τοὺς εὐθέτους ἐξέπεμψε πορθήσοντας τὴν νῆσον καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
ἐδενδροτόμησε δὲ καὶ τὴν πλησίον χώραν καὶ καθεῖλε τὰς ἐπαύλεις, ἐξ ὧν ὠχύρωσε τὴν στρατοπεδείαν, περιλαβὼν τριπλῷ χάρακι καὶ σταυρώμασι πυκνοῖς καὶ μεγάλοις, ὥστε τὴν τῶν πολεμίων βλάβην γίνεσθαι τῶν ἰδίων ἀσφάλειαν. μετὰ δὲ ταῦτα πάσῃ τῇ δυνάμει καὶ τοῖς πληρώμασιν ἔχωσεν ἐν ὀλίγαις ἡμέραις τὸ μεταξὺ τῆς πόλεως διαλεῖπον πρὸς τὴν ἔκβασιν καὶ κατεσκεύασε λιμένα ταῖς ναυσὶν ἀρκοῦντα.
Book 20, Part 7
οἱ δὲ Ῥόδιοι μέχρι μέν τινος πρέσβεις ἐκπέμποντες ἠξίουν μηδὲν πρᾶξαι κατὰ τῆς πόλεως ἀνήκεστον· ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἀπογνόντες τὰς διαλύσεις ἐξέπεμψαν πρεσβευτὰς πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιοῦντες βοηθεῖν, ὡς τῆς πόλεως προπολεμούσης ὑπὲρ αὐτῶν.
τῶν δʼ ἐν τῇ πόλει κατοικούντων παροίκων καὶ ξένων δόντες ἐξουσίαν τοῖς βουλομένοις συναγωνίζεσθαι τοὺς λοιποὺς ἀχρήστους ἐκ τῆς πόλεως ἐξέπεμψαν, ἅμα μὲν τῆς τῶν ἀναγκαίων ἐνδείας προνοηθέντες, ἅμα δὲ καὶ τοῦ μηδένα τῇ καταστάσει δυσχεραίνοντα γίνεσθαι τῆς πόλεως προδότην. ἀριθμὸν δὲ ποιησάμενοι τῶν δυναμένων ἀγωνίζεσθαι πολιτῶν μὲν εὗρον περὶ ἑξακισχιλίους, τῶν δὲ παροίκων καὶ ξένων εἰς χιλίους.
ἐψηφίσαντο δὲ καὶ τῶν δούλων τοὺς ἄνδρας ἀγαθοὺς γενομένους ἐν τοῖς κινδύνοις ἀγοράσαντας παρὰ τῶν δεσποτῶν ἐλευθεροῦν καὶ πολίτας εἶναι· ἔγραψαν δὲ καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ τὰ μὲν σώματα δημοσίᾳ θάπτεσθαι, τοὺς δὲ γονεῖς καὶ παῖδας τρέφεσθαι λαμβάνοντας τὴν χορηγίαν ἀπὸ τοῦ κοινοῦ ταμιείου, καὶ τὰς μὲν παρθένους δημοσίᾳ προικίζεσθαι, τοὺς δʼ υἱοὺς ἐν ἡλικίᾳ γενομένους ἐν τῷ θεάτρῳ στεφανῶσαι τοῖς Διονυσίοις πανοπλίᾳ.
διὰ δὲ τούτων ἐκκαλεσάμενοι τὰς ἁπάντων προθυμίας εἰς τὸ τοὺς κινδύνους ὑπομένειν εὐψύχως, ἐποιήσαντο καὶ τῶν ἄλλων τὴν ἐνδεχομένην παρασκευήν. ὁμονοοῦντος γὰρ τοῦ πλήθους οἱ μὲν εὔποροι χρήματʼ εἰσέφερον, οἱ δὲ τεχνῖται τὰς αὑτῶν ἐπιστήμας παρείχοντο πρὸς τὴν τῶν ὅπλων κατασκευήν, ἅπας δʼ ἦν ἐνεργός, τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ὑπερθέσθαι σπεύδων.
διόπερ οἱ μὲν ἐγίνοντο περὶ τοὺς ὀξυβελεῖς καὶ πετροβόλους, οἱ δὲ περὶ τὴν τῶν ἄλλων κατασκευήν, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζον, πλεῖστοι δὲ λίθους πρὸς τὰ τείχη φέροντες ἐσώρευον. ἐξέπεμψαν δὲ καὶ τῶν ἄριστα πλεουσῶν νεῶν τρεῖς ἐπὶ τοὺς πολεμίους καὶ τοὺς παρακομίζοντας αὐτοῖς ἀγορὰς ἐμπόρους.
αὗται δὲ παραδόξως ἐπιφανεῖσαι πολλὰ μὲν πλοῖα τῶν ἐπὶ τὴν προνομὴν τῆς χώρας ὠφελείας χάριν πλεόντων ἐμπόρων κατεπόντισαν, οὐκ ὀλίγα δὲ καὶ πρὸς τὸν αἰγιαλὸν κατασπῶσαι συνέκαυσαν καὶ τῶν αἰχμαλώτων τὰ δυνάμενα δοῦναι λύτρον παρεκόμιζον εἰς τὴν πόλιν· συνέθεντο γὰρ οἱ Ῥόδιοι πρὸς τὸν Δημήτριον ὥστε ἀλλήλοις διδόναι λύτρον ἐλευθέρου μὲν χιλίας δραχμάς, δούλου δὲ πεντακοσίας.
πρὸς τὰς θέσεις τῶν ὀργάνων δὲ ὁ Δημήτριος ἄφθονον ἔχων ἁπάντων χορηγίαν ἤρξατο κατασκευάζειν δύο χελώνας, τὴν μὲν πρὸς τοὺς πετροβόλους, τὴν δὲ πρὸς τοὺς ὀξυβελεῖς, ἀμφοτέρας δὲ ταύτας ἐπὶ δύο πλοίων φορτηγῶν διαβεβηκυίας καὶ κατεζευγμένας, δύο δὲ πύργους τετραστέγους ὑπερέχοντας τοῖς ὕψεσι τῶν ἐπὶ τοῦ λιμένος πύργων, ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον, ὅπως ἐν τῷ προσάγειν ἡ στάσις ἑκατέρα τῶν πλευρῶν ἰσόρροπον ἔχῃ τὸ βάρος.
κατεσκεύασε δὲ καὶ χάρακα πλωτὸν ἐπὶ τετραπέδων ξύλων καθηλωμένον, ὅπως προπλέων οὗτος κωλύῃ τοὺς πολεμίους ἐπιπλέοντας ἐμβολὰς διδόναι τοῖς φέρουσι τὰς μηχανὰς πλοίοις.
ἐν ὅσῳ δὲ ταῦτα τὴν συντέλειαν ἐλάμβανεν, ἀθροίσας τοὺς ἁδροτάτους τῶν λέμβων καὶ τούτους καταφράξας σανίσι καὶ θυρίδας κλειστὰς κατασκευάσας ἐνέθετο μὲν τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας καὶ τοὺς τούτοις κατὰ τρόπον χρησομένους, ἔτι δὲ τοξότας Κρῆτας, τὰς δὲ ναῦς προσαγαγὼν ἐντὸς βέλους κατετίτρωσκε τοὺς κατὰ τὴν πόλιν ὑψηλότερα τὰ παρὰ τὸν λιμένα τείχη κατασκευάζοντας.
οἱ δὲ Ῥόδιοι θεωροῦντες τοῦ Δημητρίου τὴν πᾶσαν ἐπιβολὴν οὖσαν ἐπὶ τὸν λιμένα καὶ αὐτοὶ τὰ πρὸς τὴν ἀσφάλειαν τούτου παρεσκευάζοντο. δύο μὲν οὖν ἔστησαν μηχανὰς ἐπὶ τοῦ χώματος, τρεῖς δʼ ἐπὶ φορτηγῶν πλοίων πλησίον τῶν κλείθρων τοῦ μικροῦ λιμένος· ἐν δὲ ταύταις ἔθηκαν πλῆθος ὀξυβελῶν καὶ πετροβόλων παντοίων τοῖς μεγέθεσιν, ὅπως, ἐάν τε ἀποβιβάζωσιν οἱ πολέμιοι πρὸς τὸ χῶμα στρατιώτας ἄν τε τὰς μηχανὰς προσάγωσι, διὰ τούτων αὐτοὺς εἴργεσθαι τῆς ἐπιβολῆς. ἐπέστησαν δὲ καὶ τοῖς ὁρμοῦσι τῶν φορτηγῶν πλοίων ἐν τῷ λιμένι βελοστάσεις οἰκείας τοῖς ἐπιτίθεσθαι μέλλουσι καταπέλταις.
ἀμφοτέρων δὲ τοῦτον τὸν τρόπον παρεσκευασμένων ὁ Δημήτριος τὸ μὲν πρῶτον ἐπιβαλόμενος προσάγειν τὰς μηχανὰς τοῖς λιμέσιν ἐκωλύθη κλύδωνος ἐπιγενομένου τραχυτέρου· μετὰ δὲ ταῦτα νυκτὸς εὐδίας λαβόμενος ἔλαθε παραπλεύσας καὶ καταλαβόμενος ἄκρον τὸ χῶμα τοῦ μεγάλου λιμένος εὐθὺς περιεχαράκωσε τὸν τόπον καὶ διέφραξε θυρώμασι καὶ πέτροις, ἐξεβίβασε δʼ εἰς αὐτὸν στρατιώτας τετρακοσίους καὶ βελῶν πλῆθος παντοδαπῶν, ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα.
ἔπειθʼ ἡμέρας γενομένης παρεκόμισε τὰς μηχανὰς εἰς τὸν λιμένα μετὰ σάλπιγγος καὶ κραυγῆς ταὶ τοῖς μὲν ἐλάττοσιν ὀξυβελέσι μακρὰν φερομένοις ἀνεῖργε τοὺς ἐργαζομένους τὸ παρὰ τὸν λιμένα τεῖχος, τοῖς δὲ πετροβόλοις τάς τε μηχανὰς τῶν πολεμίων καὶ τὸ διὰ τοῦ χώματος τεῖχος τῇ μὲν διέσεισε, τῇ δὲ κατέβαλεν, ἀσθενὲς ὑπάρχον καὶ ταπεινὸν ἐκείνοις τοῖς καιροῖς.
ἀμυνομένων δὲ καὶ τῶν ἐκ τῆς πόλεως εὐρώστως τότε μὲν ὅλην τὴν ἡμέραν διετέλεσαν ἀμφότεροι πολλὰ κακὰ καὶ δρῶντες καὶ πάσχοντες· τῆς δὲ νυκτὸς ἤδη καταλαμβανούσης ὁ μὲν Δημήτριος ταῖς ῥυμουλκούσαις ναυσὶν ἀπήγαγε τὰς μηχανὰς πάλιν ἔξω βέλους· οἱ δὲ Ῥόδιοι ξηρᾶς ὕλης καὶ δᾳδὸς ἀκάτια πληρώσαντες καὶ πῦρ ἐνθέμενοι τὸ μὲν πρῶτον ἐπιδιώξαντες προσέπλεον ταῖς μηχαναῖς ταῖς τῶν πολεμίων καὶ τὴν ὕλην ὑφῆψαν, μετὰ δὲ ταῦτα τῷ πλωτῷ χάρακι καὶ τοῖς βέλεσιν ἀνειρχθέντες συνηναγκάσθησαν χωρεῖν εἰς τοὐπίσω.
τῆς δὲ φλογὸς ἐπισχυούσης ὀλίγοι μὲν κατασβέσαντες ἐπανῆλθον σὺν τοῖς σκάφεσιν, οἱ πλεῖστοι δὲ καιομένων τῶν ἀκατίων ἐξεκολύμβησαν. τῇ δʼ ὑστεραίᾳ κατὰ μὲν θάλατταν ὁ Δημήτριος παραπλησίαν ἐποιήσατο τὴν ἐπίθεσιν, κατὰ δὲ τὴν γῆν προσέταξεν ἅμα πανταχόθεν προσβάλλειν μετʼ ἀλαλαγμοῦ καὶ σάλπιγγος, ὅπως εἰς ἀγωνίαν καὶ φόβον ἀγάγῃ τοὺς Ῥοδίους, πολλῶν τῶν ἀντισπασμάτων ὄντων.
τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος ἐφʼ ἡμέρας ὀκτὼ τὰς μὲν μηχανὰς τὰς ἐπὶ τοῦ χώματος τοῖς ταλαντιαίοις πετροβόλοις συνέτριψε, τοῦ δὲ διατειχίσματος τὸ μεσοπύργιον σὺν αὐτοῖς τοῖς πύργοις διέσεισεν. κατελάβοντο δὲ καὶ τῶν στρατιωτῶν τινες μέρος τοῦ παρὰ τὸν λιμένα διατειχίσματος· ἐφʼ οὓς συστραφέντες οἱ Ῥόδιοι μάχην συνῆψαν καὶ πολλαπλάσιοι γενόμενοι τοὺς μὲν ἀνεῖλον, τοὺς δʼ ἐπανελθεῖν εἰς τοὐπίσω συνηνάγκασαν· συνήργει δὲ τοῖς ἐκ τῆς πόλεως ἡ τοῦ παρὰ τὸ τεῖχος τόπου τραχύτης, πολλῶν καὶ μεγάλων πετρῶν κατὰ τὸ συνεχὲς κειμένων παρὰ τὴν οἰκοδομὴν ἔξω τοῦ τείχους.
τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων διὰ τὴν ἀγωνίαν ἐποκειλάντων οἱ Ῥόδιοι ταχέως τὰ μὲν ἀκροστόλια περιέσπασαν, ὕλην δὲ ξηρὰν καὶ δᾷδας ταῖς ναυσὶν ἐνέντες ἐνέπρησαν. τούτων δὲ περὶ ταῦτʼ ὄντων οἱ μὲν τοῦ Δημητρίου στρατιῶται πανταχοῦ περιπλέοντες κλίμακας προσέφερον τοῖς τείχεσι καὶ βιαιότερον ἐνέκειντο, συναγωνιζομένων καὶ τῶν ἀπὸ τῆς γῆς πανταχόθεν καὶ συναλαλαζόντων.
ἔνθα δὴ πολλῶν παραβόλως κινδυνευσάντων καὶ συχνῶν ἀναβάντων ἐπὶ τὰ τείχη συνίστατο καρτερὰ μάχη, τῶν μὲν ἔξωθεν βιαζομένων, τῶν δʼ ἐκ τῆς πόλεως ἀθρόων παραβοηθούντων. τέλος δὲ τῶν Ῥοδίων ἐκθύμως ἀγωνιζομένων οἱ μὲν ἔπεσον τῶν προσαναβάντων, οἱ δὲ κατατραυματισθέντες ἑάλωσαν, ἐν οἷς ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων.
τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν.
Δημήτριος δὲ περὶ τὴν ἐπισκευὴν τῶν μηχανῶν καὶ τῶν πλοίων ἡμέρας ἑπτὰ γενόμενος καὶ πάντα τὰ πρὸς τὴν πολιορκίαν παρασκευασάμενος πάλιν ἐπέπλευσε τῷ λιμένι· πᾶσα γὰρ ἦν ἡ σπουδὴ περὶ τὸ κρατῆσαι τούτου καὶ τῆς σιτοπομπείας ἀποκλεῖσαι τοὺς κατὰ τὴν πόλιν.
γενόμενος δʼ ἐντὸς βέλους τοῖς μὲν πυρφόροις πολλοῖς οὖσιν εἰς τὰ διωρμισμένα πλοῖα τῶν Ῥοδίων ἐνέβαλε, τοῖς δὲ πετροβόλοις τὰ τείχη διέσεισε, τοῖς δʼ ὀξυβελέσι τὰ φαινόμενα τῶν σωμάτων κατετίτρωσκε.
συνεχοῦς οὖν καὶ καταπληκτικῆς γενομένης τῆς προσβολῆς οἱ μὲν παρὰ τοῖς Ῥοδίοις ναύκληροι διαγωνιάσαντες περὶ τῶν πλοίων κατέσβεσαν τοὺς πυρφόρους, οἱ δὲ πρυτάνεις κινδυνεύοντος ἁλῶναι τοῦ λιμένος παρεκάλεσαν τοὺς ἀρίστους τῶν πολιτῶν τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας ὑπομεῖναι κίνδυνον.
πολλῶν οὖν προθύμως ὑπακουόντων τρεῖς ναῦς τὰς κρατίστας ἐπλήρωσαν ἐπιλέκτων ἀνδρῶν, οἷς παρήγγειλαν πειρᾶσθαι τοῖς ἐμβόλοις βυθίσαι τὰ πλοῖα τὰ τὰς μηχανὰς κομίζοντα τῶν πολεμίων.
οὗτοι μὲν οὖν, καίπερ πολλῶν ἐπʼ αὐτοὺς φερομένων βελῶν, ὠσάμενοι τὸ μὲν πρῶτον τὸν σεσιδηρωμένον χάρακα διέσπασαν, τοῖς δὲ πλοίοις πολλὰς ἐμβολὰς δόντες καὶ θαλάττης αὐτὰ πληρώσαντες δύο μὲν τῶν μηχανῶν κατέβαλον, τῆς δὲ τρίτης ὑπὸ τῶν περὶ τὸν Δημήτριον εἰς τοὐπίσω τοῖς ῥύμασιν ἑλκομένης οἱ μὲν Ῥόδιοι θαρρήσαντες τοῖς κατωρθωμένοις θρασύτερον τοῦ καθήκοντος προέπιπτον εἰς τὸν κίνδυνον.
διὸ πολλῶν αὐτοῖς καὶ μεγάλων νεῶν περιχυθεισῶν καὶ τοῖς ἐμβόλοις πολλὰ μέρη τῶν τοίχων ἀναρρηττουσῶν ὁ μὲν ναύαρχος Ἐξήκεστος καὶ ὁ τριήραρχος καί τινες ἄλλοι κατατραυματισθέντες ἥλωσαν, τοῦ δʼ ἄλλου πλήθους ἐκκολυμβήσαντος καὶ διανηξαμένου πρὸς τοὺς ἰδίους μία μὲν τῶν νεῶν ὑποχείριος ἐγένετο τοῖς περὶ τὸν Δημήτριον, αἱ δʼ ἄλλαι διέφυγον τὸν κίνδυνον.
τοιαύτης οὖν γενομένης τῆς ναυμαχίας ὁ μὲν Δημήτριος ἄλλην μηχανὴν κατεσκεύασε τριπλασίαν τῷ ὕψει καὶ πλάτει τῆς πρότερον, προσάγοντος δʼ αὐτὴν πρὸς τὸν λιμένα νότος ἐκνεφίας ἐπιγενόμενος τὰ μὲν ὁρμοῦντα τῶν πλοίων συνέκλυσε, τὴν δὲ μηχανὴν κατέβαλε. καθʼ ὃν δὴ χρόνον οἱ Ῥόδιοι τῷ καιρῷ δεξιῶς χρησάμενοι πύλην ἀνοίξαντες ἐπέθεντο τοῖς τὸ χῶμα κατειληφόσι.
γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς καὶ τοῦ μὲν Δημητρίου διὰ τὸν χειμῶνα μὴ δυναμένου βοηθῆσαι, τῶν δὲ Ῥοδίων ἐκ διαδοχῆς ἀγωνιζομένων ἠναγκάσθησαν οἱ τοῦ βασιλέως ἀποθέμενοι τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς, ὄντες σχεδὸν τετρακόσιοι.
τούτων δὲ τῶν προτερημάτων γενομένων τοῖς Ῥοδίοις κατέπλευσαν τῇ πόλει σύμμαχοι παρὰ μὲν Κνωσσίων ἑκατὸν πεντήκοντα, παρὰ δὲ Πτολεμαίου πλείους τῶν πεντακοσίων, ὧν ἦσάν τινες Ῥόδιοι μισθοφοροῦντες παρὰ τῷ βασιλεῖ. καὶ τὰ μὲν περὶ τὴν ἐν Ῥόδῳ πολιορκίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς οὐ δυνάμενος διαλύσασθαι πρὸς τοὺς περὶ Δεινοκράτην φυγάδας ἀνέζευξεν ἐπʼ αὐτοὺς μεθʼ ἧς εἶχε δυνάμεως, νομίζων ἀναγκαῖον ὑπάρχειν αὐτῷ διακινδυνεύειν καὶ παραβάλλεσθαι περὶ τῶν ὅλων. συνηκολούθουν δʼ αὐτῷ πεζοὶ μὲν οὐ πλείους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ εἰς ὀκτακοσίους.
οἱ δὲ περὶ Δεινοκράτην φυγάδες ὁρῶντες τὴν τῶν πολεμίων ὁρμὴν ἄσμενοι κατήντησαν εἰς τὴν μάχην, ὄντες πολλαπλάσιοι· πεζοὶ μὲν γὰρ ὑπῆρχον πλείους τῶν δισμυρίων καὶ πεντακισχιλίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τρισχιλίων. ἀντιστρατοπεδευσάντων δʼ αὐτῶν περὶ τὸ καλούμενον Τόργιον καὶ μετὰ ταῦτα παραταξαμένων ἐπʼ ὀλίγον μὲν χρόνον συνέστη καρτερὰ μάχη διὰ τὰς ἀμφοτέρων προθυμίας· μετὰ δὲ ταῦτα τῶν πρὸς τὸν Δεινοκράτην διαφερομένων τινές, ὄντες πλείους τῶν δισχιλίων, μετεβάλοντο πρὸς τὸν τύραννον καὶ τοῖς φυγάσιν αἴτιοι κατέστησαν τῆς ἥττης.
οἱ μὲν γὰρ μετʼ Ἀγαθοκλέους ὄντες πολὺ μᾶλλον ἐθάρρησαν, οἱ δὲ Δεινοκράτει συναγωνιζόμενοι κατεπλάγησαν καὶ νομίσαντες πλείους εἶναι τοὺς ἀφισταμένους πρὸς φυγὴν ὥρμησαν. εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς διώξας αὐτοὺς μέχρι τινὸς καὶ τοῦ φονεύειν ἀποσχόμενος διεπέμψατο πρὸς τοὺς ἡττημένους, ἀξιῶν παύσασθαι μὲν τῆς διαφορᾶς, καταπορευθῆναι δʼ εἰς τὰς πατρίδας· εἰληφέναι γὰρ αὐτοὺς πεῖραν τοῦ μηδέποτʼ ἂν δύνασθαι περιγενέσθαι τοὺς φυγάδας ἀγωνιζομένους πρὸς αὐτόν, ὅτε καὶ νῦν πολλαπλασίους ὄντας αὐτοὺς ἡττῆσθαι.
τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον καὶ τὴν μὲν ἐκ τοῦ διαγωνίζεσθαι νίκην ἀπελπίσαντες, ἐπιθυμοῦντες δὲ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ τῶν ἐν ταύτῃ καλῶν διελύσαντο πρὸς Ἀγαθοκλέα.
λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δʼ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους·
ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δʼ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως, ἀλλʼ ἐκ τῆς τῶν ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.
τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα. θαυμάσειε δʼ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς.
ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν.
κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας. μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπʼ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι.
σημείας μὲν οὖν εἷλον εἴκοσι, στρατιώτας δʼ ἐζώγρησαν ὑπὲρ τοὺς δισχιλίους. τῶν δʼ ὑπάτων εὐθὺς ἑλόντων πόλιν Βῶλαν Γέλλιος Γάιος ὁ τῶν Σαμνιτῶν ἡγεμὼν ἐφάνη μετὰ στρατιωτῶν ἑξακισχιλίων. γενομένης δὲ μάχης ἰσχυρᾶς αὐτός τε ὁ Γέλλιος ἑάλω καὶ τῶν ἄλλων Σαμνιτῶν οἱ πλεῖστοι μὲν κατεκόπησαν, τινὲς δὲ καὶ ζῶντες συνελήφθησαν. οἱ δʼ ὕπατοι τοιούτοις προτερήμασι χρησάμενοι τῶν συμμαχίδων πόλεων τὰς ἁλούσας ἀνεκτήσαντο, Σώραν, Ἁρπίναν καὶ Σερεννίαν.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Φερεκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο Πόπλιος Σεμπρώνιος καὶ Πόπλιος Σολπίκιος, ὀλυμπιὰς δʼ ἤχθη παρὰ τοῖς Ἠλείοις ἐνάτη πρὸς ταῖς ἑκατὸν δέκα, καθʼ ἣν ἐνίκα στάδιον Ἀνδρομένης Κορίνθιος. ἐπὶ δὲ τούτων Δημήτριος μὲν Ῥόδον πολιορκῶν, ἐπὶ ταῖς κατὰ θάλατταν προσβολαῖς ἀποτυγχάνων, ἀπὸ τῆς γῆς διέγνω τὰς ἐπιθέσεις ποιεῖσθαι.
