Ad Fontesto the sources

Frogs

Aristophanes · 10.0k words · Greek Text

Greek text only — English translation not yet available.
Contents — 38 sections
  1. Part 1
  2. Part 2
  3. Part 3
  4. Part 4
  5. Part 5
  6. Part 6
  7. Part 7
  8. Part 8
  9. Part 9
  10. Part 10
  11. Part 11
  12. Part 12
  13. Part 13
  14. Part 14
  15. Part 15
  16. Part 16
  17. Part 17
  18. Part 18
  19. Part 19
  20. Part 20
  21. Part 21
  22. Part 22
  23. Part 23
  24. Part 24
  25. Part 25
  26. Part 26
  27. Part 27
  28. Part 28
  29. Part 29
  30. Part 30
  31. Part 31
  32. Part 32
  33. Part 33
  34. Part 34
  35. Part 35
  36. Part 36
  37. Part 37
  38. Part 38

Part 1

1ΞΑΝΘΊΑΣ: Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα,

2ἐφʼ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι;

3ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δίʼ ὅ τι Βούλει γε, πλὴν πιέζομαι,

4τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστʼ ἤδη χολή.

5ΞΑΝΘΊΑΣ: μηδʼ ἕτερον ἀστεῖόν τι;

5bΔΙΌΝΥΣΟΣ: πλήν γʼ ὡς θλίβομαι.

6ΞΑΝΘΊΑΣ: τί δαί; τὸ πάνυ γέλοιον εἴπω;

6bΔΙΌΝΥΣΟΣ: νὴ Δία

7θαρρῶν γε· μόνον ἐκεῖνʼ ὅπως μὴ ʼρεῖς,

7bΞΑΝΘΊΑΣ: τὸ τί;

8ΔΙΌΝΥΣΟΣ: μεταβαλλόμενος τἀνάφορον ὅτι χεζητιᾷς.

9ΞΑΝΘΊΑΣ: μηδʼ ὅτι τοσοῦτον ἄχθος ἐπʼ ἐμαυτῷ φέρων,

10εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι;

11ΔΙΌΝΥΣΟΣ: μὴ δῆθʼ, ἱκετεύω, πλήν γʼ ὅταν μέλλω ʼξεμεῖν.

12ΞΑΝΘΊΑΣ: τί δῆτʼ ἔδει με ταῦτα τὰ σκεύη φέρειν,

13εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος

14εἴωθε ποιεῖν καὶ Λύκις κἀμειψίας;

16ΔΙΌΝΥΣΟΣ: μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,

17ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω,

18πλεῖν ἢ ʼνιαυτῷ πρεσβύτερος ἀπέρχομαι.

19ΞΑΝΘΊΑΣ: ὢ τρισκακοδαίμων ἄρʼ ὁ τράχηλος οὑτοσί,

20ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ.

21ΔΙΌΝΥΣΟΣ: εἶτʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ καὶ πολλὴ τρυφή,

22ὅτʼ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου

23αὐτὸς βαδίζω καὶ πονῶ, τοῦτον δʼ ὀχῶ,

24ἵνα μὴ ταλαιπωροῖτο μηδʼ ἄχθος φέροι;

25ΞΑΝΘΊΑΣ: οὐ γὰρ φέρω ʼγώ;

25bΔΙΌΝΥΣΟΣ: πῶς φέρεις γὰρ ὅς γʼ ὀχεῖ;

26ΞΑΝΘΊΑΣ: φέρων γε ταυτί.

26bΔΙΌΝΥΣΟΣ: τίνα τρόπον;

26cΞΑΝΘΊΑΣ: Βαρέως πάνυ.

27ΔΙΌΝΥΣΟΣ: οὔκουν τὸ Βάρος τοῦθʼ ὃ σὺ φέρεις ὄνος φέρει;

Part 2

28ΞΑΝΘΊΑΣ: οὐ δῆθʼ ὅ γʼ ἔχω ʼγὼ καὶ φέρω μὰ τὸν Δίʼ οὔ.

29ΔΙΌΝΥΣΟΣ: πῶς γὰρ φέρεις, ὅς γʼ αὐτὸς ὑφʼ ἑτέρου φέρει;

30ΞΑΝΘΊΑΣ: οὐκ οἶδʼ· ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται.

31ΔΙΌΝΥΣΟΣ: σὺ δʼ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σʼ ὠφελεῖν,

32ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε.

33ΞΑΝΘΊΑΣ: οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν;

34ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά.

35ΔΙΌΝΥΣΟΣ: κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας

36ἤδη βαδίζων εἰμὶ τῆσδʼ, οἷ πρῶτά με

37ἔδει τραπέσθαι. παιδίον, παῖ, ἠμί, παῖ.

38ἩΡΑΚΛΗ͂Σ: τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς

39ἐνήλαθʼ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν;

40ΔΙΌΝΥΣΟΣ: ὁ παῖς.

40bΞΑΝΘΊΑΣ: τί ἔστιν;

40cΔΙΌΝΥΣΟΣ: οὐκ ἐνεθυμήθης;

40dΞΑΝΘΊΑΣ: τὸ τί;

41ΔΙΌΝΥΣΟΣ: ὡς σφόδρα μʼ ἔδεισε.

41bΞΑΝΘΊΑΣ: νὴ Δία μὴ μαίνοιό γε.

42ἩΡΑΚΛΗ͂Σ: οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν·

43καίτοι δάκνω γʼ ἐμαυτόν· ἀλλʼ ὅμως γελῶ.

44ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.

45ἩΡΑΚΛΗ͂Σ: ἀλλʼ οὐχ οἷός τʼ εἴμʼ ἀποσοβῆσαι τὸν γέλων

46ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.

47τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;

48ποῖ γῆς ἀπεδήμεις;

48bΔΙΌΝΥΣΟΣ: ἐπεβάτευον Κλεισθένει—

49ἩΡΑΚΛΗ͂Σ: κἀναυμάχησας;

49bΔΙΌΝΥΣΟΣ: καὶ κατεδύσαμέν γε ναῦς

50τῶν πολεμίων ἢ δώδεκʼ ἢ τρεῖς καὶ δέκα.

51ἩΡΑΚΛΗ͂Σ: σφώ;

Part 3

51bΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ἀπόλλω.

51cΞΑΝΘΊΑΣ: κᾆτʼ ἔγωγʼ ἐξηγρόμην.

52ΔΙΌΝΥΣΟΣ: καὶ δῆτʼ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι

53τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος

54τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.

55ἩΡΑΚΛΗ͂Σ: πόθος; πόσος τις;

55bΔΙΌΝΥΣΟΣ: μικρὸς ἡλίκος Μόλων.

56ἩΡΑΚΛΗ͂Σ: γυναικός;

56bΔΙΌΝΥΣΟΣ: οὐ δῆτʼ.

56cἩΡΑΚΛΗ͂Σ: ἀλλὰ παιδός;

56dΔΙΌΝΥΣΟΣ: οὐδαμῶς.

57ἩΡΑΚΛΗ͂Σ: ἀλλʼ ἀνδρός;

57bΔΙΌΝΥΣΟΣ: ἀπαπαί.

57cἩΡΑΚΛΗ͂Σ: ξυνεγένου τῷ Κλεισθένει;

58ΔΙΌΝΥΣΟΣ: μὴ σκῶπτέ μʼ ὦδέλφʼ· οὐ γὰρ ἀλλʼ ἔχω κακῶς·

59τοιοῦτος ἵμερός με διαλυμαίνεται.

60ἩΡΑΚΛΗ͂Σ: ποῖός τις ὦδελφίδιον;

60bΔΙΌΝΥΣΟΣ: οὐκ ἔχω φράσαι.

61ὅμως γε μέντοι σοι διʼ αἰνιγμῶν ἐρῶ.

62ἤδη ποτʼ ἐπεθύμησας ἐξαίφνης ἔτνους;

63ἩΡΑΚΛΗ͂Σ: ἔτνους; βαβαιάξ, μυριάκις γʼ ἐν τῷ βίῳ.

64ΔΙΌΝΥΣΟΣ: ἆρʼ ἐκδιδάσκω τὸ σαφὲς ἢ ʼτέρᾳ φράσω;

65ἩΡΑΚΛΗ͂Σ: μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω.

66ΔΙΌΝΥΣΟΣ: τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος

67Εὐριπίδου.

67bἩΡΑΚΛΗ͂Σ: καὶ ταῦτα τοῦ τεθνηκότος;

Part 4

68ΔΙΌΝΥΣΟΣ: κοὐδείς γέ μʼ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ

69ἐλθεῖν ἐπʼ ἐκεῖνον.

69bἩΡΑΚΛΗ͂Σ: πότερον εἰς Ἅιδου κάτω;

70ΔΙΌΝΥΣΟΣ: καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστιν ἔτι κατωτέρω.

71ἩΡΑΚΛΗ͂Σ: τί βουλόμενος;

71bΔΙΌΝΥΣΟΣ: δέομαι ποιητοῦ δεξιοῦ.

72οἱ μὲν γὰρ οὐκέτʼ εἰσίν, οἱ δʼ ὄντες κακοί.

73ἩΡΑΚΛΗ͂Σ: τί δʼ; οὐκ Ἰοφῶν ζῇ;

73bΔΙΌΝΥΣΟΣ: τοῦτο γάρ τοι καὶ μόνον

74ἔτʼ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτʼ ἄρα·

75οὐ γὰρ σάφʼ οἶδʼ οὐδʼ αὐτὸ τοῦθʼ ὅπως ἔχει.

76ἩΡΑΚΛΗ͂Σ: εἶτʼ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου

77μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σʼ ἄγειν;

78ΔΙΌΝΥΣΟΣ: οὐ πρίν γʼ ἂν Ἰοφῶντʼ, ἀπολαβὼν αὐτὸν μόνον,

79ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.

80κἄλλως ὁ μέν γʼ Εὐριπίδης πανοῦργος ὢν

81κἂν ξυναποδρᾶναι δεῦρʼ ἐπιχειρήσειέ μοι·

82ὁ δʼ εὔκολος μὲν ἐνθάδʼ εὔκολος δʼ ἐκεῖ.

83ἩΡΑΚΛΗ͂Σ: Ἀγάθων δὲ ποῦ ʼστιν;

83bΔΙΌΝΥΣΟΣ: ἀπολιπών μʼ ἀποίχεται,

84ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.

85ἩΡΑΚΛΗ͂Σ: ποῖ γῆς ὁ τλήμων;

85bΔΙΌΝΥΣΟΣ: ἐς Μακάρων εὐωχίαν.

86ἩΡΑΚΛΗ͂Σ: ὁ δὲ Σενοκλέης;

86bΔΙΌΝΥΣΟΣ: ἐξόλοιτο νὴ Δία.

87ἩΡΑΚΛΗ͂Σ: Πυθάγγελος δέ;

87bΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος

88ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.

89ἩΡΑΚΛΗ͂Σ: οὔκουν ἕτερʼ ἔστʼ ἐνταῦθα μειρακύλλια

90τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,

91Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.

92ΔΙΌΝΥΣΟΣ: ἐπιφυλλίδες ταῦτʼ ἐστὶ καὶ στωμύλματα,

93χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,

94ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,

95ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.

96γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι

97ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.

98ἩΡΑΚΛΗ͂Σ: πῶς γόνιμον;

Part 5

98bΔΙΌΝΥΣΟΣ: ὡδὶ γόνιμον, ὅστις φθέγξεται

99τοιουτονί τι παρακεκινδυνευμένον,

100αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,

101ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθʼ ἱερῶν,

102γλῶτταν δʼ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.

103ἩΡΑΚΛΗ͂Σ: σὲ δὲ ταῦτʼ ἀρέσκει;

103bΔΙΌΝΥΣΟΣ: μἀλλὰ πλεῖν ἢ μαίνομαι.

104ἩΡΑΚΛΗ͂Σ: ἦ μὴν κόβαλά γʼ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.

105ΔΙΌΝΥΣΟΣ: μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.

106ἩΡΑΚΛΗ͂Σ: καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.

107ΔΙΌΝΥΣΟΣ: δειπνεῖν με δίδασκε.

107bΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.

108ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων

109ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους

110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ

111ἐχρῶ τόθʼ, ἡνίκʼ ἐπὶ τὸν Κέρβερον,

112τούτους φράσον μοι, λιμένας ἀρτοπώλια

113πορνεῖʼ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς

114πόλεις διαίτας πανδοκευτρίας, ὅπου

115κόρεις ὀλίγιστοι.

115bΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δʼ οὐδεὶς λόγος.

116ἩΡΑΚΛΗ͂Σ: ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;

117ΔΙΌΝΥΣΟΣ: μηδὲν ἔτι πρὸς ταῦτʼ, ἀλλὰ φράζε τῶν ὁδῶν

118ὅπῃ τάχιστʼ ἀφιξόμεθʼ εἰς Ἅιδου κάτω·

119καὶ μήτε θερμὴν μήτʼ ἄγαν ψυχρὰν φράσῃς.

120ἩΡΑΚΛΗ͂Σ: φέρε δὴ τίνʼ αὐτῶν σοι φράσω πρώτην; τίνα;

121μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,

122κρεμάσαντι σαυτόν.

122bΔΙΌΝΥΣΟΣ: παῦε, πνιγηρὰν λέγεις.

123ἩΡΑΚΛΗ͂Σ: ἀλλʼ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη

124ἡ διὰ θυείας.

