Ad Fontesto the sources

Wealth

Aristophanes · 8.8k words · Greek Text

Greek text only — English translation not yet available.
Contents — 33 sections
  1. Part 1
  2. Part 2
  3. Part 3
  4. Part 4
  5. Part 5
  6. Part 6
  7. Part 7
  8. Part 8
  9. Part 9
  10. Part 10
  11. Part 11
  12. Part 12
  13. Part 13
  14. Part 14
  15. Part 15
  16. Part 16
  17. Part 17
  18. Part 18
  19. Part 19
  20. Part 20
  21. Part 21
  22. Part 22
  23. Part 23
  24. Part 24
  25. Part 25
  26. Part 26
  27. Part 27
  28. Part 28
  29. Part 29
  30. Part 30
  31. Part 31
  32. Part 32
  33. Part 33

Part 1

1ΚΑΡΊΩΝ: ὡς ἀργαλέον πρᾶγμʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου. ἢν γὰρ τὰ βέλτισθʼ ὁ θεράπων λέξας τύχῃ, δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ, μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν.

6τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ, ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου, μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι

11ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς μελαγχολῶντʼ ἀπέπεμψέ μου τὸν δεσπότην, ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ, τοὐναντίον δρῶν ἢ προσῆκʼ αὐτῷ ποιεῖν. οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα,

16οὗτος δʼ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτʼ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. ἐγὼ μὲν οὖν οὐκ ἔσθʼ ὅπως σιγήσομαι, ἢν μὴ φράσῃς ὅ τι τῷδʼ ἀκολουθοῦμέν ποτε ὦ δέσποτʼ, ἀλλά σοι παρέξω πράγματα.

21οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε.

22ΧΡΕΜΎΛΟΣ: μὰ Δίʼ ἀλλʼ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με,

23ἵνα μᾶλλον ἀλγῇς.

23bΚΑΡΊΩΝ: λῆρος· οὐ γὰρ παύσομαι

24πρὶν ἂν φράσῃς μοι τίς ποτʼ ἐστὶν οὑτοσί·

25εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα.

26ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὔ σε κρύψω· τῶν ἐμῶν γὰρ οἰκετῶν

27πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον.

28ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ

29κακῶς ἔπραττον καὶ πένης ἦν·

29bΚΑΡΊΩΝ: οἶδά τοι.

30ΧΡΕΜΎΛΟΣ: ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες

31καὶ συκοφάνται καὶ πονηροί·

31bΚΑΡΊΩΝ: πείθομαι.

32ΧΡΕΜΎΛΟΣ: ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν,

33τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν

34ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον,

35τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει,

36πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους

37εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν,

38ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν.

39ΚΑΡΊΩΝ: τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων;

40ΧΡΕΜΎΛΟΣ: πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί·

41ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών,

42ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι,

43πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε.

44ΚΑΡΊΩΝ: καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ;

44bΧΡΕΜΎΛΟΣ: τουτῳί.

45ΚΑΡΊΩΝ: εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ

46φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα

47ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον;

48ΧΡΕΜΎΛΟΣ: τῷ τοῦτο κρίνεις;

48bΚΑΡΊΩΝ: δῆλον ὁτιὴ καὶ τυφλῷ

49γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον

50τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ.

51ΧΡΕΜΎΛΟΣ: οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει,

52ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ

53ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν

54καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,

55πυθοιμεθʼ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ.

56ΚΑΡΊΩΝ: ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις,

57ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ.

58ΠΛΟΥ͂ΤΟΣ: ἐγὼ μὲν οἰμώζειν λέγω σοι.

58bΚΑΡΊΩΝ: μαναθάνεις

59ὅς φησιν εἶναι;

59bΧΡΕΜΎΛΟΣ: σοὶ λέγει τοῦτʼ, οὐκ ἐμοί·

60σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει.

61ἀλλʼ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις,

62ἐμοὶ φράσον.

Part 2

62bΠΛΟΥ͂ΤΟΣ: κλάειν ἔγωγέ σοι λέγω.

63ΚΑΡΊΩΝ: δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ.

64ΧΡΕΜΎΛΟΣ: οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι.

65εἰ μὴ φράσεις γάρ—

65bΚΑΡΊΩΝ: ἀπό σʼ ὀλῶ κακὸν κακῶς.

66ΧΡΕΜΎΛΟΣ: ὦ τᾶν—

66bΠΛΟΥ͂ΤΟΣ: ἀπαλλάχθητον ἀπʼ ἐμοῦ.

66cΧΡΕΜΎΛΟΣ: πώμαλα.

67ΚΑΡΊΩΝ: καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστʼ ὦ δέσποτα.

68ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί.

69ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τινʼ αὐτὸν καταλιπων

70ἄπειμʼ, ἵνʼ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών.

71ΧΡΕΜΎΛΟΣ: ἀλλʼ αἶρε ταχέως.

71bΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς.

71cΧΡΕΜΎΛΟΣ: οὔκουν ἐρεῖς;

72ΠΛΟΥ͂ΤΟΣ: ἀλλʼ ἢν πύθησθέ μʼ ὅστις εἴμʼ, εὖ οἶδʼ ὅτι

73κακόν τί μʼ ἐργάσεσθε κοὐκ ἀφήσετον.

74ΧΡΕΜΎΛΟΣ: νὴ τοὺς θεοὺς ἡμεῖς γʼ, ἐὰν βούλῃ γε σύ.

75ΠΛΟΥ͂ΤΟΣ: μέθεσθε νῦν μου πρῶτον.

75bΧΡΕΜΎΛΟΣ: ἤν, μεθίεμεν.

76ΠΛΟΥ͂ΤΟΣ: ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με

77λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος.

78ἐγὼ γάρ εἰμι Πλοῦτος.

78bΧΡΕΜΎΛΟΣ: ὦ μιαρώτατε

79ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν;

80ΚΑΡΊΩΝ: σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος;

81ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες

82καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ;

82bΠΛΟΥ͂ΤΟΣ: ναί.

83ΧΡΕΜΎΛΟΣ: ἐκεῖνος αὐτός;

Part 3

83bΠΛΟΥ͂ΤΟΣ: αὐτότατος.

83cΧΡΕΜΎΛΟΣ: πόθεν οὖν φράσον

84αὐχμῶν βαδίζεις;

84bΠΛΟΥ͂ΤΟΣ: ἐκ Πατροκλέους ἔρχομαι,

85ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο.

86ΧΡΕΜΎΛΟΣ: τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι.

87ΠΛΟΥ͂ΤΟΣ: ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν.

88ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι

89ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους

90μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν,

91ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα.

92οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ.

93ΧΡΕΜΎΛΟΣ: καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους

94καὶ τοὺς δικαίους.

94bΠΛΟΥ͂ΤΟΣ: ὁμολογῶ σοι.

94cΧΡΕΜΎΛΟΣ: φέρε τί οὖν;

95εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ,

96φεύγοις ἂν ἤδη τοὺς πονηρούς;

96bΠΛΟΥ͂ΤΟΣ: φήμʼ ἐγώ.

97ΧΡΕΜΎΛΟΣ: ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;

97bΠΛΟΥ͂ΤΟΣ: πάνυ μὲν οὖν·

98πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου.

99ΧΡΕΜΎΛΟΣ: καὶ θαῦμά γʼ οὐδέν· οὐδʼ ἐγὼ γὰρ ὁ βλέπων.

100ΠΛΟΥ͂ΤΟΣ: ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπʼ ἐμοῦ.

101ΧΡΕΜΎΛΟΣ: μὰ Δίʼ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου.