παρασκευασάμενος οὖν ὕλης παντοίας πλῆθος κατεσκεύασε μηχανὴν τὴν καλουμένην ἑλέπολιν, ὑπεραίρουσαν πολὺ τῷ μεγέθει τῶν πρὸ αὐτῆς γενομένων. ἐσχαρίου γὰρ ὄντος τετραγώνου τὴν μὲν πλευρὰν ἑκάστην ὑπεστήσατο πηχῶν σχεδὸν πεντήκοντα, συμπεπηγυῖαν ἐκ τετραγώνων ξύλων σιδήρῳ δεδεμένων· τὴν δὲ ἀνὰ μέσον χώραν διέλαβε δοκοῖς ἀλλήλων ἀπεχούσαις ὡσανεὶ πῆχυν, ὅπως παράστασις ᾖ τοῖς προωθεῖν τὴν μηχανὴν μέλλουσιν.
τὸ δὲ πᾶν βάρος ἦν ὑπότροχον, στερεοῖς καὶ μεγάλοις ὀκτὼ τροχοῖς ὑπειλημμένον· τὰ γὰρ πάχη τῶν ἀψίδων ὑπῆρχε πηχῶν δυεῖν, σεσιδηρωμένα λεπίσιν ἰσχυραῖς. πρὸς δὲ τὴν ἐκ πλαγίας μετάθεσιν ἦσαν ἀντίστρεπτα πεπραγματευμένα, δι’ ὧν ἡ πᾶσα μηχανὴ ῥᾳδίως παντοίαν ὑπελάμβανε κίνησιν.
ἐκ δὲ τῶν γωνιῶν ὑπῆρχον κίονες ἴσοι τῷ μήκει, βραχὺ λείποντες τῶν ἑκατὸν πηχῶν, οὕτως συννενευκότες εἰς ἀλλήλους ὡς τοῦ παντὸς κατασκευάσματος ὄντος ἐννεαστέγου τὴν μὲν πρώτην στέγην ὑπάρχειν ἀκαινῶν τεσσαράκοντα τριῶν, τὴν δʼ ἀνωτάτω ἐννέα.
τὰς δὲ τρεῖς ἐπιφανεῖς πλευρὰς τῆς μηχανῆς ἔξωθεν συνεκάλυψε λεπίσι σιδηραῖς καθηλωμέναις, ἵνα μηδὲν ὑπὸ τῶν πυρφόρων βλάπτηται. θυρίδας δʼ εἶχον αἱ στέγαι κατὰ πρόσωπον, τοῖς μεγέθεσι καὶ τοῖς σχήμασι πρὸς τὰς ἰδιότητας τῶν μελλόντων ἀφίεσθαι βελῶν ἁρμοζούσας.
αὗται δὲ εἶχον καλύμματα διὰ μηχανῆς ἀνασπώμενα, διʼ ὧν ἀσφάλειαν ἐλάμβανον οἱ κατὰ τὰς στέγας περὶ τὴν ἄφεσιν τῶν βελῶν ἀναστρεφόμενοι· ἦσαν μὲν γὰρ ἐκ βυρσῶν περιερραμμένα, πλήρη δὲ ἐρίων, εἰς τὸ τῇ πληγῇ ἐνδιδόναι τῶν λιθοβόλων.
ἑκάστη δὲ τῶν στεγῶν εἶχε δύο κλίμακας πλατείας, ὧν τῇ μὲν πρὸς τὴν ἀνακομιδὴν τῶν χρησίμων, τῇ δὲ πρὸς τὴν κατάβασιν ἐχρῶντο πρὸς τὸ χωρὶς θορύβου πᾶν ὑπηρετεῖσθαι. οἱ δὲ μέλλοντες κινήσειν τὴν μηχανὴν ἐξελέχθησαν ἐξ ἁπάσης τῆς δυνάμεως οἱ ταῖς ῥώμαις διαφέροντες ἄνδρες τρισχίλιοι καὶ τετρακόσιοι·
τούτων δʼ οἱ μὲν ἐντὸς ἀποληφθέντες, οἱ δʼ ἐκ τῶν ὄπισθεν μερῶν παριστάμενοι προεώθουν, πολλὰ τῆς τέχνης συνεργούσης εἰς τὴν κίνησιν. κατεσκεύασε δὲ καὶ χελώνας τὰς μὲν χωστρίδας, τὰς δὲ κριοφορους καὶ στοὰς διʼ ὧν ἔμελλον οἱ τοῖς ἔργοις προσιόντες ἐλεύσεσθαι καὶ πάλιν ἐπιστρέψειν ἀσφαλῶς. τοῖς δʼ ἐκ τῶν νεῶν πληρώμασιν ἀνεκάθαρε τὸν τόπον ἐπὶ σταδίους τέτταρας, διʼ ὧν ἔμελλεν προσάξειν τὰς κατασκευασθείσας μηχανάς, ὥστε γίνεσθαι τὸ ἔργον ἐπὶ μῆκος μεσοπυργίων ἓξ καὶ πύργων ἑπτά. τὸ δʼ ἠθροισμένον πλῆθος τῶν τεχνιτῶν καὶ τῶν τοῖς ἔργοις προσιόντων οὐ πολὺ ἐλείπετο τῶν τρισμυρίων.
διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις. οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις.
εὐμήχανος γὰρ ὢν καθʼ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δʼ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτʼ ἂν τὴν ἀπʼ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι.
ἦν δὲ καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὸ κάλλος ἡρωικὸν ἀποφαίνων ἀξίωμα, ὥστε καὶ τοὺς ἀφικνουμένους τῶν ξένων θεωροῦντας εὐπρέπειαν κεκοσμημένην ὑπεροχῇ βασιλικῇ θαυμάζειν καὶ παρακολουθεῖν ἐν ταῖς ἐξόδοις ἕνεκεν τῆς θέας.
ἐπὶ δὲ τούτοις ὑπῆρχε καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων, καὶ τὸ πάντων ἰδιώτατον, κατὰ μὲν τὴν εἰρήνην ἐν μέθαις διέτριβε καὶ συμποσίοις ἔχουσιν ὀρχήσεις καὶ κώμους καὶ τὸ σύνολον ἐζήλου τὴν μυθολογουμένην ποτὲ γενέσθαι κατʼ ἀνθρώπους τοῦ Διονύσου διάθεσιν, κατὰ δὲ τοὺς πολέμους ἐνεργὸς ἦν καὶ νήφων, ὥστε παρὰ πάντας τοὺς ἐργατευομένους ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν.
ἐπὶ γὰρ τούτου βέλη τὰ μέγιστα συνετελέσθη καὶ μηχαναὶ παντοῖαι πολὺ τὰς παρὰ τοῖς ἄλλοις γενομένας ὑπεραίρουσαι· καὶ σκάφη δὲ μέγιστα καθείλκυσεν οὗτος μετὰ τὴν πολιορκίαν ταύτην καὶ τὴν τοῦ πατρὸς τελευτήν.
οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν προκοπὴν τῶν παρὰ τοῖς πολεμίοις ἔργων κατεσκεύασαν ἐντὸς ἕτερον τεῖχος παράλληλον τῷ μέλλοντι πονεῖν κατὰ τὰς προσβολάς. ἐχρῶντο δὲ λίθοις καθαιροῦντες τοῦ θεάτρου τὸν περίβολον καὶ τὰς πλησίον οἰκίας, ἔτι δὲ τῶν ἱερῶν ἔνια, τοῖς θεοῖς εὐξάμενοι καλλίονα κατασκευάσειν σωθείσης τῆς πόλεως.
ἐξέπεμψαν δὲ καὶ τῶν νεῶν ἐννέα, διακελευσάμενοι τοὺς ἀφηγουμένους πανταχῇ πλεῖν καὶ παραδόξως ἐπιφαινομένους ἃ μὲν βυθίζειν τῶν ἁλισκομένων πλοίων, ἃ δὲ κατάγειν εἰς τὴν πόλιν. ἐκπλευσάντων δὲ τούτων καὶ τριχῇ διαιρεθέντων Δαμόφιλος μὲν ἔχων ναῦς τὰς καλουμένας παρὰ Ῥοδίοις φυλακίδας ἔπλευσεν εἰς Κάρπαθον καὶ πολλὰ μὲν πλοῖα τῶν Δημητρίου καταλαβών, ἃ μὲν τοῖς ἐμβόλοις θραύων κατεπόντιζεν, ἃ δʼ ἐπὶ τὸν αἰγιαλὸν κομίζων ἐνεπύριζεν, ἐκλεγόμενος τῶν σωμάτων τὰ χρησιμώτατα, οὐκ ὀλίγα δὲ τῶν κομιζόντων τοὺς ἐκ τῆς νήσου καρποὺς κατήγαγεν εἰς τὴν πατρίδα.
Μενέδημος δὲ τριῶν ἀφηγούμενος τριημιολιῶν πλεύσας τῆς Λυκίας ἐπὶ τὰ Πάταρα καὶ καταλαβὼν ὁρμοῦσαν ναῦν τοῦ πληρώματος ἐπὶ γῆς ὄντος ἐνεπύρισε τὸ σκάφος, πολλὰ δὲ πλοῖα τῶν κομιζόντων τὴν ἀγορὰν ἐπὶ τὸ στρατόπεδον ὑποχείρια λαβὼν ἐξαπέστειλεν εἰς τὴν Ῥόδον.
εἷλε δὲ καὶ τετρήρη πλέουσαν μὲν ἐκ Κιλικίας, ἔχουσαν δʼ ἐσθῆτα βασιλικὴν καὶ τὴν ἄλλην ἀποσκευήν, ἣν ἡ γυνὴ Δημητρίου Φίλα παρασκευασαμένη φιλοτιμότερον ἀπεστάλκει τἀνδρί. τὸν μὲν οὖν ἱματισμὸν ἀπέστειλεν εἰς Αἴγυπτον, οὐσῶν τῶν στολῶν ἁλουργῶν καὶ βασιλεῖ φορεῖν πρεπουσῶν, τὴν δὲ ναῦν ἐνεώλκησεν καὶ τοὺς ναύτας ἀπέδοτο τούς τʼ ἐκ τῆς τετρήρους καὶ τοὺς ἐκ τῶν ἄλλων πλοίων τῶν ἁλόντων.
τῶν δʼ ὑπολοίπων νεῶν τριῶν Ἀμύντας ἡγούμενος ἔπλευσεν ἐπὶ νήσων καὶ πολλοῖς πλοίοις περιτυχὼν κομίζουσι τὰ πρὸς τὰς μηχανὰς ἁρμόζοντα τοῖς πολεμίοις ἃ μὲν αὐτῶν κατέδυσεν, ἃ δὲ κατήγαγεν εἰς τὴν πόλιν, ἐν οἷς ἑάλωσαν καὶ τεχνῖται τῶν ἀξιολόγων καὶ πρὸς βέλη καὶ καταπέλτας ἐμπειρίᾳ διαφέροντες ἕνδεκα.
μετὰ δὲ ταῦτα ἐκκλησίας συναχθείσης συνεβούλευόν τινες τὰς εἰκόνας τὰς Ἀντιγόνου καὶ Δημητρίου κατασπάσαι, δεινὸν εἶναι λέγοντες ἐν ἴσῳ τιμᾶσθαι τοὺς πολιορκοῦντας τοῖς εὐεργέταις· ἐφʼ οἷς ὁ δῆμος ἀγανακτήσας τούτοις μὲν ὡς ἁμαρτάνουσιν ἐπετίμησεν, τῶν δὲ περὶ Ἀντίγονον τιμῶν οὐδεμίαν μετεκίνησεν, καλῶς πρός τε δόξαν καὶ τὸ συμφέρον βουλευσάμενος.
