Ad Fontesto the sources

Acharnians

Aristophanes · 7.7k words · Greek Text

Greek text only — English translation not yet available.
Contents — 25 sections
  1. Part 1
  2. Part 2
  3. Part 3
  4. Part 4
  5. Part 5
  6. Part 6
  7. Part 7
  8. Part 8
  9. Part 9
  10. Part 10
  11. Part 11
  12. Part 12
  13. Part 13
  14. Part 14
  15. Part 15
  16. Part 16
  17. Part 17
  18. Part 18
  19. Part 19
  20. Part 20
  21. Part 21
  22. Part 22
  23. Part 23
  24. Part 24
  25. Part 25

Part 1

1ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δʼ ὠδυνήθην, ψαμμακοσιογάργαρα. φέρʼ ἴδω, τί δʼ ἥσθην ἄξιον χαιρηδόνος; ἐγᾦδʼ ἐφʼ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών,

6τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. ταῦθʼ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. ἀλλʼ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν, ὅτε δὴ ʼκεχήνη προσδοκῶν τὸν Αἰσχύλον,

11ὁ δʼ ἀνεῖπεν, εἴσαγʼ ὦ Θέογνι τὸν χορόν. πῶς τοῦτʼ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; ἀλλʼ ἕτερον ἥσθην, ἡνίκʼ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθʼ ᾀσόμενος Βοιώτιον. τῆτες δʼ ἀπέθανον καὶ διεστράφην ἰδών,

16ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. ἀλλʼ οὐδεπώποτʼ ἐξ ὅτου ʼγὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότʼ οὔσης κυρίας ἐκκλησίας ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί,

21οἱ δʼ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. οὐδʼ οἱ πρυτάνεις ἥκουσιν, ἀλλʼ ἀωρίαν ἥκοντες, εἶτα δʼ ὠστιοῦνται πῶς δοκεῖς ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου,

26ἁθρόοι καταρρέοντες· εἰρήνη δʼ ὅπως ἔσται προτιμῶσʼ οὐδέν· ὦ πόλις πόλις. ἐγὼ δʼ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτʼ ἐπειδὰν ὦ μόνος, στένω κέχηνα σκορδινῶμαι πέρδομαι,

31ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι, ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ τὸν δʼ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτʼ εἶπεν, ἄνθρακας πρίω, οὐκ ὄξος οὐκ ἔλαιον, οὐδʼ ᾔδει πρίω,

36ἀλλʼ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ. ἀλλʼ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί.

41οὐκ ἠγόρευον; τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον· ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται.

43ΚΗ͂ΡΥΞ: πάριτʼ ἐς τὸ πρόσθεν,

44πάριθʼ, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος.

45ἈΜΦΊΘΕΟΣ: ἤδη τις εἶπε;

45bΚΗ͂ΡΥΞ: τίς ἀγορεύειν βούλεται;

46ἈΜΦΊΘΕΟΣ: ἐγώ.

46bΚΗ͂ΡΥΞ: τίς ὤν;

46cἈΜΦΊΘΕΟΣ: Ἀμφίθεος.

46dΚΗ͂ΡΥΞ: οὐκ ἄνθρωπος;

46eἈΜΦΊΘΕΟΣ: οὔ,

47ἀλλʼ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν

48καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται·

49γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν,

50ἐξ ἧς Λυκῖνος ἐγένεʼ· ἐκ τούτου δʼ ἐγὼ

51ἀθάνατός εἰμʼ· ἐμοὶ δʼ ἐπέτρεψαν οἱ θεοὶ

52σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ.

53ἀλλʼ ἀθάνατος ὢν ὦνδρες ἐφόδιʼ οὐκ ἔχω·

54οὐ γὰρ διδόασιν οἱ πρυτάνεις.

54bΚΗ͂ΡΥΞ ἝΤΕΡΟΣ: οἱ τοξόται.

55ἈΜΦΊΘΕΟΣ: ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με;

56ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν

57τὸν ἄνδρʼ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε

58σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας.

59ΚΗ͂ΡΥΞ ἝΤΕΡΟΣ: κάθησο, σῖγα.

59bΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ,

60ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι.

61ΚΗ͂ΡΥΞ: οἱ πρέσβεις οἱ παρὰ βασιλέως.

62ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίου βασιλέως; ἄχθομαι ʼγὼ πρέσβεσιν

63καὶ τοῖς ταὧσι τοῖς τʼ ἀλαζονεύμασιν.

64ΚΗ͂ΡΥΞ: σίγα.

64bΔΙΚΑΙΌΠΟΛΙΣ: βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος.

65ΠΡΈΣΒΥΣ: ἐπέμψαθʼ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν

66μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας

67ἐπʼ Εὐθυμένους ἄρχοντος.

67bΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι τῶν δραχμῶν.

Part 2

68ΠΡΈΣΒΥΣ: καὶ δῆτʼ ἐτρυχόμεσθα διὰ Καϋστρίων

69πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι,

70ἐφʼ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι,

71ἀπολλύμενοι.

71bΔΙΚΑΙΌΠΟΛΙΣ: σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ

72παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος.

73ΠΡΈΣΒΥΣ: ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν

74ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων

75ἄκρατον οἶνον ἡδύν.

75bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Κραναὰ πόλις

76ἆρʼ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων;

77ΠΡΈΣΒΥΣ: οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους

78τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν.

79ΔΙΚΑΙΌΠΟΛΙΣ: ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας.

80ΠΡΈΣΒΥΣ: ἔτει τετάρτῳ δʼ ἐς τὰ βασίλειʼ ἤλθομεν·

81ἀλλʼ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών,

82κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν.

83ΔΙΚΑΙΌΠΟΛΙΣ: πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν;

84ΠΡΈΣΒΥΣ: τῇ πανσελήνῳ· κᾆτʼ ἀπῆλθεν οἴκαδε.

85εἶτʼ ἐξένιζε· παρετίθει δʼ ἡμῖν ὅλους

86ἐκ κριβάνου βοῦς.

86bΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ τίς εἶδε πώποτε

87βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων.

88ΠΡΈΣΒΥΣ: καὶ ναὶ μὰ Δίʼ ὄρνιν τριπλάσιον Κλεωνύμου

89παρέθηκεν ἡμῖν· ὄνομα δʼ ἦν αὐτῷ φέναξ.

90ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτʼ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων.

91ΠΡΈΣΒΥΣ: καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν,

92τὸν βασιλέως ὀφθαλμόν.

92bΔΙΚΑΙΌΠΟΛΙΣ: ἐκκόψειέ γε

93κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως.

94ΚΗ͂ΡΥΞ: ὁ βασιλέως ὀφθαλμός.

94bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦναξ Ἡράκλεις.

95πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις;

96ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς;

97ἄσκωμʼ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω.

98ΠΡΈΣΒΥΣ: ἄγε δὴ σὺ βασιλεὺς ἅττα σʼ ἀπέπεμψεν φράσον

99λέξοντʼ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα.

100ΨΕΥΔΑΡΤΆΒΑΣ: ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα.

101ΠΡΈΣΒΥΣ: ξυνήκαθʼ ὃ λέγει;

101bΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

Part 3

102ΠΡΈΣΒΥΣ: πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον.

103λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον.

104ΨΕΥΔΑΡΤΆΒΑΣ: οὐ λῆψι χρῦσο χαυνόπρωκτʼ Ἰαοναῦ.

105ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι κακοδαίμων ὡς σαφῶς.

105bΠΡΈΣΒΥΣ: τί δʼ αὖ λέγει;

106ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει,

107εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων.

108ΠΡΈΣΒΥΣ: οὔκ, ἀλλʼ ἀχάνας ὅδε γε χρυσίου λέγει.

109ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας. ἀλλʼ ἄπιθʼ· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.)

114ἄλλως ἄρʼ ἐξαπατώμεθʼ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.) Ἑλληνικόν γʼ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθʼ ὅπως οὐκ εἰσὶν ἐνθένδʼ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδʼ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου.

119ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε γʼ ὦ πίθηκε τὸν πώγωνʼ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτʼ ἐστίν; οὐ δήπου Στράτων;

123ΚΗ͂ΡΥΞ: σίγα, κάθιζε.

124τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ

125ἐς τὸ πρυτανεῖον.

125bΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτα δῆτʼ οὐχ ἀγχόνη;

126κἄπειτʼ ἐγὼ δῆτʼ ἐνθαδὶ στραγγεύομαι;

127τοὺς δὲ ξενίζειν οὐδέποτέ γʼ ἴσχει θύρα.

128ἀλλʼ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα.

129ἀλλʼ Ἀμφίθεός μοι ποῦ ʼστιν;

129bἈΜΦΊΘΕΟΣ: οὑτοσὶ πάρα.

130ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς

131σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ

132καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι·

133ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε.

134ΚΗ͂ΡΥΞ: προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.

134bΘΈΩΡΟΣ: ὁδί.

135ΔΙΚΑΙΌΠΟΛΙΣ: ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.

136ΘΈΩΡΟΣ: χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—

137ΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.

138ΘΈΩΡΟΣ: εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον, ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον· καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,

143ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί. ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·

148ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν, ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.

151ΔΙΚΑΙΌΠΟΛΙΣ: κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι

152ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.

153ΘΈΩΡΟΣ: καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος

154ἔπεμψεν ὑμῖν.

154bΔΙΚΑΙΌΠΟΛΙΣ: τοῦτο μέν γʼ ἤδη σαφές.

Part 4

155ΚΗ͂ΡΥΞ: οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.

156ΔΙΚΑΙΌΠΟΛΙΣ: τουτὶ τί ἐστι τὸ κακόν;

156bΘΈΩΡΟΣ: Ὀδομάντων στρατός.

157ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;

158τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;

159ΘΈΩΡΟΣ: τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,

160καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.

161ΔΙΚΑΙΌΠΟΛΙΣ: τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;

162ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς

163ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,

164ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.

165οὐ καταβαλεῖτε τὰ σκόροδʼ;

165bΘΈΩΡΟΣ: ὦ μόχθηρε σὺ

166οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.

167ΔΙΚΑΙΌΠΟΛΙΣ: ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με

168ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;

169ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν

170τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι

171διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.

172ΚΗ͂ΡΥΞ: τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.

173οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.

174ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.

175ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.

176χαῖρʼ Ἀμφίθεε.

176bἈΜΦΊΘΕΟΣ: μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·

177δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.

178ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἔστʼ;

178bἈΜΦΊΘΕΟΣ: ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων

179ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες

180Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι

181ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.

182ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε

183σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;

184κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·

185ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.

186ΔΙΚΑΙΌΠΟΛΙΣ: οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;

187ἈΜΦΊΘΕΟΣ: ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.

188αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.

189ΔΙΚΑΙΌΠΟΛΙΣ: αἰβοῖ.

189bἈΜΦΊΘΕΟΣ: τί ἔστιν;

189cΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀρέσκουσίν μʼ ὅτι

190ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.

191ἈΜΦΊΘΕΟΣ: σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.

192ΔΙΚΑΙΌΠΟΛΙΣ: ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις

193ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.

Part 5

194ἈΜΦΊΘΕΟΣ: ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες

195κατὰ γῆν τε καὶ θάλατταν.

195bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Διονύσια,

196αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος

197καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,

198κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.

199ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,

200χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.

201ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς

202ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.

203ἈΜΦΊΘΕΟΣ: ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.

204ΧΟΡΌΣ: τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου

205τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον

206ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε,

207εἴ τις οἶδʼ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων.

208ΧΟΡΌΣ: ἐκπέφευγʼ, οἴχεται φροῦδος. οἴμοι τάλας

210τῶν ἐτῶν τῶν ἐμῶν·

211οὐκ ἂν ἐπʼ ἐμῆς γε νεότητος, ὅτʼ ἐγὼ φέρων ἀνθράκων φορτίον

215ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ

216σπονδοφόρος οὗτος ὑπʼ ἐμοῦ τότε διωκόμενος

217ἐξέφυγεν οὐδʼ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο.

219ΧΟΡΌΣ: νῦν δʼ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον,

220καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται,

221οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ

222μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας.

225ΧΟΡΌΣ: ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο,

226οἷσι παρʼ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων·

230κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ

231ὀξὺς ὀδυνηρὸς [...] ἐπίκωπος, ἵνα

232μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους.

234ΧΟΡΌΣ: ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε

235καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ·

236ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις.

237ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐφημεῖτε, εὐφημεῖτε.

238ΧΟΡΌΣ: σῖγα πᾶς. ἠκούσατʼ ἄνδρες ἆρα τῆς εὐφημίας;

239οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς

240ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικʼ ἐξέρχεται.

241ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐφημεῖτε, εὐφημεῖτε.

242προΐτω σʼ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος·

243ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω.

244κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵνʼ ἀπαρξώμεθα.

245ΘΥΓΆΤΗΡ: ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν,

246ἵνʼ ἔτνος καταχέω τοὐλατῆρος τουτουί.

247ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ μὴν καλόν γʼ ἔστʼ· ὦ Διόνυσε δέσποτα κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν ἀγαγεῖν τυχηρῶς τὰ κατʼ ἀγροὺς Διονύσια, στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι

252καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας. ἄγʼ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος ὅστις σʼ ὀπύσει κἀκποιήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ.

257πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. ὦ Ξανθία, σφῷν δʼ ἐστὶν ὀρθὸς ἑκτέος ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δʼ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν·

262σὺ δʼ ὦ γύναι θεῶ μʼ ἀπὸ τοῦ τέγους. πρόβα.

263ΔΙΚΑΙΌΠΟΛΙΣ: Φαλῆς ἑταῖρε Βακχίου ξύγκωμε νυκτοπεριπλάνητε μοιχὲ παιδεραστά, ἕκτῳ σʼ ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθὼν ἄσμενος,

268σπονδὰς ποιησάμενος ἐμαυτῷ, πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. πολλῷ γάρ ἐσθʼ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθʼ ὡρικὴν ὑληφόρον

273τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως μέσην λαβόντʼ ἄραντα καταβαλόντα καταγιγαρτίσʼ ὦ Φαλῆς Φαλῆς. ἐὰν μεθʼ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης

278ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον· ἡ δʼ ἀσπὶς ἐν τῷ φεψάλῳ κρεμήσεται.

280ΧΟΡΌΣ: οὗτος αὐτός ἐστιν, οὗτος.

281βάλλε βάλλε βάλλε βάλλε,

282παῖε παῖε τὸν μιαρόν.

283οὐ βαλεῖς; οὐ βαλεῖς;

284ΔΙΚΑΙΌΠΟΛΙΣ: Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε.

285ΧΟΡΌΣ: σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή.

286ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι;

288ΧΟΡΌΣ: τοῦτʼ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς

290ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος

291σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμʼ ἀποβλέπειν.

293ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀντὶ δʼ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλαʼ ἀκούσατε.

Part 6

295ΧΟΡΌΣ: σοῦ γʼ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις.

296ΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς πρὶν ἄν γʼ ἀκούσητʼ· ἀλλʼ ἀνάσχεσθʼ ὦγαθοί.

298ΧΟΡΌΣ: οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον·

300ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ

301κατατεμῶ ποθʼ ἱππεῦσι καττύματα.

302ΧΟΡΌΣ: σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,

303ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.

305ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,

306τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.

307ΧΟΡΌΣ: πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ

308οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;

309ΔΙΚΑΙΌΠΟΛΙΣ: οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,

310οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.

311ΧΟΡΌΣ: οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν

312ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;

313ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ

314πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.

315ΧΟΡΌΣ: τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,

316εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.