102ΠΛΟΥ͂ΤΟΣ: οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα

103ἐμέλλετόν μοι;

103bΧΡΕΜΎΛΟΣ: καὶ σύ γʼ ἀντιβολῶ πιθοῦ,

104καὶ μή μʼ ἀπολίπῃς· οὐ γὰρ εὑρήσεις ἐμοῦ

105ζητῶν ἔτʼ ἄνδρα τοὺς τρόπους βελτίονα.

106ΚΑΡΊΩΝ: μὰ τὸν Δίʼ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ.

107ΠΛΟΥ͂ΤΟΣ: ταυτὶ λέγουσι πάντες· ἡνίκʼ ἂν δέ μου

108τύχωσʼ ἀληθῶς καὶ γένωνται πλούσιοι,

109ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ.

110ΧΡΕΜΎΛΟΣ: ἔχει μὲν οὕτως, εἰσὶ δʼ οὐ πάντες κακοί.

111ΠΛΟΥ͂ΤΟΣ: μὰ Δίʼ ἀλλʼ ἁπαξάπαντες.

Part 4

111bΚΑΡΊΩΝ: οἰμώξει μακρά.

112ΧΡΕΜΎΛΟΣ: σοὶ δʼ ὡς ἂν εἰδῇς ὅσα παρʼ ἡμῖν ἢν μένῃς

113γενήσετʼ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ.

114οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δʼ εἰρήσεται,

115ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας

116βλέψαι ποιήσας.

116bΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς τοῦτʼ ἐργάσῃ.

117οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι.

117bΧΡΕΜΎΛΟΣ: τί φῄς;

118ΚΑΡΊΩΝ: ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει.

119ΠΛΟΥ͂ΤΟΣ: ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρʼ ἔμʼ εἰ†

120πύθοιτʼ ἂν ἐπιτρίψειε.

120bΧΡΕΜΎΛΟΣ: νῦν δʼ οὐ τοῦτο δρᾷ,

121ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ;

122ΠΛΟΥ͂ΤΟΣ: οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ.

123ΧΡΕΜΎΛΟΣ: ἄληθες ὦ δειλότατε πάντων δαιμόνων;

124οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα

125καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου,

126ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον;

127ΠΛΟΥ͂ΤΟΣ: ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ.

127bΧΡΕΜΎΛΟΣ: ἔχʼ ἥσυχος.

NaNἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ

129μεῖζον δυνάμενον.

129bΠΛΟΥ͂ΤΟΣ: ἐμὲ σύ;

129cΧΡΕΜΎΛΟΣ: νὴ τὸν οὐρανόν.

130αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν;

131ΚΑΡΊΩΝ: διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ.

131bΧΡΕΜΎΛΟΣ: φέρε

132τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ;

132bΚΑΡΊΩΝ: ὁδί.

133ΧΡΕΜΎΛΟΣ: θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί;

134ΚΑΡΊΩΝ: καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς.

135ΧΡΕΜΎΛΟΣ: οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως

136παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν;

136bΠΛΟΥ͂ΤΟΣ: ὅτι τί δή;

Part 5

137ΧΡΕΜΎΛΟΣ: ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι,

138οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν,

139μὴ βουλομένου σοῦ.

139bΠΛΟΥ͂ΤΟΣ: πῶς;

139cΧΡΕΜΎΛΟΣ: ὅπως; οὐκ ἔσθʼ ὅπως

140ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν

141αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς

142τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος.

143ΠΛΟΥ͂ΤΟΣ: τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;

143bΧΡΕΜΎΛΟΣ: φήμʼ ἐγώ.

144καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν

145ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται.

146ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα.

147ΚΑΡΊΩΝ: ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον

148δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως.

149ΧΡΕΜΎΛΟΣ: καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας,

150ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ,

151οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος,

152τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν.

153ΚΑΡΊΩΝ: καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν

154οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν.

155ΧΡΕΜΎΛΟΣ: οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ

156αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί.

156bΚΑΡΊΩΝ: τί δαί;

157ΧΡΕΜΎΛΟΣ: ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς.

158ΚΑΡΊΩΝ: αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως

159ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν.

160ΧΡΕΜΎΛΟΣ: τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα

161ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα.

162ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος·

163ΚΑΡΊΩΝ: ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται·

164ΧΡΕΜΎΛΟΣ: ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών·

165ΚΑΡΊΩΝ: ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ·

166ΧΡΕΜΎΛΟΣ: ὁ δὲ γναφεύει γʼ·

166bΚΑΡΊΩΝ: ὁ δέ γε πλύνει κῴδια·

167ΧΡΕΜΎΛΟΣ: ὁ δὲ βυρσοδεψεῖ γʼ·

167bΚΑΡΊΩΝ: ὁ δέ γε πωλεῖ κρόμμυα·

Part 6

168ΧΡΕΜΎΛΟΣ: ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται.

169ΠΛΟΥ͂ΤΟΣ: οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.

170ΚΑΡΊΩΝ: μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ;

171ΧΡΕΜΎΛΟΣ: ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται;

172ΚΑΡΊΩΝ: τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι.

173ΧΡΕΜΎΛΟΣ: τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει;

174ΚΑΡΊΩΝ: ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται;

175ΧΡΕΜΎΛΟΣ: ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου;

176ΚΑΡΊΩΝ: Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται;

177ΧΡΕΜΎΛΟΣ: Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει;

178ΚΑΡΊΩΝ: ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις;

179ΧΡΕΜΎΛΟΣ: ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου;

180ΚΑΡΊΩΝ: ὁ Τιμοθέου δὲ πύργος—

180bΧΡΕΜΎΛΟΣ: ἐμπέσοι γέ σοι.

181τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται;

182μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος

183καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι.

184ΚΑΡΊΩΝ: κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε,

185ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον.

186ΠΛΟΥ͂ΤΟΣ: ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν;

187ΧΡΕΜΎΛΟΣ: καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα·

188ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε.

189τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή,

190ἔρωτος

190bΚΑΡΊΩΝ: ἄρτων

190cΧΡΕΜΎΛΟΣ: μουσικῆς

190dΚΑΡΊΩΝ: τραγημάτων

Part 7

191ΧΡΕΜΎΛΟΣ: τιμῆς

191bΚΑΡΊΩΝ: πλακούντων

191cΧΡΕΜΎΛΟΣ: ἀνδραγαθίας

191dΚΑΡΊΩΝ: ἰσχάδων

192ΧΡΕΜΎΛΟΣ: φιλοτιμίας

192bΚΑΡΊΩΝ: μάζης

192cΧΡΕΜΎΛΟΣ: στρατηγίας

192dΚΑΡΊΩΝ: φακῆς·

193ΧΡΕΜΎΛΟΣ: σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε.

194ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα,

195πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα·

196κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται,

197ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον.

198ΠΛΟΥ͂ΤΟΣ: εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ·

199πλὴν ἓν μόνον δέδοικα.

199bΧΡΕΜΎΛΟΣ: φράζε τοῦ πέρι;

200ΠΛΟΥ͂ΤΟΣ: ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε

201ἔχειν με, ταύτης δεσπότης γενήσομαι.

202ΧΡΕΜΎΛΟΣ: νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς

203δειλότατόν ἐσθʼ ὁ Πλοῦτος.

203bΠΛΟΥ͂ΤΟΣ: ἥκιστʼ, ἀλλά με

204τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε

205οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν,

206εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα·

207εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν.

208ΧΡΕΜΎΛΟΣ: μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ

209ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα,

210βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως.

211ΠΛΟΥ͂ΤΟΣ: πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν;

212ΧΡΕΜΎΛΟΣ: ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι

213ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην.