ἥ τε γὰρ μεγαλοψυχία καὶ τὸ βέβαιον τῆς ἐν δημοκρατίᾳ κρίσεως παρὰ μὲν τοῖς ἄλλοις ἐπαίνων ἐτύγχανε, παρὰ δὲ τοῖς πολιορκοῦσι μεταμελείας· τὰς γὰρ κατὰ τὴν Ἑλλάδα πόλεις οὐδεμίαν ἐνδεδειγμένας εὔνοιαν εἰς τοὺς εὐεργέτας ἐλευθεροῦντες τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος ἐφαίνοντο καταδουλούμενοι, πρός τε τὸ παράδοξον τῆς τύχης, εἰ συμβαίη τὴν πόλιν ἁλῶναι, κατελείπετʼ αὐτοῖς πρὸς παραίτησιν τῆς τηρηθείσης ὑπʼ αὐτῶν φιλίας ἀνάμνησις. ταῦτα μὲν οὖν τοῖς Ῥοδίοις ἐπράχθη συνετῶς.
Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους.
διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας.
τῶν δὲ διορυγμάτων παρʼ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν· οὗτος δʼ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δʼ ἐξαπεσταλμένος ἡγεμὼν τῶν μισθοφόρων.
ἐπαγγειλάμενος δὲ προδώσειν συνετάξαθʼ ἡμέραν καθʼ ἣν ἔδει παρὰ Δημητρίου πεμφθῆναί τινα τῶν ἀξιολόγων ἡγεμόνων τὸν νυκτὸς ἀναβησόμενον διὰ τοῦ ὀρύγματος εἰς τὴν πόλιν, ὅπως κατασκέψηται τὸν τόπον τὸν μέλλοντα δέξασθαι τοὺς στρατιώτας.
εἰς ἐλπίδας δὲ μεγάλας ἀγαγὼν τοὺς περὶ Δημήτριον ἐμήνυσε τῇ βουλῇ· καὶ πέμψαντος τοῦ βασιλέως τῶν περὶ αὑτὸν φίλων Ἀλέξανδρον τὸν Μακεδόνα τοῦτον μὲν ἀναβάντα διὰ τῆς διώρυχος συνέλαβον οἱ Ῥόδιοι, τὸν δʼ Ἀθηναγόραν ἐστεφάνωσαν χρυσῷ στεφάνῳ καὶ δωρεὰν ἔδωκαν ἀργυρίου τάλαντα πέντε, σπεύδοντες καὶ τῶν ἄλλων μισθοφόρων καὶ ξένων ἐκκαλεῖσθαι τὴν πρὸς τὸν δῆμον εὔνοιαν.
Δημήτριος δὲ τῶν τε μηχανῶν αὐτῷ τέλος ἐχουσῶν καὶ τοῦ πρὸς τὸ τεῖχος τόπου παντὸς ἀνακαθαρθέντος τὴν μὲν ἑλέπολιν μέσην ἔστησε, τὰς δὲ χωστρίδας χελώνας ἐπιδιεῖλεν, οὔσας ὀκτώ· κατέστησεν δʼ εἰς ἑκάτερον μέρος τῆς μηχανῆς τέτταρας καὶ τούτων ἑκάστῃ συνῆψεν στοὰν μίαν εἰς τὸ δύνασθαι μετʼ ἀσφαλείας ἐπιτελεῖν τὸ προσταττόμενον τοὺς εἰσιόντας τε καὶ πάλιν ἐξιόντας, κριοφόρους δὲ δύο πολλαπλασίας τοῖς μεγέθεσιν· εἶχε γὰρ ἑκατέραν πηχῶν ἑκατὸν εἴκοσι, σεσιδηρωμένην καὶ τὴν ἐμβολὴν ἔχουσαν παραπλησίαν νεὼς ἐμβόλῳ, καὶ προωθουμένην μὲν εὐκινήτως, ὑπότροχον δὲ καὶ τὴν ἐναγώνιον ἐνέργειαν λαμβάνουσαν δι’ ἀνδρῶν οὐκ ἐλαττόνων ἢ χιλίων.
μέλλων δὲ προσάγειν τὰς μηχανὰς τοῖς τείχεσι τοὺς μὲν πετροβόλους καὶ τοὺς ὀξυβελεῖς παρήνεγκε τῆς ἑλεπόλεως εἰς ἑκάστην στέγην τοὺς ἁρμόζοντας,
ἐπὶ δὲ τοὺς λιμένας καὶ τοὺς πλησίον τόπους ἀπέστειλε τὴν ναυτικὴν δύναμιν, πρὸς δὲ τὸ λοιπὸν τεῖχος τὸ δυνάμενον προσβολὰς δέξασθαι τὸ πεζὸν στρατόπεδον ἐπιδιεῖλεν.
ἔπειτα δὲ πρὸς ἓν παρακέλευσμα καὶ σημεῖον πάντων συναλαλαξάντων πανταχόθεν τῇ πόλει προσβολὰς ἐποιεῖτο. διασείοντος δʼ αὐτοῦ τοῖς κριοῖς καὶ τοῖς πετροβόλοις τὰ τείχη παρεγενήθησαν Κνιδίων πρέσβεις, ἀξιοῦντες ἐπισχεῖν καὶ πείσειν ἐπαγγελλόμενοι τοὺς Ῥοδίους δέχεσθαι τὰ δυνατώτατα τῶν προσταγμάτων.
ἀνέντος δὲ τοῦ βασιλέως καὶ τῶν πρέσβεων δεῦρο κἀκεῖσε πολλὰ διαλεχθέντων πέρας οὐ δυναμένων συμφωνῆσαι πάλιν ἐνηργεῖτο τὰ τῆς πολιορκίας. καὶ Δημήτριος μὲν κατέβαλε τὸν στερεώτατον τῶν πύργων, ᾠκοδομημένον ἐκ λίθων τετραπέδων, καὶ μεσοπύργιον ὅλον διέσεισεν, ὥστε μὴ δύνασθαι τοὺς ἐν τῇ πόλει πάροδον ἔχειν ἐπὶ τὰς ἐπάλξεις κατὰ τοῦτον τὸν τόπον.
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Πτολεμαῖος ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις πλοίων πλῆθος τῶν τὴν ἀγορὰν κομιζόντων, ἐν οἷς ἦσαν σίτου τριάκοντα μυριάδες ἀρταβῶν σὺν τοῖς ὀσπρίοις.
προσφερομένων δʼ αὐτῶν πρὸς τὴν πόλιν ἐπεχείρησε Δημήτριος ἀποστέλλειν σκάφη τὰ κατάξοντα πρὸς τὴν αὐτοῦ στρατοπεδείαν. φοροῦ δὲ πνεύματος αὐτοῖς ἐπιγενομένου ταῦτα μὲν πλήρεσι τοῖς ἱστίοις φερόμενα κατηνέχθη πρὸς τοὺς οἰκείους λιμένας, οἱ δʼ ὑπὸ Δημητρίου πεμφθέντες ἐπανῆλθον ἄπρακτοι.
ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους. τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους.
νυκτὸς δʼ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δʼ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον.
οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν.
ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης οἱ μὲν πυρφόροι διέλαμπον φερόμενοι βιαίως, οἱ δʼ ὀξυβελεῖς καὶ πετροβόλοι τὴν φορὰν ἀπροόρατον ἔχοντες πολλοὺς διέφθειρον τῶν μὴ δυναμένων συνιδεῖν τὴν ἐπιφερομένην πληγήν.
ἔτυχον δὲ καὶ τῶν ἀπὸ τῆς μηχανῆς λεπίδων τινὲς ἀποπεσοῦσαι, καταψιλωθέντος δὲ τοῦ τόπου προσέπιπτον οἱ πυρφόροι τῷ ξυλοφανεῖ τοῦ κατασκευάσματος. διόπερ ἀγωνιάσας ὁ Δημήτριος μήποτε τοῦ πυρὸς ἐπινεμηθέντος ἅπασαν συμβῇ τὴν μηχανὴν λυμανθῆναι, κατὰ τάχος ἐβοήθει καὶ τῷ παρασκευασθέντι ὕδατι ἐν ταῖς στεγαις ἐπειρᾶτο σβεννύναι τὴν ἐπιφερομένην φλόγα. τὸ δὲ τελευταῖον ἀθροίσας τῇ σάλπιγγι τοὺς τεταγμένους ἐπὶ τῆς κινήσεως τῶν ἔργων διὰ τούτων ἀπήγαγε τὰς μηχανὰς ἐκτὸς βέλους.
ἔπειτα γενομένης ἡμέρας προσέταξε τοῖς ὑπηρέταις ἀθροῖσαι τὰ βέλη τὰ πεσόντα παρὰ τῶν Ῥοδίων, ἐκ τούτων βουλόμενος συλλογίσασθαι τῶν ἐν τῇ πόλει τὴν παρασκευήν.
ὧν ταχὺ τὸ προσταχθὲν ποιησάντων ἠριθμήθησαν πυρφόροι μὲν τοῖς μεγέθεσι παντοῖοι πλείους τῶν ὀκτακοσίων, ὀξυβελεῖς δὲ οὐκ ἐλάττους τῶν χιλίων πεντακοσίων. τοσούτων δὲ βελῶν ἐνεχθέντων ἐν βραχεῖ χρόνῳ νυκτὸς ἐθαύμαζε τὴν χορηγίαν τῆς πόλεως καὶ τὴν ἐν τούτοις δαψίλειαν.
τότε μὲν οὖν ὁ Δημήτριος κατεσκεύασε τὰ πεπονηκότα τῶν ἔργων καὶ περί τε τὴν ταφὴν τῶν τελευτησάντων καὶ τὴν θεραπείαν τῶν τραυματιῶν ἐγίνετο.
καθʼ ὃν δὴ χρόνον οἱ κατὰ τὴν πόλιν ἄνεσιν λαβόντες τῆς ἀπὸ τῶν μηχανῶν βίας ᾠκοδόμησαν τρίτον τεῖχος μηνοειδές, περιλαμβάνοντες τῇ μὲν περιφερείᾳ πάντα τὸν κινδυνεύοντα τόπον τοῦ τείχους· οὐδὲν δʼ ἧττον καὶ τάφρῳ βαθείᾳ περιέλαβον τὸ πεπτωκὸς τοῦ τείχους, ὅπως μὴ δύνηται ῥᾳδίως ὁ βασιλεὺς ἐξ ἐφόδου μετὰ βάρους εἰσπεσεῖν εἰς τὴν πόλιν.
ἐξέπεμψαν δὲ καὶ ναῦς τῶν ἄριστα πλεουσῶν, Ἀμύνταν ἐπιστήσαντες ἡγεμόνα, ὃς ἐκπλεύσας πρὸς τὴν Περαίαν τῆς Ἀσίας ἐπεφάνη παραδόξως πειραταῖς τισιν ἀπεσταλμένοις ὑπὸ Δημητρίου. οὗτοι δʼ εἶχον ἄφρακτα τρία, κράτιστοι δοκοῦντες εἶναι τῶν τῷ βασιλεῖ συστρατευόντων. γενομένης δʼ ἐπʼ ὀλίγον χρόνον ναυμαχίας οἱ Ῥόδιοι βιασάμενοι τῶν νεῶν αὐτάνδρων ἐκυρίευσαν, ἐν οἷς ἦν καὶ Τιμοκλῆς ὁ ἀρχιπειρατής.
ἐπέπλευσαν δὲ καὶ τῶν ἐμπόρων τισὶ καὶ παρελόμενοι κέλητας οὐκ ὀλίγους γέμοντας σίτου τούτους τε καὶ τὰ τῶν πειρατῶν ἄφρακτα κατήγαγον εἰς τὴν Ῥόδον νυκτός, λαθόντες τοὺς πολεμίους.
ὁ δὲ Δημήτριος ἐπισκευάσας τὰ πεπονηκότα τῶν ἔργων προσέβαλλε τῷ τείχει τὰς μηχανὰς καὶ πᾶσι τοῖς βέλεσιν ἀφειδῶς χρώμενος τοὺς μὲν ἐπὶ ταῖς ἐπάλξεσιν ἐφεστῶτας ἀνεῖρξε, τοῖς δὲ κριοῖς τύπτων τὸ συνεχὲς τοῦ τόπου δύο μὲν μεσοπύργια κατέβαλε, περὶ δὲ τὸν πύργον τὸν ἀνὰ μέσον τούτων φιλοτιμουμένοις τοῖς ἐκ τῆς πόλεως ἰσχυροὶ καὶ συνεχεῖς ἐκ διαδοχῆς ἀγῶνες ἐγίνοντο, ὥστε καὶ τὸν στρατηγὸν αὐτῶν Ἀνανίαν ἐκθύμως ἀγωνισάμενον ἀναιρεθῆναι καὶ συχνοὺς τῶν ἄλλων στρατιωτῶν ἀποθανεῖν.