317ΔΙΚΑΙΌΠΟΛΙΣ: κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,

318ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.

319ΧΟΡΌΣ: εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται

320μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;

321ΔΙΚΑΙΌΠΟΛΙΣ: οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.

322οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;

323ΧΟΡΌΣ: οὐκ ἀκουσόμεσθα δῆτα.

323bΔΙΚΑΙΌΠΟΛΙΣ: δεινά τἄρα πείσομαι.

324ΧΟΡΌΣ: ἐξολοίμην, ἢν ἀκούσω.

324bΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς ὦχαρνικοί.

325ΧΟΡΌΣ: ὡς τεθνήξων ἴσθι νυνί.

325bΔΙΚΑΙΌΠΟΛΙΣ: δήξομἄρʼ ὑμᾶς ἐγώ.

326ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·

327ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.

328ΧΟΡΌΣ: εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται

329τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον

330τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;

Part 7

331ΔΙΚΑΙΌΠΟΛΙΣ: βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.

332εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.

333ΧΟΡΌΣ: ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.

334ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.

335ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ἀποκτενῶ, κέκραχθʼ· ἐγὼ γὰρ οὐκ ἀκούσομαι.

336ΧΟΡΌΣ: ἀπολεῖς ἄρʼ ὁμήλικα τόνδε φιλανθρακέα;

337ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδʼ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε.

338ΧΟΡΌΣ: ἀλλὰ γὰρ νῦν λέγʼ, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον

339† αὐτὸν ὅτι τῷ † τρόπῳ σοὐστὶ φίλος·

340ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ.

341ΔΙΚΑΙΌΠΟΛΙΣ: τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε.

342ΧΟΡΌΣ: οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος.

343ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὅπως μὴ νʼ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι.

344ΧΟΡΌΣ: ἐκσέσεισται χαμᾶζʼ· οὐχ ὁρᾷς σειόμενον;

345ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος.

346ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται.

347ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμέλλετʼ ἄρα πάντως ἀνήσειν τῆς βοῆς, ὀλίγου τʼ ἀπέθανον ἄνθρακες Παρνήθιοι, καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν. ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία.

352δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τʼ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον, ἐμοῦ ʼθέλοντος ὑπὲρ ἐπιξήνου λέγειν ὑπὲρ Λακεδαιμονίων ἅπανθʼ ὅσʼ ἂν λέγω·

357καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ.

358ΧΟΡΌΣ: τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζʼ,

360ὅ τι ποτʼ ὦ σχέτλιε τὸ μέγα τοῦτʼ ἔχεις;

363πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει.

364ἀλλʼ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω,

365θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν.

366ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί, ὁ δʼ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί. ἀμέλει μὰ τὸν Δίʼ οὐκ ἐνασπιδώσομαι, λέξω δʼ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ. καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους

371τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· κἀνταῦθα λανθάνουσʼ ἀπεμπολώμενοι· τῶν τʼ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι

376οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν. αὐτός τʼ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν. εἰσελκύσας γάρ μʼ ἐς τὸ βουλευτήριον διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου

381κἀκυκλοβόρει κἄπλυνεν, ὥστʼ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος. νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον.

385ΧΟΡΌΣ: τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς;

386λαβὲ δʼ ἐμοῦ γʼ ἓνεκα παρʼ Ἱερωνύμου

390σκοτοδασυπυκνότριχά τινʼ Ἄιδος κυνῆν·

391ἀλλʼ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου,

392ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται.

393ΔΙΚΑΙΌΠΟΛΙΣ: ὥρα ʼστὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν,

394καί μοι βαδιστέʼ ἐστὶν ὡς Εὐριπίδην.

395παῖ παῖ.

395bΚΗΦΙΣΌΦΩΝ: τίς οὗτος,

395cΔΙΚΑΙΌΠΟΛΙΣ: ἔνδον ἔστʼ Εὐριπίδης;

396ΚΗΦΙΣΌΦΩΝ: οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις.

397ΔΙΚΑΙΌΠΟΛΙΣ: πῶς ἔνδον εἶτʼ οὐκ ἔνδον;

397bΚΗΦΙΣΌΦΩΝ: ὀρθῶς ὦ γέρον.

398ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια

399οὐκ ἔνδον, αὐτὸς δʼ ἔνδον ἀναβάδην ποιεῖ

400τραγῳδίαν.

Part 8

400bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τρισμακάριʼ Εὐριπίδη,

401ὅθʼ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο.

402ἐκκάλεσον αὐτόν.

402bΚΗΦΙΣΌΦΩΝ: ἀλλʼ ἀδύνατον.

402cΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὅμως·

403οὐ γὰρ ἂν ἀπέλθοιμʼ, ἀλλὰ κόψω τὴν θύραν.

404Εὐριπίδη, Εὐριπίδιον,

405ὑπάκουσον, εἴπερ τώποτʼ ἀνθρώπων τινί·

406Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ.

407ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐ σχολή.

408ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἐκκυκλήθητʼ.

408bΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἀδύνατον.

408cΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὅμως.

409ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἐκκυκλήσομαι· καταβαίνειν δʼ οὐ σχολή.

410ΔΙΚΑΙΌΠΟΛΙΣ: Εὐριπίδη,

410bΕΥ̓ΡΙΠΊΔΗΣ: τί λέλακας;

410cΔΙΚΑΙΌΠΟΛΙΣ: ἀναβάδην ποιεῖς,

411ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.

412ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,

413ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.

414ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,

415δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.

416δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·

417αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.

418ΕΥ̓ΡΙΠΊΔΗΣ: τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ

419ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;

420ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ Οἰνέως ἦν, ἀλλʼ ἔτʼ ἀθλιωτέρου.

421ΕΥ̓ΡΙΠΊΔΗΣ: τὰ τοῦ τυφλοῦ Φοίνικος;

421bΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ Φοίνικος, οὔ·

422ἀλλʼ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος.

423ΕΥ̓ΡΙΠΊΔΗΣ: ποίας ποθʼ ἁνὴρ λακίδας αἰτεῖται πέπλων;

424ἀλλʼ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις;

425ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου.

426ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἦ τὰ δυσπινῆ ʼθέλεις πεπλώματα,

427ἃ Βελλεροφόντης εἶχʼ ὁ χωλὸς οὑτοσί;

428ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν

429χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν.

430ΕΥ̓ΡΙΠΊΔΗΣ: οἶδʼ ἄνδρα Μυσὸν Τήλεφον.

Part 9

430bΔΙΚΑΙΌΠΟΛΙΣ: ναὶ Τήλεφον·

431τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα.

432ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα.

433κεῖται δʼ ἄνωθεν τῶν Θυεστείων ῥακῶν

434μεταξὺ τῶν Ἰνοῦς.

434bΚΗΦΙΣΌΦΩΝ: ἰδοὺ ταυτὶ λαβέ.

435ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, ἐνσκευάσασθαί μʼ οἷον ἀθλιώτατον. Εὐριπίδη, ʼπειδήπερ ἐχαρίσω ταδί, κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον.

440δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή· τοὺς μὲν θεατὰς εἰδέναι μʼ ὃς εἴμʼ ἐγώ, τοὺς δʼ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω.

445ΕΥ̓ΡΙΠΊΔΗΣ: δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί.

446ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐδαιμονοίης, Τηλέφῳ δʼ ἁγὼ φρονῶ.

447εὖ γʼ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι.

448ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου.

449ΕΥ̓ΡΙΠΊΔΗΣ: τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν.

450ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ θύμʼ, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων,

451πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ

452γλίσχρος προσαιτῶν λιπαρῶν τʼ. Εὐριπίδη

453δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ.

454ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δʼ ὦ τάλας σε τοῦδʼ ἔχει πλέκους χρέος;

455ΔΙΚΑΙΌΠΟΛΙΣ: χρέος μὲν οὐδέν, βούλομαι δʼ ὅμως λαβεῖν.

