Ad Fontesto the sources

Peace

Aristophanes · 8.7k words · Greek Text

Greek text only — English translation not yet available.
Contents — 30 sections
  1. Part 1
  2. Part 2
  3. Part 3
  4. Part 4
  5. Part 5
  6. Part 6
  7. Part 7
  8. Part 8
  9. Part 9
  10. Part 10
  11. Part 11
  12. Part 12
  13. Part 13
  14. Part 14
  15. Part 15
  16. Part 16
  17. Part 17
  18. Part 18
  19. Part 19
  20. Part 20
  21. Part 21
  22. Part 22
  23. Part 23
  24. Part 24
  25. Part 25
  26. Part 26
  27. Part 27
  28. Part 28
  29. Part 29
  30. Part 30

Part 1

1ΟἸΚΈΤΗΣ Α: αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.

2ΟἸΚΈΤΗΣ Β: ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ

3καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.

4ΟἸΚΈΤΗΣ Α: δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.

5ΟἸΚΈΤΗΣ Β: ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;

6κατέφαγεν;

6bΟἸΚΈΤΗΣ Α: οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας

7ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.

8ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.

9ΟἸΚΈΤΗΣ Β: ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,

10εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.

11ΟἸΚΈΤΗΣ Α: ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·

12τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.

12bΟἸΚΈΤΗΣ Β: ἰδού.

13ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·

14οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.

15ΟἸΚΈΤΗΣ Α: αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,

16καὶ τρῖβʼ ἔθʼ ἑτέρας.

16bΟἸΚΈΤΗΣ Β: μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·

17οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.

18ΟἸΚΈΤΗΣ Α: αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.

19ΟἸΚΈΤΗΣ Β: νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός. ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω, πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην. οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.

24ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.

29ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ. ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων τέως ἕως σαυτὸν λάθοις διαρραγείς. οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,

34ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους, καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας. μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·

39χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε.

41bΟἸΚΈΤΗΣ Α: τοῦ γάρ ἐστʼ;

41cΟἸΚΈΤΗΣ Β: οὐκ ἔσθʼ ὅπως

42τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.

43ΟἸΚΈΤΗΣ Α: οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι

44νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;

45ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ

46Ἰωνικός τίς φησι παρακαθήμενος·

47δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,

48ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.

49ΟἸΚΈΤΗΣ Β: ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.

50ΟἸΚΈΤΗΣ Α: ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα. ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,

55οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ. διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν; κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.

60ἔα ἔα. σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.

62ΤΡΥΓΑΙ͂ΟΣ: ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;

63λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.

64ΟἸΚΈΤΗΣ Α: τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή, πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί· πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;

69ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος, πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν, ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς. ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,

74κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν, καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον, ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν, ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών. ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.

79οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες· ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.

82ΤΡΥΓΑΙ͂ΟΣ: ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·

83μή μοι σοβαρῶς χώρει λίαν

84εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,

85πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς

86ἄρθρων ἶνας πτερύγων ῥύμῃ.

87καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·

88εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους

89αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.

Part 2

90ΟἸΚΈΤΗΣ Α: ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.

91ΤΡΥΓΑΙ͂ΟΣ: σίγα σίγα.

92ΟἸΚΈΤΗΣ Α: ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;

93ΤΡΥΓΑΙ͂ΟΣ: ὑπὲρ Ἑλλήνων πάντων πέτομαι

94τόλμημα νέον παλαμησάμενος.

95ΟἸΚΈΤΗΣ Α: τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;

96ΤΡΥΓΑΙ͂ΟΣ: εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον

97μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·

98τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,

99τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας

100καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν

101καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.

102ΟἸΚΈΤΗΣ Α: οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς

103ὅποι πέτεσθαι διανοεῖ.

103bΤΡΥΓΑΙ͂ΟΣ: τί δʼ ἄλλο γʼ ἢ

104ὡς τὸν Δίʼ ἐς τὸν οὐρανόν;

104bΟἸΚΈΤΗΣ Α: τίνα νοῦν ἔχων;

105ΤΡΥΓΑΙ͂ΟΣ: ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι

106ἁπαξαπάντων ὅ τι ποιεῖν βουλεύεται.

107ΟἸΚΈΤΗΣ Α: ἐὰν δὲ μή σοι καταγορεύῃ;

107bΤΡΥΓΑΙ͂ΟΣ: γράψομαι

108Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.

109ΟἸΚΈΤΗΣ Α: μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντός γʼ ἐμοῦ.

110ΤΡΥΓΑΙ͂ΟΣ: οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλʼ.

110bΟἸΚΈΤΗΣ Α: ἰοὺ ἰοὺ ἰού·

111ὦ παιδίʼ ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται

112ὑμᾶς ἐρήμους ἐς τὸν οὐρανὸν λάθρᾳ.

113ἀλλʼ ἀντιβολεῖτε τὸν πατέρ ὦ κακοδαίμονα.

114ΠΑΙΔΊΟΝ: ὦ πάτερ ὦ πάτερ ἆρʼ ἔτυμός γε

115δώμασιν ἡμετέροις φάτις ἥκει,

116ὡς σὺ μετʼ ὀρνίθων προλιρὼν ἐμὲ

117ἐς κόρακας βαδιεῖ μεταμώνιος;

118ἔστι τι τῶνδʼ ἐτύμως; εἴπʼ ὦ πάτερ, εἴ τι φιλεῖς με.

119ΤΡΥΓΑΙ͂ΟΣ: δοξάσαι ἔστι κόραι, τὸ δʼ ἐτήτυμον ἄχθομαι ὑμῖν,

120ἡνίκʼ ἂν αἰτίζητʼ ἄρτον πάππαν με καλοῦσαι,

121ἔνδον δʼ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.

122ἢν δʼ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετʼ ἐν ὥρᾳ

123κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρʼ αὐτῇ.

124ΠΑΙΔΊΟΝ: καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;

125ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.

126ΤΡΥΓΑΙ͂ΟΣ: πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.

127ΠΑΙΔΊΟΝ: τίς δʼ ἡ ʼπίνοιά σοὐστὶν ὥστε κάνθαρον

128ζεύξαντʼ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;

Part 3

129ΤΡΥΓΑΙ͂ΟΣ: ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη

130μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.