ἅμα δὲ τούτοις πραττομένοις Πτολεμαῖος μὲν ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις σῖτον καὶ τὴν ἄλλην ἀγορὰν οὐκ ἐλάττονα τῆς πρότερον ἐκπεμφθείσης καὶ στρατιώτας χιλίους καὶ πεντακοσίους, ὧν ἦν ἡγεμὼν Ἀντίγονος ὁ Μακεδών.
καθʼ ὃν δὴ χρόνον ἧκον πρὸς τὸν Δημήτριον πρέσβεις παρά τε Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλληνίδων πόλεων, τὸν ἀριθμὸν μὲν ὄντες ὑπὲρ τοὺς πεντήκοντα, πάντες δὲ ἀξιοῦντες διαλύσασθαι τὸν βασιλέα πρὸς τοὺς Ῥοδίους.
Book 20, Part 8
γενομένων οὖν ἀνοχῶν καὶ πολλῶν καὶ παντοδαπῶν ῥηθέντων λόγων πρός τε τὸν δῆμον καὶ πρὸς τοὺς περὶ τὸν Δημήτριον οὐδαμῶς ἐδυνήθησαν συμφωνῆσαι· διόπερ οἱ πρέσβεις ἀπῆλθον ἄπρακτοι.
Δημήτριος δὲ διανοηθεὶς νυκτὸς ἐπιθέσθαι τῇ πόλει κατὰ τὸ πεπτωκὸς τοῦ τείχους ἐπέλεξε τῶν τε μαχίμων τοὺς κρατίστους καὶ τῶν ἄλλων τοὺς εὐθέτους εἰς χιλίους καὶ πεντακοσίους.
τούτους μὲν οὖν προσέταξεν ἡσυχῇ προσελθεῖν τῷ τείχει περὶ δευτέραν φυλακήν, αὐτὸς δὲ διασκευάσας παρήγγειλε τοῖς ἐφʼ ἑκάστῳ μέρει τεταγμένοις, ὅταν σημήνῃ, συναλαλάξαι καὶ προσβολὰς ποιεῖσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
πάντων δὲ τὸ παραγγελθὲν ποιούντων οἱ μὲν ἐπὶ τὰ πεπτωκότα τῶν τειχῶν ὁρμήσαντες τοὺς προφυλάττοντας ἐπὶ τῆς τάφρου κατασφάξαντες παρεισέπεσον εἰς τὴν πόλιν καὶ τοὺς περὶ τὸ θέατρον τόπους κατελαμβάνοντο·
οἱ δὲ τῶν Ῥοδίων πρυτάνεις πυθόμενοι τὸ συμβεβηκὸς καὶ τὴν πόλιν ὁρῶντες ἅπασαν τεθορυβημένην τοῖς μὲν ἐπὶ τοῦ λιμένος καὶ τῶν τειχῶν παρήγγειλαν μένειν ἐπὶ τῆς ἰδίας τάξεως καὶ τοὺς ἔξωθεν, ἂν προσβάλωσιν, ἀμύνασθαι, αὐτοὶ δʼ ἔχοντες τὸ τῶν ἐπιλέκτων σύστημα καὶ τοὺς ἀπὸ τῆς Ἀλεξανδρείας προσφάτως καταπεπλευκότας στρατιώτας ὥρμησαν ἐπὶ τοὺς ἐντὸς τοῦ τείχους παρεισπεπτωκότας.
περικαταλαβούσης δʼ ἡμέρας καὶ τοῦ Δημητρίου τὸ σύσσημον ἄραντος οἱ μὲν τῷ λιμένι προσβαλόντες καὶ τὸ τεῖχος πάντοθεν περιεστρατοπεδευκότες συνηλάλαξαν, εὐθαρσεῖς ποιοῦντες τοὺς κατειληφότας μέρος τοῦ περὶ τὸ θέατρον τόπου, ὁ δὲ κατὰ τὴν πόλιν ὄχλος παίδων καὶ γυναικῶν ἐν φόβοις ἦν καὶ δάκρυσιν, ὡς τῆς πατρίδος κατὰ κράτος ἁλισκομένης.
οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν. πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπʼ ἀρετῇ γενόμενος περίβλεπτος.
Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν. εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως.
Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν ᾖ δυνατόν, μετρίως διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην.
καθʼ ὃν δὴ χρόνον τοῦ κοινοῦ τῶν Αἰτωλῶν ἀποστείλαντος πρεσβευτὰς περὶ διαλύσεων οἱ Ῥόδιοι συνέθεντο πρὸς Δημήτριον ἐπὶ τοῖσδε, αὐτόνομον καὶ ἀφρούρητον εἶναι τὴν πόλιν καὶ ἔχειν τὰς ἰδίας προσόδους, συμμαχεῖν δὲ Ῥοδίους Ἀντιγόνῳ πλὴν ἐὰν ἐπὶ Πτολεμαῖον στρατεύηται, καὶ δοῦναι τῶν πολιτῶν ὁμήρους ἑκατὸν οὓς ἂν ἀπογράψηται Δημήτριος πλὴν τῶν ἀρχὰς ἐχόντων.
οἱ μὲν οὖν Ῥόδιοι πολιορκηθέντες ἐνιαύσιον χρόνον τούτῳ τῷ τρόπῳ κατελύσαντο τὸν πόλεμον. τοὺς δʼ ἐν τοῖς κινδύνοις ἄνδρας ἀγαθοὺς γενομένους ἐτίμησαν ταῖς ἀξίαις δωρεαῖς καὶ τῶν δούλων τοὺς ἀνδραγαθήσαντας ἐλευθερίας καὶ πολιτείας ἠξίωσαν.
ἔστησαν δὲ καὶ τῶν βασιλέων εἰκόνας Κασάνδρου καὶ Λυσιμάχου τῶν δευτερευόντων μὲν ταῖς δόξαις, συμβεβλημένων δὲ μεγάλα πρὸς τὴν τῆς πόλεως σωτηρίαν.
τὸν δὲ Πτολεμαῖον ἐν ἀνταποδόσει μείζονος χάριτος ὑπερβάλλεσθαι βουλόμενοι θεωροὺς ἀπέστειλαν εἰς Λιβύην τοὺς ἐπερωτήσοντας τὸ παρʼ Ἄμμωνι μαντεῖον εἰ συμβουλεύει Ῥοδίοις Πτολεμαῖον ὡς θεὸν τιμῆσαι.
συγκατατιθεμένου δὲ τοῦ χρηστηρίου τέμενος ἀνῆκαν ἐν τῇ πόλει τετράγωνον, οἰκοδομήσαντες παρʼ ἑκάστην πλευρὰν στοὰν σταδιαίαν, ὃ προσηγόρευσαν Πτολεμαῖον. ἀνῳκοδόμησαν δὲ καὶ τὸ θέατρον καὶ τὰ πεπτωκότα τῶν τειχῶν καὶ τῶν ἄλλων τόπων τοὺς καθῃρημένους πολλῷ κάλλιον ἢ προϋπῆρχον.
Δημήτριος δὲ κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς διαλυσάμενος πρὸς Ῥοδίους ἐξέπλευσε μετὰ πάσης τῆς δυνάμεως καὶ κομισθεὶς διὰ νήσων κατέπλευσε τῆς Βοιωτίας εἰς Αὖλιν.
σπεύδων δʼ ἐλευθερῶσαι τοὺς Ἕλληνας ʽοἱ γὰρ περὶ Κάσανδρον καὶ Πολυπέρχοντα τὸν ἔμπροσθεν χρόνον ἄδειαν ἐσχηκότες ἐπόρθουν τὰ πλεῖστα μέρη τῆς Ἑλλάδοσʼ πρῶτον μὲν τὴν Χαλκιδέων πόλιν ἠλευθέρωσε, φρουρουμένην ὑπὸ Βοιωτῶν, καὶ τοὺς κατὰ τὴν Βοιωτίαν καταπληξάμενος ἠνάγκασεν ἀποστῆναι τῆς Κασάνδρου φιλίας, μετὰ δὲ ταῦτα πρὸς μὲν Αἰτωλοὺς συμμαχίαν ἐποιήσατο, πρὸς δὲ τοὺς περὶ Πολυπέρχοντα καὶ Κάσανδρον διαπολεμεῖν παρεσκευάζετο.
ἅμα δὲ τούτοις πραττομένοις Εὔμηλος μὲν ὁ Βοσπόρου βασιλεὺς βασιλεύων ἕκτον ἔτος ἐτελεύτησε, τὴν δὲ βασιλείαν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἦρξεν ἔτη εἴκοσιν.
ἡμεῖς δὲ τὰ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν διευκρινηκότες μεταβιβάσομεν τὸν λόγον ἐπὶ θάτερα μέρη τῆς οἰκουμένης. κατὰ μὲν γὰρ τὴν Σικελίαν Ἀγαθοκλῆς, εἰρήνην ἀγόντων τῶν Λιπαραίων, ἐπιπλεύσας αὐτοῖς ἀπροσδοκήτως εἰσεπράξατο τοὺς μηδʼ ὁτιοῦν προαδικήσαντας ἀργυρίου τάλαντα πεντήκοντα.
ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου. ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, ὁ Ἀγαθοκλῆς βιασάμενος αὐτοὺς δοῦναι τὰ κατὰ τὸ πρυτανεῖον, ὧν εἶχον ἐπιγραφὴν τὰ μὲν Αἰόλου, τὰ δʼ Ἡφαίστου, λαβὼν παραχρῆμα ἐξέπλευσεν. πνεύματος δʼ ἐπιγενομένου τῶν νεῶν ἕνδεκα συνετρίβησαν αἱ τὰ χρήματα κομίζουσαι.
διόπερ ἔδοξε πολλοῖς ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρʼ αὐτοῦ τιμωρίαν, ὁ δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα· τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν.
οὐ μὴν ἀλλʼ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον· ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους.
Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ· τῶν δʼ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα πόλεις ἐν ἡμέραις ταῖς πάσαις πεντήκοντα, ἀναγκάσας δὲ πᾶν τὸ ἔθνος ὑποτάττεσθαι Ῥωμαίοις ἐπανῆλθε καὶ θρίαμβον κατήγαγεν ἐπαινούμενον. ὁ δὲ δῆμος ὁ Ῥωμαίων πρός τε Μαρσοὺς καὶ Παλιγνούς, ἔτι δὲ Μαρρουκίνους, συμμαχίαν ἐποιήσατο.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λεώστρατος, ἐν Ῥώμῃ δʼ ὑπῆρχον ὕπατοι Σερούιος Κορνήλιος καὶ Λεύκιος Γενούκιος. ἐπὶ δὲ τούτων Δημήτριος εἶχε πρόθεσιν πρὸς μὲν τοὺς περὶ Κάσανδρον διαπολεμεῖν, τοὺς δʼ Ἕλληνας ἐλευθεροῦν καὶ πρῶτον τὰ κατὰ τὴν Ἑλλάδα διοικεῖν, ἅμα μὲν νομίζων δόξαν οἴσειν αὐτῷ μεγάλην τὴν τῶν Ἑλλήνων αὐτονομίαν, ἅμα δὲ καὶ τοὺς περὶ Πρεπέλαον ἡγεμόνας τοῦ Κασάνδρου πρότερον συντρῖψαι καὶ τότε προσάγειν ἐπʼ αὐτὴν τὴν ἡγεμονίαν, ἢ ἐπʼ αὐτὸν πορεύοιτο τὸν Κάσανδρον.