456ΕΥ̓ΡΙΠΊΔΗΣ: λυπηρὸς ἴσθʼ ὢν κἀποχώρησον δόμων.

457ΔΙΚΑΙΌΠΟΛΙΣ: φεῦ·

457aεὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ.

458ΕΥ̓ΡΙΠΊΔΗΣ: ἄπελθε νῦν μοι.

458bΔΙΚΑΙΌΠΟΛΙΣ: μἀλλά μοι δὸς ἓν μόνον

459κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον.

460ΕΥ̓ΡΙΠΊΔΗΣ: φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.

461ΔΙΚΑΙΌΠΟΛΙΣ: οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.

462ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον

463δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.

464ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·

465ἄπελθε ταυτηνὶ λαβών.

465bΔΙΚΑΙΌΠΟΛΙΣ: ἀπέρχομαι.

466καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν

467ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·

468τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμʼ ἔτι·

469ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός.

470ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀπολεῖς μʼ. ἰδού σοι. φροῦδά μοι τὰ δράματα.

471ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐκέτʼ, ἀλλʼ ἄπειμι. καὶ γάρ εἰμʼ ἄγαν

472ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν.

473οἴμοι κακοδαίμων, ὡς ἀπόλωλʼ. ἐπελαθόμην

474ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα.

475Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον,

476κάκιστʼ ἀπολοίμην, εἴ τί σʼ αἰτήσαιμʼ ἔτι,

477πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,

478σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.

Part 10

479ΕΥ̓ΡΙΠΊΔΗΣ: ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.

480ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.

481ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,

482μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;

483πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.

484ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;

485ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία

486ἄπελθʼ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ

487παράσχες εἰποῦσʼ ἅττʼ ἂν αὐτῇ σοι δοκῇ.

488τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας.

490ΧΟΡΌΣ: τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν

491ἀναίσχυντος ὢν σιδηροῦς τʼ ἀνήρ,

492ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα

493ἅπασι μέλλεις εἷς λέγειν τἀναντία.

494ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμʼ. εἶά νυν,

495ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε.

496ΔΙΚΑΙΌΠΟΛΙΣ: μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι, εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν. τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.

502οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγω. αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών, κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι ἥκουσιν οὔτʼ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι·

507ἀλλʼ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα, καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας·

512κἀμοὶ γάρ ἐστʼ ἀμπέλια διακεκομμένα. ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,

517ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα, ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια· κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,

522ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν. καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθʼ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι

527ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος ἤστραπτʼ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα,

532ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτʼ ἐν ἀγορᾷ μήτʼ ἐν θαλάττῃ μήτʼ ἐν οὐρανῷ μένειν. ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ʼπείνων βάδην, Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμʼ ὅπως

537μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις. κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων. ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. φέρʼ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει

542ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, καθῆσθʼ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ· καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε τριακοσίας ναῦς, ἦν δʼ ἂν ἡ πόλις πλέα θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς,

547μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, στοᾶς στεναχούσης, σιτίων μετρουμένων, ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων, σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·

552τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων, τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων. ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.

557ἩΜΙΧΌΡΙΟΝ Α: ἄληθες ὦπίτριπτε καί μιαρώτατε;

558ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,

559καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;

560ἩΜΙΧΌΡΙΟΝ Β: νὴ τὸν Ποσειδῶ καὶ λέγει γʼ ἅπερ λέγει

561δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται.

562ἩΜΙΧΌΡΙΟΝ Α: εἶτʼ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτʼ ἐχρῆν;

563ἀλλʼ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν.

564ἩΜΙΧΌΡΙΟΝ Β: οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς

565τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα.

566ἩΜΙΧΌΡΙΟΝ Α: ἰὼ Λάμαχʼ ὦ βλέπων ἀστραπάς,

567βοήθησον ὦ γοργολόφα φανείς,

568ἰὼ Λάμαχʼ ὦ φίλʼ ὦ φυλέτα·

569εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ

570τειχομάχας ἀνήρ, βοηθησάτω

571τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος.

572ΛΆΜΑΧΟΣ: πόθεν βοῆς ἤκουσα πολεμιστηρίας;

573ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν;

574τίς Γοργόνʼ ἐξήγειρεν ἐκ τοῦ σάγματος;

575ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Λάμαχʼ ἥρως, τῶν λόφων καὶ τῶν λόχων.

575aἩΜΙΧΌΡΙΟΝ Α: ὦ Λάμαχʼ, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι

576ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ;

577ΛΆΜΑΧΟΣ: οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε;

578ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Λάμαχʼ ἥρως, ἀλλὰ συγγνώμην ἔχε,

579εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.

580ΛΆΜΑΧΟΣ: τί δʼ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς;

580bΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ οἶδά πω·

581ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ.

582ἀλλʼ ἀντιβολῶ σʼ ἀπένεγκέ μου τὴν μορμόνα.

583ΛΆΜΑΧΟΣ: ἰδού.

583bΔΙΚΑΙΌΠΟΛΙΣ: παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί.

584ΛΆΜΑΧΟΣ: κεῖται.

584bΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν.

Part 11

585ΛΆΜΑΧΟΣ: τουτὶ πτίλον σοι.

585bΔΙΚΑΙΌΠΟΛΙΣ: τῆς κεφαλῆς νύν μου λαβοῦ,

586ἵνʼ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους.

587ΛΆΜΑΧΟΣ: οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν;

588πτίλον γάρ ἐστιν—

588bΔΙΚΑΙΌΠΟΛΙΣ: εἰπέ μοι τίνος ποτὲ

589ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου;

590ΛΆΜΑΧΟΣ: οἴμʼ ὡς τεθνήξεις.

590bΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς ὦ Λάμαχε·

591οὐ γὰρ κατʼ ἰσχύν ἐστιν· εἰ δʼ ἰσχυρὸς εἶ,

592τί μʼ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ.

593ΛΆΜΑΧΟΣ: ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν;

594ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ γάρ εἰμι πτωχός;

594bΛΆΜΑΧΟΣ: ἀλλὰ τίς γὰρ εἶ;

595ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης,

596ἀλλʼ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,

597σὺ δʼ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.

598ΛΆΜΑΧΟΣ: ἐχειροτόνησαν γάρ με —

598bΔΙΚΑΙΌΠΟΛΙΣ: κόκκυγές γε τρεῖς.

599ταῦτʼ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,

600ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,

601νεανίας δʼ οἵους σὺ διαδεδρακότας,

602τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,

603Τεισαμενοφαινίππους Πανουργιππαρχίδας,

604ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δʼ ἐν Χάοσιν,

605Γερητοθεοδώρους Διομειαλαζόνας,

606τοὺς δʼ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ.

607ΛΆΜΑΧΟΣ: ἐχειροτονήθησαν γάρ.

607bΔΙΚΑΙΌΠΟΛΙΣ: αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδένʼ; ἐτεὸν ὦ Μαριλάδη ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν † ἓν ἢ; † ἀνένευσε· καίτοι γʼ ἐστὶ σώφρων κἀργάτης.

612τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης; εἶδέν τις ὑμῶν τἀκβάτανʼ ἢ τοὺς Χάονας; οὔ φασιν. ἀλλʼ ὁ Κοισύρας καὶ Λάμαχος, οἷς ὑπʼ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,

617ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.

618ΛΆΜΑΧΟΣ: ὦ δημοκρατία ταῦτα δῆτʼ ἀνασχετά;

619ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ δῆτʼ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος.

620ΛΆΜΑΧΟΣ: ἀλλʼ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις

621ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ

622καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν.

623ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις

624ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις

625πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή.

626ΧΟΡΌΣ: ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει

627περὶ τῶν σπονδῶν. ἀλλʼ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν.

628ΧΟΡΌΣ: ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν· διαβαλλόμενος δʼ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει, ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους.