131ΠΑΙΔΊΟΝ: ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,

132ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.

133ΤΡΥΓΑΙ͂ΟΣ: ἦλθεν κατʼ ἔχθραν αἰετοῦ πάλαι ποτέ,

134ᾤʼ ἐκκυλίνδων κἀντιτιμωρούμενος.

135ΠΑΙΔΊΟΝ: οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,

136ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.

137ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦ μέλʼ ἄν μοι σιτίων διπλῶν ἔδει·

138νῦν δʼ ἃττʼ ἂν αὐτὸς καταφάγω τὰ σιτία,

139τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.

140ΠΑΙΔΊΟΝ: τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;

141πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;

142ΤΡΥΓΑΙ͂ΟΣ: ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι·

143τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.

144ΠΑΙΔΊΟΝ: λιμὴν δὲ τίς σε δέξεται φορούμενον;

145ΤΡΥΓΑΙ͂ΟΣ: ἐν Πειραιεῖ δήπου ʼστὶ Κανθάρου λιμήν.

146ΠΑΙΔΊΟΝ: ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς

147ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ

148λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.

149ΤΡΥΓΑΙ͂ΟΣ: ἐμοὶ μελήσει ταῦτά γʼ. ἀλλὰ χαίρετε.

150ὑμεῖς δέ γʼ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,

151μὴ βδεῖτε μηδὲ χέζεθʼ ἡμερῶν τριῶν·

152ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,

153κατωκάρα ῥίψας με βουκολήσεται.

154ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων, χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν. τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.

159ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς, κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων, ἀπὸ δʼ ἡμερίων σίτων πάντων.

164ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἕρπυλλον ἄνω

169καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.

173ΤΡΥΓΑΙ͂ΟΣ: οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.

174ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·

175ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,

176κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.

177ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,

178καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.

179τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;

180ἙΡΜΗ͂Σ: πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλεις

181τουτὶ τί ἐστι τὸ κακόν;

181bΤΡΥΓΑΙ͂ΟΣ: ἱπποκάνθαρος.

182ἙΡΜΗ͂Σ: ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ

183καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,

184πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;

185τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;

185bΤΡΥΓΑΙ͂ΟΣ: μιαρώτατος.

186ἙΡΜΗ͂Σ: ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.

186bΤΡΥΓΑΙ͂ΟΣ: μιαρώτατος.

187ἙΡΜΗ͂Σ: πατὴρ δέ σοι τίς ἐστʼ;

Part 4

187bΤΡΥΓΑΙ͂ΟΣ: ἐμοί; μιαρώτατος.

188ἙΡΜΗ͂Σ: οὔτοι μὰ τὴν γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,

189εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἔστι σοι.

190ΤΡΥΓΑΙ͂ΟΣ: Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,

191οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.

192ἙΡΜΗ͂Σ: ἥκεις δὲ κατὰ τί;

192bΤΡΥΓΑΙ͂ΟΣ: τὰ κρέα ταυτί σοι φέρων.

193ἙΡΜΗ͂Σ: ὦ δειλακρίων πῶς ἦλθες;

193bΤΡΥΓΑΙ͂ΟΣ: ὦ γλίσχρων ὁρᾷς

194ὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;

195ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ.

195bἙΡΜΗ͂Σ: ἰὴ ἰὴ ἰή,

196ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·

197φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.

198ΤΡΥΓΑΙ͂ΟΣ: ποῖ γῆς;

198bἙΡΜΗ͂Σ: ἰδοὺ γῆς.

198cΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ ποῖ;

198dἙΡΜΗ͂Σ: πόρρω πάνυ;

199ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.

200ΤΡΥΓΑΙ͂ΟΣ: πῶς οὖν σὺ δῆτʼ ἐνταῦθα κατελείφθης μόνος;

201ἙΡΜΗ͂Σ: τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν,

202χυτρίδια καὶ σανίδια κἀμφορείδια.

203ΤΡΥΓΑΙ͂ΟΣ: ἐξῳκίσαντο δʼ οἱ θεοὶ τίνος οὕνεκα;

204ἙΡΜΗ͂Σ: Ἕλλησιν ὀργισθέντες. εἶτʼ ἐνταῦθα μὲν

205ἵνʼ ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν,

206ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται·

207αὐτοὶ δʼ ἀνῳκίσανθʼ ὅπως ἀνωτάτω,

208ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι

209μηδʼ ἀντιβολούντων μηδὲν αἰσθανοίατο.

210ΤΡΥΓΑΙ͂ΟΣ: τοῦ δʼ οὕνεχʼ ἡμᾶς ταῦτʼ ἔδρασαν; εἰπέ μοι.

211ἙΡΜΗ͂Σ: ὁτιὴ πολεμεῖν ᾑρεῖσθʼ ἐκείνων πολλάκις

212σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ

213ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί·

214ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν.

215εἰ δʼ αὖ τι πράξαιτʼ ἀγαθὸν ἁττικωνικοί

216κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι,

217ἐλέγετʼ ἂν ὑμεῖς εὐθύς· ἐξαπατώμεθα

218νὴ τὴν Ἀθηνᾶν, νὴ Δίʼ, οὐχὶ πειστέον·

219ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.’

220ΤΡΥΓΑΙ͂ΟΣ: ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.

221ἙΡΜΗ͂Σ: ὧν οὕνεκʼ οὐκ οἶδʼ εἴ ποτʼ Εἰρήνην ἔτι

222τὸ λοιπὸν ὄψεσθʼ.

Part 5

222bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ ποῖ γὰρ οἴχεται;

223ἙΡΜΗ͂Σ: ὁ Πόλεμος αὐτὴν ἐνέβαλʼ εἰς ἄντρον βαθύ.

224ΤΡΥΓΑΙ͂ΟΣ: ἐς ποῖον;

224bἙΡΜΗ͂Σ: ἐς τουτὶ τὸ κάτω, κἄπειθʼ ὁρᾷς

225ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων,

226ἵνα μὴ λάβητε μηδέποτʼ αὐτήν.

226bΤΡΥΓΑΙ͂ΟΣ: εἰπέ μοι,

227ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;

228ἙΡΜΗ͂Σ: οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας

229ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.

230ΤΡΥΓΑΙ͂ΟΣ: τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;

231ἙΡΜΗ͂Σ: τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται.