124bΔΙΌΝΥΣΟΣ: ἆρα κώνειον λέγεις;

125ἩΡΑΚΛΗ͂Σ: μάλιστά γε.

125bΔΙΌΝΥΣΟΣ: ψυχράν γε καὶ δυσχείμερον·

126εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

127ἩΡΑΚΛΗ͂Σ: βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;

128ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δίʼ ὡς ὄντος γε μὴ βαδιστικοῦ.

Part 6

129ἩΡΑΚΛΗ͂Σ: καθέρπυσόν νυν ἐς Κεραμεικόν.

129bΔΙΌΝΥΣΟΣ: κᾆτα τί;

130ἩΡΑΚΛΗ͂Σ: ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν—

130bΔΙΌΝΥΣΟΣ: τί δρῶ;

131ἩΡΑΚΛΗ͂Σ: ἀφιεμένην τὴν λαμπάδʼ ἐντεῦθεν θεῶ,

132κἄπειτʼ ἐπειδὰν φῶσιν οἱ θεώμενοι

133εἷναι, τόθʼ εἷναι καὶ σὺ σαυτόν.

133bΔΙΌΝΥΣΟΣ: ποῖ

133cἩΡΑΚΛΗ͂Σ: κάτω.

134ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ἀπολέσαιμʼ ἂν ἐγκεφάλου θρίω δύο.

135οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

135bἩΡΑΚΛΗ͂Σ: τί δαί;

136ΔΙΌΝΥΣΟΣ: ἥνπερ σὺ τότε κατῆλθες.

136bἩΡΑΚΛΗ͂Σ: ἀλλʼ ὁ πλοῦς πολύς.

137εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ

138ἄβυσσον.

138bΔΙΌΝΥΣΟΣ: εἶτα πῶς περαιωθήσομαι;

139ἩΡΑΚΛΗ͂Σ: ἐν πλοιαρίῳ τυννουτῳί σʼ ἀνὴρ γέρων

140ναύτης διάξει δύʼ ὀβολὼ μισθὸν λαβών.

141ΔΙΌΝΥΣΟΣ: φεῦ,

141aὡς μέγα δύνασθον πανταχοῦ τὼ δύʼ ὀβολώ.

142πῶς ἠλθέτην κἀκεῖσε;

142bἩΡΑΚΛΗ͂Σ: Θησεὺς ἤγαγεν.

143μετὰ ταῦτʼ ὄφεις καὶ θηρίʼ ὄψει μυρία

144δεινότατα.

144bΔΙΌΝΥΣΟΣ: μή μʼ ἔκπληττε μηδὲ δειμάτου·

145οὐ γάρ μʼ ἀποτρέψεις.

145bἩΡΑΚΛΗ͂Σ: εἶτα βόρβορον πολὺν

146καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους,

147εἴ που ξένον τις ἠδίκησε πώποτε,

148ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,

149ἢ μητέρʼ ἠλόασεν, ἢ πατρὸς γνάθον

150ἐπάταξεν, ἢ ʼπίορκον ὅρκον ὤμοσεν,

151ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

152ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ

153τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.

154ἩΡΑΚΛΗ͂Σ: ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,

155ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,

156καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας

157ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

158ΔΙΌΝΥΣΟΣ: οὗτοι δὲ δὴ τίνες εἰσίν;

Part 7

158bἩΡΑΚΛΗ͂Σ: οἱ μεμυημένοι—

159ΞΑΝΘΊΑΣ: νὴ τὸν Δίʼ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.

160ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.

161ἩΡΑΚΛΗ͂Σ: οἵ σοι φράσουσʼ ἁπαξάπανθʼ ὧν ἂν δέῃ.

162οὗτοι γὰρ ἐγγύτατα παρʼ αὐτὴν τὴν ὁδὸν

163ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.

164καὶ χαῖρε πόλλʼ ὦδελφέ.

164bΔΙΌΝΥΣΟΣ: νὴ Δία καὶ σύ γε

165ὑγίαινε. σὺ δὲ τὰ στρώματʼ αὖθις λάμβανε.

166ΞΑΝΘΊΑΣ: πρὶν καὶ καταθέσθαι;

166bΔΙΌΝΥΣΟΣ: καὶ ταχέως μέντοι πάνυ.

167ΞΑΝΘΊΑΣ: μὴ δῆθʼ, ἱκετεύω σʼ, ἀλλὰ μίσθωσαί τινα

168τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτʼ ἔρχεται.

169ΔΙΌΝΥΣΟΣ: ἐὰν δὲ μὴ εὕρω;

169bΞΑΝΘΊΑΣ: τότε μʼ ἄγειν.

169cΔΙΌΝΥΣΟΣ: καλῶς λέγεις.

170καὶ γάρ τινʼ ἐκφέρουσι τουτονὶ νεκρόν,

171οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα·

172ἄνθρωπε βούλει σκευάριʼ εἰς Ἅιδου φέρειν;

173ΝΈΚΡΟΣ: πόσʼ ἄττα;

173bΔΙΌΝΥΣΟΣ: ταυτί.

173cΝΈΚΡΟΣ: δύο δραχμὰς μισθὸν τελεῖς;

174ΔΙΌΝΥΣΟΣ: μὰ Δίʼ ἀλλʼ ἔλαττον.

174bΝΈΚΡΟΣ: ὑπάγεθʼ ὑμεῖς τῆς ὁδοῦ.

175ΔΙΌΝΥΣΟΣ: ἀνάμεινον ὦ δαιμόνιʼ, ἐὰν ξυμβῶ τί σοι.

176ΝΈΚΡΟΣ: εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου.

177ΔΙΌΝΥΣΟΣ: λάβʼ ἐννέʼ ὀβολούς.

177bΝΈΚΡΟΣ: ἀναβιοίην νυν πάλιν.

178ΞΑΝΘΊΑΣ: ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται;

179ἐγὼ βαδιοῦμαι.

Part 8

179bΔΙΌΝΥΣΟΣ: χρηστὸς εἶ καὶ γεννάδας.

180χωρῶμεν ἐπὶ τὸ πλοῖον.

180bΧΆΡΩΝ: ὠὸπ παραβαλοῦ.

181ΞΑΝΘΊΑΣ: τουτὶ τί ἔστι;

181bΔΙΌΝΥΣΟΣ: τοῦτο; λίμνη νὴ Δία

182αὕτη ʼστὶν ἣν ἔφραζε, καὶ πλοῖόν γʼ ὁρῶ.

183ΞΑΝΘΊΑΣ: νὴ τὸν Ποσειδῶ κἄστι γʼ ὁ Χάρων οὑτοσί.

184ΔΙΌΝΥΣΟΣ: χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων, χαῖρʼ ὦ Χάρων.

185ΧΆΡΩΝ: τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων;

186τίς ἐς τὸ Λήθης πεδίον, ἢ σʼ Ὄνου πόκας,

187ἢ σʼ Κερβερίους, ἢ σʼ κόρακας, ἢ ʼπὶ Ταίναρον;

188ΔΙΌΝΥΣΟΣ: ἐγώ.

188bΧΆΡΩΝ: ταχέως ἔμβαινε.

188cΔΙΌΝΥΣΟΣ: ποῖ σχήσειν δοκεῖς;

189ἐς κόρακας ὄντως;

189bΧΆΡΩΝ: ναὶ μὰ Δία σοῦ γʼ οὕνεκα.

190ἔσβαινε δή.

190bΔΙΌΝΥΣΟΣ: παῖ δεῦρο.

190cΧΆΡΩΝ: δοῦλον οὐκ ἄγω,

191εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν.

192ΞΑΝΘΊΑΣ: μὰ τὸν Δίʼ οὐ γὰρ ἀλλʼ ἔτυχον ὀφθαλμιῶν.

193ΧΆΡΩΝ: οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;

194ΞΑΝΘΊΑΣ: ποῦ δῆτʼ ἀναμενῶ;

194bΧΆΡΩΝ: παρὰ τὸν Αὑαίνου λίθον

195ἐπὶ ταῖς ἀναπαύλαις.

195bΔΙΌΝΥΣΟΣ: μανθάνεις;

195cΞΑΝΘΊΑΣ: πάνυ μανθάνω.

196οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών;

197ΧΆΡΩΝ: κάθιζʼ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω.

198οὗτος τί ποιεῖς;

Part 9

198bΔΙΌΝΥΣΟΣ: ὅ τι ποιῶ; τί δʼ ἄλλο γʼ ἢ

199ἵζω ʼπὶ κώπην, οὗπερ ἐκέλευές με σύ;

200ΧΆΡΩΝ: οὔκουν καθεδεῖ δῆτʼ ἐνθαδὶ γάστρων;

200bΔΙΌΝΥΣΟΣ: ἰδού.

201ΧΆΡΩΝ: οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;

201bΔΙΌΝΥΣΟΣ: ἰδού.

202ΧΆΡΩΝ: οὐ μὴ φλυαρήσεις ἔχων ἀλλʼ ἀντιβὰς

203ἐλᾷς προθύμως;

203bΔΙΌΝΥΣΟΣ: κᾆτα πῶς δυνήσομαι

204ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος

205ὢν εἶτʼ ἐλαύνειν;

205bΧΆΡΩΝ: ῥᾷστʼ· ἀκούσει γὰρ μέλη

206κάλλιστʼ, ἐπειδὰν ἐμβάλῃς ἅπαξ,

206bΔΙΌΝΥΣΟΣ: τίνων;

207ΧΆΡΩΝ: βατράχων κύκνων θαυμαστά.

207bΔΙΌΝΥΣΟΣ: κατακέλευε δή.

208ΧΆΡΩΝ: ὦ ὀπὸπ ὦ ὀπόπ.

209ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ. λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰν φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,

214κοὰξ κοάξ, ἣν ἀμφὶ Νυσήιον Διὸς Διόνυσον ἐν Λίμναισιν ἰαχήσαμεν, ἡνίχʼ ὁ κραιπαλόκωμος

219τοῖς ἱεροῖσι Χύτροισι χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος. βρεκεκεκὲξ κοὰξ κοάξ.

222ΔΙΌΝΥΣΟΣ: ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι

223τὸν ὄρρον ὦ κοὰξ κοάξ·

224ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.

225ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ.

226ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·

227οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.

228ΒΆΤΡΑΧΟΙ: εἰκότως γʼ ὦ πολλὰ πράττων.

229ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι

230καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·

231προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,

232ἕνεκα δόνακος, ὃν ὑπολύριον

233ἔνυδρον ἐν λίμναις τρέφω.

235βρεκεκεκὲξ κοάξ κοάξ.

236ΔΙΌΝΥΣΟΣ: ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,

237χὠ πρωκτὸς ἰδίει πάλαι,

238κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—

239ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ.

240ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὦ φιλῳδὸν γένος

241παύσασθε.

Part 10

241bΒΆΤΡΑΧΟΙ: μᾶλλον μὲν οὖν

242φθεγξόμεσθʼ, εἰ δή ποτʼ εὐηλίοις

243ἐν ἁμέραισιν

244ἡλάμεσθα διὰ κυπείρου

244aκαὶ φλέω, χαίροντες ᾠδῆς

245πολυκολύμβοισι μέλεσιν,

246ἢ Διὸς φεύγοντες ὄμβρον

247ἔνυδρον ἐν βυθῷ χορείαν

248αἰόλαν ἐφθεγξάμεσθα

249πομφολυγοπαφλάσμασιν.

251ΔΙΌΝΥΣΟΣ: βρεκεκεκὲξ κοὰξ κοάξ.

252τουτὶ παρʼ ὑμῶν λαμβάνω.

253ΒΆΤΡΑΧΟΙ: δεινά τἄρα πεισόμεσθα.

254ΔΙΌΝΥΣΟΣ: δεινότερα δʼ ἔγωγʼ, ἐλαύνων

255εἰ διαρραγήσομαι.

256ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ.

257ΔΙΌΝΥΣΟΣ: οἰμώζετʼ· οὐ γάρ μοι μέλει.

258ΒΆΤΡΑΧΟΙ: ἀλλὰ μὴν κεκραξόμεσθά γʼ

259ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν

260χανδάνῃ διʼ ἡμέρας.

261ΔΙΌΝΥΣΟΣ: βρεκεκεκὲξ κοὰξ κοάξ.

262τούτῳ γὰρ οὐ νικήσετε.

263ΒΆΤΡΑΧΟΙ: οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.

264ΔΙΌΝΥΣΟΣ: οὐδὲ μὴν ὑμεῖς γʼ ἐμὲ

264aοὐδέποτε· κεκράξομαι γὰρ

265κἂν δέῃ διʼ ἡμέρας

265aβρεκεκεκὲξ κοὰξ κοάξ,

266ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ,

267βρεκεκεκὲξ κοὰξ κοάξ.

268ΔΙΌΝΥΣΟΣ: ἔμελλον ἄρα παύσειν ποθʼ ὑμᾶς τοῦ κοάξ.

269ΧΆΡΩΝ: ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω,

270ἔκβαινʼ, ἀπόδος τὸν ναῦλον.

270bΔΙΌΝΥΣΟΣ: ἔχε δὴ τὠβολώ.

271ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία.

272ΞΑΝΘΊΑΣ: ἰαῦ.

272bΔΙΌΝΥΣΟΣ: βάδιζε δεῦρο.

272cΞΑΝΘΊΑΣ: χαῖρʼ ὦ δέσποτα.

273ΔΙΌΝΥΣΟΣ: τί ἔστι τἀνταυθοῖ;

273bΞΑΝΘΊΑΣ: σκότος καὶ βόρβορος.