214ΠΛΟΥ͂ΤΟΣ: κἀκεῖνος οὖν σύνοιδε ταῦτα;

214bΧΡΕΜΎΛΟΣ: φήμʼ ἐγώ.

215ΠΛΟΥ͂ΤΟΣ: ὁρᾶτε.

Part 8

215bΧΡΕΜΎΛΟΣ: μὴ φρόντιζε μηδὲν ὦγαθέ.

216ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν,

217αὐτὸς διαπράξω ταῦτα.

217bΚΑΡΊΩΝ: κἂν βούλῃ γʼ, ἐγώ.

218ΧΡΕΜΎΛΟΣ: πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι,

219ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα.

220ΠΛΟΥ͂ΤΟΣ: παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους.

221ΧΡΕΜΎΛΟΣ: οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν.

222ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών—

222bΚΑΡΊΩΝ: τί δρῶ; λέγε.

223ΧΡΕΜΎΛΟΣ: τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως

224ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους,

225ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν

226ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος.

227ΚΑΡΊΩΝ: καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον

228τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών.

229ΧΡΕΜΎΛΟΣ: ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε.

230σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων

231εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία

232αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον

233μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως.

234ΠΛΟΥ͂ΤΟΣ: ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ· ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω·

239κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε. ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος

244γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου.

245ΧΡΕΜΎΛΟΣ: μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε.

246ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί,

247χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ

248πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ.

249ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι

250καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον,

251ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ.

251bΠΛΟΥ͂ΤΟΣ: πείθομαι.

252ΧΡΕΜΎΛΟΣ: τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι;

253ΚΑΡΊΩΝ: ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες,

254ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί,

255ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν,

256ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν.

257ΧΟΡΌΣ: οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως,

258ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη;

259σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι

260ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο.

261ΚΑΡΊΩΝ: οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις.

262ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας

263ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας.

264ΧΟΡΌΣ: ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν;

265ΚΑΡΊΩΝ: ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι

266ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν·

267οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι.

268ΧΟΡΌΣ: ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι.

269δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα.

270ΚΑΡΊΩΝ: πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν.

Part 9

271ΧΟΡΌΣ: μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι

272ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;

273ΚΑΡΊΩΝ: πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα

274ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν;

275ΧΟΡΌΣ: ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν

276ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.

277ΚΑΡΊΩΝ: ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν,

278σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν.

279ΧΟΡΌΣ: διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος,

280ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν,

281οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως

282δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες.

283ΚΑΡΊΩΝ: ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει

285ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει.

286ΧΟΡΌΣ: ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι;

287ΚΑΡΊΩΝ: νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε.

288ΧΟΡΌΣ: ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι

289ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ.

290ΚΑΡΊΩΝ: καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα

291μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων

292ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες

293βληχώμενοί τε προβατίων

294αἰγῶν τε κιναβρώντων μέλη

295ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε.

296ΧΟΡΌΣ: ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα

297βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,

298πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα

299ἡγούμενον τοῖς προβατίοις,

300εἰκῇ δὲ καταδαρθόντα που

301μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.

302ΚΑΡΊΩΝ: ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,

303ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ

304ἔπεισεν ὡς ὄντας κάπρους

305μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς,

306μιμήσομαι πάντας τρόπους·

307ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας

308ἕπεσθε μητρὶ χοῖροι.

309ΧΟΡΌΣ: οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν

310καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους

311λαβόντες ὑπὸ φιληδίας

312τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,

313μινθώσομέν θʼ ὥσπερ τράγου

314τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,

315ἕπεσθε μητρὶ χοῖροι.

316ΚΑΡΊΩΝ: ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη

317ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,

318ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ

319βουλήσομαι τοῦ δεσπότου

320λαβών τινʼ ἄρτον καὶ κρέας

321μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.

322ΧΡΕΜΎΛΟΣ: χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται

323ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·

324ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε

325καὶ συντεταμένως κοὐ κατεβλακευμένως.

326ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται

327ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.

328ΧΟΡΌΣ: θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.

329δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα

330ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ,

331αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.

332ΧΡΕΜΎΛΟΣ: καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ

333προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος

334ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.

335ΒΛΕΨΊΔΗΜΟΣ: τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ

336Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.

337καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς

338ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,

339ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.

340ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως

341χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.

342οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.

343ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς

344ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,

345ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων.

346ΒΛΕΨΊΔΗΜΟΣ: γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;

Part 10

347ΧΡΕΜΎΛΟΣ: ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.

348ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.

349ΒΛΕΨΊΔΗΜΟΣ: ποῖός τις;

349bΧΡΕΜΎΛΟΣ: οἷος;

349cΒΛΕΨΊΔΗΜΟΣ: λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.

350ΧΡΕΜΎΛΟΣ: ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί·

351ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.

352ΒΛΕΨΊΔΗΜΟΣ: τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον

353καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν

354οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι

355πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου.

356ΧΡΕΜΎΛΟΣ: πῶς οὐδὲν ὑγιές;

356bΒΛΕΨΊΔΗΜΟΣ: εἴ τι κεκλοφὼς νὴ Δία

357ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον

358παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.

359ΧΡΕΜΎΛΟΣ: Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.

360ΒΛΕΨΊΔΗΜΟΣ: παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς.

361ΧΡΕΜΎΛΟΣ: σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.

362ΒΛΕΨΊΔΗΜΟΣ: φεῦ,

362aὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,

363ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.

364ΧΡΕΜΎΛΟΣ: οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.

365ΒΛΕΨΊΔΗΜΟΣ: ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων.

366ΧΡΕΜΎΛΟΣ: μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.

367ΒΛΕΨΊΔΗΜΟΣ: ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,

368ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.

369ΧΡΕΜΎΛΟΣ: σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος

370ζητεῖς μεταλαβεῖν.

370bΒΛΕΨΊΔΗΜΟΣ: μεταλαβεῖν ζητῶ; τίνος;

371ΧΡΕΜΎΛΟΣ: τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.

372ΒΛΕΨΊΔΗΜΟΣ: μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;

Part 11

372bΧΡΕΜΎΛΟΣ: κακοδαιμονᾷς.

373ΒΛΕΨΊΔΗΜΟΣ: ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;

374ΧΡΕΜΎΛΟΣ: ουʼ δῆτʼ ἔγωγʼ.

374bΒΛΕΨΊΔΗΜΟΣ: ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν

375τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι.

376ΧΡΕΜΎΛΟΣ: κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.

377ΒΛΕΨΊΔΗΜΟΣ: ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ

378ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,

379τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.

380ΧΡΕΜΎΛΟΣ: καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς

381τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.

382ΒΛΕΨΊΔΗΜΟΣ: ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον

383ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων

384καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς

385τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου.

386ΧΡΕΜΎΛΟΣ: οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους

387ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας

388ἀπαρτὶ πλουτῆσαι ποιήσω.

388bΒΛΕΨΊΔΗΜΟΣ: τί σὺ λέγεις;

389οὕτω πάνυ πολλὰ κέκλοφας;

389bΧΡΕΜΎΛΟΣ: οἴμοι τῶν κακῶν,

390ἀπολεῖς.

390bΒΛΕΨΊΔΗΜΟΣ: σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς.

391ΧΡΕΜΎΛΟΣ: ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ

392ἔχω.

392bΒΛΕΨΊΔΗΜΟΣ: σὺ Πλοῦτον; ποῖον;

392cΧΡΕΜΎΛΟΣ: αὐτὸν τὸν θεόν.

393ΒΛΕΨΊΔΗΜΟΣ: καὶ ποῦ ʼστιν;

393bΧΡΕΜΎΛΟΣ: ἔνδον.