232ἀλλʼ εἶμι· καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν

233μέλλει· θορυβεῖ γοῦν ἔνδον.

233bΤΡΥΓΑΙ͂ΟΣ: οἴμοι δείλαιος.

234φέρʼ αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην

235καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.

236ΠΌΛΕΜΟΣ: ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες,

237ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.

238ΤΡΥΓΑΙ͂ΟΣ: ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους,

239ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος.

240ἆρʼ οὗτός ἐστʼ ἐκεῖνος ὃν καὶ φεύγομεν,

241ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;

242ΠΌΛΕΜΟΣ: ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις

243καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.

244ΤΡΥΓΑΙ͂ΟΣ: τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω·

245τὸ γὰρ κακὸν τοῦτʼ ἐστὶ τῆς Λακωνικῆς.

246ΠΌΛΕΜΟΣ: ὦ Μέγαρα Μέγαρʼ ὡς ἐπιτετρίψεσθʼ αὐτίκα

247ἁπαξάπαντα καταμεμυττωτευμένα.

248ΤΡΥΓΑΙ͂ΟΣ: βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα

249τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.

250ΠΌΛΕΜΟΣ: ἰὼ Σικελία καὶ σὺ δʼ ὡς ἀπόλλυσαι.

251ΤΡΥΓΑΙ͂ΟΣ: οἵα πόλις τάλαινα διακναισθήσεται.

252ΠΌΛΕΜΟΣ: φέρʼ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.

253ΤΡΥΓΑΙ͂ΟΣ: οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ.

254τετρώβολον τοῦτʼ ἐστί· φείδου τἀττικοῦ.

255ΠΌΛΕΜΟΣ: παῖ παῖ Κυδοιμέ.

Part 6

255bΚΎΔΟΙΜΟΣ: τί με καλεῖς;

255cΠΌΛΕΜΟΣ: κλαύσει μακρά.

256ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.

257ΚΎΔΟΙΜΟΣ: ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα.

258μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον;

259ΠΌΛΕΜΟΣ: οἴσεις ἀλετρίβανον τρέχων;

259bΚΎΔΟΙΜΟΣ: ἀλλʼ ὦ μέλε

260οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.

261ΠΌΛΕΜΟΣ: οὔκουν παρʼ Ἀθηναίων μεταθρέξει ταχὺ πάνυ;

262ΚΎΔΟΙΜΟΣ: ἔγωγε νὴ Δίʼ· εἰ δὲ μή γε, κλαύσομαι.

263ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ τί δρῶμεν ὦ πόνηρʼ ἀνθρώπια;

264ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας·

265εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων,

266τούτῳ ταράξει τὰς πόλεις καθήμενος.

267ἀλλʼ ὦ Διόνυσʼ ἀπόλοιτο καὶ μὴ ʼλθοι φέρων.

268ΠΌΛΕΜΟΣ: οὗτος.

268bΚΎΔΟΙΜΟΣ: τί ἔστιν;

268cΠΌΛΕΜΟΣ: οὐ φέρεις;

268dΚΎΔΟΙΜΟΣ: τὸ δεῖνα γὰρ

269ἀπόλωλʼ Ἀθηναίοισιν ἁλετρίβανος,

270ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.

271ΤΡΥΓΑΙ͂ΟΣ: εὖ γʼ ὦ πότνια δέσποινʼ Ἀθηναία ποιῶν

272ἀπόλωλʼ ἐκεῖνος κἀν δέοντι τῇ πόλει,

273ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.

274ΠΌΛΕΜΟΣ: οὔκουν ἕτερον δῆτʼ ἐκ Λακεδαίμονος μέτει

275ἀνύσας τι;

275bΚΎΔΟΙΜΟΣ: ταῦτʼ ὦ δέσποθʼ.

275cΠΌΛΕΜΟΣ: ἧκέ νυν ταχύ.

276ΤΡΥΓΑΙ͂ΟΣ: ὦνδρες τί πεισόμεσθα; νῦν ἀγὼν μέγας.

277ἀλλʼ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει

278μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν

279ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.

280ΚΎΔΟΙΜΟΣ: οἴμοι τάλας, οἴμοι γε κἄτʼ οἴμοι μάλα.

281ΠΌΛΕΜΟΣ: τί ἔστι; μῶν οὐκ αὖ φέρεις;

281bΚΎΔΟΙΜΟΣ: ἀπόλωλε γὰρ

282καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.

Part 7

283ΠΌΛΕΜΟΣ: πῶς ὦ πανοῦργʼ;

283bΚΎΔΟΙΜΟΣ: ἐς τἀπὶ Θρᾴκης χωρία

284χρήσαντες ἑτέροις αὐτὸν εἶτʼ ἀπώλεσαν.

285ΤΡΥΓΑΙ͂ΟΣ: εὖ γʼ εὖ γε ποιήσαντες ὦ Διοσκόρω.

286ἴσως ἂν εὖ γένοιτο· θαρρεῖτʼ ὦ βροτοί.

287ΠΌΛΕΜΟΣ: ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·

288ἐγὼ δὲ δοίδυκʼ εἰσιὼν ποιήσομαι.

289ΤΡΥΓΑΙ͂ΟΣ: νῦν τοῦτʼ ἐκεῖνʼ ἥκει τὸ Δάτιδος μέλος, ὃ δεφόμενός ποτʼ ᾖδε τῆς μεσημβρίας, ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι. νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν

294ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. ἀλλʼ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρʼ ἴτʼ ὦ πάντες λεῴ,

299ὡς τάχιστʼ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία· νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.

301ΧΟΡΌΣ: δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.

302ὦ Πανέλληνες βοηθήσωμεν, εἴπερ πώποτε,

303τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικικῶν·

304ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.

305πρὸς τάδʼ ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει·

306οὐ γὰρ ἔσθʼ ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον,

307πρὶν μοχλοῖς καὶ μηχαναῖσιν ἐς τὸ φῶς ἀνελκύσαι

308τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.

309ΤΡΥΓΑΙ͂ΟΣ: οὐ σιωπήσεσθʼ, ὅπως μὴ περιχαρεῖς τῷ πράγματι

310τὸν Πόλεμον ἐκζωπυρήσετʼ ἔνδοθεν κεκραγότες;

311ΧΟΡΌΣ: ἀλλʼ ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος.

312οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτίʼ ἡμερῶν τριῶν.

313ΤΡΥΓΑΙ͂ΟΣ: εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον,

314μὴ παφλάζων καὶ κεκραγὼς ὥσπερ ἡνίκʼ ἐνθάδʼ ἦν,

315ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ʼξελκύσαι.

316ΧΟΡΌΣ: οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται,

317ἢν ἅπαξ ἐς χεῖρας ἔλθῃ τὰς ἐμάς. ἰοῦ ἰοῦ.

318ΤΡΥΓΑΙ͂ΟΣ: ἐξολεῖτέ μʼ ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε·

319ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.

320ΧΟΡΌΣ: ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω,

321οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθʼ ἄν.

322ΤΡΥΓΑΙ͂ΟΣ: τί τὸ κακόν; τί πάσχετʼ ὦνδρες; μηδαμῶς πρὸς τῶν θεῶν

323πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.

324ΧΟΡΌΣ: ἀλλʼ ἔγωγʼ οὐ σχηματίζειν βούλομʼ, ἀλλʼ ὑφʼ ἡδονῆς

325οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.

326ΤΡΥΓΑΙ͂ΟΣ: μή τι καὶ νυνί γʼ ἔτʼ, ἀλλὰ παῦε παῦʼ ὀρχούμενος.

327ΧΟΡΌΣ: ἢν ἰδοὺ καὶ δὴ πέπαυμαι.

327bΤΡΥΓΑΙ͂ΟΣ: φῄς γε, παύει δʼ οὐδέπω.

328ΧΟΡΌΣ: ἓν μὲν οὖν τουτί μʼ ἔασον ἑλκύσαι, καὶ μηκέτι.

329ΤΡΥΓΑΙ͂ΟΣ: τοῦτό νυν, καὶ μηκέτʼ ἄλλο μηδὲν ὀρχήσησθʼ ἔτι.

330ΧΟΡΌΣ: οὐκ ἂν ὀρχησαίμεθʼ, εἴπερ ὠφελήσαιμέν τί σε.

Part 8

331ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὁρᾶτʼ οὔπω πέπαυσθε.

331bΧΟΡΌΣ: τουτογὶ νὴ τὸν Δία

332τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.

333ΤΡΥΓΑΙ͂ΟΣ: ἐπιδίδωμι τοῦτό γʼ ὑμῖν ὥστε μὴ λυπεῖν ἔτι.

334ΧΟΡΌΣ: ἀλλὰ καὶ τἀριστερόν τοί μʼ ἐστʼ ἀναγκαίως ἔχον.

335ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ

336μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.

337ΤΡΥΓΑΙ͂ΟΣ: μή τι καὶ νυνί γε χαίρετʼ· οὐ γὰρ ἴστε πω σαφῶς·

338ἀλλʼ ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε

339ΤΡΥΓΑΙ͂ΟΣ: καὶ βοᾶτε καὶ γελᾶτʼ· ἤδη

340γὰρ ἐξέσται τόθʼ ὑμῖν

341πλεῖν μένειν βινεῖν καθεύδειν,

342ἐς πανηγύρεις θεωρεῖν,

343ἑστιᾶσθαι κοτταβίζειν,

344†συβαρίζειν†

345ἰοῦ ἰοῦ κεκραγέναι.

346ΧΟΡΌΣ: εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν . πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς ἔλαχε Φορμίων· κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον, οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,

351ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον, ἀπαλλαγέντα πραγμάτων. καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι. ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε

360φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.

361ΤΡΥΓΑΙ͂ΟΣ: φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.

362ἙΡΜΗ͂Σ: ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;

363ΤΡΥΓΑΙ͂ΟΣ: οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.

364ἙΡΜΗ͂Σ: ἀπόλωλας ὦ κακόδαιμον.

364bΤΡΥΓΑΙ͂ΟΣ: οὐκοῦν ἢν λάχω.

365Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.

366ἙΡΜΗ͂Σ: ἀπόλωλας, ἐξόλωλας.

366bΤΡΥΓΑΙ͂ΟΣ: ἐς τίνʼ ἡμέραν;

367ἙΡΜΗ͂Σ: εἰς αὐτίκα μάλʼ.

367bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐδὲν ἠμπόληκά πω,

368οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.

369ἙΡΜΗ͂Σ: καὶ μὴν ἐπιτέτριψαί γε.

369bΤΡΥΓΑΙ͂ΟΣ: κᾆτα τῷ τρόπῳ

370οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;

371ἙΡΜΗ͂Σ: ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν

372ταύτην ἀνορύττων εὑρεθῇ;

373ΤΡΥΓΑΙ͂ΟΣ: νῦν ἆρά με

373bἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;

Part 9

374ἙΡΜΗ͂Σ: εὖ ἴσθʼ ὅτι.

374bΤΡΥΓΑΙ͂ΟΣ: ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·

375δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.

376ἙΡΜΗ͂Σ: ὦ Ζεῦ κεραυνοβρόντα.

376bΤΡΥΓΑΙ͂ΟΣ: μὴ πρὸς τῶν θεῶν

377ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.

378ἙΡΜΗ͂Σ: οὐκ ἂν σιωπήσαιμι.

378bΤΡΥΓΑΙ͂ΟΣ: ναὶ πρὸς τῶν κρεῶν,

379ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.

380ἙΡΜΗ͂Σ: ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,

381εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.

382ΤΡΥΓΑΙ͂ΟΣ: μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.

383ΤΡΥΓΑΙ͂ΟΣ: εἰπέ μοι, τί πάσχετʼ ὦνδρες; ἕστατʼ ἐκπεπληγμένοι.

384ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.

385ΧΟΡΌΣ: μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,

386εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,

387τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.

388ΤΡΥΓΑΙ͂ΟΣ: οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;

390ΧΟΡΌΣ: †μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†

391ὥστε τήνδε μὴ λαβεῖν·

392ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,

395εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.

396καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι

397διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.

400ΤΡΥΓΑΙ͂ΟΣ: ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,

401ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.

402κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.

403καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,

404ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.

405ἙΡΜΗ͂Σ: ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.

406ΤΡΥΓΑΙ͂ΟΣ: ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος

407ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον

408τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.