633φησὶν δʼ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής, παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι, μήθʼ ἥδεσθαι θωπευομένους, μήτʼ εἶναι χαυνοπολίτας. πρότερον δʼ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι,

638εὐθὺς διὰ τοὺς στεφάνους ἐπʼ ἄκρων τῶν πυγιδίων ἐκάθησθε. εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται, καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται.

643τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον, ὅστις παρεκινδύνευσʼ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια. οὕτω δʼ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει, ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων

648ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν, εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά· τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας. διὰ ταῦθʼ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται

653καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης οὐ φροντίζουσʼ, ἀλλʼ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται. ἀλλʼ ὑμεῖς τοι μή ποτʼ ἀφῆσθʼ· ὡς κωμῳδήσει τὰ δίκαια· φησὶν δʼ ὑμᾶς πολλὰ διδάξειν ἀγάθʼ, ὥστʼ εὐδαίμονας εἶναι, οὐ θωπεύων οὐδʼ ὑποτείνων μισθοὺς οὐδʼ ἐξαπατύλλων,

658οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων.

Part 12

659ΧΟΡΌΣ: πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω

660καὶ πᾶν ἐπʼ ἐμοὶ τεκταινέσθω.

661τὸ γὰρ εὖ μετʼ ἐμοῦ καὶ τὸ δίκαιον

662ξύμμαχον ἔσται, κοὐ μή ποθʼ ἁλῶ

663περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος

664δειλὸς καὶ λακαταπύγων.

665ΧΟΡΌΣ: δεῦρο Μοῦσʼ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική.

668οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατʼ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι,

670ἡνίκʼ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι,

673οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα,

674οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον

675ὡς ἐμὲ λαβοῦσα τὸν δημότην.

676ΧΟΡΌΣ: οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν γηροβοσκούμεσθʼ ὑφʼ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,

681οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία· τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν, οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην. ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν,

686ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· κᾆτʼ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρʼ ἱστὰς ἐπῶν ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. ὁ δʼ ὑπὸ γήρως μασταρύζει, κᾆτʼ ὀφλὼν ἀπέρχεται, εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους,

691οὗ μʼ ἐχρῆν σορὸν πρίασθαι τοῦτʼ ὀφλὼν ἀπέρχομαι.

692ΧΟΡΌΣ: ταῦτα πῶς εἰκότα, γέροντʼ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν,

695πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπο-

696μορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν,

697ἄνδρʼ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν;

698εἶτα Μαραθῶνι μὲν ὅτʼ ἦμεν ἐδιώκομεν,

700νῦν δʼ ὑπʼ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα.

702πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας;

703ΧΟΡΌΣ: τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ, τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ; ὥστʼ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν ἄνδρα πρεσβύτην ὑπʼ ἀνδρὸς τοξότου κυκώμενον,

708ὃς μὰ τὴν Δήμητρʼ, ἐκεῖνος ἡνίκʼ ἦν Θουκυδίδης, οὐδʼ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο, ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα, κατεβόησε δʼ ἂν κεκραγὼς τοξότας τρισχιλίους, περιετόξευσεν δʼ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς.

713ἀλλʼ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθʼ ὕπνου τυχεῖν, ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, τοῖς νέοισι δʼ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου. κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν,

718τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ.

719ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς. ἐνταῦθʼ ἀγοράζειν πᾶσι Πελοποννησίοις ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις, ἐφʼ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι

724τρεῖς τοὺς λαχόντας τούσδʼ ἱμάντας ἐκ Λεπρῶν. ἐνταῦθα μήτε συκοφάντης εἰσίτω μήτʼ ἄλλος ὅστις Φασιανός ἐστʼ ἀνήρ. ἐγὼ δὲ τὴν στήλην καθʼ ἣν ἐσπεισάμην μέτειμʼ, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ.

729ΜΕΓΑΡΕΎΣ: ἀγορὰ νʼ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα.

730ἐπόθουν τυ ναὶ τὸν φίλιον ᾇπερ ματέρα.

731ἀλλʼ ὦ πόνηρα κώριʼ ἀθλίω πατρός,

732ἄμβατε ποττὰν μᾶδδαν, αἴ χʼ εὕρητέ πᾶ.

733ἀκούετε δή, ποτέχετʼ ἐμὶν τὰν γαστέρα·

734πότερα πεπρᾶσθαι χρῄδδετʼ ἢ πεινῆν κακῶς;

735ΚΌΡΑ: πεπρᾶσθαι πεπρᾶσθαι.

736ΜΕΓΑΡΕΎΣ: ἐγώνγα καὐτός φαμι. τίς δʼ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν; ἀλλʼ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά, χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν. περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων.

741ὅπως δὲ δοξεῖτʼ εἶμεν ἐξ ἀγαθᾶς ὑός· ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτʼ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. ἀλλʼ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία, κἤπειτεν ἐς τὸυ σάκκον ὧδʼ ἐσβαίνετε.

746ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ· Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;

750ΔΙΚΑΙΌΠΟΛΙΣ: τί; ἀνὴρ Μεγαρικός;

750bΜΕΓΑΡΕΎΣ: ἀγορασοῦντες ἵκομες.

751ΔΙΚΑΙΌΠΟΛΙΣ: πῶς ἔχετε;

751bΜΕΓΑΡΕΎΣ: διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.

752ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.

753τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;

753bΜΕΓΑΡΕΎΣ: οἷα δή.

754ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν,

755ἄνδρες πρόβουλοι τοῦτʼ ἔπραττον τᾷ πόλει,

756ὅπως τάχιστα καὶ κάκιστʼ ἀπολοίμεθα.

757ΔΙΚΑΙΌΠΟΛΙΣ: αὐτίκʼ ἄρʼ ἀπαλλάξεσθε πραγμάτων.

757bΜΕΓΑΡΕΎΣ: σά μάν;

758ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος;

759ΜΕΓΑΡΕΎΣ: παρʼ ἁμὶ πολυτίματος ᾇπερ τοὶ θεοί.

760ΔΙΚΑΙΌΠΟΛΙΣ: ἅλας οὖν φέρεις;

Part 13

760bΜΕΓΑΡΕΎΣ: οὐχ ὑμὲς αὐτῶν ἄρχετε;

761ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδὲ σκόροδα;

761bΜΕΓΑΡΕΎΣ: ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,

762ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες

763πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.

764ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαὶ φέρεις;

764bΜΕΓΑΡΕΎΣ: χοίρως ἐγώνγα μυστικάς.

765ΔΙΚΑΙΌΠΟΛΙΣ: καλῶς λέγεις· ἐπίδειξον.

765bΜΕΓΑΡΕΎΣ: ἀλλὰ μὰν καλαί.

766ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.

767ΔΙΚΑΙΌΠΟΛΙΣ: τουτὶ τί ἦν τὸ πρᾶγμα;

767bΜΕΓΑΡΕΎΣ: χοῖρος ναὶ Δία.

768ΔΙΚΑΙΌΠΟΛΙΣ: τί λέγεις σύ; ποδαπὴ δή ʼστι χοῖρος;

768bΜΕΓΑΡΕΎΣ: Μεγαρικά.

769ἢ οὐ χοῖρός ἐσθʼ ἅδʼ;

769bΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἔμοιγε φαίνεται.

770ΜΕΓΑΡΕΎΣ: οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας·

771οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν,

772αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν,

773αἰ μή ʼστιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ.

774ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἔστιν ἀνθρώπου γε.

774bΜΕΓΑΡΕΎΣ: ναὶ τὸν Διοκλέα

775ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς;

776ἦ λῇς ἀκοῦσαι φθεγγομένας;

776bΔΙΚΑΙΌΠΟΛΙΣ: νὴ τοὺς θεοὺς

777ἔγωγε.

777bΜΕΓΑΡΕΎΣ: φώνει δὴ τὺ ταχέως χοιρίον.

778οὐ χρῆσθα; σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;

779πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.

780ΚΌΡΗ: κοῒ κοΐ.