393cΒΛΕΨΊΔΗΜΟΣ: ποῦ;

393dΧΡΕΜΎΛΟΣ: παρʼ ἐμοί.

3933ΒΛΕΨΊΔΗΜΟΣ: παρὰ σοί;

Part 12

393fΧΡΕΜΎΛΟΣ: πάνυ.

394ΒΛΕΨΊΔΗΜΟΣ: οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;

394bΧΡΕΜΎΛΟΣ: νὴ τοὺς θεούς.

395ΒΛΕΨΊΔΗΜΟΣ: λὲγεις ἀληθῆ;

395bΧΡΕΜΎΛΟΣ: φημί.

395cΒΛΕΨΊΔΗΜΟΣ: πρὸς τῆς Ἑστίας;

396ΧΡΕΜΎΛΟΣ: νὴ τὸν Ποσειδῶ.

396bΒΛΕΨΊΔΗΜΟΣ: τὸν θαλάττιον λέγεις;

397ΧΡΕΜΎΛΟΣ: εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.

398ΒΛΕΨΊΔΗΜΟΣ: εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;

399ΧΡΕΜΎΛΟΣ: οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.

399bΒΛΕΨΊΔΗΜΟΣ: τί φῄς;

400οὐ τῷ μεταδοῦναι;

400bΧΡΕΜΎΛΟΣ: μὰ Δία. δεῖ γὰρ πρῶτα

400cΒΛΕΨΊΔΗΜΟΣ: τί;

401ΧΡΕΜΎΛΟΣ: βλέψαι ποιῆσαι νώ—

401bΒΛΕΨΊΔΗΜΟΣ: τίνα βλέψαι; φράσον.

402ΧΡΕΜΎΛΟΣ: τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.

403ΒΛΕΨΊΔΗΜΟΣ: τυφλὸς γὰρ ὄντως ἐστί;

403bΧΡΕΜΎΛΟΣ: νὴ τὸν οὐρανόν.

404ΒΛΕΨΊΔΗΜΟΣ: οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.

Part 13

405ΧΡΕΜΎΛΟΣ: ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται.

406ΒΛΕΨΊΔΗΜΟΣ: οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;

407ΧΡΕΜΎΛΟΣ: τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;

408οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.

409ΒΛΕΨΊΔΗΜΟΣ: σκοπῶμεν.

409bΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐκ ἔστιν.

409cΒΛΕΨΊΔΗΜΟΣ: οὐδ ἐμοὶ δοκεῖ.

410ΧΡΕΜΎΛΟΣ: μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην

411ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ

412κράτιστόν ἐστι.

412bΒΛΕΨΊΔΗΜΟΣ: πολὺ μὲν οὖν νὴ τοὺς θεούς.

413μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.

414ΧΡΕΜΎΛΟΣ: καὶ δὴ βαδίζω.

414bΒΛΕΨΊΔΗΜΟΣ: σπεῦδέ νυν.

414cΧΡΕΜΎΛΟΣ: τοῦτʼ αὐτὸ δρῶ.

415ΠΕΝΊΑ: ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον

416τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—

417ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;

417bΒΛΕΨΊΔΗΜΟΣ: Ἡράκλεις.

418ΠΕΝΊΑ: ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·

419τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,

420ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε

421οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.

422ΧΡΕΜΎΛΟΣ: σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.

423ΒΛΕΨΊΔΗΜΟΣ: ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·

424βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.

425ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας.

425bΒΛΕΨΊΔΗΜΟΣ: οὐκοῦν κλαύσεται.

426ΠΕΝΊΑ: ὄιεσθε δʼ εἶναι τίνα με;

426bΧΡΕΜΎΛΟΣ: πανδοκεύτριαν

427ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ

428ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.

Part 14

429ΠΕΝΊΑ: ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον

430ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν;

431ΧΡΕΜΎΛΟΣ: οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;

432ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.

433ΠΕΝΊΑ: ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην

434ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.

435ΒΛΕΨΊΔΗΜΟΣ: ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων,

436ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;

437ΠΕΝΊΑ: Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.

438ΒΛΕΨΊΔΗΜΟΣ: ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;

439ΧΡΕΜΎΛΟΣ: οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·

440οὐ παραμενεῖς;

440bΒΛΕΨΊΔΗΜΟΣ: ἥκιστα πάντων.

440cΧΡΕΜΎΛΟΣ: οὐ μενεῖς;

441ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;

442ΒΛΕΨΊΔΗΜΟΣ: Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ

443οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.

444ΧΡΕΜΎΛΟΣ: στῆθʼ, ἀντιβολῶ σε, στῆθι.

444bΒΛΕΨΊΔΗΜΟΣ: μὰ Δίʼ ἐγὼ μὲν οὔ.

445ΧΡΕΜΎΛΟΣ: καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ

446ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν

447ἔρημον ἀπολιπόντε ποι φευξούμεθα

448τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.

449ΒΛΕΨΊΔΗΜΟΣ: ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;

450ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα

451οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;

452ΧΡΕΜΎΛΟΣ: θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι

453τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.

454ΠΕΝΊΑ: γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,

455ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω;

456ΧΡΕΜΎΛΟΣ: σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ

457ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;

458ΠΕΝΊΑ: οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε

459ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω

460βλέψαι πάλιν;

460bΧΡΕΜΎΛΟΣ: τί οὖν ἀδικοῦμεν τοῦτό σε,

461εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν

462ἀγαθόν;

462bΠΕΝΊΑ: τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;

Part 15

462cΧΡΕΜΎΛΟΣ: ὅ τι;

463σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.

464ΠΕΝΊΑ: ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον

465κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους;

465bΧΡΕΜΎΛΟΣ: ὅ τι;

466εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.

467ΠΕΝΊΑ: καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον

468τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην

469ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ

470ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή,

471ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.

472ΧΡΕΜΎΛΟΣ: ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;

473ΠΕΝΊΑ: καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως

474ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,

475εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους.

476ΧΡΕΜΎΛΟΣ: ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;

477ΠΕΝΊΑ: οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.

478ΧΡΕΜΎΛΟΣ: καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ

479τοιαῦτʼ ἀκούων;

479bΠΕΝΊΑ: ὅστις ἐστὶν εὖ φρονῶν.

480ΧΡΕΜΎΛΟΣ: τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ,

481ἐὰν ἁλῷς;

481bΠΕΝΊΑ: ὅ τι σοι δοκεῖ.

481cΧΡΕΜΎΛΟΣ: καλῶς λέγεις.

482ΠΕΝΊΑ: τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.

483ΧΡΕΜΎΛΟΣ: ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;

484ΒΛΕΨΊΔΗΜΟΣ: ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.

485ΠΕΝΊΑ: οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν

486ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;

487ΧΟΡΌΣ: ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ

488ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.

489ΧΡΕΜΎΛΟΣ: φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως, ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου. τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.

494ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ, ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσει πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας. καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;

499ΒΛΕΨΊΔΗΜΟΣ: οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.

Part 16

500ΧΡΕΜΎΛΟΣ: ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται,

501τίς ἂν οὐχ ἡγοῖτʼ εἶναι μανίαν κακοδαιμονίαν τʼ ἔτι μᾶλλον;

502πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,

503ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δʼ ὄντες πάνυ χρηστοὶ

504πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.

505οὔκουν εἶναί φημʼ, εἰ παύσει ταύτην βλέψας ποθʼ ὁ Πλοῦτος,

506ὁδὸν ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγάθʼ ἄν μείζω πορίσειεν.