409ἙΡΜΗ͂Σ: ἵνα δὴ τί τοῦτο δρᾶτον;

409bΤΡΥΓΑΙ͂ΟΣ: ὁτιὴ νὴ Δία

410ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ

411οἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότως

412βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,

413ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.

414ἙΡΜΗ͂Σ: ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην

415καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.

416ΤΡΥΓΑΙ͂ΟΣ: ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε

417ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.

418καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν

419πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,

420μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·

421ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν

422ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.

423χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοι

424δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.

425ἙΡΜΗ͂Σ: οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.

Part 10

426ἙΡΜΗ͂Σ: ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαις

427εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.

428ΧΟΡΌΣ: ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατε

429ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·

430τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.

431ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως

432ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.

433ἙΡΜΗ͂Σ: σπονδὴ σπονδή·

434εὐφημεῖτε εὐφημεῖτε.

435ΤΡΥΓΑΙ͂ΟΣ: σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν

436Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,

437χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,

438τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.

439ΧΟΡΌΣ: μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,

440ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.

441ΤΡΥΓΑΙ͂ΟΣ: ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται

442ΧΟΡΌΣ: μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ

443ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.

444ΤΡΥΓΑΙ͂ΟΣ: κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ

445ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις

446ΧΟΡΌΣ: πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.

447ΤΡΥΓΑΙ͂ΟΣ: κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,

448ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν

449ΧΟΡΌΣ: ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.

450ΤΡΥΓΑΙ͂ΟΣ: κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,

451ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος

452ΧΟΡΌΣ: ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.

453ΤΡΥΓΑΙ͂ΟΣ: ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.

454ΧΟΡΌΣ: ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.

455ΤΡΥΓΑΙ͂ΟΣ: ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.

456Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.

457Ἄρει δέ;

457bΧΟΡΌΣ: μὴ μή.

457cΤΡΥΓΑΙ͂ΟΣ: μηδʼ Ἐνυαλίῳ γε;

457dΧΟΡΌΣ: μή.

Part 11

458ΤΡΥΓΑΙ͂ΟΣ: ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.

459ἙΡΜΗ͂Σ: ὦ εἶα.

460ΧΟΡΌΣ: εἶα μάλα.

461ἙΡΜΗ͂Σ: ὦ εἶα.

462ΧΟΡΌΣ: εἶα ἔτι μάλα.

463ἙΡΜΗ͂Σ: ὦ εἶα, ὦ εἶα.

464ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.

465οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ·

466οἰμώξεσθʼ οἱ Βοιωτοί.

467ἙΡΜΗ͂Σ: εἶά νυν.

468ΤΡΥΓΑΙ͂ΟΣ: εἶα ὦ.

469ΧΟΡΌΣ: ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.

470ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν ἕλκω κἀξαρτῶμαι

471κἀπεμπίπτω καὶ σπουδάζω;

472ΧΟΡΌΣ: πῶς οὖν οὐ χωρεῖ τοὔργον;

473ΤΡΥΓΑΙ͂ΟΣ: ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.

474οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.

475ἙΡΜΗ͂Σ: οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι

476ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,

477καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.

478ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.

479ΧΟΡΌΣ: ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,

480μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.

481ἙΡΜΗ͂Σ: οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως

482γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,

483ὑπὸ τοῦ γε λιμοῦ νὴ Δίʼ ἐξολωλότες.

484ΤΡΥΓΑΙ͂ΟΣ: οὐδὲν ποιοῦμεν ὦνδρες· ἀλλ ὁμοθυμαδὸν

485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.

486ἙΡΜΗ͂Σ: ὦ εἶα.

487ΤΡΥΓΑΙ͂ΟΣ: εἶα μάλα.

Part 12

488ἙΡΜΗ͂Σ: ὦ εἶα.

489ΤΡΥΓΑΙ͂ΟΣ: εἶα νὴ Δία.

490ΧΟΡΌΣ: μικρόν γε κινοῦμεν.

491ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν δεινὸν [...]

492τοὺς μὲν τείνειν τοὺς δʼ ἀντισπᾶν;

493πληγὰς λήψεσθʼ ὦργεῖοι.

494ἙΡΜΗ͂Σ: εἶά νυν.

495ΤΡΥΓΑΙ͂ΟΣ: εἶα ὦ.

496ΧΟΡΌΣ: ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.

497ΤΡΥΓΑΙ͂ΟΣ: ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες

498τῆς εἰρήνης σπᾶτʼ ἀνδρείως.

499ΧΟΡΌΣ: ἀλλʼ εἴσʼ οἳ κωλύουσιν.

500ἙΡΜΗ͂Σ: ἄνδρες Μεγαρῆς οὐκ ἐς κόρακας ἐρρήσετε;

501μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη·

502πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.

503καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω

504ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·

505οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.

506ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,

507πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.

508ΧΟΡΌΣ: ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.

509ἙΡΜΗ͂Σ: χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.

510ΧΟΡΌΣ: χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.

511ΤΡΥΓΑΙ͂ΟΣ: οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.

512ΧΟΡΌΣ: ἄγε νυν ἄγε πᾶς.

513ἙΡΜΗ͂Σ: καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.

514ΧΟΡΌΣ: μή νυν ἀνῶμεν ἀλλʼ ἐπεντείνωμεν

515ἀνδρικώτερον.

516ἙΡΜΗ͂Σ: ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.

517ΧΟΡΌΣ: ὦ εἶα νῦν, ὦ εἶα πᾶς.

518ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.

519ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.

520ΤΡΥΓΑΙ͂ΟΣ: ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;

521πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον

522ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.

523ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.

524οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,

525οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,

526γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.

Part 13

527ἙΡΜΗ͂Σ: μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;

528ΤΡΥΓΑΙ͂ΟΣ: ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.

529τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,

530ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,

531αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,

532ἐπυλλίων Εὐριπίδου—

532bἙΡΜΗ͂Σ: κλαύσἄρα σὺ

533ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται

534αὕτη ποιητῇ ῥηματίων δικανικῶν.

535ΤΡΥΓΑΙ͂ΟΣ: κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,

536† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,

537δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,

538ἄλλων τε πολλῶν κἀγαθῶν—

539ἙΡΜΗ͂Σ: ἴθι νυν ἄθρει

539bοἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις

540διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,

541καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι

542ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.