274ΔΙΌΝΥΣΟΣ: κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι

275καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν;

275bΞΑΝΘΊΑΣ: σὺ δʼ οὔ;

Part 11

276ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ποσειδῶ ʼγωγε, καὶ νυνί γʼ ὁρῶ.

277ἄγε δὴ τί δρῶμεν;

277bΞΑΝΘΊΑΣ: προϊέναι βέλτιστα νῷν,

278ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία

279τὰ δείνʼ ἔφασκʼ ἐκεῖνος.

279bΔΙΌΝΥΣΟΣ: ὡς οἰμώξεται.

280ἠλαζονεύεθʼ ἵνα φοβηθείην ἐγώ,

281εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος.

282οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθʼ ὡς Ἡρακλῆς.

283ἐγὼ δέ γʼ εὐξαίμην ἂν ἐντυχεῖν τινι

284λαβεῖν τʼ ἀγώνισμʼ ἄξιόν τι τῆς ὁδοῦ.

285ΞΑΝΘΊΑΣ: νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.

286ΔΙΌΝΥΣΟΣ: ποῦ ποῦ ʼστιν;

286bΞΑΝΘΊΑΣ: ἐξόπισθεν.

286cΔΙΌΝΥΣΟΣ: ἐξόπισθʼ ἴθι.

287ΞΑΝΘΊΑΣ: ἀλλʼ ἐστὶν ἐν τῷ πρόσθε.

287bΔΙΌΝΥΣΟΣ: πρόσθε νυν ἴθι.

288ΞΑΝΘΊΑΣ: καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.

289ΔΙΌΝΥΣΟΣ: ποῖόν τι;

289bΞΑΝΘΊΑΣ: δεινόν· παντοδαπὸν γοῦν γίγνεται

290τοτὲ μέν γε βοῦς, νυνὶ δʼ ὀρεύς, τοτὲ δʼ αὖ γυνὴ

291ὡραιοτάτη τις.

291bΔΙΌΝΥΣΟΣ: ποῦ ʼστι; φέρʼ ἐπʼ αὐτὴν ἴω.

292ΞΑΝΘΊΑΣ: ἀλλʼ οὐκέτʼ αὖ γυνή ʼστιν, ἀλλʼ ἤδη κύων.

293ΔΙΌΝΥΣΟΣ: Ἔμπουσα τοίνυν ἐστί.

293bΞΑΝΘΊΑΣ: πυρὶ γοῦν λάμπεται

294ἅπαν τὸ πρόσωπον.

294bΔΙΌΝΥΣΟΣ: καὶ σκέλος χαλκοῦν ἔχει;

295ΞΑΝΘΊΑΣ: νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον,

296σάφʼ ἴσθι.

296bΔΙΌΝΥΣΟΣ: ποῖ δῆτʼ ἂν τραποίμην;

296cΞΑΝΘΊΑΣ: ποῖ δʼ ἐγώ;

Part 12

297ΔΙΌΝΥΣΟΣ: ἱερεῦ διαφύλαξόν μʼ, ἵνʼ ὦ σοι ξυμπότης.

298ΞΑΝΘΊΑΣ: ἀπολούμεθʼ ὦναξ Ἡράκλεις.

298bΔΙΌΝΥΣΟΣ: οὐ μὴ καλεῖς μʼ

299ὦνθρωφʼ, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα.

300ΞΑΝΘΊΑΣ: Διόνυσε τοίνυν.

300bΔΙΌΝΥΣΟΣ: τοῦτό γʼ ἧττον θατέρου.

301ἴθʼ ᾗπερ ἔρχει.

301bΞΑΝΘΊΑΣ: δεῦρο δεῦρʼ ὦ δέσποτα.

302ΔΙΌΝΥΣΟΣ: τί δʼ ἔστι;

302bΞΑΝΘΊΑΣ: θάρρει· πάντʼ ἀγαθὰ πεπράγαμεν,

303ἔξεστί θʼ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν,

304ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.

305ἥμπουσα φρούδη.

305bΔΙΌΝΥΣΟΣ: κατόμοσον.

305cΞΑΝΘΊΑΣ: νὴ τὸν Δία.

306ΔΙΌΝΥΣΟΣ: καὖθις κατόμοσον.

306bΞΑΝΘΊΑΣ: νὴ Δίʼ.

306cΔΙΌΝΥΣΟΣ: ὄμοσον.

306dΞΑΝΘΊΑΣ: νὴ Δία.

307ΔΙΌΝΥΣΟΣ: οἴμοι τάλας, ὡς ὠχρίασʼ αὐτὴν ἰδών.

308ΞΑΝΘΊΑΣ: ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.

309ΔΙΌΝΥΣΟΣ: οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν;

310τίνʼ αἰτιάσομαι θεῶν μ' ἀπολλύναι;

311ΞΑΝΘΊΑΣ: αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα;

312ΔΙΌΝΥΣΟΣ: οὗτος.

312bΞΑΝΘΊΑΣ: τί ἔστιν;

Part 13

312cΔΙΌΝΥΣΟΣ: οὐ κατήκουσας;

312dΞΑΝΘΊΑΣ: τίνος;

313ΔΙΌΝΥΣΟΣ: αὐλῶν πνοῆς.

313bΞΑΝΘΊΑΣ: ἔγωγε, καὶ δᾴδων γέ με

314αὔρα τις εἰσέπνευσε μυστικωτάτη.

315ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.

316ΧΟΡΌΣ: Ἴακχʼ ὦ Ἴακχε.

317Ἴακχʼ ὦ Ἴακχε.

318ΞΑΝΘΊΑΣ: τοῦτʼ ἔστʼ ἐκεῖνʼ ὦ δέσποθʼ· οἱ μεμυημένοι

319ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν.

320ᾄδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας.

321ΔΙΌΝΥΣΟΣ: κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν

322βέλτιστόν ἐσθʼ, ἕως ἂν εἰδῶμεν σαφῶς.

324ΧΟΡΌΣ: Ἴακχʼ ὦ πολυτίμητʼ ἐν ἕδραις ἐνθάδε ναίων, Ἴακχʼ ὦ Ἴακχε, ἐλθὲ τόνδʼ ἀνὰ λειμῶνα χορεύσων ὁσίους ἐς θιασώτας, πολύκαρπον μὲν τινάσσων

329περὶ κρατὶ σῷ βρύοντα στέφανον μύρτων, θρασεῖ δʼ ἐγκατακρούων ποδὶ τὰν ἀκόλαστον φιλοπαίγμονα τιμάν, χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν

336ὁσίοις μύσταις χορείαν.

337ΞΑΝΘΊΑΣ: ὦ πότνια πολυτίμητε Δήμητρος κόρη,

338ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν.

339ΔΙΌΝΥΣΟΣ: οὔκουν ἀτρέμʼ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;

340ΧΟΡΌΣ: †ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†, Ἴακχʼ ὦ Ἴακχε, νυκτέρου τελετῆς φωσφόρος ἀστήρ. φλογὶ φέγγεται δὲ λειμών· γόνυ πάλλεται γερόντων·

346ἀποσείονται δὲ λύπας χρονίους τʼ ἐτῶν παλαιῶν ἐνιαυτοὺς ἱερᾶς ὑπὸ τιμᾶς. σὺ δὲ λαμπάδι † φλέγων† προβάδην ἔξαγʼ ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον

353χοροποιὸν μάκαρ ἥβαν.

354ΧΟΡΌΣ: εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν, ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτʼ εἶδεν μήτʼ ἐχόρευσεν, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖʼ ἐτελέσθη, ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ʼν καιρῷ τοῦτο ποιοῦσιν,

359ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδʼ εὔκολός ἐστι πολίταις, ἀλλʼ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητʼ ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων,

364ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον, ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτʼ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου·

369τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλʼ ἀπαυδῶ ἐξίστασθαι μύσταισι χοροῖς· ὑμεῖς δʼ ἀνεγείρετε μολπὴν καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ.

372ΧΟΡΌΣ: χώρει νυν πᾶς ἀνδρείως

373ἐς τοὺς εὐανθεῖς κόλπους

374λειμώνων ἐγκρούων

375κἀπισκώπτων

376καὶ παίζων καὶ χλευάζων,

377ἠρίστηται δʼ ἐξαρκούντως.

378ΧΟΡΌΣ: ἀλλʼ ἔμβα χὤπως ἀρεῖς

379τὴν Σώτειραν γενναίως

380τῇ φωνῇ μολπάζων,

381ἣ τὴν χώραν

382σῴζειν φήσʼ ἐς τὰς ὥρας,

383κἂν Θωρυκίων μὴ βούληται.

384ΧΟΡΌΣ: ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν

385Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε.

386ΧΟΡΌΣ: Δήμητερ ἁγνῶν ὀργίων

387ἄνασσα συμπαραστάτει,

388καὶ σῷζε τὸν σαυτῆς χορόν,

389καί μʼ ἀσφαλῶς πανήμερον

390παῖσαί τε καὶ χορεῦσαι·

391ΧΟΡΌΣ: καὶ πολλὰ μὲν γέλοιά μʼ εἰ-

392πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ

393τῆς σῆς ἑορτῆς ἀξίως

394παίσαντα καὶ σκώψαντα νι-

395κήσαντα ταινιοῦσθαι.

396ΧΟΡΌΣ: ἄγʼ εἶα

397νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο

398ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας.

399ΧΟΡΌΣ: Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς

400ἥδιστον εὑρών, δεῦρο συνακολούθει

401πρὸς τὴν θεὸν

402καὶ δεῖξον ὡς ἄνευ πόνου

403πολλὴν ὁδὸν περαίνεις.

404Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

Part 14

405ΧΟΡΌΣ: σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι

406κἀπʼ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον

407καὶ τὸ ῥάκος,

408κἀξηῦρες ὥστʼ ἀζημίους

409παίζειν τε καὶ χορεύειν.

410Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

411ΧΟΡΌΣ: καὶ γὰρ παραβλέψας τι μειρακίσκης

412νῦν δὴ κατεῖδον καὶ μάλʼ εὐπροσώπου

413συμπαιστρίας

414χιτωνίου παραρραγέν-

415τος τιτθίον προκύψαν.

416Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με.

417ΔΙΌΝΥΣΟΣ: ἐγὼ δʼ ἀεί πως φιλακόλου-

418θός εἰμι καὶ μετʼ αὐτῆς

419παίζων χορεύειν βούλομαι.

419bΞΑΝΘΊΑΣ: κἄγωγε πρός.

420ΧΟΡΌΣ: βούλεσθε δῆτα κοινῇ

421σκώψωμεν Ἀρχέδημον;

422ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας.

423ΧΟΡΌΣ: νυνὶ δὲ δημαγωγεῖ

424ἐν τοῖς ἄνω νεκροῖσι,

425κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας.

426ΧΟΡΌΣ: τὸν Κλεισθένους δʼ ἀκούω

427ἐν ταῖς ταφαῖσι πρωκτὸν

428τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους·

429ΧΟΡΌΣ: κἀκόπτετʼ ἐγκεκυφώς,

430κἄκλαε κἀκεκράγει

431Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος.

432ΧΟΡΌΣ: καὶ Καλλίαν γέ φασι

433τοῦτον τὸν Ἱπποβίνου

434κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον.

435ΔΙΌΝΥΣΟΣ: ἔχοιτʼ ἂν οὖν φράσαι νῷν

436Πλούτωνʼ ὅπου ʼνθάδʼ οἰκεῖ;

437ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω.

438ΧΟΡΌΣ: μηδὲν μακρὰν ἀπέλθῃς,

439μηδʼ αὖθις ἐπανέρῃ με,

440ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὴν θύραν ἀφιγμένος.

441ΔΙΌΝΥΣΟΣ: αἴροιʼ ἂν αὖθις ὦ παῖ.

442ΞΑΝΘΊΑΣ: τουτὶ τί ἦν τὸ πρᾶγμα;

443ἀλλʼ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν.

444ΧΟΡΌΣ: χωρεῖτε

445νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀνʼ ἄλσος

446παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς·

447ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν,

448οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων.

449ΧΟΡΌΣ: χωρῶμεν ἐς πολυρρόδους

450λειμῶνας ἀνθεμώδεις,

451τὸν ἡμέτερον τρόπον

452τὸν καλλιχορώτατον

453παίζοντες, ὃν ὄλβιαι

454Μοῖραι ξυνάγουσιν.

455ΧΟΡΌΣ: μόνοις γὰρ ἡμῖν ἥλιος

456καὶ φέγγος ἱλαρόν ἐστιν,

457ὅσοι μεμυήμεθʼ εὐ-

457aσεβῆ τε διήγομεν

458τρόπον περὶ τοὺς ξένους

459καὶ τοὺς ἰδιώτας.

460ΔΙΌΝΥΣΟΣ: ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα;

461πῶς ἐνθάδʼ ἄρα κόπτουσιν οὑπιχώριοι;

462ΞΑΝΘΊΑΣ: οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας,

463καθʼ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμʼ ἔχων.

464ΔΙΌΝΥΣΟΣ: παῖ παῖ.

464bἌΙΑΚΟΣ: τίς οὗτος;

Part 15

464cΔΙΌΝΥΣΟΣ: Ἡρακλῆς ὁ καρτερός.

465ἌΙΑΚΟΣ: ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύνʼ ἡμῶν ἐξελάσας τὸν Κέρβερον ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·

470τοία Στυγός σε μελανοκάρδιος πέτρα Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται

475Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.