781ΜΕΓΑΡΕΎΣ: αὕτα ʼστὶ χοῖρος;

781bΔΙΚΑΙΌΠΟΛΙΣ: νῦν γε χοῖρος φαίνεται.

782ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.

Part 14

782bΜΕΓΑΡΕΎΣ: πέντʼ ἑτῶν,

783σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.

784ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.

784bΜΕΓΑΡΕΎΣ: σά μάν;

785πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;

785bΔΙΚΑΙΌΠΟΛΙΣ: κέρκον οὐκ ἔχει.

786ΜΕΓΑΡΕΎΣ: νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα

787ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.

788ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.

789ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.

790ΜΕΓΑΡΕΎΣ: ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.

791αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί,

792κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.

793ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.

794ΜΕΓΑΡΕΎΣ: οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων.

795καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς

796ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.

797ΔΙΚΑΙΌΠΟΛΙΣ: ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;

798ΜΕΓΑΡΕΎΣ: ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.

799ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἐσθίει μάλιστα;

799bΜΕΓΑΡΕΎΣ: πάνθʼ ἅ κα διδῷς.

800αὐτὸς δʼ ἐρώτη.

800bΔΙΚΑΙΌΠΟΛΙΣ: χοῖρε χοῖρε.

800cΚΌΡΑ: κοῒ κοΐ.

801ΔΙΚΑΙΌΠΟΛΙΣ: τρώγοις ἂν ἐρεβίνθους;

801bΚΌΡΑ: κοῒ κοῒ κοΐ.

802ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαί; φιβάλεως ἰσχάδας;

802bΚΌΡΑ: κοῒ κοΐ.

803ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαὶ σύ; τρώγοις ἄν;

Part 15

803bΚΌΡΑ: κοῒ κοῒ κοΐ.

804ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.

805ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων

806τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί,

807οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.

808ποδαπὰ τὰ χοιρίʼ; ὡς Τραγασαῖα φαίνεται.

809ΜΕΓΑΡΕΎΣ: ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.

810ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.

811ΔΙΚΑΙΌΠΟΛΙΣ: νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·

812πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε.

813ΜΕΓΑΡΕΎΣ: τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος,

814τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.

815ΔΙΚΑΙΌΠΟΛΙΣ: ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.

815bΜΕΓΑΡΕΎΣ: ταῦτα δή.

816Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν

817οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.

818ΣΥΚΟΦΆΝΤΗΣ: ὦνθρωπε ποδαπός;

818bΜΕΓΑΡΕΎΣ: χοιροπώλας Μεγαρικός.

819ΣΥΚΟΦΆΝΤΗΣ: τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ

820πολέμια καὶ σέ.

820bΜΕΓΑΡΕΎΣ: τοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν

821ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.

822ΣΥΚΟΦΆΝΤΗΣ: κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον;

823ΜΕΓΑΡΕΎΣ: Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.

824ΔΙΚΑΙΌΠΟΛΙΣ: ὑπὸ τοῦ; τίς ὁ φαίνων σʼ ἐστίν; ἁγορανόμοι,

825τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;

826τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;

827ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ φανῶ τοὺς πολεμίους;

827bΔΙΚΑΙΌΠΟΛΙΣ: κλάων γε σύ,

828εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.

829ΜΕΓΑΡΕΎΣ: οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.

830ΔΙΚΑΙΌΠΟΛΙΣ: θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου

831τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,

832καὶ χαῖρε πόλλʼ.

832bΜΕΓΑΡΕΎΣ: ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.

833ΔΙΚΑΙΌΠΟΛΙΣ: πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.

Part 16

834ΜΕΓΑΡΕΎΣ: ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς

835παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.

836ΧΟΡΌΣ: εὐδαιμονεῖ γʼ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει

837τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ

838ἐν τἀγορᾷ καθήμενος·

839κἂν εἰσίῃ τις Κτησίας

840ἢ συκοφάντης ἄλλος, οἰμώζων

841καθεδεῖται·

842ΧΟΡΌΣ: οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι,

843οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι,

844οὐδʼ ὠστιεῖ Κλεωνύμῳ·

845χλαῖναν δʼ ἔχων φανὴν δίει

846κοὐ ξυντυχών σʼ Ὑπέρβολος

847δικῶν ἀναπλήσει·

848ΧΟΡΌΣ: οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων

849Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ,

850ὁ περιπόνηρος Ἀρτέμων,

851ὁ ταχὺς ἄγαν τὴν μουσικήν,

852ὄζων κακὸν τῶν μασχαλῶν

853πατρὸς Τραγασαίου·

854ΧΟΡΌΣ: οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος

855Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος,

856ὁ περιαλουργὸς τοῖς κακοῖς,

857ῥιγῶν τε καὶ πεινῶν ἀεὶ

858πλεῖν ἢ τριάκονθʼ ἡμέρας

859τοῦ μηνὸς ἑκάστου.

860ΒΟΙΩΤΌΣ: ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·

861κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·

862ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα

863τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.

864ΔΙΚΑΙΌΠΟΛΙΣ: παῦʼ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;

865πόθεν προσέπτονθʼ οἱ κακῶς ἀπολούμενοι

866ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι;

867ΒΟΙΩΤΌΣ: νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γʼ ὦ ξένε·

868Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου

869τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί.

870ἀλλʼ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω

871τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων.

872ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.

873τί φέρεις;

873bΒΟΙΩΤΌΣ: ὅσʼ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς,

874ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας

875νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας

876τροχίλως κολύμβως.

876bΔΙΚΑΙΌΠΟΛΙΣ: ὡσπερεὶ χειμὼν ἄρα

877ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας.

878ΒΟΙΩΤΌΣ: καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας

879σκάλοπας ἐχίνως αἰελούρως πικτίδας

880ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας.

881ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων,

882δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις.

883ΒΟΙΩΤΌΣ: πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν,

884ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ.

885ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν,

890ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην· προσείπατʼ αὐτὴν ὦ τέκνʼ· ἄνθρακας δʼ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. ἀλλʼ ἔσφερʼ αὐτήν· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης.

895ΒΟΙΩΤΌΣ: ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται;

896ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί·

897ἀλλʼ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε.

898ΒΟΙΩΤΌΣ: ἰώγα ταῦτα πάντα.

898bΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε πόσου λέγεις;

899ἢ φορτίʼ ἕτερʼ ἐνθένδʼ ἐκεῖσʼ ἄξεις ἰών;

900ΒΟΙΩΤΌΣ: ὅ τι γʼ ἔστʼ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή.

Part 17

901ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀφύας ἄρʼ ἄξεις πριάμενος Φαληρικὰς

902ἢ κέραμον.

902bΒΟΙΩΤΌΣ: ἀφύας ἢ κέραμον; ἀλλʼ ἔντʼ ἐκεῖ·

903ἀλλʼ ὅ τι παρʼ ἁμῖν μή ʼστι, τᾷδε δʼ αὖ πολύ.

904ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε,

905ὥσπερ κέραμον ἐνδησάμενος.

905bΒΟΙΩΤΌΣ: νεὶ τὼ θιὼ

906λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ,

907ᾇπερ πίθακον ἀλιτρίας πολλᾶς πλέων.

908ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν.

909ΒΟΙΩΤΌΣ: μικκός γα μᾶκος οὗτος.

909bΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἅπαν κακόν.

910ΝΊΚΑΡΧΟΣ: ταυτὶ τίνος τὰ φορτίʼ ἐστί;

910bΒΟΙΩΤΌΣ: τῶδʼ ἐμὰ

911Θείβαθεν, ἴττω Δεύς.

911bΝΊΚΑΡΧΟΣ: ἐγὼ τοίνυν ὁδὶ

912φαίνω πολέμια ταῦτα.

912bΒΟΙΩΤΌΣ: τί δὲ κακὸν παθὼν

913ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν;

914ΝΊΚΑΡΧΟΣ: καὶ σέ γε φανῶ πρὸς τοῖσδε.