543ΤΡΥΓΑΙ͂ΟΣ: καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει

544τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.

544bἙΡΜΗ͂Σ: αἰβοῖ τάλας,

545ΤΡΥΓΑΙ͂ΟΣ: ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς

546τίλλονθʼ ἑαυτόν;

546bἙΡΜΗ͂Σ: ὁ δέ γε τὰς σμινύας ποιῶν

547κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.

548ΤΡΥΓΑΙ͂ΟΣ: ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,

549καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;

550ἙΡΜΗ͂Σ: ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.

551ΤΡΥΓΑΙ͂ΟΣ: ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι

552τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν

553ΤΡΥΓΑΙ͂ΟΣ: ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·

554ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.

555ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.

556ΧΟΡΌΣ: ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,

557ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,

558τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,

559ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.

560ΤΡΥΓΑΙ͂ΟΣ: νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,

561ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·

562εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,

563ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.

564ἙΡΜΗ͂Σ: ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται

565καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.

566ΤΡΥΓΑΙ͂ΟΣ: νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,

567αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.

568ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.

569ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν

570καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.

571ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ἀναμνησθέντες ὦνδρες τῆς διαίτης τῆς παλαιᾶς, ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν, τῶν τε παλασίων ἐκείνων τῶν τε σύκων τῶν τε μύρτων,

576τῆς τρυγός τε τῆς γλυκείας τῆς ἰωνιᾶς τε τῆς πρὸς τῷ φρέατι τῶν τʼ ἐλαῶν ὧν ποθοῦμεν, ἀντὶ τούτων τήνδε νυνὶ

581τὴν θεὸν προσείπατε.

582ΧΟΡΌΣ: χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη. σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι [...] ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.

590μόνη γὰρ ἡμᾶς ὠφέλεις. πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα. τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία. ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδια τἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰ

600προσγελάσεται λαβόντʼ ἄσμενα.

601ΧΟΡΌΣ: ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον

602ἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.

Part 14

603ἙΡΜΗ͂Σ: ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο. πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς· εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,

608πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν. ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος, ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε. ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελος

613καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.

615ΤΡΥΓΑΙ͂ΟΣ: ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός,

616οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.

617ΧΟΡΌΣ: οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,

618οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.

619ἙΡΜΗ͂Σ: κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε

620ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,

621πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,

622κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.

623οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι

624τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·

625κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·

626αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι

627οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.

628ΤΡΥΓΑΙ͂ΟΣ: ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου

629ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.

630ΧΟΡΌΣ: νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον

631ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.

632ἙΡΜΗ͂Σ: κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,

637τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους, αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου. εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·

642ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν. οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν

647ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν βυρσοπώλης.

648bΤΡΥΓΑΙ͂ΟΣ: παῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,

649ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·

650οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.

651ΤΡΥΓΑΙ͂ΟΣ: ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,

652κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,

653καὶ λάλος καὶ συκοφάντης

654καὶ κύκηθρον καὶ τάρακτρον,

655ταῦθʼ ἁπαξάπαντα νυνὶ

656τοὺς σεαυτοῦ λοιδορεῖς.

657ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.

658ἙΡΜΗ͂Σ: ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·

659ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.

660ΤΡΥΓΑΙ͂ΟΣ: ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.

661ἙΡΜΗ͂Σ: εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.

662ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.

663εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.

664ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.

665ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ

666σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν

667ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.

668ΤΡΥΓΑΙ͂ΟΣ: ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·

669ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.

670ἙΡΜΗ͂Σ: ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,

671ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,

672χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.

673ΤΡΥΓΑΙ͂ΟΣ: εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.

674ἙΡΜΗ͂Σ: ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ

675ὁ Κλεώνυμος;

675bΤΡΥΓΑΙ͂ΟΣ: ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι

676οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.

677εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως

678ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.

679ἙΡΜΗ͂Σ: ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,

680ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.

681ΤΡΥΓΑΙ͂ΟΣ: Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.

682αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;

Part 15

683ἙΡΜΗ͂Σ: ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι

684αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.

685ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν

686ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν

687τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.

688ἙΡΜΗ͂Σ: πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.

689ΤΡΥΓΑΙ͂ΟΣ: εὐβουλότεροι γενησόμεθα.

689bἙΡΜΗ͂Σ: τρόπῳ τίνι;

690ΤΡΥΓΑΙ͂ΟΣ: ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν

691ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,

692νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.

692aἙΡΜΗ͂Σ: ὢ ὤ,

693οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.

693bΤΡΥΓΑΙ͂ΟΣ: τὰ τί;

694ἙΡΜΗ͂Σ: πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·

695πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.

696ΤΡΥΓΑΙ͂ΟΣ: εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.

696bἙΡΜΗ͂Σ: τὸ τί;

697ΤΡΥΓΑΙ͂ΟΣ: ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.

698ἙΡΜΗ͂Σ: Σιμωνίδης; πῶς;

698bΤΡΥΓΑΙ͂ΟΣ: ὅτι γέρων ὢν καὶ σαπρὸς

699κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.

700ἙΡΜΗ͂Σ: τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν;

700bΤΡΥΓΑΙ͂ΟΣ: ἀπέθανεν

701ὅθʼ οἱ Λάκωνες ἐνέβαλον.

701bἙΡΜΗ͂Σ: τί παθών;

701cΤΡΥΓΑΙ͂ΟΣ: ὅ τι;

702ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο

703ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.

704χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;

705ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου.

706ἙΡΜΗ͂Σ: ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε

707γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς

708ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.

709ΤΡΥΓΑΙ͂ΟΣ: ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.

710ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ

711ὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;

Part 16

712ἙΡΜΗ͂Σ: οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.

713ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν

714ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.

715ΤΡΥΓΑΙ͂ΟΣ: ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,

716ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,

717ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.

718ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.

718bἙΡΜΗ͂Σ: καὶ σύ γε

719ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.

720ΤΡΥΓΑΙ͂ΟΣ: ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.

721ἙΡΜΗ͂Σ: οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.

721bΤΡΥΓΑΙ͂ΟΣ: ποῖ γὰρ οἴχεται;

722ἙΡΜΗ͂Σ: ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.