479ΞΑΝΘΊΑΣ: οὗτος τί δέδρακας;

479bΔΙΌΝΥΣΟΣ: ἐγκέχοδα· κάλει θεόν.

480ΞΑΝΘΊΑΣ: ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ

481πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;

481bΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὡρακιῶ.

482ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.

483ΞΑΝΘΊΑΣ: ἰδοὺ λαβέ, προσθοῦ.

483bΔΙΌΝΥΣΟΣ: ποῦ ʼστιν;

483cΞΑΝΘΊΑΣ: ὦ χρυσοῖ θεοὶ

484ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;

484bΔΙΌΝΥΣΟΣ: δείσασα γὰρ

485ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν.

486ΞΑΝΘΊΑΣ: ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.

486bΔΙΌΝΥΣΟΣ: ἐγώ;

487πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;

488οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.

488bΞΑΝΘΊΑΣ: ἀλλὰ τί;

489ΔΙΌΝΥΣΟΣ: κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·

490ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην.

491ΞΑΝΘΊΑΣ: ἀνδρεῖά γʼ ὦ Πόσειδον.

491bΔΙΌΝΥΣΟΣ: οἶμαι νὴ Δία.

492σὺ δʼ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων

493καὶ τὰς ἀπειλάς;

493bΞΑΝΘΊΑΣ: οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισα.

494ΔΙΌΝΥΣΟΣ: ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ,

495σὺ μὲν γενοῦ ʼγὼ τὸ ῥόπαλον τουτὶ λαβὼν

496καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ·

497ἐγὼ δʼ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει.

498ΞΑΝΘΊΑΣ: φέρε δὴ ταχέως αὔτʼ· οὐ γὰρ ἀλλὰ πειστέον·

499καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν,

500εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμʼ ἔχων.

501ΔΙΌΝΥΣΟΣ: μὰ Δίʼ ἀλλʼ ἀληθῶς οὑκ Μελίτης μαστιγίας.

502φέρε νυν ἐγὼ τὰ στρώματʼ αἴρωμαι ταδί.

Part 16

503ΘΕΡΆΠΑΙΝΑ: ὦ φίλταθʼ ἥκεις Ἡράκλεις; δεῦρʼ εἴσιθι.

504ἡ γὰρ θεός σʼ ὡς ἐπύθεθʼ ἥκοντʼ, εὐθέως

505ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας

506ἔτνους δύʼ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζʼ ὅλον,

507πλακοῦντας ὤπτα κολλάβους. ἀλλʼ εἴσιθι.

508ΞΑΝΘΊΑΣ: κάλλιστʼ, ἐπαινῶ.

508bΘΕΡΆΠΑΙΝΑ: μὰ τὸν Ἀπόλλω οὐ μή σʼ ἐγὼ

509περιόψομἀπελθόντʼ, ἐπεί τοι καὶ κρέα

510ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα

511ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον.

512ἀλλʼ εἴσιθʼ ἅμʼ ἐμοί.

512bΞΑΝΘΊΑΣ: πάνυ καλῶς.

512cΘΕΡΆΠΑΙΝΑ: ληρεῖς ἔχων

513οὐ γάρ σʼ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι

514ἥδʼ ἔνδον ἔσθʼ ὡραιοτάτη κὠρχηστρίδες

515ἕτεραι δύʼ ἢ τρεῖς.

515bΞΑΝΘΊΑΣ: πῶς λέγεις; ὀρχηστρίδες;

516ΘΕΡΆΠΑΙΝΑ: ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι.

517ἀλλʼ εἴσιθʼ, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη

518ἔμελλʼ ἀφαιρεῖν χἠ τράπεζʼ εἰσῄρετο.

519ΞΑΝΘΊΑΣ: ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν

520ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι.

521ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων.

522ΔΙΌΝΥΣΟΣ: ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ,

523ὁτιή σε παίζων Ἡρακλέα ʼνεσκεύασα;

524οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία,

525ἀλλʼ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα.

526ΞΑΝΘΊΑΣ: τί δʼ ἔστιν; οὔ τι πού μʼ ἀφελέσθαι διανοεῖ

527ἅδωκας αὐτός;

527bΔΙΌΝΥΣΟΣ: οὐ τάχʼ, ἀλλʼ ἤδη ποιῶ.

528κατάθου τὸ δέρμα.

528bΞΑΝΘΊΑΣ: ταῦτʼ ἐγὼ μαρτύρομαι

529καὶ τοῖς θεοῖσιν ἐπιτρέπω.

529bΔΙΌΝΥΣΟΣ: ποίοις θεοῖς;

530τὸ δὲ προσδοκῆσαί σʼ οὐκ ἀνόητον καὶ κενὸν

531ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει;

532ΞΑΝΘΊΑΣ: ἀμέλει καλῶς· ἔχʼ αὔτʼ. ἴσως γάρ τοί ποτε

533ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι.

534ΧΟΡΌΣ: ταῦτα μὲν πρὸς ἀνδρός ἐστι

534aνοῦν ἔχοντος καὶ φρένας καὶ

535πολλὰ περιπεπλευκότος,

536μετακυλίνδειν αὑτὸν ἀεὶ

537πρὸς τὸν εὖ πράττοντα τοῖχον

537aμᾶλλον ἢ γεγραμμένην

538εἰκόνʼ ἑστάναι, λαβόνθʼ ἓν

539σχῆμα· τὸ δὲ μεταστρέφεσθαι

539aπρὸς τὸ μαλθακώτερον

540δεξιοῦ πρὸς ἀνδρός ἐστι

540aκαὶ φύσει Θηραμένους.

541ΔΙΌΝΥΣΟΣ: οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ

542Ξανθίας μὲν δοῦλος ὢν ἐν

543στρώμασιν Μιλησίοις

543aἀνατετραμμένος κυνῶν ὀρ-

544χηστρίδʼ εἶτʼ ᾔτησεν ἀμίδʼ, ἐγὼ

544aδὲ πρὸς τοῦτον βλέπων

545τοὐρεβίνθου ʼδραττόμην, οὗ-

546τος δʼ ἅτʼ ὢν αὐτὸς πανοῦργος

547εἶδε, κᾆτʼ ἐκ τῆς γνάθου

547aπὺξ πατάξας μοὐξέκοψε

548τοῦ χοροῦ τοὺς προσθίους;

549ΠΑΝΔΟΚΕΥΤΡΊΑ: Πλαθάνη Πλαθάνη δεῦρʼ ἔλθʼ, ὁ πανοῦργος οὑτοσί,

550ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε

551ἑκκαίδεκʼ ἄρτους κατέφαγʼ ἡμῶν.

551bΠΛΑΘΆΝΗ: νὴ Δία

552ἐκεῖνος αὐτὸς δῆτα.

552bΞΑΝΘΊΑΣ: κακὸν ἥκει τινί.

553ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστʼ εἴκοσιν

554ἀνʼ ἡμιωβολιαῖα.

Part 17

554bΞΑΝΘΊΑΣ: δώσει τις δίκην.

555ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ τὰ σκόροδα τὰ πολλά.

555bΔΙΌΝΥΣΟΣ: ληρεῖς ὦ γύναι

556κοὐκ οἶσθʼ ὅ τι λέγεις.

556bΠΑΝΔΟΚΕΥΤΡΊΑ: οὐ μὲν οὖν με προσεδόκας,

557ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σʼ ἔτι;

558τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω.

559ΠΛΑΘΆΝΗ: μὰ Δίʼ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν,

560ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν

561ΠΑΝΔΟΚΕΥΤΡΊΑ: κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,

562ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.

563ΞΑΝΘΊΑΣ: τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.

564ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.

565ΠΛΑΘΆΝΗ: νὴ Δία τάλαινα.

565bΠΑΝΔΟΚΕΥΤΡΊΑ: νὼ δὲ δεισάσα γέ που

566ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·

567ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.

568ΞΑΝΘΊΑΣ: καὶ τοῦτο τούτου τοὔργον.

568bΠΛΑΘΆΝΗ: ἀλλʼ ἐχρῆν τι δρᾶν.

569ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.

570ΠΛΑΘΆΝΗ: σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον,

571ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.

571bΠΑΝΔΟΚΕΥΤΡΊΑ: ὦ μιαρὰ φάρυξ,

572ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους

573κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.

574ΠΛΑΘΆΝΗ: ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.

575ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου

576δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.

577ΠΛΑΘΆΝΗ: ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον

578ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.

579ΔΙΌΝΥΣΟΣ: κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.

580ΞΑΝΘΊΑΣ: οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου.

581οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.

Part 18

581bΔΙΌΝΥΣΟΣ: μηδαμῶς

582ὦ Ξανθίδιον.

582bΞΑΝΘΊΑΣ: καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ

583υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;

584ΔΙΌΝΥΣΟΣ: οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·

585κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι.

586ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,

587πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,

588κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.

589ΞΑΝΘΊΑΣ: δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.

590ΧΟΡΌΣ: νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ

590aτὴν στολὴν εἴληφας ἥνπερ

591εἶχες ἐξ ἀρχῆς πάλιν,

592ἀνανεάζειν [...]

593καὶ βλέπειν αὖθις τὸ δεινόν,

593aτοῦ θεοῦ μεμνημένον

594ᾧπερ εἰκάζεις σεαυτόν.

594aεἰ δὲ παραληρῶν ἁλώσει

595κἀκβαλεῖς τι μαλθακόν,

595aαὖθις αἴρεσθαί σʼ ἀνάγκη

596ʼσται πάλιν τὰ στρώματα.

597ΞΑΝΘΊΑΣ: οὐ κακῶς ὦνδρες παραινεῖτʼ,

598ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ

598aἄρτι συννοούμενος.

599ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,

600ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί

600aμʼ εὖ οἶδʼ ὅτι.

601ἀλλʼ ὅμως ἐγὼ παρέξω

601aʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα

602καὶ βλέποντʼ ὀρίγανον.

603δεῖν δʼ ἔοικεν, ὡς ἀκούω

604τῆς θύρας καὶ δὴ ψόφον.

605ἌΙΑΚΟΣ: ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον,

606ἵνα δῷ δίκην· ἀνύετον.

606bΔΙΌΝΥΣΟΣ: ἥκει τῳ κακόν.

607ΞΑΝΘΊΑΣ: οὐκ ἐς κόρακας; μὴ πρόσιτον.

607bἌΙΑΚΟΣ: εἶεν, καὶ μάχει;

608ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας

609χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί.

610ΔΙΌΝΥΣΟΣ: εἶτʼ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ

611κλέπτοντα πρὸς τἀλλότρια;

611bἌΙΑΚΟΣ: μἀλλʼ ὑπερφυᾶ.

612ΔΙΌΝΥΣΟΣ: σχέτλια μὲν οὖν καὶ δεινά.

612bΞΑΝΘΊΑΣ: καὶ μὴν νὴ Δία

613εἰ πώποτʼ ἦλθον δεῦρʼ, ἐθέλω τεθνηκέναι,

614ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.

615καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ·

616βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,

617κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.

618ἌΙΑΚΟΣ: καὶ πῶς βασανίσω;

618bΞΑΝΘΊΑΣ: πάντα τρόπον, ἐν κλίμακι

619δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,

620στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων,

621πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ

622μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.

623ἌΙΑΚΟΣ: δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου

624τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.

625ΞΑΝΘΊΑΣ: μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών.

626ἌΙΑΚΟΣ: αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.

627κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς

628ἐνταῦθα μηδὲν ψεῦδος.

628bΔΙΌΝΥΣΟΣ: ἀγορεύω τινὶ

629ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,

630αὐτὸς σεαυτὸν αἰτιῶ.

Part 19

630bἌΙΑΚΟΣ: λέγεις δὲ τί;

631ΔΙΌΝΥΣΟΣ: ἀθάνατος εἶναί φημι Διόνυσος Διός,

632τοῦτον δὲ δοῦλον.

632bἌΙΑΚΟΣ: ταῦτʼ ἀκούεις;

632cΞΑΝΘΊΑΣ: φήμʼ ἐγώ.

633καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·

634εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.

635ΔΙΌΝΥΣΟΣ: τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός,

636οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;

637ΞΑΝΘΊΑΣ: δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς

638κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι

639τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.

640ἌΙΑΚΟΣ: οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ·

641χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.

642ΞΑΝΘΊΑΣ: πῶς οὖν βασανιεῖς νὼ δικαίως;

642bἌΙΑΚΟΣ: ῥᾳδίως·

643πληγὴν παρὰ πληγὴν ἑκάτερον.

643bΞΑΝΘΊΑΣ: καλῶς λέγεις.

644ἌΙΑΚΟΣ: ἰδού.

644bΞΑΝΘΊΑΣ: σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.

645ἌΙΑΚΟΣ: ἤδη ʼπάταξά σʼ.

645bΞΑΝΘΊΑΣ: οὐ μὰ Δίʼ.

645cἌΙΑΚΟΣ: οὐδʼ ἐμοὶ δοκεῖς.

646ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.

646bΔΙΌΝΥΣΟΣ: πηνίκα;

647ἌΙΑΚΟΣ: καὶ δὴ ʼπάταξα.

647bΔΙΌΝΥΣΟΣ: κᾆτα πῶς οὐκ ἔπταρον;

648ἌΙΑΚΟΣ: οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.

649ΞΑΝΘΊΑΣ: οὔκουν ἀνύσεις τι; ἀτταταῖ.