τῆς δὲ τῶν Σικυωνίων πόλεως φρουρουμένης ὑπὸ τῶν Πτολεμαίου τοῦ βασιλέως στρατιωτῶν, ὧν ἦν ἐπιφανέστατος στρατηγὸς Φίλιππος, νυκτὸς ἐπιθέμενος ἀπροσδοκήτως παρεισέπεσεν ἐντὸς τοῦ τείχους. εἶτα οἱ μὲν φρουροὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Δημήτριος τῆς πόλεως κυριεύσας τὸν μεταξὺ τόπον τῶν οἰκιῶν καὶ τῆς ἄκρας κατεῖχε. μέλλοντος δʼ αὐτοῦ μηχανὰς προσάγειν καταπλαγέντες τὴν μὲν ἀκρόπολιν διʼ ὁμολογίας παρέδοσαν, αὐτοὶ δʼ ἀπέπλευσαν εἰς Αἴγυπτον. ὁ δὲ Δημήτριος τοὺς Σικυωνίους εἰς τὴν ἀκρόπολιν μετοικίσας τὸ μὲν τῷ λιμένι συνάπτον μέρος τῆς πόλεως κατέσκαψεν, ἀνοχύρου παντελῶς ὄντος τοῦ τόπου, τῷ δὲ πολιτικῷ πλήθει συνεπιλαβόμενος τῆς οἰκοδομίας καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσας τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς εὖ παθοῦσι·
Δημητριάδα μὲν γὰρ τὴν πόλιν ὠνόμασαν, θυσίας δὲ καὶ πανηγύρεις, ἔτι δʼ ἀγῶνας ἐψηφίσαντο συντελεῖν αὐτῷ κατʼ ἐνιαυτὸν καὶ τὰς ἄλλας ἀπονέμειν τιμὰς ὡς κτίστῃ. ἀλλὰ ταῦτα μὲν ὁ χρόνος διαληφθεὶς πραγμάτων μεταβολαῖς ἠκύρωσεν, οἱ δὲ Σικυώνιοι πολλῷ κρείττονα μεταλαβόντες τόπον διετέλεσαν ἐν αὐτῷ μέχρι τῶν καθʼ ἡμᾶς χρόνων ἐνοικοῦντες.
ὁ γὰρ τῆς ἀκροπόλεως περίβολος ἐπίπεδος ὢν καὶ μέγας κρημνοῖς δυσπροσίτοις περιέχεται πανταχόθεν, ὥστε μηδαμῇ δύνασθαι μηχανὰς προσάγειν· ἔχει δὲ καὶ πλῆθος ὑδάτων, ἐξ οὗ κηπείας δαψιλεῖς κατεσκεύασαν, ὥστε τὴν ἐπίνοιαν τοῦ βασιλέως καὶ πρὸς ἀπόλαυσιν εἰρηνικὴν καὶ πρὸς ἀσφάλειαν πολέμου δόξαι καλῶς προεωρᾶσθαι.
ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός. τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.
τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος. εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν·
σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων. οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.
καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.
μετὰ δὲ ταῦτʼ ἐπʼ Ὀρχομενὸν τῆς Ἀρκαδίας στρατεύσας ἐκέλευσε τῷ τῆς φρουρᾶς ἀφηγουμένῳ Στρομβίχῳ παραδοῦναι τὴν πόλιν. οὐ προσέχοντος δʼ αὐτοῦ τοῖς λόγοις, ἀλλὰ καὶ πολλὰ λοιδοροῦντος ἀπὸ τοῦ τείχους βλασφήμως προσαγαγὼν μηχανὰς ὁ βασιλεὺς καὶ καταβαλὼν τὰ τείχη κατὰ κράτος εἷλε τὴν πόλιν.
τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.
μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία. ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν. καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι πόλεμον ἔχοντες πρὸς Δευκανοὺς καὶ Ῥωμαίους ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Σπάρτην, αἰτούμενοι βοήθειαν καὶ στρατηγὸν Κλεώνυμον.
τῶν δὲ Δακεδαιμονίων προθύμως ἡγεμόνα δόντων τὸν αἰτούμενον καὶ τῶν Ταραντίνων χρήματα καὶ ναῦς ἀποστειλάντων ὁ μὲν Κλεώνυμος ἐπὶ Ταινάρῳ τῆς Λακωνικῆς ξενολογήσας στρατιώτας πεντακισχιλίους συντόμως κατέπλευσεν εἰς Τάραντα. ἐνταῦθα δὲ μισθοφόρους ἀθροίσας ἄλλους οὐκ ἐλάττους τῶν προτέρων κατέγραφε καὶ τοὺς πολιτικοὺς πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ δισχιλίους. προσελάβετο δὲ τῶν τε κατʼ Ἰταλίαν Ἑλλήνων τοὺς πλείστους καὶ τὸ τῶν Μεσσαπίων ἔθνος.
ἁδρᾶς οὖν δυνάμεως περὶ αὐτὸν οὔσης οἱ μὲν Λευκανοὶ καταπλαγέντες φιλίαν ἐποιήσαντο πρὸς τοὺς Ταραντίνους, τῶν δὲ Μεταποντίνων οὐ προσεχόντων αὐτῷ τοὺς Λευκανοὺς ἔπεισεν ἐμβαλεῖν εἰς τὴν χώραν καὶ τῷ καιρῷ συνεπιθέμενος κατεπλήξατο τοὺς Μεταποντίνους. παρελθὼν δʼ εἰς τὴν πόλιν ὡς φίλος ἐπράξατο μὲν ἀργυρίου τάλαντα πλείω τῶν ἑξακοσίων, διακοσίας δὲ παρθένους τὰς ἐπιφανεστάτας ἔλαβεν εἰς ὁμηρίαν, οὐχ οὕτω τῆς περὶ τὴν πίστιν ἀσφαλείας χάριν, ὡς τῆς ἰδίας ἕνεκεν λαγνείας.
ἀποθέμενος γὰρ τὴν Λακωνικὴν ἐσθῆτα διετέλει τρυφῶν καὶ τοὺς πιστεύσαντας αὐτῷ καταδουλούμενος· τηλικαύτας γὰρ ἔχων δυνάμεις καὶ χορηγίας οὐδὲν τῆς Σπάρτης ἄξιον ἔπραξεν. ἐπεβάλετο μὲν γὰρ ἐπὶ τὴν Σικελίαν στρατεύειν, ὡς τὴν τυραννίδα μὲν καταλύσων τὴν Ἀγαθοκλέους, τὴν δʼ αὐτονομίαν τοῖς Σικελιώταις ἀποκαταστήσων, ὑπερθέμενος δὲ ἐπὶ τοῦ παρόντος ταύτην τὴν στρατείαν ἔπλευσεν εἰς Κόρκυραν καὶ κρατήσας τῆς πόλεως χρημάτων τε πλῆθος εἰσεπράξατο καὶ φρουρὰν ἐγκατέστησε, διανοούμενος ὁρμητηρίῳ τούτῳ τῷ τόπῳ χρήσασθαι καὶ τοῖς περὶ τὴν Ἑλλάδα πράγμασιν ἐφεδρεύειν.
εὐθὺ δὲ καὶ πρεσβειῶν πρὸς αὐτὸν παραγενομένων παρά τε Δημητρίου τοῦ πολιορκητοῦ καὶ Κασάνδρου περὶ συμμαχίας τούτων μὲν οὐδετέρῳ προσέθετο, τοὺς δὲ Ταραντίνους καὶ τῶν ἄλλων τινὰς πυθόμενος ἀφεστηκέναι τῆς μὲν Κορκύρας τὴν ἱκανὴν φυλακὴν ἀπέλιπεν, μετὰ δὲ τῆς ἄλλης δυνάμεως ἔπλει κατὰ σπουδὴν ἐπὶ τὴν Ἰταλίαν, ὡς κολάσων τοὺς ἀπειθοῦντας. προσσχὼν δὲ τῇ χώρᾳ καθʼ ὃν τόπον ἐφύλασσον οἱ βάρβαροι, τὴν μὲν πόλιν ἑλὼν ἐξηνδραποδίσατο, τὴν δὲ χώραν ἐλεηλάτησεν.
ὁμοίως δὲ τὸ καλούμενον Τριόπιον ἐκπολιορκήσας εἰς τρισχιλίους ἔλαβεν αἰχμαλώτους. καθʼ ὃν δὴ χρόνον οἱ μὲν ἀπὸ τῆς χώρας βάρβαροι συνδραμόντες ἐπέθεντο νυκτὸς τῇ στρατοπεδείᾳ καὶ μάχης γενομένης ἀνεῖλον τῶν μετὰ Κλεωνύμου πλείους τῶν διακοσίων, ἐζώγρησαν δὲ περὶ χιλίους.
ἅμα δὲ τῷ κινδύνῳ τούτῳ χειμὼν ἐπιγενόμενος εἴκοσι τῶν νεῶν διέφθειρε πλησίον ὁρμουσῶν τῆς παρεμβολῆς. ὁ δὲ Κλεώνυμος δυσὶν ἐλαττώμασι τηλικούτοις περιπεσὼν ἀπέπλευσε μετὰ τῆς δυνάμεως εἰς τὴν Κόρκυραν.
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Νικοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν διεδέξαντο Μάρκος Λίβιος καὶ Μάρκος Αἰμίλιος. ἐπὶ δὲ τούτων Κάσανδρος ὁ Μακεδόνων βασιλεὺς ὁρῶν τὴν δύναμιν τῶν Ἑλλήνων αὐξομένην καὶ πάντα τὸν πόλεμον ἐπὶ τὴν Μακεδονίαν συνιστάμενον περίφοβος ἦν ὑπὲρ τοῦ μέλλοντος.
διόπερ ἐξέπεμψε πρεσβευτὰς πρὸς Ἀντίγονον εἰς τὴν Ἀσίαν, ἀξιῶν διαλύσασθαι πρὸς αὐτόν. ἀποκριναμένου δʼ ἐκείνου διότι μίαν γινώσκει διάλυσιν, ἐὰν ὁ Κάσανδρος ἐπιτρέπῃ τὰ καθʼ αὑτόν, καταπλαγεὶς Λυσίμαχον ἐκ τῆς Θρᾴκης μετεπέμψατο πρὸς τὴν τῶν ὅλων κοινοπραγίαν·
ἀεὶ γὰρ εἰώθει τοῦτον κατὰ τοὺς μεγίστους φόβους εἰς τὴν βοήθειαν προσλαμβάνεσθαι διά τε τὴν τἀνδρὸς ἀρετὴν καὶ διὰ τὸ τὴν βασιλείαν αὐτοῦ ὅμορον εἶναι τῇ Μακεδονίᾳ. συνεδρεύσαντες οὖν οἱ βασιλεῖς οὗτοι περὶ τοῦ κοινοῦ συμφέροντος ἐξέπεμψαν πρεσβευτὰς πρός τε Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα καὶ πρὸς Σέλευκον τὸν τῶν ἄνω σατραπειῶν κυριεύοντα, περί τε τῆς ὑπερηφανίας τῆς ἐν ταῖς ἀποκρίσεσιν ἐμφανίζοντες καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον κοινὸν εἶναι πάντων διδάσκοντες.
τῆς γὰρ Μακεδονίας κρατήσαντα τὸν Ἀντίγονον εὐθὺς ἀφελεῖσθαι καὶ τῶν ἄλλων τὰς βασιλείας· δεδωκέναι γὰρ αὐτὸν πεῖραν πλεονάκις ὅτι πλεονέκτης ἐστὶ καὶ πᾶσαν ἀρχὴν ἀκοινώνητον ποιεῖ. συμφέρειν οὖν ἅπαντας συμφρονῆσαι καὶ κοινῇ πρὸς Ἀντίγονον ἐπανελέσθαι πόλεμον.
οἱ μὲν οὖν περὶ Πτολεμαῖον καὶ Σέλευκον δόξαντες ἀληθῆ λέγειν προθύμως ὑπήκουσαν καὶ συνετάξαντο πρὸς ἀλλήλους
βοηθεῖν ἁδραῖς δυνάμεσι· τοῖς δὲ περὶ Κάσανδρον ἔδοξε μὴ περιμένειν τὴν τῶν πολεμίων ἔφοδον, ἀλλὰ καὶ αὐτοὺς φθάσαντας ἐπιστρατεύειν καὶ προλαμβάνειν τὸ χρήσιμον. διόπερ ὁ Κάσανδρος Λυσιμάχῳ μὲν παρέδωκε μέρος τοῦ στρατοπέδου καὶ στρατηγὸν συνεξέπεμψεν, αὐτὸς δὲ ἀνέζευξε μετὰ τῆς λοιπῆς δυνάμεως εἰς Θετταλίαν, διαπολεμήσων Δημητρίῳ καὶ τοῖς Ἕλλησι.