507ΠΕΝΊΑ: ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν, εἰ τοῦτο γένοιθʼ ὃ ποθεῖθʼ ὑμεῖς, οὔ φημʼ ἂν λυσιτελεῖν σφῷν. εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τʼ ἴσον αὑτόν, οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτʼ ἂν σοφίαν μελετῴη

512οὐδείς· ἀμφοῖν δʼ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν, ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν, ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι, ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;

517ΧΡΕΜΎΛΟΣ: λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθʼ ὅσα νῦν δὴ κατέλεξας

518οἱ θεράποντες μοχθήσουσιν.

518bΠΕΝΊΑ: πόθεν οὖν ἕξεις θεράποντας;

519ΧΡΕΜΎΛΟΣ: ὠνησόμεθʼ ἀργυρίου δήπου.

519bΠΕΝΊΑ: τίς δʼ ἔσται πρῶτον ὁ πωλῶν,

520ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ;

520bΧΡΕΜΎΛΟΣ: κερδαίνειν βουλόμενός τις

521ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.

522ΠΕΝΊΑ: ἀλλʼ οὐδʼ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδʼ ἀνδραποδιστὴς

523κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει

524κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;

525ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν

526ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.

526bΧΡΕΜΎΛΟΣ: ἐς κεφαλὴν σοί.

527ΠΕΝΊΑ: ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,

528οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;

529οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.

530οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων.

531καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;

532παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ

533τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι

534διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.

535ΧΡΕΜΎΛΟΣ: σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι·δίων κολοσυρτόν; φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλʼ ἐπανίστω.

540πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει· καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων,

545ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;

548ΠΕΝΊΑ: σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.

549ΧΡΕΜΎΛΟΣ: οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.

550ΠΕΝΊΑ: ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον.

551ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.

552πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·

553τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,

554περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.

555ΧΡΕΜΎΛΟΣ: ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας,

556εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.

557ΠΕΝΊΑ: σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,

558οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας

559καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες

560καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς,

561παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.

562ΧΡΕΜΎΛΟΣ: ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.

563ΠΕΝΊΑ: περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω

564ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.

565ΧΡΕΜΎΛΟΣ: πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν.

566ΒΛΕΨΊΔΗΜΟΣ: †νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†

Part 17

567ΠΕΝΊΑ: σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν

568ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,

569πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται,

570ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν.

571ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.

572ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,

573ὁτιὴ ζητεῖς τοῦτʼ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον

574Πενία Πλούτου.

574bΠΕΝΊΑ: καὶ σύ γʼ ἐλέγξαι μʼ οὔπω δύνασαι περὶ τούτου,

575ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις.

575bΧΡΕΜΎΛΟΣ: καὶ πῶς φεύγουσί σʼ ἅπαντες;

576ΠΕΝΊΑ: ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δʼ ἔστι μάλιστα

577ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα

578αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.

579ΧΡΕΜΎΛΟΣ: τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·

580κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει.

581ΒΛΕΨΊΔΗΜΟΣ: ταύτην δʼ ἡμῖν ἀποπέμπει.

581bΠΕΝΊΑ: ἀλλʼ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,

582ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτʼ ἤδη φανερῶς σε διδάξω.

583εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα

584ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,

585ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας

586κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.

587ΧΡΕΜΎΛΟΣ: οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·

588φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,

589λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.

590ΠΕΝΊΑ: πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι,

591εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.

592ΧΡΕΜΎΛΟΣ: ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.

593ΠΕΝΊΑ: τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν

594διὰ τὴν Πενίαν.

594bΧΡΕΜΎΛΟΣ: παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,

595εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη

596τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,

597τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.

598ΧΡΕΜΎΛΟΣ: ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς

599ἔτι μηδʼ ὁτιοῦν.

600οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς.

601ΠΕΝΊΑ: ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.

602ΧΡΕΜΎΛΟΣ: Παύσωνα κάλει τὸν ξύσσιτον.

603ΠΕΝΊΑ: τί πάθω τλήμων;

604ΧΡΕΜΎΛΟΣ: ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.

605ΠΕΝΊΑ: εἶμι δὲ ποῖ γῆς;

606ΧΡΕΜΎΛΟΣ: ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν

607χρῆν σʼ, ἀλλʼ ἀνύειν.

Part 18

608ΠΕΝΊΑ: ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ

609μεταπέμψεσθον.

610ΧΡΕΜΎΛΟΣ: τότε νοστήσεις· νῦν δὲ φθείρου.

611κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,

612σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.

613ΒΛΕΨΊΔΗΜΟΣ: νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν

614εὐωχεῖσθαι μετὰ τῶν παίδων

615τῆς τε γυναικός, καὶ λουσάμενος

616λιπαρὸς χωρῶν ἐκ βαλανείου

617τῶν χειροτεχνῶν

618καὶ τῆς Πενίας καταπαρδεῖν.

619ΧΡΕΜΎΛΟΣ: αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.

620ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν

621ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.

622ΒΛΕΨΊΔΗΜΟΣ: καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ

623ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.

624ΧΡΕΜΎΛΟΣ: παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν

625αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται,

626καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.

627ΚΑΡΊΩΝ: ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι

628γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,

629ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,

630ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου.

631ΧΟΡΌΣ: τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;

632φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.

633ΚΑΡΊΩΝ: ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,

634μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ

635ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας,

636Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.

637ΧΟΡΌΣ: λέγεις μοι χαράν, λέγεις μοι βοάν.

638ΚΑΡΊΩΝ: πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.

639ΧΟΡΌΣ: ἀναβοάσομαι τὸν εὔπαιδα καὶ

640μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν.

641ΓΥΝΉ: τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται

642χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι

643ἔνδον κάθημαι περιμένουσα τουτονί.

644ΚΑΡΊΩΝ: ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα

645καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα·

646ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.

647ΓΥΝΉ: καὶ ποῦ στιν;

647bΚΑΡΊΩΝ: ἐν τοῖς λεγομένοις εἴσει τάχα.

648ΓΥΝΉ: πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.

649ΚΑΡΊΩΝ: ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα

650ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ.

651ΓΥΝΉ: μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.

651bΚΑΡΊΩΝ: μὴ τἀγαθὰ

652ἃ νῦν γεγένηται;

Part 19

652bΓΥΝΉ: μὴ μὲν οὖν τὰ πράγματα.

653ΚΑΡΊΩΝ: ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν

654ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον

655νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα,

656πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,

657ἔπειτʼ ἐλοῦμεν.

657bΓΥΝΉ: νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν

658ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.

659ΚΑΡΊΩΝ: ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.

660ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα

661καθωσιώθη πέλανος Ἡφαίστου φλογί,

662κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·

663ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.

664ΓΥΝΉ: ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;

665ΚΑΡΊΩΝ: εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν· ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ

670ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,

675ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,

680εἴ που πόπανον εἴη τι καταλελειμμένον· ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.

684ΓΥΝΉ: ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;

685ΚΑΡΊΩΝ: νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα· ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ

690ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·

695ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.

696ΓΥΝΉ: ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;

696bΚΑΡΊΩΝ: οὐδέπω.

697μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι

698ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ

699ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.

700ΓΥΝΉ: ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.

701ΚΑΡΊΩΝ: οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα

702ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη

703τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.

704ΓΥΝΉ: αὐτὸς δʼ ἐκεῖνος;

704bΚΑΡΊΩΝ: οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.

705ΓΥΝΉ: λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.

706ΚΑΡΊΩΝ: μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.

706bΓΥΝΉ: αἲ τάλαν.

707ΚΑΡΊΩΝ: μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην

708δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα

709σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.

710ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον

711παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.

712ΓΥΝΉ: λίθινον;

712bΚΑΡΊΩΝ: μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.