Part 20

649bἌΙΑΚΟΣ: τί τἀτταταῖ;

650μῶν ὠδυνήθης;

650bΞΑΝΘΊΑΣ: οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα

651ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.

652ἌΙΑΚΟΣ: ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.

653ΔΙΌΝΥΣΟΣ: ἰοὺ ἰού.

653bἌΙΑΚΟΣ: τί ἔστιν;

653cΔΙΌΝΥΣΟΣ: ἱππέας ὁρῶ.

654ἌΙΑΚΟΣ: τί δῆτα κλάεις;

654bΔΙΌΝΥΣΟΣ: κρομμύων ὀσφραίνομαι.

655ἌΙΑΚΟΣ: ἐπεὶ προτιμᾷς γʼ οὐδέν.

655bΔΙΌΝΥΣΟΣ: οὐδέν μοι μέλει.

656ἌΙΑΚΟΣ: βαδιστέον τἄρʼ ἐστὶν ἐπὶ τονδὶ πάλιν.

657ΞΑΝΘΊΑΣ: οἴμοι.

657bἌΙΑΚΟΣ: τί ἔστι;

657cΞΑΝΘΊΑΣ: τὴν ἄκανθαν ἔξελε.

658ἌΙΑΚΟΣ: τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.

659ΔΙΌΝΥΣΟΣ: Ἄπολλον—ὅς που Δῆλον ἢ Πυθῶνʼ ἔχεις.

660ΞΑΝΘΊΑΣ: ἤλγησεν· οὐκ ἤκουσας;

660bΔΙΌΝΥΣΟΣ: οὐκ ἔγωγʼ, ἐπεὶ

661ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην.

662ΞΑΝΘΊΑΣ: οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.

663ἌΙΑΚΟΣ: μὰ τὸν Δίʼ ἀλλʼ ἤδη πάρεχε τὴν γαστέρα.

Part 21

664ΔΙΌΝΥΣΟΣ: Πόσειδον

664bΞΑΝΘΊΑΣ: ἤλγησέν τις.

665ΔΙΌΝΥΣΟΣ: ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν.

668ἌΙΑΚΟΣ: οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν

669ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλʼ εἴσιτον·

670ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται

671χἠ Φερρέφατθʼ, ἅτʼ ὄντε κἀκείνω θεώ.

672ΔΙΌΝΥΣΟΣ: ὀρθῶς λέγεις· ἐβουλόμην δʼ ἂν τοῦτό σε

673πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν.

675ΧΟΡΌΣ: Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθʼ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς,

676τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι

677μυρίαι κάθηνται

678φιλοτιμότεραι Κλεοφῶντος, ἐφʼ οὗ δὴ χείλεσιν ἀμφιλάλοις

680δεινὸν ἐπιβρέμεται

681Θρῃκία χελιδὼν

682†ἐπὶ βάρβαρον ἑζομένη πέταλον· †

683κελαδεῖ δʼ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται,

685κἂν ἴσαι γένωνται.

686ΧΟΡΌΣ: τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα, κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε

691αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. εἶτʼ ἄτιμόν φημι χρῆναι μηδένʼ εἶνʼ ἐν τῇ πόλει· καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας. κοὐδὲ ταῦτʼ ἔγωγʼ ἔχοιμʼ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν,

696ἀλλʼ ἐπαινῶ· μόνα γὰρ αὐτὰ νοῦν ἔχοντʼ ἐδράσατε. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις. ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει

701πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις, ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν.

706ΧΟΡΌΣ: εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ οἰμώξεται, οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου

711ψευδολίτρου κονίας καὶ Κιμωλίας γῆς, χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ ξύλου βαδίζων.

718ΧΟΡΌΣ: πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων

723καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ χρώμεθʼ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. τῶν πολιτῶν θʼ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας

728ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ, προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ

733οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατʼ ἄν. ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους χρῆσθε τοῖς χρηστοῖσιν αὖθις· καὶ κατορθώσασι γὰρ εὔλογον, κἄν τι σφαλῆτʼ, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε.

738ἌΙΑΚΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ

739ὁ δεσπότης σου.

739bΞΑΝΘΊΑΣ: πῶς γὰρ οὐχὶ γεννάδας,

740ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον;

741ἌΙΑΚΟΣ: τὸ δὲ μὴ πατάξαι σʼ ἐξελεγχθέντʼ ἄντικρυς,

742ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης.

743ΞΑΝΘΊΑΣ: ᾤμωξε μέντἄν.

743bἌΙΑΚΟΣ: τοῦτο μέντοι δουλικὸν

744εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν.

745ΞΑΝΘΊΑΣ: χαίρεις, ἱκετεύω;

745bἌΙΑΚΟΣ: μἀλλʼ ἐποπτεύειν δοκῶ,

746ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ.

747ΞΑΝΘΊΑΣ: τί δὲ τονθορύζων, ἡνίκʼ ἂν πληγὰς λαβὼν

748πολλὰς ἀπίῃς θύραζε;

748bἌΙΑΚΟΣ: καὶ τοῦθʼ ἥδομαι.

749ΞΑΝΘΊΑΣ: τί δὲ πολλὰ πράττων;

749bἌΙΑΚΟΣ: ὡς μὰ Δίʼ οὐδὲν οἶδʼ ἐγώ.

Part 22

750ΞΑΝΘΊΑΣ: ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν

751ἅττʼ ἂν λαλῶσι;

751bἌΙΑΚΟΣ: μἀλλὰ πλεῖν ἢ μαίνομαι.

752ΞΑΝΘΊΑΣ: τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;

752bἌΙΑΚΟΣ: ἐγώ;

753μὰ Δίʼ ἀλλʼ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι.

754ΞΑΝΘΊΑΣ: ὦ Φοῖβʼ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν,

755καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον

756πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας,

757τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ

758χὠ λοιδορησμός;

758bἌΙΑΚΟΣ: Αἰσχύλου κεὐριπίδου.

759ΞΑΝΘΊΑΣ: ἆ.

759bἌΙΑΚΟΣ: πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα

760ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ.

761ΞΑΝΘΊΑΣ: ἐκ τοῦ;

761bἌΙΑΚΟΣ: νόμος τις ἐνθάδʼ ἐστὶ κείμενος

762ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί,

763τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων

764σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν

765θρόνον τε τοῦ Πλούτωνος ἑξῆς—

765bΞΑΝΘΊΑΣ: μανθάνω.

766ἌΙΑΚΟΣ: ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος

767ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει.

768ΞΑΝΘΊΑΣ: τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;

769ἌΙΑΚΟΣ: ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον,

770ὡς ὢν κράτιστος τὴν τέχνην.

770bΞΑΝΘΊΑΣ: νυνὶ δὲ τίς;

771ἌΙΑΚΟΣ: ὅτε δὴ κατῆλθʼ Εὐριπίδης, ἐπεδείκνυτο

772τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις

773καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις,

774ὅπερ ἔστʼ ἐν Ἅιδου πλῆθος, οἱ δʼ ἀκροώμενοι

775τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν

776ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον·

777κἄπειτʼ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου,

778ἵνʼ Αἰσχύλος καθῆστο.

778bΞΑΝΘΊΑΣ: κοὐκ ἐβάλλετο;

779ἌΙΑΚΟΣ: μὰ Δίʼ ἀλλʼ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν

780ὁπότερος εἴη τὴν τέχνην σοφώτερος.

781ΞΑΝΘΊΑΣ: ὁ τῶν πανούργων;

781bἌΙΑΚΟΣ: νὴ Δίʼ οὐράνιόν γʼ ὅσον.

Part 23

782ΞΑΝΘΊΑΣ: μετʼ Αἰσχύλου δʼ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;

783ἌΙΑΚΟΣ: ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.

784ΞΑΝΘΊΑΣ: τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;

785ἌΙΑΚΟΣ: ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν

786κἄλεγχον αὐτῶν τῆς τέχνης.

786bΞΑΝΘΊΑΣ: κἄπειτα πῶς

787οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;

788ἌΙΑΚΟΣ: μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,

789ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,

790κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου·

791νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,

792ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,

793ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης

794διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.

795ΞΑΝΘΊΑΣ: τὸ χρῆμʼ ἄρʼ ἔσται;

795bἌΙΑΚΟΣ: νὴ Δίʼ ὀλίγον ὕστερον.

796κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.

797καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—

798ΞΑΝΘΊΑΣ: τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;

799ἌΙΑΚΟΣ: καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν

800καὶ πλαίσια ξύμπτυκτα—

800bΞΑΝΘΊΑΣ: πλινθεύσουσι γάρ;

801ἌΙΑΚΟΣ: καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης

802κατʼ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας.

803ΞΑΝΘΊΑΣ: ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν.

804ἌΙΑΚΟΣ: ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω.

805ΞΑΝΘΊΑΣ: κρινεῖ δὲ δὴ τίς ταῦτα;

805bἌΙΑΚΟΣ: τοῦτʼ ἦν δύσκολον·

806σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην.

807οὔτε γὰρ Ἀθηναίοισι συνέβαινʼ Αἰσχύλος—

808ΞΑΝΘΊΑΣ: πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους.

809ἌΙΑΚΟΣ: λῆρόν τε τἄλλʼ ἡγεῖτο τοῦ γνῶναι πέρι

810φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ

811ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν.

812ἀλλʼ εἰσίωμεν· ὡς ὅταν γʼ οἱ δεσπόται

813ἐσπουδάκωσι, κλαύμαθʼ ἡμῖν γίγνεται.

814ΧΟΡΌΣ: ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει,

815ἡνίκʼ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα

816ἀντιτέχνου· τότε δὴ μανίας ὑπὸ δεινῆς

817ὄμματα στροβήσεται.

818ΧΟΡΌΣ: ἔσται δʼ ἱππολόφων τε λόγων κορυθαίολα νείκη

819σχινδαλάμων τε παραξόνια σμιλεύματά τʼ ἔργων,

820φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς

821ῥήμαθʼ ἱπποβάμονα.

Part 24

822ΧΟΡΌΣ: φρίξας δʼ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν,

823δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει

824ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν

825γηγενεῖ φυσήματι·

826ΧΟΡΌΣ: ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη

827γλῶσσʼ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς

828ῥήματα δαιομένη καταλεπτολογήσει

829πλευμόνων πολὺν πόνον.

830ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει.

831κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην.

832ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.

833ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε

834ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο.

835ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιʼ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε.

836ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι,

837ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον,

838ἔχοντʼ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα,

839ἀπεριλάλητον κομποφακελορρήμονα.

840ΑἸΣΧΎΛΟΣ: ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ;

841σὺ δή με ταῦτʼ ὦ στωμυλιοσυλλεκτάδη

842καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη;

843ἀλλʼ οὔ τι χαίρων αὔτʼ ἐρεῖς.

843bΔΙΌΝΥΣΟΣ: παῦʼ Αἰσχύλε,

844καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ.

845ΑἸΣΧΎΛΟΣ: οὐ δῆτα πρίν γʼ ἂν τοῦτον ἀποφήνω σαφῶς

846τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται.

847ΔΙΌΝΥΣΟΣ: ἄρνʼ ἄρνα μέλανα παῖδες ἐξενέγκατε·

848τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται.

849ΑἸΣΧΎΛΟΣ: ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,

850γάμους δʼ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην.

851ΔΙΌΝΥΣΟΣ: ἐπίσχες οὗτος ὦ πολυτίμητʼ Αἰσχύλε.

852ἀπὸ τῶν χαλαζῶν δʼ ὦ πόνηρʼ Εὐριπίδη

853ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς,

854ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι

855θενὼν ὑπʼ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον·

856σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλʼ ἀλλὰ πρᾳόνως

857ἔλεγχʼ ἐλέγχου· λοιδορεῖσθαι δʼ οὐ πρέπει

858ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας.

859σὺ δʼ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς.

860ΕΥ̓ΡΙΠΊΔΗΣ: ἕτοιμός εἰμʼ ἔγωγε, κοὐκ ἀναδύομαι,

861δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ,

862τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας,

863καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον

864καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον.

865ΔΙΌΝΥΣΟΣ: τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγʼ Αἰσχύλε.

866ΑἸΣΧΎΛΟΣ: ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε·

867οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν.

867bΔΙΌΝΥΣΟΣ: τί δαί;

868ΑἸΣΧΎΛΟΣ: ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι,

869τούτῳ δὲ συντέθνηκεν, ὥσθʼ ἕξει λέγειν.

870ὅμως δʼ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή.

871ΔΙΌΝΥΣΟΣ: ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω.

872ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων

873ἀγῶνα κρῖναι τόνδε μουσικώτατα·

874ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε.

875ΧΟΡΌΣ: ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ

876Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε

877ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις

878ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες,

879ἔλθετʼ ἐποψόμεναι δύναμιν

880δεινοτάτοιν στομάτοιν πορίσασθαι

881ῥήματα καὶ παραπρίσματʼ ἐπῶν.

882νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη.

Part 25

885ΔΙΌΝΥΣΟΣ: εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν.

886ΑἸΣΧΎΛΟΣ: Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα,

887εἶναί με τῶν σῶν ἄξιον μυστηρίων.

888ΔΙΌΝΥΣΟΣ: ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.

888bΕΥ̓ΡΙΠΊΔΗΣ: καλῶς·

889ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς.