723ΤΡΥΓΑΙ͂ΟΣ: πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;

724ἙΡΜΗ͂Σ: τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.

725ΤΡΥΓΑΙ͂ΟΣ: πῶς δῆτʼ ἐγὼ καταβήσομαι;

725bἙΡΜΗ͂Σ: θάρρει, καλῶς·

726τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.

726bΤΡΥΓΑΙ͂ΟΣ: δεῦρʼ ὦ κόραι

727ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ

728ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.

729ΧΟΡΌΣ: ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες

730τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα

731περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.

732ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖς

733ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.

734ΧΟΡΌΣ: χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις· εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται, ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.

739πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας, τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους ἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,

744οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί, ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο, ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοι ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον; τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ

749ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας, ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει, διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,

754καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.

759τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι. καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,

764παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.

765ΧΟΡΌΣ: πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ

766καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·

767καὶ τοῖς φαλακροῖσι παραινοῦμεν

768ξυσπουδάζειν περὶ τῆς νίκης.

769πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ

770κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις,

771φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ

772τῶν τρωγαλίων, καὶ μἀφαίρει

773γενναιοτάτου τῶν ποιητῶν

773bἀνδρὸς τὸ μέτωπον ἔχοντος.

775ΧΟΡΌΣ: Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦ τοῦ φίλου χόρευσον, κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει. ἢν δέ σε Καρκίνος ἐλθὼν

782ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι, μήθʼ ὑπάκουε μήτʼ ἔλθῃς συνέριθος αὐτοῖς, ἀλλὰ νόμιζε πάντας ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς

790ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας. καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.

797ΧΟΡΌΣ: τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν σοφὸν ποιητὴν ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμος μηδὲ Μελάνθιος, οὗ δὴ

805πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ ἡνίκα τῶν τραγῳδῶν τὸν χορὸν εἶχον ἁδελφός τε και αὐτός, ἄμφω Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,

811γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.

819ΤΡΥΓΑΙ͂ΟΣ: ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.

820ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.

821μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι

822ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,

823ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.

824ΟἸΚΈΤΗΣ: ὦ δέσποθʼ ἥκεις;

824bΤΡΥΓΑΙ͂ΟΣ: ὡς ἐγὼ ʼπυθόμην τινός.

Part 17

825ΟἸΚΈΤΗΣ: τί δʼ ἔπαθες;

825bΤΡΥΓΑΙ͂ΟΣ: ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν

826διεληλυθώς.

826bΟἸΚΈΤΗΣ: ἴθι νυν κάτειπέ μοι—

826cΤΡΥΓΑΙ͂ΟΣ: τὸ τί;

827ΟἸΚΈΤΗΣ: ἄλλον τινʼ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα

828πλανώμενον πλὴν σαυτόν;

828bΤΡΥΓΑΙ͂ΟΣ: οὔκ, εἰ μή γέ που

829ψυχὰς δύʼ ἢ τρεῖς διθυραμβοδιδασκάλων.

830ΟἸΚΈΤΗΣ: τί δʼ ἔδρων;

830bΤΡΥΓΑΙ͂ΟΣ: ξυνελέγοντʼ ἀναβολὰς ποτώμεναι

831τὰς ἐνδιαεριαυερινηχέτους τινάς.

832ΟἸΚΈΤΗΣ: οὐκ ἦν ἄρʼ οὐδʼ ἃ λέγουσι, κατὰ τὸν ἀέρα

833ὡς ἀστέρες γιγνόμεθʼ, ὅταν τις ἀποθάνῃ;

834ΤΡΥΓΑΙ͂ΟΣ: μάλιστα.

834bΟἸΚΈΤΗΣ: καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;

835ΤΡΥΓΑΙ͂ΟΣ: Ἴων ὁ Χῖος, ὅσπερ ἐποίησεν πάλαι

836ἐνθάδε τὸν ἀοῖόν ποθʼ· ὡς δʼ ἦλθʼ, εὐθέως

837ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.

838ΟἸΚΈΤΗΣ: τίνες γάρ εἰσʼ οἱ διατρέχοντες ἀστέρες,

839οἳ καόμενοι θέουσιν;

839bΤΡΥΓΑΙ͂ΟΣ: ἀπὸ δείπνου τινὲς

840τῶν πλουσίων οὗτοι βαδίζουσʼ ἀστέρων,

841ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.

842ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,

843καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,

844στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.

845καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·

846ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.

847ΟἸΚΈΤΗΣ: πόθεν δʼ ἔλαβες ταύτας;

847bΤΡΥΓΑΙ͂ΟΣ: ὁπόθεν; ἐκ τοὐρανοῦ.

848ΟἸΚΈΤΗΣ: οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,

849εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.

850ΤΡΥΓΑΙ͂ΟΣ: οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.

851ἄγε νυν ἴωμεν.

851bΟἸΚΈΤΗΣ: εἰπέ μοι, δῶ καταφαγεῖν

852ταύτῃ τι;

852bΤΡΥΓΑΙ͂ΟΣ: μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν

853οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ

854παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.

Part 18

855ΟἸΚΈΤΗΣ: λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.

856ΧΟΡΌΣ: εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,

857ὅσα γʼ ὧδʼ ἰδεῖν,

858τὰ νῦν τάδε πράττει.

859ΤΡΥΓΑΙ͂ΟΣ: τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;

860ΧΟΡΌΣ: ζηλωτὸς ἔσει, γέρον,

861αὖθις νέος ὢν πάλιν,

862μύρῳ κατάλειπτος.

863ΤΡΥΓΑΙ͂ΟΣ: οἶμαι. τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;

864ΧΟΡΌΣ: εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.

865ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν δικαίως; ὅστις εἰς

865aὄχημα κανθάρου ʼπιβὰς

866ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ

866aἐν τοῖς ἀγροῖσιν αὐτοὺς

867ἅπαντας ὄντας ἀσφαλῶς

867aβινεῖν τε καὶ καθεύδειν.

868ΟἸΚΈΤΗΣ: ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·

869ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.

870καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.

871ΤΡΥΓΑΙ͂ΟΣ: ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν

872ἀνύσαντε τῇ βουλῇ.

872bΟἸΚΈΤΗΣ: τίς αὑτηί;

872cΤΡΥΓΑΙ͂ΟΣ: τί φῄς;

873αὕτη Θεωρία ʼστίν.