914bΒΟΙΩΤΌΣ: τί ἀδικείμενος;

915ΝΊΚΑΡΧΟΣ: ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν·

916ἐκ τῶν πολεμίων γʼ εἰσάγεις θρυαλλίδας.

917ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα;

918ΝΊΚΑΡΧΟΣ: αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον.

919ΔΙΚΑΙΌΠΟΛΙΣ: νεώριον θρυαλλίς;

919bΝΊΚΑΡΧΟΣ: οἶμαι·

919cΔΙΚΑΙΌΠΟΛΙΣ: τίνι τρόπῳ;

920ΝΊΚΑΡΧΟΣ: ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος

921ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον

922διʼ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν.

923κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ,

924σελαγοῖντʼ ἂν εὐθύς.

Part 18

924bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ κάκιστʼ ἀπολούμενε,

925σελαγοῖντʼ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος;

926ΝΊΚΑΡΧΟΣ: μαρτύρομαι.

926bΔΙΚΑΙΌΠΟΛΙΣ: ξυλλάμβανʼ αὐτοῦ τὸ στόμα·

927δός μοι φορυτόν, ἵνʼ αὐτὸν ἐνδήσας φέρω

928ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος.

929ΧΟΡΌΣ: ἔνδησον ὦ βέλτιστε τῷ

930ξένῳ καλῶς τὴν ἐμπολὴν

930aοὕτως ὅπως

931ἂν μὴ θέρων κατάξῃ.

932ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ μελήσει ταῦτʼ, ἐπεί

933τοι καὶ ψοφεῖ λάλον τι καὶ

933aπυρορραγὲς

934κἄλλως θεοῖσιν ἐχθρόν.

935ΧΟΡΌΣ: τί χρήσεταί ποτʼ αὐτῷ;

936ΔΙΚΑΙΌΠΟΛΙΣ: πάγχρηστον ἄγγος ἔσται,

937κρατὴρ κακῶν, τριπτὴρ δικῶν,

938φαίνειν ὑπευθύνους λυχνοῦχος

939καὶ κύλιξ—

939aκαὶ πράγματʼ ἐγκυκᾶσθαι.

940ΧΟΡΌΣ: πῶς δʼ ἂν πεποιθοίη τις ἀγγείῳ

941τοιούτῳ χρώμενος

941aκατʼ οἰκίαν

942τοσόνδʼ ἀεὶ ψοφοῦντι;

943ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰσχυρόν ἐστιν ὦγάθʼ, ὥστʼ

944οὐκ ἂν καταγείη ποτʼ, εἴπερ

944aἐκ ποδῶν

945κατωκάρα κρέμαιτο.

946ΧΟΡΌΣ: ἤδη καλῶς ἔχει σοι.

947ΒΟΙΩΤΌΣ: μέλλω γά τοι θερίδδειν.

948ΧΟΡΌΣ: ἀλλʼ ὦ ξένων βέλτιστε συνθέριζε

949καὶ τοῦτον λαβὼν

950πρόσβαλλʼ ὅποι βούλει φέρων

951πρὸς πάντα συκοφάντην.

952ΔΙΚΑΙΌΠΟΛΙΣ: μόλις γʼ ἐνέδησα τὸν κακῶς ἀπολούμενον.

953αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε.

954ΒΟΙΩΤΌΣ: ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε.

955ΔΙΚΑΙΌΠΟΛΙΣ: χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος.

956πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλʼ ὅμως·

957κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον,

958εὐδαιμονήσεις συκοφαντῶν γʼ οὕνεκα.

959ΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: Δικαιόπολι.

959bΔΙΚΑΙΌΠΟΛΙΣ: τίς ἔστι; τί με βωστρεῖς;

959cΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: ὅ τι;

960ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς

961ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν,

962τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.

963ΔΙΚΑΙΌΠΟΛΙΣ: ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;

964ΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα

965πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.

Part 19

966ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·

967ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·

968ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.

969ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον

970εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.

971ΧΟΡΌΣ: εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον, οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν, ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν. αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται. οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι,

978οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ, ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου

983πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί, ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.

986ΧΟΡΌΣ: οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή, ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες. πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών,

992ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων. ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ; ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν· πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων,

997καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί, καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.

1000ΚΗ͂ΡΥΞ ἝΤΕΡΟΣ: ἀκούετε λεῴ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς

1001πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ

1002πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.

1003ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;

1004τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε;

1005ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε

1006τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.

1007φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.

1008ΧΟΡΌΣ: ζηλῶ σε τῆς εὐβουλίας,

1009μᾶλλον δὲ τῆς εὐωχίας

1010ἄνθρωπε τῆς παρούσης.

1011ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;

1012ΧΟΡΌΣ: οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.

1012bΔΙΚΑΙΌΠΟΛΙΣ: τὸ πῦρ ὑποσκάλευε.

1015ΧΟΡΌΣ: ἤκουσας ὡς μαγειρικῶς

1016κομψῶς τε καὶ δειπνητικῶς

1017αὑτῷ διακονεῖται;

1018ΓΕΩΡΓΌΣ: οἴμοι τάλας.

1018bΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Ἡράκλεις τίς οὑτοσί;

1019ΓΕΩΡΓΌΣ: ἀνὴρ κακοδαίμων.

1019bΔΙΚΑΙΌΠΟΛΙΣ: κατὰ σεαυτόν νυν τρέπου.

1020ΓΕΩΡΓΌΣ: ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ,

1021μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.

1022ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δʼ ἔπαθες;

1022bΓΕΩΡΓΌΣ: ἐπετρίβην ἀπολέσας τὼ βόε.

1023ΔΙΚΑΙΌΠΟΛΙΣ: πόθεν;

1023bΓΕΩΡΓΌΣ: ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.

1024ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;

Part 20

1025ΓΕΩΡΓΌΣ: καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην

1026ἐν πᾶσι βολίτοις.

1026bΔΙΚΑΙΌΠΟΛΙΣ: εἶτα νυνὶ τοῦ δέει;

1027ΓΕΩΡΓΌΣ: ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.

1028ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,

1029ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.

1030ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.

1031ΓΕΩΡΓΌΣ: ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.

1032ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.

1033ΓΕΩΡΓΌΣ: σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα

1034ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.

1035ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδʼ ἂν στριβιλικίγξ· ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.

1036ΓΕΩΡΓΌΣ: οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.

1037ΧΟΡΌΣ: ἁνὴρ ἀνηύρηκέν τι ταῖς

1038σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν

1039οὐδενὶ μεταδώσειν.

1040ΔΙΚΑΙΌΠΟΛΙΣ: κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.

1041ΧΟΡΌΣ: ἤκουσας ὀρθιασμάτων;

1041bΔΙΚΑΙΌΠΟΛΙΣ: ὀπτᾶτε τἀγχέλεια.

1044ΧΟΡΌΣ: ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ

1045τοὺς γείτονας κνίσῃ τε καὶ

1046φωνῇ τοιαῦτα λάσκων.

1047ΔΙΚΑΙΌΠΟΛΙΣ: ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.

1048ΠΑΡΆΝΥΜΦΟΣ: Δικαιόπολι.

1048bΔΙΚΑΙΌΠΟΛΙΣ: τίς οὑτοσί; τίς οὑτοσί;

1049ΠΑΡΆΝΥΜΦΟΣ: ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα

1050ἐκ τῶν γάμων.

1050bΔΙΚΑΙΌΠΟΛΙΣ: καλῶς γε ποιῶν ὅστις ἦν.

1051ΠΑΡΆΝΥΜΦΟΣ: ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν,

1052ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων,

1053ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.

Part 21

1054ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀπόφερʼ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου,

1055ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν.

1056ἀλλʼ αὑτηὶ τίς ἔστιν;

1056bΠΑΡΆΝΥΜΦΟΣ: ἡ νυμφεύτρια

1057δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.