890ΔΙΌΝΥΣΟΣ: ἴδιοί τινές σοι, κόμμα καινόν;

890bΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μάλα.

891ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.

892ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ

893καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι,

894ὀρθῶς μʼ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων.

895ΧΟΡΌΣ: καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι τίνα λόγων ἐμμέλειαν ἔπιτε δαΐαν ὁδόν. γλῶσσα μὲν γὰρ ἠγρίωται,

899λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν, οὐδʼ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι τὸν μὲν ἀστεῖόν τι λέξειν καὶ κατερρινημένον,

903τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν.

905ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον

906ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.

907ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,

908ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,

909ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς

910ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.

911πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,

912Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,

913πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.

914ΔΙΌΝΥΣΟΣ: μὰ τὸν Δίʼ οὐ δῆθʼ.

914bΕΥ̓ΡΙΠΊΔΗΣ: ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν

915μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων.

916ΔΙΌΝΥΣΟΣ: ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν

917οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.

917bΕΥ̓ΡΙΠΊΔΗΣ: ἠλίθιος γὰρ ἦσθα,

918σάφʼ ἴσθι.

918bΔΙΌΝΥΣΟΣ: κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;

919ΕΥ̓ΡΙΠΊΔΗΣ: ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,

920ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει.

921ΔΙΌΝΥΣΟΣ: ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.

922τί σκορδινᾷ καὶ δυσφορεῖς;

922bΕΥ̓ΡΙΠΊΔΗΣ: ὅτι αὐτὸν ἐξελέγχω.

923κἄπειτʼ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα

924ἤδη μεσοίη, ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπεν,

925ὀφρῦς ἔχοντα καὶ λόφους, δείνʼ ἄττα μορμορωπά,

926ἄγνωτα τοῖς θεωμένοις.

926bΑἸΣΧΎΛΟΣ: οἴμοι τάλας.

Part 26

926cΔΙΌΝΥΣΟΣ: σιώπα.

927ΕΥ̓ΡΙΠΊΔΗΣ: σαφὲς δʼ ἂν εἶπεν οὐδὲ ἕν—

927bΔΙΌΝΥΣΟΣ: μὴ πρῖε τοὺς ὀδόντας.

928ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ʼπʼ ἀσπίδων ἐπόντας

929γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθʼ ἱππόκρημνα,

930ἃ ξυμβαλεῖν οὐ ῥᾴδιʼ ἦν.

930bΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς ἐγὼ γοῦν

931ἤδη ποτʼ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα

932τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.

933ΑἸΣΧΎΛΟΣ: σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατʼ ἐνεγέγραπτο.

934ΔΙΌΝΥΣΟΣ: ἐγὼ δὲ τὸν Φιλοξένου γʼ ᾤμην Ἔρυξιν εἶναι.

935ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτʼ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;

936ΑἸΣΧΎΛΟΣ: σὺ δʼ ὦ θεοῖσιν ἐχθρὲ ποῖʼ ἄττʼ ἐστὶν ἅττʼ ἐποίεις;

937ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἱππαλεκτρυόνας μὰ Δίʼ οὐδὲ τραγελάφους, ἅπερ σύ,

938ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν·

939ἀλλʼ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς

940οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν,

941ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον

942ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς,

943χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν·

944εἶτʼ ἀνέτρεφον μονῳδίαις—

944bΔΙΌΝΥΣΟΣ: Κηφισοφῶντα μιγνύς.

945ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτʼ οὐκ ἐλήρουν ὅ τι τύχοιμʼ οὐδʼ ἐμπεσὼν ἔφυρον,

946ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς

947τοῦ δράματος.

947bΔΙΌΝΥΣΟΣ: κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.

948ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,

949ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,

950χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.

950bΑἸΣΧΎΛΟΣ: εἶτα δῆτα

951οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;

951bΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ τὸν Ἀπόλλω·

952δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.

952bΔΙΌΝΥΣΟΣ: τοῦτο μὲν ἔασον ὦ τᾶν.

953οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.

954ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—

954bΑἸΣΧΎΛΟΣ: φημὶ κἀγώ.

955ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι.

956ΕΥ̓ΡΙΠΊΔΗΣ: λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,

957νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,

958κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—

Part 27

958bΑἸΣΧΎΛΟΣ: φημὶ κἀγώ.

959ΕΥ̓ΡΙΠΊΔΗΣ: οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,

960ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι

961ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν

962ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,

963Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.

964γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.

965τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς,

966σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,

967οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.

968ΔΙΌΝΥΣΟΣ: Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,

969ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,

970πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.

971ΕΥ̓ΡΙΠΊΔΗΣ: τοιαῦτα μέντοὐγὼ φρονεῖν

972τούτοισιν εἰσηγησάμην,

973λογισμὸν ἐνθεὶς τῇ τέχνῃ

974καὶ σκέψιν, ὥστʼ ἤδη νοεῖν

975ἅπαντα καὶ διειδέναι

976τά τʼ ἄλλα καὶ τὰς οἰκίας

977οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ

978κἀνασκοπεῖν, πῶς τοῦτʼ ἔχει;

979ποῦ μοι τοδί; τίς τοῦτʼ ἔλαβε;

980ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε, ποῦ ʼστιν ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπεδήδοκεν

985τῆς μαινίδος; τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι· ποῦ τὸ σκόροδον τὸ χθιζινόν; τίς τῆς ἐλάας παρέτραγεν; τέως δʼ ἀβελτερώτατοι

990κεχηνότες Μαμμάκυθοι Μελιτίδαι καθῆντο.

992ΧΟΡΌΣ: τάδε μὲν λεύσσεις φαίδιμʼ Ἀχιλλεῦ· σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις; μόνον ὅπως [...] μή σʼ ὁ θυμὸς ἁρπάσας ἐκτὸς οἴσει τῶν ἐλαῶν·

996δεινὰ γὰρ κατηγόρηκεν. ἀλλʼ ὅπως ὦ γεννάδα μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας ἄκροισι χρώμενος τοῖς ἱστίοις,

1001εἶτα μᾶλλον μᾶλλον ἄξεις καὶ φυλάξεις, ἡνίκʼ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.

1004ΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ

1005καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει.

1006ΑἸΣΧΎΛΟΣ: θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχνʼ ἀγανακτεῖ,

1007εἰ πρὸς τοῦτον δεῖ μʼ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δʼ ἀπορεῖν με,

1008ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;

1009ΕΥ̓ΡΙΠΊΔΗΣ: δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν

1010τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.

1010bΑἸΣΧΎΛΟΣ: τοῦτʼ οὖν εἰ μὴ πεποίηκας,

1011ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,

1012τί παθεῖν φήσεις ἄξιος εἶναι;

1012bΔΙΌΝΥΣΟΣ: τεθνάναι· μὴ τοῦτον ἐρώτα.

1013ΑἸΣΧΎΛΟΣ: σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,

1014εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,

1015μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,

1016ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας

1017καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.

1018ΔΙΌΝΥΣΟΣ: καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.

1019ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;

1020ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε.

1021ΑἸΣΧΎΛΟΣ: δρᾶμα ποιήσας Ἄρεως μεστόν.

1021bΔΙΌΝΥΣΟΣ: ποῖον;

1021cΑἸΣΧΎΛΟΣ: τοὺς ἕπτʼ ἐπὶ Θήβας·

1022ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.

1023ΔΙΌΝΥΣΟΣ: τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας

1024ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.

1025ΑἸΣΧΎΛΟΣ: ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε.

1026εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα

1027νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.

Part 28

1028ΔΙΌΝΥΣΟΣ: ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,†

1029ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.

1030ΑἸΣΧΎΛΟΣ: ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆς

1031ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.

1032Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,

1033Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ

1034γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος

1035ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν,

1036τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;

1036bΔΙΌΝΥΣΟΣ: καὶ μὴν οὐ Παντακλέα γε

1037ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,

1038τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.

1039ΑἸΣΧΎΛΟΣ: ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·

1040ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,

1041Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην

1042ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.

1043ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,

1044οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.

1045ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γʼ ἐπείη.

1046ΑἸΣΧΎΛΟΣ: ἀλλʼ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ʼπικαθῆτο,

1047ὥστε γε καὐτόν σε κατʼ οὖν ἔβαλεν.

1047bΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δία τοῦτό γέ τοι δή.

1048ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.

1049ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί βλάπτουσʼ ὦ σχέτλιʼ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;

1050ΑἸΣΧΎΛΟΣ: ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας

1051κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.

1052ΕΥ̓ΡΙΠΊΔΗΣ: πότερον δʼ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;

1053ΑἸΣΧΎΛΟΣ: μὰ Δίʼ ἀλλʼ ὄντʼ· ἀλλʼ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,

1054καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν

1055ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δʼ ἡβῶσι ποιηταί.

1056πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.

1056bΕΥ̓ΡΙΠΊΔΗΣ: ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς

1057καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτʼ ἐστὶ τὸ χρηστὰ διδάσκειν,

1058ὃν χρῆν φράζειν ἀνθρωπείως;

1058bΑἸΣΧΎΛΟΣ: ἀλλʼ ὦ κακόδαιμον ἀνάγκη

1059μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.

1060κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι·

1061καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.

1062ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.

1062bΕΥ̓ΡΙΠΊΔΗΣ: τί δράσας;

1063ΑἸΣΧΎΛΟΣ: πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκιʼ ἀμπισχών, ἵνʼ ἐλεινοὶ

1064τοῖς ἀνθρώποις φαίνοιντʼ εἶναι.

1064bΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦτʼ οὖν ἔβλαψά τι δράσας;

1065ΑἸΣΧΎΛΟΣ: οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,

1066ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.

1067ΔΙΌΝΥΣΟΣ: νὴ τὴν Δήμητρα χιτῶνά γʼ ἔχων οὔλων ἐρίων ὑπένερθεν.

1068κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.

1069ΑἸΣΧΎΛΟΣ: εἶτʼ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,

1070ἣ ʼξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν

1071τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν

1072ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γʼ ἡνίκʼ ἐγὼ ʼζων,

1073οὐκ ἠπίσταντʼ ἀλλʼ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν.

1074ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γʼ ἐς τὸ στόμα τῷ θαλάμακι,

1075καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι·

1076νῦν δʼ ἀντιλέγει κοὐκέτʼ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.

Part 29

1078ΑἸΣΧΎΛΟΣ: ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστʼ; οὐ προαγωγοὺς κατέδειξʼ οὗτος, καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς, καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;

1083κᾆτʼ ἐκ τούτων ἡ πόλις ἡμῶν ὑπογραμματέων ἀνεμεστώθη καὶ βωμολόχων δημοπιθήκων ἐξαπατώντων τὸν δῆμον ἀεί, λαμπάδα δʼ οὐδεὶς οἷός τε φέρειν

1088ὑπʼ ἀγυμνασίας ἔτι νυνί.

1089ΔΙΌΝΥΣΟΣ: μὰ Δίʼ οὐ δῆθʼ, ὥστʼ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν, ὅτε δὴ βραδὺς ἄνθρωπός τις ἔθει κύψας λευκὸς πίων ὑπολειπόμενος καὶ δεινὰ ποιῶν· κᾆθʼ οἱ Κεραμῆς

1094ἐν ταῖσι πύλαις παίουσʼ αὐτοῦ γαστέρα πλευρὰς λαγόνας πυγήν, ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις ὑποπερδόμενος φυσῶν τὴν λαμπάδʼ ἔφευγεν.

1099ΧΟΡΌΣ: μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται. χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίως, ὁ δʼ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς. ἀλλὰ μὴ ʼν ταὐτῷ κάθησθον·

1104ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων. ὅ τι περ οὖν ἔχετον ἐρίζειν, λέγετον ἔπιτον ἀνά τε δέρετον τά τε παλαιὰ καὶ τὰ καινά, κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν.

1109ΧΟΡΌΣ: εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ τοῖς θεωμένοισιν, ὡς τὰ λεπτὰ μὴ γνῶναι λεγόντοιν, μηδὲν ὀρρωδεῖτε τοῦθʼ· ὡς οὐκέθʼ οὕτω ταῦτʼ ἔχει. ἐστρατευμένοι γάρ εἰσι,

1114βιβλίον τʼ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά· αἱ φύσεις τʼ ἄλλως κράτισται, νῦν δὲ καὶ παρηκόνηνται. μηδὲν οὖν δείσητον, ἀλλὰ πάντʼ ἐπέξιτον θεατῶν γʼ οὕνεχʼ ὡς ὄντων σοφῶν.

1119ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἐπʼ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,

1120ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος

1121πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.

1122ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

1123ΔΙΌΝΥΣΟΣ: καὶ ποῖον αὐτοῦ βασανιεῖς;

1123bΕΥ̓ΡΙΠΊΔΗΣ: πολλοὺς πάνυ.

1124πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε.

1125ΔΙΌΝΥΣΟΣ: ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγʼ Αἰσχύλε.

1126ΑἸΣΧΎΛΟΣ: Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη,

1127σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.

1128ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.

1129ΔΙΌΝΥΣΟΣ: τούτων ἔχεις ψέγειν τι;

1129bΕΥ̓ΡΙΠΊΔΗΣ: πλεῖν ἢ δώδεκα.

1130ΔΙΌΝΥΣΟΣ: ἀλλʼ οὐδὲ πάντα ταῦτά γʼ ἔστʼ ἀλλʼ ἢ τρία.

1131ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχει δʼ ἕκαστον εἴκοσίν γʼ ἁμαρτίας.