Λυσίμαχος δὲ μετὰ στρατοπέδου διαβὰς ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν Λαμψακηνοὺς μὲν καὶ Παριανοὺς ἑκουσίως προσθεμένους ἀφῆκεν ἐλευθέρους, Σίγειον δὲ ἐκπολιορκήσας φρουρὰν παρεισήγαγε. μετὰ δὲ ταῦτα Πρεπελάῳ μὲν τῷ στρατηγῷ δοὺς πεζοὺς ἑξακισχιλίους, ἱππεῖς δὲ χιλίους ἐξέπεμψε προσαξόμενον τὰς πόλεις τάς τε κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, αὐτὸς δὲ τὸ μὲν πρῶτον ἐπεχείρησε πολιορκεῖν τὴν Ἄβυδον καὶ βέλη καὶ μηχανὰς καὶ τἄλλα παρεσκευάζετο·
ἐπεὶ δὲ κατὰ θάλατταν ἦλθε τοῖς πολιορκουμένοις στρατιωτῶν πλῆθος παρὰ Δημητρίου τὸ δυνάμενον τὴν ἀσφάλειαν παρέχεσθαι τῇ πόλει, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστη, τὴν δʼ ἐφʼ Ἑλλησπόντῳ Φρυγίαν προσαγαγόμενος καὶ Σύνναδα πόλιν ἔχουσαν ἀποσκευὰς μεγάλας βασιλικὰς ἐπολιόρκησεν.
ὅτε δὴ καὶ Δόκιμον τὸν Ἀντιγόνου στρατηγὸν πείσας κοινοπραγεῖν τά τε Σύνναδα παρέλαβε διὰ τούτου καὶ τῶν ὀχυρωμάτων ἔνια τῶν ἐχόντων τὰ βασιλικὰ χρήματα. ὁ δʼ ἐπὶ τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας πεμφθεὶς ὑπὸ Λυσιμάχου στρατηγὸς Πρεπέλαος Ἀδραμυττίου μὲν ἐκυρίευσεν ἐν παρόδῳ, τὴν δʼ Ἔφεσον πολιορκήσας καὶ καταπληξάμενος τοὺς ἔνδον παρέλαβε τὴν πόλιν. καὶ τοὺς μὲν ἐγκαταληφθέντας τῶν Ῥοδίων ἑκατὸν ὁμήρους ἀπέστειλεν εἰς τὴν πατρίδα, τοὺς δʼ Ἐφεσίους ὑποσπόνδους ἀφῆκε, τὰς δὲ ναῦς τὰς ἐν τῷ λιμένι πάσας ἐνέπρησε διὰ τὸ θαλασσοκρατεῖν τοὺς πολεμίους καὶ τὴν ὅλην κρίσιν τοῦ πολέμου ἄδηλον ὑπάρχειν.
μετὰ δὲ ταῦτα Τηίους μὲν καὶ Κολοφωνίους προσηγάγετο, Ἐρυθραίοις δὲ καὶ Κλαζομενίοις ἐλθούσης κατὰ θάλατταν βοηθείας τὰς μὲν πόλεις ἑλεῖν οὐκ ἠδυνήθη, τὴν δὲ χώραν αὐτῶν πορθήσας ἀνέζευξεν ἐπὶ Σάρδεις. ἐνταῦθα δὴ τὸν Ἀντιγόνου στρατηγὸν Φοίνικα πείσας ἀποστῆναι τοῦ βασιλέως παρέλαβε τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην γὰρ φυλάττων Φίλιππος εἷς τῶν Ἀντιγόνου φίλων βεβαίαν ἐτήρει τὴν εὔνοιαν τὴν πρὸς τὸν πεπιστευκότα. τὰ μὲν οὖν περὶ Λυσίμαχον ἐν τούτοις ἦν.
Ἀντίγονος δὲ προκεχειρισμένος ἀγῶνα μέγαν καὶ πανήγυριν ἐν Ἀντιγονίᾳ συντελεῖν πάντοθεν ἀθλητάς τε καὶ τεχνίτας τοὺς ἐπιφανεστάτους ἐπὶ μεγάλοις ἄθλοις καὶ μισθοῖς ἠθροίκει. ὡς δʼ ἤκουσε τὴν Λυσιμάχου διάβασιν καὶ τῶν στρατηγῶν τὴν ἀπόστασιν, τὸν μὲν ἀγῶνα διέλυσε, τοῖς δʼ ἀθληταῖς καὶ τοῖς τεχνίταις ἀπέδωκε μισθοὺς οὐκ ἐλάττους διακοσίων ταλάντων.
αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν ὥρμησεν ἐκ τῆς Συρίας σύντομον τὴν πορείαν ποιούμενος ἐπὶ τοὺς πολεμίους. εἰς δὲ Ταρσὸν τῆς Κιλικίας ἀφικόμενος ἐξ ὧν κατεκόμισε χρημάτων ἐκ τῶν Κουΐνδων τὸ στρατόπεδον εἰς τρεῖς μῆνας ἐμισθοδότησεν.
χωρὶς δὲ τούτων τρισχίλια τάλαντα μετὰ τῆς δυνάμεως ἐκόμιζεν, ὅπως τοιαύτην ἔχῃ τὴν χορηγίαν, ὅταν αὐτῷ χρεία γένηται χρημάτων. ἔπειτα τὸν Ταῦρον ὑπερβαλὼν προῆγεν ἐπὶ Καππαδοκίας καὶ τοὺς ἀφεστηκότας περὶ τὴν ἄνω Φρυγίαν καὶ Λυκαονίαν ἐπιπορευόμενος πάλιν εἰς τὴν προϋπάρχουσαν συμμαχίαν ἀποκατέστησεν.
καθʼ ὃν δὴ χρόνον οἱ περὶ τὸν Λυσίμαχον πυθόμενοι τὴν τῶν πολεμίων παρουσίαν συνήδρευον, βουλευόμενοι πῶς χρηστέον εἴη τοῖς ἐπιφερομένοις κινδύνοις.
ἔδοξεν οὖν αὐτοῖς εἰς μὲν μάχην μὴ συγκαταβαίνειν, ἕως ἂν οἱ περὶ Σέλευκον ἐκ τῶν ἄνω σατραπειῶν καταβῶσι, τόπους δὲ ὀχυροὺς καταλαβέσθαι καὶ χάρακι καὶ τάφρῳ τὴν στρατοπεδείαν ἀσφαλισαμένους ὑπομένειν τῶν πολεμίων τὴν ἔφοδον. οὗτοι μὲν οὖν τὸ δοχθὲν αὐτοῖς ἐπετέλουν κατὰ σπουδήν. ὁ δʼ Ἀντίγονος ἐπεὶ πλησίον ἐγένετο τῶν πολεμίων, ἐκτάξας τὴν δύναμιν προεκαλεῖτο εἰς μάχην.
οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, διʼ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι· οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον·
εἶχε γὰρ τὸ χωρίον σίτου τε καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρʼ αὐτὸν στρατοπεδεύουσι. βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.
Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι. συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον.
ἔπειτα χρόνου γενομένου καὶ τῶν ἔργων ἤδη συντέλειαν λαμβανόντων, τῆς δὲ τροφῆς ὑπολιπούσης τοὺς πολιορκουμένους οἱ περὶ Λυσίμαχον, τηρήσαντες νύκτα χειμέριον, ἀναζεύξαντες ἐκ τῆς παρεμβολῆς διὰ τῶν ὑπερδεξίων τόπων ἀπεχώρησαν εἰς παραχειμασίαν. ὁ δʼ Ἀντίγονος ἡμέρας γενομένης ὡς εἶδε τὴν τῶν πολεμίων ἀπαλλαγήν, ἀντιπαρῆγεν αὐτὸς διὰ τῶν πεδίων.
ἐπιγενομένων δὲ ὄμβρων μεγάλων καὶ τῆς χώρας οὔσης βαθυγείου καὶ πηλώδους τῶν τε ὑποζυγίων οὐκ ὀλίγα συνέβη καὶ τῶν σωμάτων τινὰ διαφθαρῆναι καὶ τὸ σύνολον ἐπιπόνως ἅπασαν τὴν δύναμιν διατεθῆναι.
διόπερ ὁ βασιλεὺς ἅμα μὲν ἀναλαβεῖν βουλόμενος ἐκ τῆς κακοπαθίας τοὺς στρατιώτας, ἅμα δὲ τὴν χειμερινὴν ὥραν ὁρῶν περιλαμβάνουσαν τοῦ μὲν καταδιώκειν ἀπέστη, πρὸς δὲ τὴν χειμασίαν ἐπιλεξάμενος τοὺς εὐθετωτάτους τόπους διεῖλε κατὰ μέρη τὴν δύναμιν.
πυνθανόμενος δὲ Σέλευκον καταβαίνειν ἐκ τῶν ἄνω σατραπειῶν μετὰ μεγάλης δυνάμεως, ἔπεμψέ τινας τῶν φίλων εἰς τὴν Ἑλλάδα πρὸς Δημήτριον, παρακελευόμενος ἥκειν πρὸς αὐτὸν μετὰ τῆς δυνάμεως τὴν ταχίστην· σφόδρα γὰρ εὐλαβεῖτο μὴ πάντων τῶν βασιλέων ἐπʼ αὐτὸν συνδραμόντων ἀναγκασθῇ παρατάξει κρῖναι τὸν ὅλον πόλεμον πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν.
παραπλησίως δὲ καὶ Λυσίμαχος διεῖλε τὴν δύναμιν εἰς χειμασίαν ἐν τῷ καλουμένῳ Σαλωνίας πεδίῳ. ἀγορὰν δὲ πολλὴν ἐξ Ἡρακλείας μετεπέμπετο, ποιησάμενος ἐπιγαμίαν πρὸς τοὺς Ἡρακλεώτας·
ἔγημε γὰρ Ἄμηστριν τὴν Ὀξυάρτου μὲν θυγατέρα, Δαρείου δὲ τοῦ βασιλέως ἀδελφιδῆν, Κρατεροῦ δὲ γυναῖκα γενομένην ὑπʼ Ἀλεξάνδρου δοθεῖσαν, τότε δυναστεύουσαν τῆς πόλεως. καὶ τὰ μὲν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἑλλάδα Δημήτριος διατρίβων ἐν ταῖς Ἀθήναις ἔσπευδε μυηθῆναι καὶ καταλαβεῖν τὴν ἐν Ἐλευσῖνι τελετήν. ἀπεχούσης δὲ χρόνον ἱκανὸν τῆς κατὰ νόμους ἡμέρας, καθʼ ἣν εἰώθεισαν Ἀθηναῖοι συντελεῖν τὴν τελετήν, ἔπεισε τὸν δῆμον διὰ τὰς εὐεργεσίας κινῆσαι τὸ πάτριον ἔθος. παραδοὺς οὖν αὑτὸν ἄνοπλον τοῖς ἱερεῦσι καὶ πρὸ τῆς ὡρισμένης ἡμέρας μυηθεὶς ἀνέζευξεν ἐκ τῶν Ἀθηνῶν.
καὶ τὸ μὲν πρῶτον εἰς Χαλκίδα τῆς Εὐβοίας ἤθροισε τὸν στόλον καὶ τὴν πεζὴν δύναμιν· μετὰ δὲ ταῦτα πυθόμενος τοὺς περὶ Κάσανδρον προκατειλῆφθαι τὰς παρόδους, πεζῇ μὲν ἀπέγνω τὴν εἰς Θετταλίαν ποιεῖσθαι πορείαν, παραπλεύσας δὲ μετὰ τῆς δυνάμεως εἰς τὸν ἐν Λαρίσῃ λιμένα καὶ τὴν δύναμιν ἐκβιβάσας τὴν μὲν πόλιν ἐξ ἐφόδου παρέλαβε, τὴν δʼ ἄκραν ἐκπολιορκήσας τοὺς μὲν φρουροὺς δήσας παρέδωκεν εἰς φυλακήν, τοῖς δὲ Λαρισαίοις τὴν αὐτονομίαν ἀποκατέστησεν.
μετὰ δὲ ταῦτα Ἀντρῶνας μὲν καὶ Πτελεὸν προσηγάγετο, Δίον δὲ καὶ Ὀρχομενὸν μετοικίζοντος εἰς Θήβας Κασάνδρου διεκώλυσε μετοικισθῆναι τὰς πόλεις. Κάσανδρος δὲ θεωρῶν τὰ πράγματα τῷ Δημητρίῳ κατὰ νοῦν χωροῦντα Φερὰς μὲν καὶ Θήβας ἁδροτέραις φρουραῖς παρεφύλαττε, τὴν δὲ δύναμιν πᾶσαν εἰς ἕνα τόπον ἀθροίσας ἀντεστρατοπέδευσε τοῖς περὶ τὸν Δημήτριον.