Part 20

713ΓΥΝΉ: σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,

714ὃς ἐγκεκαλύφθαι φῄς;

714bΚΑΡΊΩΝ: διὰ τοῦ τριβωνίου· ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα

719ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·

724ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.

726ΓΥΝΉ: ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.

727ΚΑΡΊΩΝ: μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,

728καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,

729ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν

730τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ

731κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι

732καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.

733ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ

734ὑπερφυεῖς τὸ μέγεθος.

734bΓΥΝΉ: ὦ φίλοι θεοί.

735ΚΑΡΊΩΝ: τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ· καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων· ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς

740τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών. οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.

745ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.

748ΓΥΝΉ: ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.

749ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;

749bΚΑΡΊΩΝ: ἔρχεται. ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·

754ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα. οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ

759ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε· οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.

764ΓΥΝΉ: νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι

765εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ

766τοιαῦτʼ ἀπαγγείλαντα.

766bΚΑΡΊΩΝ: μή νυν μέλλʼ ἔτι,

767ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.

768ΓΥΝΉ: φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα

769ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.

770ΚΑΡΊΩΝ: ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι.

771ΠΛΟΥ͂ΤΟΣ: καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο. αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς, οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον,

776τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ, ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων· ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι

781ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.

782ΧΡΕΜΎΛΟΣ: βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοι

783οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.

784νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,

785ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.

786ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος

787περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;

788ΓΥΝΉ: ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.

789φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα

790ταυτὶ καταχέω σου λαβοῦσα.

790bΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς.

791ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν

792πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν

793πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.

794ΓΥΝΉ: εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;

795ΠΛΟΥ͂ΤΟΣ: ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος·

796ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.

797οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ

798ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις

799προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.

800ΓΥΝΉ: εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ

801ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

802ΚΑΡΊΩΝ: ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως, καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν. ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν. ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,

807οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου. ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι. τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.

812ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν. ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν

817χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε. καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος· ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ

822ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.

Part 21

823ΔΊΚΑΙΟΣ: ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν

824ἴωμεν.

824bΚΑΡΊΩΝ: ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;

825ΔΊΚΑΙΟΣ: ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής.

826ΚΑΡΊΩΝ: δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.

827ΔΊΚΑΙΟΣ: μάλιστʼ.

827bΚΑΡΊΩΝ: ἔπειτα τοῦ δέει;

827cΔΊΚΑΙΟΣ: πρὸς τὸν θεὸν

828ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.

829ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς

830λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,

831εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.

832ΚΑΡΊΩΝ: ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.

833ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν.

833bΚΑΡΊΩΝ: οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.

834ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως

835εὐηργέτησα δεομένους ἕξειν φίλους

836ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·

837οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.

838ΚΑΡΊΩΝ: καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.

838bΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν·

839αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.

840ΚΑΡΊΩΝ: ἀλλʼ οὐχὶ νῦν.

840bΔΊΚΑΙΟΣ: ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν

841προσευξόμενος ἥκω δικαίως ἐνθάδε.

842ΚΑΡΊΩΝ: τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,

843ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

844ΔΊΚΑΙΟΣ: καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.

845ΚΑΡΊΩΝ: μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα;

846ΔΊΚΑΙΟΣ: οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.

847ΚΑΡΊΩΝ: τὰ δʼ ἐμβάδια;

Part 22

847bΔΊΚΑΙΟΣ: καὶ ταῦτα συνεχειμάζετο.

848ΚΑΡΊΩΝ: καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;

848bΔΊΚΑΙΟΣ: νὴ τὸν Δία.

849ΚΑΡΊΩΝ: χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.

850ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,

851καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις

852καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.

853οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

854ΚΑΡΊΩΝ: Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,

855τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;

856ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,

857ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας

858διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν

859πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;

860ΔΊΚΑΙΟΣ: ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.

861προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,

862ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.

863ΚΑΡΊΩΝ: νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

864ΣΥΚΟΦΆΝΤΗΣ: ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους

865ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,

866εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ

867πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

868ΚΑΡΊΩΝ: καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;

868bΣΥΚΟΦΆΝΤΗΣ: ἐμὲ τουτονί.

869ΚΑΡΊΩΝ: ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;

870ΣΥΚΟΦΆΝΤΗΣ: μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός,

871κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

872ΚΑΡΊΩΝ: ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν

873ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.

874ΣΥΚΟΦΆΝΤΗΣ: σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·

875ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον

876εἰπεῖν ἃ πεπανούργηκας.

876bΚΑΡΊΩΝ: οἰμώξἄρα σύ.

877ΔΊΚΑΙΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος

878ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι

879τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

880ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς;

881ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;

882ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.

883ΔΊΚΑΙΟΣ: οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος

884τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.

Part 23

885ΚΑΡΊΩΝ: † ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.†

886ΣΥΚΟΦΆΝΤΗΣ: ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,

887ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.

888οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.

889ΔΊΚΑΙΟΣ: μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.

890ΣΥΚΟΦΆΝΤΗΣ: ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.

891ΚΑΡΊΩΝ: ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος

892διαρραγείης μηδενός γʼ ἐμπλήμενος.

893ΣΥΚΟΦΆΝΤΗΣ: ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω

894πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.

895ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.

896ΚΑΡΊΩΝ: κακόδαιμον ὀσφραίνει τι;

896bΔΊΚΑΙΟΣ: τοῦ ψύχους γʼ ἴσως

897ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.

898ΣΥΚΟΦΆΝΤΗΣ: ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,

899τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι

900ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.

901ΔΊΚΑΙΟΣ: σὺ φιλόπολις καὶ χρηστός;

901bΣΥΚΟΦΆΝΤΗΣ: ὡς οὐδείς γʼ ἀνήρ.

902ΔΊΚΑΙΟΣ: καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

902bΣΥΚΟΦΆΝΤΗΣ: τὸ τί;

903ΔΊΚΑΙΟΣ: γεωργὸς εἶ;

903bΣΥΚΟΦΆΝΤΗΣ: μελαγχολᾶν μʼ οὕτως οἴει;

904ΔΊΚΑΙΟΣ: ἀλλʼ ἔμπορος;

904bΣΥΚΟΦΆΝΤΗΣ: ναί, σκήπτομαί γʼ, ὅταν τύχω.

905ΔΊΚΑΙΟΣ: τί δαί; τέχνην τινʼ ἔμαθες;

905bΣΥΚΟΦΆΝΤΗΣ: οὐ μὰ τὸν Δία.

906ΔΊΚΑΙΟΣ: πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;

Part 24

907ΣΥΚΟΦΆΝΤΗΣ: τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων

908καὶ τῶν ἰδίων πάντων.

908bΔΊΚΑΙΟΣ: σύ; τί μαθών;

908cΣΥΚΟΦΆΝΤΗΣ: βούλομαι.

909ΔΊΚΑΙΟΣ: πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,

910εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει;

911ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν

912εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;

913ΔΊΚΑΙΟΣ: εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

914ΣΥΚΟΦΆΝΤΗΣ: τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις

915καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.

916ΔΊΚΑΙΟΣ: οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις

917ἄρχειν καθίστησιν;

917bΣΥΚΟΦΆΝΤΗΣ: κατηγορεῖ δὲ τίς;

918ΔΊΚΑΙΟΣ: ὁ βουλόμενος.

918bΣΥΚΟΦΆΝΤΗΣ: οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,

919ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.

920ΔΊΚΑΙΟΣ: νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει.

921ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων

922ζῆν ἀργός;

922bΣΥΚΟΦΆΝΤΗΣ: ἀλλὰ προβατίου βίον λέγεις,

923εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

924ΔΊΚΑΙΟΣ: οὐδʼ ἂν μεταμάθοις;

924bΣΥΚΟΦΆΝΤΗΣ: οὐδʼ ἂν εἰ δοίης γέ μοι

925τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

926ΔΊΚΑΙΟΣ: κατάθου ταχέως θοἰμάτιον.

926bΚΑΡΊΩΝ: οὗτος, σοὶ λέγει.

927ΔΊΚΑΙΟΣ: ἔπειθʼ ὑπόλυσαι.

927bΚΑΡΊΩΝ: ταῦτα πάντα σοὶ λέγει.

928ΣΥΚΟΦΆΝΤΗΣ: καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ

929ὁ βουλόμενος.

Part 25

929bΚΑΡΊΩΝ: οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.

930ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν.

931ΚΑΡΊΩΝ: σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.

932ΣΥΚΟΦΆΝΤΗΣ: ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.

933ΔΊΚΑΙΟΣ: ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

934ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι περιείλημμαι μόνος.

934bΚΑΡΊΩΝ: νυνὶ βοᾷς;

935ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι μάλʼ αὖθις.

935bΚΑΡΊΩΝ: δὸς σύ μοι τὸ τριβώνιον,

936ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.

937ΔΊΚΑΙΟΣ: μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

938ΚΑΡΊΩΝ: ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται

939ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;

940Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.

941ΔΊΚΑΙΟΣ: τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

942ΚΑΡΊΩΝ: καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα

943ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

944ΣΥΚΟΦΆΝΤΗΣ: ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ

945ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ

946καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν

947ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,

948ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος

949τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν

950τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.

951ΔΊΚΑΙΟΣ: καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν

952ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·

953ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.

954κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

955ΚΑΡΊΩΝ: ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν

956τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται

957ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.

958νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

959ΓΡΑΥ͂Σ: ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν

960ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ,

961ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

962ΧΟΡΌΣ: ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη

963ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.

964ΓΡΑΥ͂Σ: φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

965ΧΡΕΜΎΛΟΣ: μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.

966ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.

Part 26

967ΓΡΑΥ͂Σ: πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·

968ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,

969ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.

970ΧΡΕΜΎΛΟΣ: τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια

971εν ταῖς γυναιξὶν ἦσθα;

971bΓΡΑΥ͂Σ: μὰ Δίʼ ἐγὼ μὲν οὔ.

972ΧΡΕΜΎΛΟΣ: ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;

973ΓΡΑΥ͂Σ: σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

974ΧΡΕΜΎΛΟΣ: οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;

975ΓΡΑΥ͂Σ: ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,

976πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν

977καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,

978ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·

979ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.

980ΧΡΕΜΎΛΟΣ: τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε;

981ΓΡΑΥ͂Σ: οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.

982ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν

983εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·

984καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον

985ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον·

986πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.

987ΧΡΕΜΎΛΟΣ: οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε

988εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.

989ΓΡΑΥ͂Σ: καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας

990αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,

991ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

992ΧΡΕΜΎΛΟΣ: λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.

993ΓΡΑΥ͂Σ: ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει

994τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.

995ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ

996καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα

997ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι

998εἰς ἑσπέραν ἥξοιμι—

998bΧΡΕΜΎΛΟΣ: τί σʼ ἔδρασʼ; εἰπέ μοι.

999ΓΡΑΥ͂Σ: ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,

1000ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι,

1001καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι

1002πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.

1003ΧΡΕΜΎΛΟΣ: δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,

1004ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ·

1005πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν.

1006ΓΡΑΥ͂Σ: καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ

1007ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

1008ΧΡΕΜΎΛΟΣ: ἐπʼ ἐκφοράν;

1008bΓΡΑΥ͂Σ: μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον

1009ἐρῶν ἀκοῦσαι.

1009bΧΡΕΜΎΛΟΣ: τοῦ λαβεῖν μὲν οὖν χάριν.

Part 27

1010ΓΡΑΥ͂Σ: καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με,

1011νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.

1012ΧΡΕΜΎΛΟΣ: ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.

1013ΓΡΑΥ͂Σ: μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην

1014ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,

1015ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν.

1016οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.

1017ΧΡΕΜΎΛΟΣ: μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.

1018ΓΡΑΥ͂Σ: καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.

1019ΧΡΕΜΎΛΟΣ: ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

1020ΓΡΑΥ͂Σ: ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.

1021ΧΡΕΜΎΛΟΣ: εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.

1022ΓΡΑΥ͂Σ: τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

1023ΧΡΕΜΎΛΟΣ: οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο

1024γραὸς καπρώσης τἀφόδια κατεσθίειν.

1025ΓΡΑΥ͂Σ: ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,

1026φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.

1027ΧΡΕΜΎΛΟΣ: τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.

1028ΓΡΑΥ͂Σ: ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία

1029τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,

1030ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν.

1031ΧΡΕΜΎΛΟΣ: οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;

1032ΓΡΑΥ͂Σ: ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.

1033ΧΡΕΜΎΛΟΣ: ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.

1034ΓΡΑΥ͂Σ: ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.

1035ΧΡΕΜΎΛΟΣ: οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς.

1036ΓΡΑΥ͂Σ: διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.

1037ΧΡΕΜΎΛΟΣ: εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.

Part 28

1038ΓΡΑΥ͂Σ: καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,

1039οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·

1040ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν.

1040bΧΡΕΜΎΛΟΣ: φαίνεται.

1041στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.

1042ΝΕΑΝΊΑΣ: ἀσπάζομαί σε.

1042bΓΡΑΥ͂Σ: τί φησιν;

1042cΝΕΑΝΊΑΣ: ἀρχαία φίλη,

1043πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.

1044ΓΡΑΥ͂Σ: τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.

1045ΧΡΕΜΎΛΟΣ: ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι.

1046ΓΡΑΥ͂Σ: ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;

1047ΧΡΕΜΎΛΟΣ: τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·

1048μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.

1049ΓΡΑΥ͂Σ: οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.

1050ΝΕΑΝΊΑΣ: ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,

1051ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

1052ΓΡΑΥ͂Σ: ἆ ἆ,

1052bτὴν δᾷδα μή μοι πρόσφερʼ.

1052cΧΡΕΜΎΛΟΣ: εὖ μέντοι λέγει.

1053ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ

1054ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.

1055ΝΕΑΝΊΑΣ: βούλει διὰ χρόνου πρός με παῖσαι;

1055bΓΡΑΥ͂Σ: ποῖ τάλαν;

1056ΝΕΑΝΊΑΣ: αὐτοῦ, λαβοῦσα κάρυα.

1056bΓΡΑΥ͂Σ: παιδιὰν τίνα;

1057ΝΕΑΝΊΑΣ: πόσους ἔχεις ὀδόντας.

1057bΧΡΕΜΎΛΟΣ: ἀλλὰ γνώσομαι

1058κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.

1059ΝΕΑΝΊΑΣ: ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.

Part 29

1060ΓΡΑΥ͂Σ: ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,

1061πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.

1062ΝΕΑΝΊΑΣ: ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.

1063ΧΡΕΜΎΛΟΣ: οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,

1064εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,

1065ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.

1066ΓΡΑΥ͂Σ: γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

1067ΝΕΑΝΊΑΣ: πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων

1068ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.

1069ΓΡΑΥ͂Σ: μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.

1070ΧΡΕΜΎΛΟΣ: μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν.

1071ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα

1072μισεῖν σε ταύτην.

1072bΝΕΑΝΊΑΣ: ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.

1073ΧΡΕΜΎΛΟΣ: καὶ μὴν κατηγορεῖ γέ σου.