1132ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή,

1133πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ.

1134ΑἸΣΧΎΛΟΣ: ἐγὼ σιωπῶ τῷδʼ;

1134bΔΙΌΝΥΣΟΣ: ἐὰν πείθῃ γʼ ἐμοί.

1135ΕΥ̓ΡΙΠΊΔΗΣ: εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γʼ ὅσον.

1136ΑἸΣΧΎΛΟΣ: ὁρᾷς ὅτι ληρεῖς;

1136bΔΙΌΝΥΣΟΣ: ἀλλʼ ὀλίγον γέ μοι μέλει.

1137ΑἸΣΧΎΛΟΣ: πῶς φῄς μʼ ἁμαρτεῖν;

Part 30

1137bΕΥ̓ΡΙΠΊΔΗΣ: αὖθις ἐξ ἀρχῆς λέγε.

1138ΑἸΣΧΎΛΟΣ: Ἑρμῆ χθόνιε πατρῷʼ ἐποπτεύων κράτη.

1139ΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκουν Ὀρέστης τοῦτʼ ἐπὶ τῷ τύμβῳ λέγει

1140τῷ τοῦ πατρὸς τεθνεῶτος;

1140bΑἸΣΧΎΛΟΣ: οὐκ ἄλλως λέγω.

1141ΕΥ̓ΡΙΠΊΔΗΣ: πότερʼ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο

1142αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς

1143δόλοις λαθραίοις, ταῦτʼ ἐποπτεύειν ἔφη;

1144ΑἸΣΧΎΛΟΣ: οὐ δῆτʼ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον

1145Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων

1146ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας—

1147ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔτι μεῖζον ἐξήμαρτες ἢ ʼγὼ ʼβουλόμην·

1148εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας—

1149ΔΙΌΝΥΣΟΣ: οὕτω γʼ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.

1150ΑἸΣΧΎΛΟΣ: Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν.

1151ΔΙΌΝΥΣΟΣ: λέγʼ ἕτερον αὐτῷ· σὺ δʼ ἐπιτήρει τὸ βλάβος.

1152ΑἸΣΧΎΛΟΣ: σωτὴρ γενοῦ μοι σύμμαχός τʼ αἰτουμένῳ.

1153ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι—

1154ΕΥ̓ΡΙΠΊΔΗΣ: δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.

1155ΔΙΌΝΥΣΟΣ: πῶς δίς;

1155bΕΥ̓ΡΙΠΊΔΗΣ: σκόπει τὸ ῥῆμʼ· ἐγὼ δέ σοι φράσω.

1156ἥκω γὰρ ἐς γῆν, φησί, καὶ κατέρχομαι·

1157ἥκω δὲ ταὐτόν ἐστι τῷ κατέρχομαι.

1158ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δίʼ ὥσπερ γʼ εἴ τις εἴποι γείτονι,

1159χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.

1160ΑἸΣΧΎΛΟΣ: οὐ δῆτα τοῦτό γʼ ὦ κατεστωμυλμένε

1161ἄνθρωπε ταὔτʼ ἔστʼ, ἀλλʼ ἄριστʼ ἐπῶν ἔχον.

1162ΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς δή; δίδαξον γάρ με καθʼ ὅ τι δὴ λέγεις;

1163ΑἸΣΧΎΛΟΣ: ἐλθεῖν μὲν ἐς γῆν ἔσθʼ ὅτῳ μετῇ πάτρας·

1164χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν·

1165φεύγων δʼ ἀνὴρ ἥκει τε καὶ κατέρχεται.

1166ΔΙΌΝΥΣΟΣ: εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;

1167ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε·

1168λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους.

Part 31

1169ΔΙΌΝΥΣΟΣ: εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δʼ οὐ μανθάνω.

1170ΕΥ̓ΡΙΠΊΔΗΣ: πέραινε τοίνυν ἕτερον.

1170bΔΙΌΝΥΣΟΣ: ἴθι πέραινε σὺ

1171Αἰσχύλʼ ἀνύσας· σὺ δʼ ἐς τὸ κακὸν ἀπόβλεπε.

1172ΑἸΣΧΎΛΟΣ: τύμβου δʼ ἐπʼ ὄχθῳ τῷδε κηρύσσω πατρὶ

1173κλύειν ἀκοῦσαι.

1173bΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦθʼ ἕτερον αὖθις λέγει,

1174κλύειν ἀκοῦσαι, ταὐτὸν ὂν σαφέστατα.

1175ΔΙΌΝΥΣΟΣ: τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ,

1176οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα.

1177ΑἸΣΧΎΛΟΣ: σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;

1177bΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ φράσω.

1178κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς

1179ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον.

1180ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ λέγʼ· οὐ γάρ μοὔστιν ἀλλʼ ἀκουστέα

1181τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν.

1182ΕΥ̓ΡΙΠΊΔΗΣ: ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ—

1183ΑἸΣΧΎΛΟΣ: μὰ τὸν Δίʼ οὐ δῆτʼ, ἀλλὰ κακοδαίμων φύσει,

1184ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη

1185ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι·

1186πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ;

1187ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτʼ ἐγένετʼ αὖθις ἀθλιώτατος βροτῶν.

1188ΑἸΣΧΎΛΟΣ: μὰ τὸν Δίʼ οὐ δῆτʼ, οὐ μὲν οὖν ἐπαύσατο.

1189πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον

1190χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ,

1191ἵνα μὴ ʼκτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς·

1192εἶθʼ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε·

1193ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος

1194καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα·

1195εἶτʼ ἐξετύφλωσεν αὑτόν.

1195bΔΙΌΝΥΣΟΣ: εὐδαίμων ἄρʼ ἦν,

1196εἰ κἀστρατήγησέν γε μετʼ Ἐρασινίδου.

1197ΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.

1198ΑἸΣΧΎΛΟΣ: καὶ μὴν μὰ τὸν Δίʼ οὐ κατʼ ἔπος γέ σου κνίσω

1199τὸ ῥῆμʼ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς

1200ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ.

1201ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;

1201bΑἸΣΧΎΛΟΣ: ἑνὸς μόνου.

1202ποιεῖς γὰρ οὕτως ὥστʼ ἐναρμόττειν ἅπαν,

1203καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον,

1204ἐν τοῖς ἰαμβείοισι. δείξω δʼ αὐτίκα.

1205ΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού, σὺ δείξεις;

1205bΑἸΣΧΎΛΟΣ: φημί.

Part 32

1205cΔΙΌΝΥΣΟΣ: καὶ δὴ χρὴ λέγειν.

1206ΕΥ̓ΡΙΠΊΔΗΣ: Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος,

1207ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ

1208Ἄργος κατασχών—

1208bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1209ΔΙΌΝΥΣΟΣ: τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;

1210λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν.

1211ΕΥ̓ΡΙΠΊΔΗΣ: Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς

1212καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα

1213πηδᾷ χορεύων—

1213bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1214ΔΙΌΝΥΣΟΣ: οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.

1215ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ

1216τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.

1217οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·

1218ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,

1219ἢ δυσγενὴς ὤν—

1219bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1220ΔΙΌΝΥΣΟΣ: Εὐριπίδη—

1220bΕΥ̓ΡΙΠΊΔΗΣ: τί ἔσθʼ;

1220cΔΙΌΝΥΣΟΣ: ὑφέσθαι μοι δοκεῖ·

1221τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.

1222ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·

1223νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.

1224ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.

1225ΕΥ̓ΡΙΠΊΔΗΣ: Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν

1226Ἀγήνορος παῖς—

1226bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1227ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,

1228ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.

1228bΕΥ̓ΡΙΠΊΔΗΣ: τὸ τί;

1229ἐγὼ πρίωμαι τῷδʼ;

1229bΔΙΌΝΥΣΟΣ: ἐὰν πείθῃ γʼ ἐμοί.

1230ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν

1231ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.

1232Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν

1233θοαῖσιν ἵπποις—

Part 33

1233bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1234ΔΙΌΝΥΣΟΣ: ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.

1235ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ·

1236λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.

1237ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.

1238Οἰνεύς ποτʼ ἐκ γῆς—

1238bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1239ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔασον εἰπεῖν πρῶθʼ ὅλον με τὸν στίχον.

1240Οἰνεύς ποτʼ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν

1241θύων ἀπαρχάς—

1241bΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν.

1242ΔΙΌΝΥΣΟΣ: μεταξὺ θύων; καὶ τίς αὔθʼ ὑφείλετο;

1243ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω.

1244Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο—

1245ΔΙΌΝΥΣΟΣ: ἀπολεῖ σʼ· ἐρεῖ γάρ, ληκύθιον ἀπώλεσεν.

1246τὸ ληκύθιον γὰρ τοῦτʼ ἐπὶ τοῖς προλόγοισί σου

1247ὥσπερ τὰ σῦκʼ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ.

1248ἀλλʼ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ.

1249ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἔχω γʼ οἷς αὐτὸν ἀποδείξω κακὸν

1250μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτʼ ἀεί.

1251ΧΟΡΌΣ: τί ποτε πρᾶγμα γενήσεται; φροντίζειν γὰρ ἔγωγʼ ἔχω, τίνʼ ἄρα μέμψιν ἐποίσει ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ καὶ κάλλιστα μέλη ποιήσαντι

1256τῶν μέχρι νυνί. θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ μέμψεταί ποτε τοῦτον τὸν Βακχεῖον ἄνακτα, καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ.

1261ΕΥ̓ΡΙΠΊΔΗΣ: πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.

1262εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.

1263ΔΙΌΝΥΣΟΣ: καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·

1264ΕΥ̓ΡΙΠΊΔΗΣ: Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων

1265ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

1266Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.

1267ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

1268ΔΙΌΝΥΣΟΣ: δύο σοὶ κόπω Αἰσχύλε τούτω.

1270ΕΥ̓ΡΙΠΊΔΗΣ: κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ.

1271ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

1272ΔΙΌΝΥΣΟΣ: τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.

1274ΕΥ̓ΡΙΠΊΔΗΣ: εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.

1275ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

1276κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.

1277ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;

1278ΔΙΌΝΥΣΟΣ: ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.

1279ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι·

1280ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ.

1281ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ πρίν γʼ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν

1282ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην.

Part 34

1283ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.

1285ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας, τοφλαττοθρατ τοφλαττοθρατ, Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει, τοφλαττοθρατ τοφλαττοθρατ, σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις,

1290τοφλαττοθρατ τοφλαττοθρατ, κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις, τοφλαττοθρατ τοφλαττοθρατ, τὸ συγκλινές τʼ ἐπʼ Αἴαντι, τοφλαττοθρατ τοφλαττοθρατ.

1296ΔΙΌΝΥΣΟΣ: τί τὸ φλαττοθρατ τοῦτʼ ἐστίν; ἐκ Μαραθῶνος ἢ

1297πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη;

1298ΑἸΣΧΎΛΟΣ: ἀλλʼ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ ἤνεγκον αὔθʼ, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων· οὗτος δʼ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†, σκολίων Μελήτου, Καρικῶν αὐλημάτων,

1303θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ λύρας ἐπὶ τούτων; ποῦ ʼστιν ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα; δεῦρο Μοῦσʼ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια ταῦτʼ ᾄδειν μέλη.

1308ΔΙΌΝΥΣΟΣ: αὕτη ποθʼ ἡ Μοῦσʼ οὐκ ἐλεσβίαζεν, οὔ.

1309ΑἸΣΧΎΛΟΣ: ἀλκυόνες, αἳ παρʼ ἀενάοις θαλάσσης κύμασι στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν ῥανίσι χρόα δροσιζόμεναι· αἵ θʼ ὑπωρόφιοι κατὰ γωνίας

1314εἱειειειλίσσετε δακτύλοις φάλαγγες ἱστόπονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελφὶς πρῴραις κυανεμβόλοις

1319μαντεῖα καὶ σταδίους, οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλʼ ὦ τέκνον ὠλένας. ὁρᾷς τὸν πόδα τοῦτον;

1323bΔΙΌΝΥΣΟΣ: ὁρῶ.

1324ΑἸΣΧΎΛΟΣ: τί δαί; τοῦτον ὁρᾷς;

1324bΔΙΌΝΥΣΟΣ: ὁρῶ.

1325ΑἸΣΧΎΛΟΣ: τοιαυτὶ μέντοι σὺ ποιῶν τολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης μελοποιῶν; τὰ μὲν μέλη σου ταῦτα· βούλομαι δʼ ἔτι

1330τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. ὦ νυκτὸς κελαινοφαὴς ὄρφνα, τίνα μοι δύστανον ὄνειρον πέμπεις ἐξ ἀφανοῦς,

1333Ἀίδα πρόμολον, ψυχὰν ἄψυχον ἔχοντα, μελαίνας Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄψιν, μελανονεκυείμονα,

1337φόνια φόνια δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε κάλπισί τʼ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δʼ ὕδωρ, ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω.

1340aἰὼ πόντιε δαῖμον, τοῦτʼ ἐκεῖνʼ· ἰὼ ξύνοικοι, τάδε τέρα θεάσασθε. τὸν ἀλεκτρυόνα μου συναρπάσασα φρούδη Γλύκη.