εἶχε δὲ τοὺς σύμπαντας πεζοὺς μὲν εἰς δισμυρίους ἐννακισχιλίους, ἱππεῖς δὲ δισχιλίους. τῷ δὲ Δημητρίῳ συνηκολούθουν ἱππεῖς μὲν χίλιοι καὶ πεντακόσιοι, πεζοὶ δὲ Μακεδόνες οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, μισθοφόροι δʼ εἰς μυρίους καὶ πεντακισχιλίους, ἐκ δὲ τῶν κατὰ τὴν Ἑλλάδα πόλεων δισμύριοι καὶ πεντακισχίλιοι, ψιλικὰ δὲ τάγματα καὶ πειρατῶν παντοδαπῶν τῶν συντρεχόντων ἐπὶ τοὺς πολέμους καὶ τὰς ἁρπαγὰς οὐκ ἐλάττους τῶν ὀκτακισχιλίων, ὥστʼ εἶναι τοὺς ἅπαντας πεζοὺς περὶ τοὺς πεντακισμυρίους ἑξακισχιλίους.
ἀντικαθημένων δὲ τῶν στρατοπέδων ἀλλήλοις ἐπὶ πολλὰς ἡμέρας ἐκτάξεις μὲν ἐγίνοντο παρʼ ἀμφοτέροις, εἰς μάχην δὲ οὐδέτερος συγκατέβαινε, καραδοκῶν τὴν ἐπὶ τῆς Ἀσίας ἐσομένην τῶν ὅλων κρίσιν.
Δημήτριος δέ, τῶν Φεραίων ἐπικαλεσαμένων αὐτόν, παρεισπεσὼν εἰς τὴν πόλιν μετὰ μέρους τῆς δυνάμεως τὴν μὲν ἄκραν ἐκπολιορκήσας ὑποσπόνδους ἀφῆκε τοὺς παρὰ Κασάνδρου στρατιώτας, τοῖς δὲ Φεραίοις τὴν ἐλευθερίαν ἀποκατέστησεν.
ἐν τούτοις δʼ ὄντων τῶν περὶ Θεσσαλίαν ἧκον πρὸς τὸν Δημήτριον οἱ πεμφθέντες ὑπʼ Ἀντιγόνου, διασαφοῦντες τὰς παρὰ τοῦ πατρὸς ἐντολὰς καὶ παρακελευόμενοι τὴν ταχίστην διαβιβάζειν τὰς δυνάμεις εἰς τὴν Ἀσίαν.
διόπερ ἀναγκαῖον ἡγησάμενος ὑπάρχειν ὁ βασιλεὺς τὸ πείθεσθαι τῷ πατρί, πρὸς μὲν Κάσανδρον διαλύσεις ἐποιήσατο, συνθέμενος εἶναι κυρίας τὰς συνθήκας, ἐὰν ὦσιν εὐάρεστοι τῷ πατρί, ἀκριβῶς μὲν εἰδὼς οὐ προσδεξόμενον αὐτὸν διὰ τὸ κεκρικέναι πάντως διὰ τῶν ὅπλων ἐπιθεῖναι τέλος τῷ συμβάντι πολέμῳ, βουλόμενος δὲ τὴν ἐκ τῆς Ἑλλάδος ἀποχώρησιν εὐσχήμονα ποιήσασθαι καὶ μὴ φυγῇ παραπλησίαν· ἐγέγραπτο γὰρ ἐν ταῖς συνθήκαις πρὸς τοῖς ἄλλοις καὶ τὸ τὰς Ἑλληνίδας πόλεις ἐλευθέρας ὑπάρχειν, οὐ τὰς κατὰ τὴν Ἑλλάδα μόνον, ἀλλὰ καὶ τὰς κατὰ τὴν Ἀσίαν.
μετὰ δὲ ταῦθʼ ὁ Δημήτριος παρασκευασάμενος πόρια πρὸς τὴν παρακομιδὴν τῶν τε στρατιωτῶν καὶ τῆς ἀποσκευῆς ἀνήχθη παντὶ τῷ στόλῳ καὶ κομισθεὶς διὰ νήσων κατέπλευσεν εἰς Ἔφεσον. ἐκβιβάσας δὲ τὴν δύναμιν καὶ στρατοπεδεύσας πλησίον τῶν τειχῶν ἠνάγκασε τὴν πόλιν εἰς τὴν προϋπάρχουσαν ἀποκαταστῆναι τάξιν καὶ τὴν μὲν ὑπὸ Πρεπελάου τοῦ Λυσιμάχου στρατηγοῦ παρεισαχθεῖσαν φρουρὰν ἀφῆκεν ὑπόσπονδον, ἰδίαν δὲ φυλακὴν εἰς τὴν ἄκραν καταστήσας παρῆλθεν εἰς Ἑλλήσποντον. καὶ Λαμψακηνοὺς μὲν καὶ Παριανούς, ἔτι δὲ τῶν ἄλλων τῶν μεταβεβλημένων πόλεών τινας ἀνεκτήσατο, ἐπὶ δὲ τὸ στόμα τοῦ Πόντου παραγενόμενος πρὸς τῷ Καλχηδονίων ἱερῷ στρατοπεδείαν περιεβάλετο καὶ τοὺς φυλάξοντας τὸν τόπον ἀπέλιπε στρατιώτας πεζοὺς μὲν τρισχιλίους, ναῦς δὲ μακρὰς τριάκοντα· τὴν δʼ ἄλλην δύναμιν διελόμενος κατὰ πόλεις διέδωκεν εἰς χειμασίαν.
περὶ δὲ τούτους τοὺς χρόνους καὶ Μιθριδάτης, ὑπήκοος ὢν Ἀντιγόνῳ και δόξας ἀφίστασθαι πρὸς τοὺς περὶ Κάσανδρον, ἀνῃρέθη περὶ Κίον τῆς Μυσίας, ἄρξας αὐτῆς καὶ Ἀρρίνης ἔτη τριάκοντα καὶ πέντε· τὴν δὲ δυναστείαν διαδεξάμενος Μιθριδάτης πολλοὺς προσεκτήσατο, τῆς δὲ Καππαδοκίας καὶ Παφλαγονίας ἦρξεν ἔτη τριάκοντα ἕξ.
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Κάσανδρος μετὰ τὴν ἀπαλλαγὴν τὴν Δημητρίου τὰς μὲν κατὰ τὴν Θετταλίαν πόλεις ἀνεκτήσατο, Πλείσταρχον δὲ μετὰ δυνάμεως ἐξέπεμψεν εἰς τὴν Ἀσίαν βοηθήσοντα τοῖς περὶ Λυσίμαχον. οἱ δὲ συναποσταλέντες ἦσαν πεζοὶ μὲν μύριοι δισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι.
ὁ δὲ Πλείσταρχος ἐπειδὴ παραγενόμενος ἐπὶ τὸ στόμα τοῦ Πόντου κατέλαβε τοὺς τόπους προκατεχομένους ὑπὸ τῶν πολεμίων, ἀπογνοὺς τὴν διάβασιν παρῆλθεν εἰς Ὀδησσόν, ἣ κεῖται μεταξὺ μὲν τῆς τε Ἀπολλωνίας καὶ Καλλαντίας, κατʼ ἀντικρὺ δὲ τῆς ἐν τῷ πέραν Ἡρακλείας, ἐχούσης τι μέρος τῆς Λυσιμάχου δυνάμεως.
οὐκ ἔχων δʼ ἱκανὰ πόρια πρὸς τὴν τῶν στρατιωτῶν διάβασιν τριχῇ διεμέρισε τὴν δύναμιν. τὴν μὲν οὖν πρώτην ἀποστολὴν συνέβη διασωθῆναι πρὸς τὴν Ἡράκλειαν, τὴν δὲ δευτέραν ὑπὸ τῶν περὶ τὸ στόμα τοῦ Πόντου φυλακίδων νεῶν ἁλῶναι. κατὰ τὴν τρίτην δὲ αὐτοῦ συνδιαβαίνοντος τοῦ Πλειστάρχου χειμὼν ἐπεγενήθη τηλικοῦτος ὥστε τὰ πλεῖστα τῶν σκαφῶν καὶ τῶν σωμάτων διαφθαρῆναι·
καὶ γὰρ ἡ κομίζουσα ναῦς ἑξήρης τὸν στρατηγὸν συνεκλύσθη καὶ τῶν ἐν αὐτῇ πλεόντων οὐκ ἐλαττόνων ἢ πεντακοσίων τρεῖς πρὸς τοῖς τριάκοντα μόνον διεσώθησαν. ἐν δὲ τούτοις ἦν καὶ ὁ Πλείσταρχος, ναυαγίου μὲν ἐπειλημμένος, εἰς δὲ τὴν γῆν ἡμιθανὴς ἐκβεβρασμένος. οὗτος μὲν οὖν ἀποκομισθεὶς εἰς Ἡράκλειαν καὶ προσαναλαβὼν ἐκ τῆς ἀτυχίας τὸ σῶμα πρὸς Λυσίμαχον εἰς τὴν χειμασίαν ἀνέζευξε, ἀποβεβληκὼς τὸ πλεῖον τῆς δυνάμεως.
ἐν δὲ ταῖς αὐταῖς ἡμέραις καὶ Πτολεμαῖος ὁ βασιλεὺς ἀναζεύξας ἐξ Αἰγύπτου μετὰ δυνάμεως ἀξιολόγου τὰς μὲν ἐν τῇ Κοίλῃ Συρίᾳ πόλεις ἁπάσας ὑποχειρίους ἐποιήσατο· Σιδῶνα δὲ πολιορκοῦντος αὐτοῦ τινες παρῆσαν ἀπαγγέλλοντες ψευδῶς ὅτι παρατάξεως γενομένης τοῖς βασιλεῦσιν οἱ μὲν περὶ Λυσίμαχον καὶ Σέλευκον ἡττηθέντες ἀποκεχωρήκασιν εἰς τὴν Ἡράκλειαν, Ἀντίγονος δὲ νενικηκὼς προσάγει μετὰ δυνάμεως ἐπὶ Συρίας.
παραλογισθεὶς οὖν ὑπὸ τούτων καὶ πεισθεὶς ἀληθῆ τὴν προσαγγελίαν εἶναι, πρὸς μὲν τοὺς Σιδωνίους εἰς τέτταρας μῆνας ἀνοχὰς ἐποιήσατο, τὰς δὲ χειρωθείσας πόλεις φρουραῖς ἀσφαλισάμενος ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Αἴγυπτον.
ἅμα δὲ τούτοις πραττομένοις οἱ τῶν παρὰ Λυσιμάχῳ στρατιωτῶν αὐτομολήσαντες ἐκ τῆς χειμασίας παρʼ Ἀντίγονον Αὐταριάται μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι περὶ ὀκτακοσίους. τούτοις μὲν οὖν Ἀντίγονος φιλανθρώπως προσενεχθεὶς τούς τε μισθοὺς ἔδωκεν, οὓς ἔφασαν ὀφείλεσθαι παρὰ Λυσιμάχου, καὶ δωρεαῖς ἐτίμησε.
καθʼ ὃν δὴ χρόνον ἦλθε καὶ Σέλευκος ἐκ τῶν ἄνω σατραπειῶν διαβεβηκὼς εἰς Καππαδοκίαν μετὰ πολλῆς δυνάμεως καὶ κατασκευάσας στεγνὰ τοῖς στρατιώταις παρεχείμαζεν. εἶχε δὲ πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ σὺν τοῖς ἱπποτοξόταις περὶ μυρίους δισχιλίους, ἐλέφαντας δὲ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις, ἅρματα δὲ δρεπανηφόρα πλείω τῶν ἑκατόν.
αἱ μὲν οὖν τῶν βασιλέων δυνάμεις τοῦτον τὸν τρόπον ἠθροίζοντο, κεκρικότων ἁπάντων κατὰ τὴν ἐπιοῦσαν θερίαν διὰ τῶν ὅπλων κρῖναι τὸν πόλεμον. ἡμεῖς δέ, καθάπερ ἐν ἀρχῇ προεθέμεθα, τὸν γενόμενον τούτοις τοῖς βασιλεῦσι πρὸς ἀλλήλους πόλεμον περὶ τῶν ὅλων πράξεων ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.