1058ΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα, ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. φέρε δεῦρο τὰς σπονδάς, ἵνʼ αὐτῇ δῶ μόνῃ, ὁτιὴ γυνή ʼστι τοῦ πολέμου τʼ οὐκ αἰτία.

1063ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι. οἶσθʼ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον, ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου. ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν,

1068ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.

1069ΧΟΡΌΣ: καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς·

1070ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται.

1071ἌΓΓΕΛΟΣ Α: ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.

1072ΛΆΜΑΧΟΣ: τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;

1073ἌΓΓΕΛΟΣ Α: ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον

1074ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους·

1075κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.

1076ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις

1077ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους.

1078ΛΆΜΑΧΟΣ: ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.

1079οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;

1080ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.

1081ΛΆΜΑΧΟΣ: οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.

1082ΔΙΚΑΙΌΠΟΛΙΣ: βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;

1083ΛΆΜΑΧΟΣ: αἰαῖ

1083aοἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.

1084ΔΙΚΑΙΌΠΟΛΙΣ: αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;

1085ἌΓΓΕΛΟΣ Β: Δικαιόπολι.

1085bΔΙΚΑΙΌΠΟΛΙΣ: τί ἔστιν;

1085cἌΓΓΕΛΟΣ Β: ἐπὶ δεῖπνον ταχὺ

1086βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ.

1087ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.

1088ἀλλʼ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι.

1089τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα,

1090κλῖναι τράπεζαι προσκεφάλαια στρώματα

1091στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα,

1092ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια,

1093ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.

1094ἀλλʼ ὡς τάχιστα σπεῦδε.

1094bΛΆΜΑΧΟΣ: κακοδαίμων ἐγώ.

1095ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.

1096σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.

1097ΛΆΜΑΧΟΣ: παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.

1098ΔΙΚΑΙΌΠΟΛΙΣ: παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.

Part 22

1099ΛΆΜΑΧΟΣ: ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.

1100ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.

1101ΛΆΜΑΧΟΣ: θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.

1102ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.

1103ΛΆΜΑΧΟΣ: ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.

1104ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.

1105ΛΆΜΑΧΟΣ: καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.

1106ΔΙΚΑΙΌΠΟΛΙΣ: καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.

1107ΛΆΜΑΧΟΣ: ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.

1108ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;

1109ΛΆΜΑΧΟΣ: τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.

1110ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.

1111ΛΆΜΑΧΟΣ: ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.

1112ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.

1113ΛΆΜΑΧΟΣ: ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;

1114ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.

1115βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ,

1116πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι;

1117ΛΆΜΑΧΟΣ: οἴμʼ ὡς ὑβρίζεις.

1117bΔΙΚΑΙΌΠΟΛΙΣ: τὰς ἀκρίδας κρίνει πολύ.

1118ΛΆΜΑΧΟΣ: παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.

1119ΔΙΚΑΙΌΠΟΛΙΣ: παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.

Part 23

1120ΛΆΜΑΧΟΣ: φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.

1121ἔχʼ, ἀντέχου παῖ.

1121bΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.

1122ΛΆΜΑΧΟΣ: τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.

1123ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.

1124ΛΆΜΑΧΟΣ: φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.

1125ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.

1126ΛΆΜΑΧΟΣ: ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;

1127ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;

1128ΛΆΜΑΧΟΣ: κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ

1129ἐνορῶ γέροντα δειλίας φευξούμενον.

1130ΔΙΚΑΙΌΠΟΛΙΣ: κατάχει σὺ τὸ μέλι. κἀνθάδʼ ἔνδηλος γέρων

1131κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.

1132ΛΆΜΑΧΟΣ: φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.

1133ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.

1134ΛΆΜΑΧΟΣ: ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.

1135ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.

1136ΛΆΜΑΧΟΣ: τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.

1137ΔΙΚΑΙΌΠΟΛΙΣ: τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.

1138ΛΆΜΑΧΟΣ: ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.

1139ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.

1140ΛΆΜΑΧΟΣ: τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.

1141νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.

1142ΔΙΚΑΙΌΠΟΛΙΣ: αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.

Part 24

1143ΧΟΡΌΣ: ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.

1144ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·

1145τῷ μὲν πίνειν στεφανωσαμένῳ,

1146σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,

1147τῷ δὲ καθεύδειν

1148μετὰ παιδίσκης ὡραιοτάτης,

1149ἀνατριβομένῳ τε τὸ δεῖνα.

1150ΧΟΡΌΣ: Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν,

1151ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς·

1155ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.

1156ὃν ἔτʼ ἐπίδοιμι τευθίδος

1157δεόμενον, ἡ δʼ ὠπτημένη

1158σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη

1159ὀκέλλοι· κᾆτα μέλλοντος

1160λαβεῖν αὐτοῦ κύων

1161ἁρπάσασα φεύγοι.

1162ΧΟΡΌΣ: τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.

1165ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων,

1166εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης

1167μαινόμενος· ὁ δὲ λίθον βαλεῖν

1168βουλόμενος ἐν σκότῳ λάβοι

1170τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον·

1171ἐπᾴξειεν δʼ ἔχων

1172τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν

1173βάλοι Κρατῖνον.

1174ΘΕΡΆΠΩΝ ΛΑΜΆΧΟΥ: ὦ δμῶες οἳ κατʼ οἶκόν ἐστε Λαμάχου, ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· ὀθόνια, κηρωτὴν παρασκευάζετε, ἔριʼ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν. ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον,

1179καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν, καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·

1184ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ. τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.

1189ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.

1190ΛΆΜΑΧΟΣ: ἀτταταῖ ἀτταταῖ

1193στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ.

1194διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.

1195ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο,

1196Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον

1197κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.

1198ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀτταταῖ ἀτταταῖ

1199τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.

1200φιλήσατόν με μαλθακῶς ὦ χρυσίω

1201τὸ περιπεταστὸν κἀπιμανδαλωτόν.

1202[...]

1203τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.

1204ΛΆΜΑΧΟΣ: ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.

1205ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.

1206ΔΙΚΑΙΌΠΟΛΙΣ: [...]

1207ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.

1208ΛΆΜΑΧΟΣ: στυγερὸς ἐγώ.

1208bΔΙΚΑΙΌΠΟΛΙΣ: τί με σὺ κυνεῖς;

1209ΛΆΜΑΧΟΣ: μογερὸς ἐγώ.

1209bΔΙΚΑΙΌΠΟΛΙΣ: τί με σὺ δάκνεις;

1210ΛΆΜΑΧΟΣ: τάλας ἐγὼ ξυμβολῆς βαρείας.

1211ΔΙΚΑΙΌΠΟΛΙΣ: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;

1212ΛΆΜΑΧΟΣ: ἰὼ ἰὼ Παιὰν Παιάν.

1213ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.

1214ΛΆΜΑΧΟΣ: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,

1215προσλάβεσθʼ ὦ φίλοι.

1216ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου

1217προσλάβεσθʼ ὦ φίλαι.

1218ΛΆΜΑΧΟΣ: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος

1219καὶ σκοτοδινιῶ.

1220ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι

1221καὶ σκοτοβινιῶ

Part 25

1222ΛΆΜΑΧΟΣ: θύραζέ μʼ ἐξενέγκατʼ ἐς τοῦ Πιττάλου

1223παιωνίαισι χερσίν.

1224ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ʼστιν ὁ βασιλεύς;

1225ἀπόδοτέ μοι τὸν ἀσκόν.

1226ΛΆΜΑΧΟΣ: λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.

1227ΔΙΚΑΙΌΠΟΛΙΣ: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος.

1228ΧΟΡΌΣ: τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.

1229ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.

1230ΧΟΡΌΣ: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν.

1231ΔΙΚΑΙΌΠΟΛΙΣ: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.

1232ΧΟΡΌΣ: ἀλλʼ ἑψόμεσθα σὴν χάριν

1233τήνελλα καλλίνικος ᾄδοντες

1234σὲ καὶ τὸν ἀσκόν.

Source: Perseus Digital Library

Back to top ↑