1344Νύμφαι ὀρεσσίγονοι. ὦ Μανία ξύλλαβε. ἐγὼ δʼ ἁ τάλαινα προσέχουσʼ ἔτυχον ἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτον

1349εἱειειειλίσσουσα χεροῖν κλωστῆρα ποιοῦσʼ, ὅπως κνεφαῖος εἰς ἀγορὰν φέρουσʼ ἀποδοίμαν· ὁ δʼ ἀνέπτατʼ ἀνέπτατʼ ἐς αἰθέρα

1352κουφοτάταις πτερύγων ἀκμαῖς· ἐμοὶ δʼ ἄχεʼ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τʼ ἀπʼ ὀμμάτων ἔβαλον ἔβαλον ἁ τλάμων. ἀλλʼ ὦ Κρῆτες, Ἴδας τέκνα,

1357τὰ τόξα λαβόντες ἐπαμύνατε, τὰ κῶλά τʼ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ τὰς κυνίσκας ἔχουσʼ ἐλθέτω διὰ δόμων πανταχῇ, σὺ δʼ ὦ Διὸς διπύρους ἀνέχουσα

1362λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον ἐς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω.

1364ΔΙΌΝΥΣΟΣ: παύσασθον ἤδη τῶν μελῶν.

1364bΑἸΣΧΎΛΟΣ: κἄμοιγʼ ἅλις.

1365ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι,

1366ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον.

1367τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων.

1368ΔΙΌΝΥΣΟΣ: ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με

1369ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην.

1370ΧΟΡΌΣ: ἐπίπονοί γʼ οἱ δεξιοί.

1371τόδε γὰρ ἕτερον αὖ τέρας

1372νεοχμόν, ἀτοπίας πλέων,

1373ὃ τίς ἂν ἐπενόησεν ἄλλος;

1373a[...]

1374μὰ τὸν ἐγὼ μὲν οὐδʼ ἂν εἴ τις

1375ἔλεγέ μοι τῶν ἐπιτυχόντων,

1376ἐπιθόμην, ἀλλʼ ᾠόμην ἂν

1377αὐτὸν αὐτὰ ληρεῖν.

1378ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγʼ,

1378bΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού.

1379ΔΙΌΝΥΣΟΣ: καὶ λαβομένω τὸ ῥῆμʼ ἑκάτερος εἴπατον,

1380καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω.

1381ΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐχόμεθα.

1381bΔΙΌΝΥΣΟΣ: τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.

1382ΕΥ̓ΡΙΠΊΔΗΣ: εἴθʼ ὤφελʼ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.

Part 35

1383ΑἸΣΧΎΛΟΣ: Σπερχειὲ ποταμὲ βουνόμοι τʼ ἐπιστροφαί.

1384ΔΙΌΝΥΣΟΣ: κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω

1385χωρεῖ τὸ τοῦδε.

1385bΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί ποτʼ ἐστὶ ταἴτιον;

1386ΔΙΌΝΥΣΟΣ: ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς

1387ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια,

1388σὺ δʼ εἰσέθηκας τοὔπος ἐπτερωμένον.

1389ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλʼ ἕτερον εἰπάτω τι κἀντιστησάτω.

1390ΔΙΌΝΥΣΟΣ: λάβεσθε τοίνυν αὖθις.

1390bΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἢν ἰδού.

1390cΔΙΌΝΥΣΟΣ: λέγε.

1391ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.

1392ΑἸΣΧΎΛΟΣ: μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.

1393ΔΙΌΝΥΣΟΣ: μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γʼ αὖ ῥέπει·

1394θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν.

1395ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ δὲ πειθώ γʼ ἔπος ἄριστʼ εἰρημένον.

1396ΔΙΌΝΥΣΟΣ: πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον.

1397ἀλλʼ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων,

1398ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα.

1399ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;

1399bΔΙΌΝΥΣΟΣ: φράσω·

1400βέβληκʼ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.

1401ΔΙΌΝΥΣΟΣ: λέγοιτʼ ἄν, ὡς αὕτη ʼστὶ λοιπὴ σφῷν στάσις.

1402ΕΥ̓ΡΙΠΊΔΗΣ: σιδηροβριθές τʼ ἔλαβε δεξιᾷ ξύλον.

1403ΑἸΣΧΎΛΟΣ: ἐφʼ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.

1404ΔΙΌΝΥΣΟΣ: ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.

1404bΕΥ̓ΡΙΠΊΔΗΣ: τῷ τρόπῳ;

Part 36

1405ΔΙΌΝΥΣΟΣ: δύʼ ἅρματʼ εἰσέθηκε καὶ νεκρὼ δύο,

1406οὓς οὐκ ἂν ἄραιντʼ οὐδʼ ἑκατὸν Αἰγύπτιοι.

1407ΑἸΣΧΎΛΟΣ: καὶ μηκέτʼ ἔμοιγε κατʼ ἔπος, ἀλλʼ ἐς τὸν σταθμὸν

1408αὐτὸς τὰ παιδίʼ ἡ γυνὴ Κηφισοφῶν

1409ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία·

1410ἐγὼ δὲ δύʼ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον.

1411ΔΙΌΝΥΣΟΣ: ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ.

1412οὐ γὰρ διʼ ἔχθρας οὐδετέρῳ γενήσομαι.

1413τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δʼ ἥδομαι.

1414ΠΛΟΎΤΩΝ: οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;

1415ΔΙΌΝΥΣΟΣ: ἐὰν δὲ κρίνω;

1415bΠΛΟΎΤΩΝ: τὸν ἕτερον λαβὼν ἄπει,

1416ὁπότερον ἂν κρίνῃς, ἵνʼ ἔλθῃς μὴ μάτην.

1417ΔΙΌΝΥΣΟΣ: εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί.

1418ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν;

1419ἵνʼ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ.

1420ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ

1421μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ.

1422πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίνʼ ἔχετον

1423γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ.

1424ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;

1424bΔΙΌΝΥΣΟΣ: τίνα;

1425ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δʼ ἔχειν.

1426ἀλλʼ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι.

1427ΕΥ̓ΡΙΠΊΔΗΣ: μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν

1428βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς,

1429καὶ πόριμον αὑτῷ τῇ πόλει δʼ ἀμήχανον.

1430ΔΙΌΝΥΣΟΣ: εὖ γʼ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις;

1431ΑἸΣΧΎΛΟΣ: οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν,

1432ἢν δʼ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν.

1433ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γʼ ἔχω·

1434ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δʼ ἕτερος σαφῶς.

1435ἀλλʼ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον

1436περὶ τῆς πόλεως ἥντινʼ ἔχετον σωτηρίαν.

1437ΕΥ̓ΡΙΠΊΔΗΣ: εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ,

1438αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα.

1439ΔΙΌΝΥΣΟΣ: γέλοιον ἂν φαίνοιτο· νοῦν δʼ ἔχει τίνα;

1440ΕΥ̓ΡΙΠΊΔΗΣ: εἰ ναυμαχοῖεν κᾆτʼ ἔχοντες ὀξίδας

1441ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων.

1442ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν.

1442bΔΙΌΝΥΣΟΣ: λέγε.

1443ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅταν τὰ νῦν ἄπιστα πίσθʼ ἡγώμεθα,

1444τὰ δʼ ὄντα πίστʼ ἄπιστα.

1444bΔΙΌΝΥΣΟΣ: πῶς; οὐ μανθάνω.

1445ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον.

1446ΕΥ̓ΡΙΠΊΔΗΣ: εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν,

1447τούτοις ἀπιστήσαιμεν, οἷς δʼ οὐ χρώμεθα,

1448τούτοισι χρησαίμεσθʼ, ἴσως σωθεῖμεν ἄν.

1449εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς

1450τἀναντίʼ ἂν πράττοντες οὐ σῳζοίμεθʼ ἄν;

Part 37

1451ΔΙΌΝΥΣΟΣ: εὖ γʼ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις.

1452ταυτὶ πότερʼ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν;

1453ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ μόνος· τὰς δʼ ὀξίδας Κηφισοφῶν.

1454τί δαὶ σύ; τί λέγεις;

1454bΑἸΣΧΎΛΟΣ: τὴν πόλιν νῦν μοι φράσον

1455πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς;

1455bΔΙΌΝΥΣΟΣ: πόθεν;

1456μισεῖ κάκιστα.

1456bΑἸΣΧΎΛΟΣ: τοῖς πονηροῖς δʼ ἥδεται;

1457ΔΙΌΝΥΣΟΣ: οὐ δῆτʼ ἐκείνη γʼ, ἀλλὰ χρῆται πρὸς βίαν.

1458ΑἸΣΧΎΛΟΣ: πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν,

1459ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει;

1460ΔΙΌΝΥΣΟΣ: εὕρισκε νὴ Δίʼ, εἴπερ ἀναδύσει πάλιν.

1461ΑἸΣΧΎΛΟΣ: ἐκεῖ φράσαιμʼ ἄν· ἐνθαδὶ δʼ οὐ βούλομαι.

1462ΔΙΌΝΥΣΟΣ: μὴ δῆτα σύ γʼ, ἀλλʼ ἐνθένδʼ ἀνίει τἀγαθά.

1463ΑἸΣΧΎΛΟΣ: τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων

1464εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,

1465πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.

1466ΔΙΌΝΥΣΟΣ: εὖ, πλήν γʼ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.

1467ΠΛΟΎΤΩΝ: κρίνοις ἄν.

1467bΔΙΌΝΥΣΟΣ: αὕτη σφῷν κρίσις γενήσεται·

1468αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.

1469ΕΥ̓ΡΙΠΊΔΗΣ: μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας

1470ἦ μὴν ἀπάξειν μʼ οἴκαδʼ, αἱροῦ τοὺς φίλους.

1471ΔΙΌΝΥΣΟΣ: ἡ γλῶττʼ ὀμώμοκʼ, Αἰσχύλον δʼ αἱρήσομαι.

1472ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δέδρακας ὦ μιαρώτατʼ ἀνθρώπων;

1472bΔΙΌΝΥΣΟΣ: ἐγώ;

1473ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;

1474ΕΥ̓ΡΙΠΊΔΗΣ: αἴσχιστον ἔργον προσβλέπεις μʼ εἰργασμένος;

1475ΔΙΌΝΥΣΟΣ: τί δʼ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;

Part 38

1476ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;

1477ΔΙΌΝΥΣΟΣ: τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,

1478τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;

1479ΠΛΟΎΤΩΝ: χωρεῖτε τοίνυν ὦ Διόνυσʼ εἴσω.

1479bΔΙΌΝΥΣΟΣ: τί δαί;

1480ΠΛΟΎΤΩΝ: ἵνα ξενίσω ʼγὼ σφὼ πρὶν ἀποπλεῖν.

1480bΔΙΌΝΥΣΟΣ: εὖ λέγεις

1481νὴ τὸν Δίʼ· οὐ γὰρ ἄχθομαι τῷ πράγματι.

1482ΧΟΡΌΣ: μακάριός γʼ ἀνὴρ ἔχων

1483ξύνεσιν ἠκριβωμένην.

1484πάρα δὲ πολλοῖσιν μαθεῖν.

1485ὅδε γὰρ εὖ φρονεῖν δοκήσας

1486πάλιν ἄπεισιν οἴκαδʼ αὖ,

1487ἐπʼ ἀγαθῷ μὲν τοῖς πολίταις,

1488ἐπʼ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ

1489ξυγγενέσι τε καὶ φίλοισι,

1490διὰ τὸ συνετὸς εἶναι.

1491ΧΟΡΌΣ: χαρίεν οὖν μὴ Σωκράτει

1492παρακαθήμενον λαλεῖν,

1493ἀποβαλόντα μουσικὴν

1494τά τε μέγιστα παραλιπόντα

1495τῆς τραγῳδικῆς τέχνης.

1496τὸ δʼ ἐπὶ σεμνοῖσιν λόγοισι

1497καὶ σκαριφησμοῖσι λήρων

1498διατριβὴν ἀργὸν ποιεῖσθαι,

1499παραφρονοῦντος ἀνδρός.

1500ΠΛΟΎΤΩΝ: ἄγε δὴ χαίρων Αἰσχύλε χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέραν γνώμαις ἀγαθαῖς καὶ παίδευσον τοὺς ἀνοήτους· πολλοὶ δʼ εἰσίν· καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων

1505καὶ τουτὶ τοῖσι πορισταῖς Μύρμηκί θʼ ὁμοῦ καὶ Νικομάχῳ, τόδε δʼ Ἀρχενόμῳ· καὶ φράζʼ αὐτοῖς ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν·

1510κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς καὶ συμποδίσας μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω.

1515ΑἸΣΧΎΛΟΣ: ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον

1516τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν

1517καὶ διασῴζειν, ἢν ἄρʼ ἐγώ ποτε

1518δεῦρʼ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ

1519σοφίᾳ κρίνω δεύτερον εἶναι.

1520μέμνησο δʼ ὅπως ὁ πανοῦργος ἀνὴρ

1521καὶ ψευδολόγος καὶ βωμολόχος

1522μηδέποτʼ ἐς τὸν θᾶκον τὸν ἐμὸν

1523μηδʼ ἄκων ἐγκαθεδεῖται.

1524ΠΛΟΎΤΩΝ: φαίνετε τοίνυν ὑμεῖς τούτῳ

1525λαμπάδας ἱεράς, χἄμα προπέμπετε

1526τοῖσιν τούτου τοῦτον μέλεσιν

1527καὶ μολπαῖσιν κελαδοῦντες.

1528ΧΟΡΌΣ: πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ

1529ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας,

1530τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας.

1531πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθʼ ἂν οὕτως

1532ἀργαλέων τʼ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω

1533κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.

Source: Perseus Digital Library

Back to top ↑