1073bΝΕΑΝΊΑΣ: τί κατηγορεῖ;

1074ΧΡΕΜΎΛΟΣ: εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι

1075πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.

1076ΝΕΑΝΊΑΣ: ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.

1076bΧΡΕΜΎΛΟΣ: τὸ τί;

1077ΝΕΑΝΊΑΣ: αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ

1078οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·

1079νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.

1080ΧΡΕΜΎΛΟΣ: οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως

1081εἶναι μετʼ αὐτῆς.

1081bΓΡΑΥ͂Σ: ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;

1082ΝΕΑΝΊΑΣ: οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ

1083ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.

1084ΧΡΕΜΎΛΟΣ: ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους

1085πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα.

1086ΝΕΑΝΊΑΣ: ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.

1087ΧΡΕΜΎΛΟΣ: οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται.

Part 30

1088ΝΕΑΝΊΑΣ: ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι

1089ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω.

1090ΓΡΑΥ͂Σ: ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι.

1091ΝΕΑΝΊΑΣ: ἐγὼ δέ γʼ οὐκ εἴσειμι.

1091bΧΡΕΜΎΛΟΣ: θάρρει, μὴ φοβοῦ.

1092οὐ γὰρ βιάσεται.

1092bΝΕΑΝΊΑΣ: πάνυ καλῶς τοίνυν λέγεις.

1093ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.

1094ΓΡΑΥ͂Σ: βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.

1095ΧΡΕΜΎΛΟΣ: ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον

1096ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

1097ΚΑΡΊΩΝ: τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;

1098οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον

1099φθεγγόμενον ἄλλως κλαυσιᾷ.

1099bἙΡΜΗ͂Σ: σέ τοι λέγω,

1100ὁ Καρίων, ἀνάμεινον.

1100bΚΑΡΊΩΝ: οὗτος εἰπέ μοι,

1101σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;

1102ἙΡΜΗ͂Σ: μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.

1103ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,

1104ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,

1105ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,

1106ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.

1106bΚΑΡΊΩΝ: εἰπέ μοι,

1107τί δʼ ἔστιν;

1107bἙΡΜΗ͂Σ: ὁ Ζεὺς ὦ πόνηρε βούλεται

1108ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον

1109ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.

1110ΚΑΡΊΩΝ: ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.

1111ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν

1112ἡμᾶς;

1112bἙΡΜΗ͂Σ: ὁτιὴ δεινότατα πάντων πραγμάτων

1113εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν

1114ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,

1115οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν

1116ἡμῖν ἔτι θύει τοῖς θεοῖς.

1116bΚΑΡΊΩΝ: μὰ Δίʼ οὐδέ γε

1117θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.

1118ἙΡΜΗ͂Σ: καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,

1119ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.

1119bΚΑΡΊΩΝ: σωφρονεῖς.

1120ἙΡΜΗ͂Σ: πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν

1121πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι

1122ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·

1123νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.

1124ΚΑΡΊΩΝ: οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν

1125ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων;

Part 31

1125bἙΡΜΗ͂Σ: οἴμοι τάλας,

1126οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.

1127ΚΑΡΊΩΝ: ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.

1128ἙΡΜΗ͂Σ: οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.

1129ΚΑΡΊΩΝ: ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.

1130ἙΡΜΗ͂Σ: σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον.

1131ΚΑΡΊΩΝ: ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.

1132ἙΡΜΗ͂Σ: οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.

1133ΚΑΡΊΩΝ: ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.

1134ἙΡΜΗ͂Σ: ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;

1135ΚΑΡΊΩΝ: εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν.

1136ἙΡΜΗ͂Σ: εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον

1137δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν

1138ὧν θύεθʼ ὑμεῖς ἔνδον.

1138bΚΑΡΊΩΝ: ἀλλʼ οὐκ ἐκφορά.

1139ἙΡΜΗ͂Σ: καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου

1140ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί.

1141ΚΑΡΊΩΝ: ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.

1142ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.

1143ἙΡΜΗ͂Σ: ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.

1144ΚΑΡΊΩΝ: οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,

1145ὁπότε τι ληφθείην πανουργήσας ἐγώ.

1146ἙΡΜΗ͂Σ: μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.

1147ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.

1148ΚΑΡΊΩΝ: ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;

1149ἙΡΜΗ͂Σ: τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.

1150ΚΑΡΊΩΝ: τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ;

Part 32

1151ἙΡΜΗ͂Σ: πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.

1152ΚΑΡΊΩΝ: τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;

1153ἙΡΜΗ͂Σ: παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.

1154ΚΑΡΊΩΝ: στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.

1155ἙΡΜΗ͂Σ: ἀλλʼ ἐμπολαῖον.

1155bΚΑΡΊΩΝ: ἀλλὰ πλουτοῦμεν· τί οὖν

1156Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;

1157ἙΡΜΗ͂Σ: ἀλλὰ δόλιον τοίνυν.

1157bΚΑΡΊΩΝ: δόλιον; ἥκιστά γε·

1158οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.

1159ἙΡΜΗ͂Σ: ἀλλʼ ἡγεμόνιον.

1159bΚΑΡΊΩΝ: ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,

1160ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι.

1161ἙΡΜΗ͂Σ: ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;

1162Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον

1163ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.

1164ΚΑΡΊΩΝ: ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·

1165οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον.

1166οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ

1167σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.

1168ἙΡΜΗ͂Σ: οὐκοῦν ἐπὶ τούτοις εἰσίω;

1168bΚΑΡΊΩΝ: καὶ πλῦνέ γε

1169αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,

1170ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς.

1171ἹΕΡΕΎΣ: τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;

1172ΧΡΕΜΎΛΟΣ: τί δʼ ἔστιν ὦ βέλτιστε;

1172bἹΕΡΕΎΣ: τί γὰρ ἀλλʼ ἢ κακῶς;

1173ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,

1174ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,

1175καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός.

1176ΧΡΕΜΎΛΟΣ: ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;

1177ἹΕΡΕΎΣ: θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.

1177bΧΡΕΜΎΛΟΣ: τίνος οὕνεκα;

Part 33

1178ἹΕΡΕΎΣ: ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,

1179ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος

1180ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν

1181δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις

1182κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς

1183θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,

1184πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.

1185ΧΡΕΜΎΛΟΣ: οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις;

1186ἹΕΡΕΎΣ: τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ

1187χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.

1188ΧΡΕΜΎΛΟΣ: θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.

1189ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,

1190αὐτόματος ἥκων.

1190bἹΕΡΕΎΣ: πάντʼ ἀγαθὰ τοίνυν λέγεις.

1191ΧΡΕΜΎΛΟΣ: ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε

1192τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος

1193τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.

1194ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,

1195ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ.

1195bἹΕΡΕΎΣ: πάνυ μὲν οὖν

1196δρᾶν ταῦτα χρή.

1196bΧΡΕΜΎΛΟΣ: τὸν Πλοῦτον ἔξω τις κάλει.

1197ΓΡΑΥ͂Σ: ἐγὼ δὲ τί ποιῶ;

1197bΧΡΕΜΎΛΟΣ: τὰς χύτρας, αἷς τὸν θεὸν

1198ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε

1199σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.

1200ΓΡΑΥ͂Σ: ὧν δʼ οὕνεκʼ ἦλθον;

1200bΧΡΕΜΎΛΟΣ: πάντα σοι πεπράξεται.

1201ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.

1202ΓΡΑΥ͂Σ: ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι

1203ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.

1204ΧΡΕΜΎΛΟΣ: καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία

1205αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις

1206ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν

1207τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.

1208ΧΟΡΌΣ: οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν

1209ἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.

Source: Perseus Digital Library

Back to top ↑