873bΟἸΚΈΤΗΣ: ἣν ἡμεῖς ποτε

874ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;

875ΤΡΥΓΑΙ͂ΟΣ: σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.

875bΟἸΚΈΤΗΣ: ὦ δέσποτα

876ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.

877ΤΡΥΓΑΙ͂ΟΣ: εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;

878τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;

879οὗτος τί περιγράφεις;

879bΟἸΚΈΤΗΣ: τὸ δεῖνʼ εἰς Ἴσθμια

880σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.

881ΤΡΥΓΑΙ͂ΟΣ: οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·

882καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.

883ΟἸΚΈΤΗΣ: ἐκεινοσὶ νεύει.

883bΤΡΥΓΑΙ͂ΟΣ: τίς;

883cΟἸΚΈΤΗΣ: ὅστις; Ἀριφράδης,

884ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.

Part 19

884bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦ μέλε

885τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.

886ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.

887βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.

888σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,

889ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει

890ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.

891τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.

892ΟἸΚΈΤΗΣ: διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν

893πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.

894ΤΡΥΓΑΙ͂ΟΣ: ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι, πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι, καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς

899παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει· τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε, ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα φυσῶντα καὶ πνέοντα προσκινήσεται·

904ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες. ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν. θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο. ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,

909ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.

910ΧΟΡΌΣ: ἦ χρηστὸς ἀνὴρ πολίτης

911ἐστὶν ἅπασιν ὅστις

911aγʼ ἐστὶ τοιοῦτος.

912ΤΡΥΓΑΙ͂ΟΣ: ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.

913ΧΟΡΌΣ: καὶ νῦν σύ γε δῆλος εἶ·

914σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις

915γεγένησαι.

916ΤΡΥΓΑΙ͂ΟΣ: φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.

917ΧΟΡΌΣ: καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.

918ΤΡΥΓΑΙ͂ΟΣ: πολλῶν γὰρ ὑμῖν ἄξιος

919Τρυγαῖος ἁθμονεὺς ἐγώ,

920δεινῶν ἀπαλλάξας πόνων

920aτὸν δημότην ὅμιλον,

921καὶ τὸν γεωργικὸν λεὼν

921aὙπέρβολόν τε παύσας.

922ΟἸΚΈΤΗΣ: ἄγε δὴ τί νῷν ἐντευθενὶ ποιητέον;

923ΤΡΥΓΑΙ͂ΟΣ: τί δʼ ἄλλο γʼ ἢ ταύτην χύτραις ἱδρυτέον;

924ΧΟΡΌΣ: χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;

925ΤΡΥΓΑΙ͂ΟΣ: τί δαὶ δοκεῖ; βούλεσθε λαρινῷ βοΐ;

926ΧΟΡΌΣ: βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.

927ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὑὶ παχείᾳ καὶ μεγάλῃ;

927bΧΟΡΌΣ: μὴ μή.

927cΤΡΥΓΑΙ͂ΟΣ: τιή;

928ΧΟΡΌΣ: ἵνα μὴ γένηται Θεογένους ὑηνία.

929ΤΡΥΓΑΙ͂ΟΣ: τῷ δὴ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;

929bΧΟΡΌΣ: ὀί.

Part 20

930ΤΡΥΓΑΙ͂ΟΣ: ὀί;

930bΧΟΡΌΣ: ναὶ μὰ Δίʼ.

930cΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ τοῦτό γʼ ἔστʼ Ἰωνικὸν

931τὸ ῥῆμʼ.

931bΧΟΡΌΣ: ἐπίτηδές γʼ, ἵνʼ ὅταν ἐν τἠκκλησίᾳ

932ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι

933ὑπὸ τοῦ δέους λέγωσʼ Ἰωνικῶς ὀὶ—

934ΤΡΥΓΑΙ͂ΟΣ: εὖ τοι λέγεις.

934bΧΟΡΌΣ: καὶ τἄλλα γʼ ὦσιν ἤπιοι.

935ὥστʼ ἐσόμεθʼ ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους

936καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.

937ΤΡΥΓΑΙ͂ΟΣ: ἴθι νυν ἄγʼ ὡς τάχιστα τὸ πρόβατον λαβών·

938ἐγὼ δὲ ποριῶ βωμὸν ἐφʼ ὅτου θύσομεν.

939ΧΟΡΌΣ: ὡς πάνθʼ ὅσʼ ἂν θεὸς θέλῃ χἠ τύχη κατορθοῖ,

940χωρεῖ κατὰ νοῦν, ἕτερον δʼ ἑτέρῳ

941τούτων κατὰ καιρὸν ἀπαντᾷ.

942ΤΡΥΓΑΙ͂ΟΣ: ὡς ταῦτα δῆλά γʼ ἔσθʼ· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.

943ΧΟΡΌΣ: ἐπείγετέ νυν ἐν ὅσῳ

944σοβαρὰ θεόθεν κατέχει

945πολέμου μετάτροπος αὔρα.

946νῦν γὰρ δαίμων φανερῶς

947εἰς ἀγαθὰ μεταβιβάζει.

948ΤΡΥΓΑΙ͂ΟΣ: τὸ κανοῦν πάρεστʼ ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν,

949καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.

950ΧΟΡΌΣ: οὔκουν ἁμιλλήσεσθον; ὡς

951ἢν Χαῖρις ὑμᾶς ἴδῃ,

952πρόσεισιν αὐλήσων ἄκλητος,

953κᾆτα τοῦτʼ εὖ οἶδʼ ὅτι

954φυσῶντι καὶ πονουμένῳ

955προσδώσετε δήπου.

956ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα

957περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.

958ΟἸΚΈΤΗΣ: ἰδού· λεγοις ἂν ἄλλο· περιελήλυθα.

959ΤΡΥΓΑΙ͂ΟΣ: φέρε δὴ τὸ δαλίον τόδʼ ἐμβάψω λαβών,

960σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν,

961καὐτός γε χερνίπτου παραδοὺς ταύτην ἐμοί,

962καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.

962bΟἸΚΈΤΗΣ: ἰδού.

963ΤΡΥΓΑΙ͂ΟΣ: ἔδωκας ἤδη;

963bΟἸΚΈΤΗΣ: νὴ τὸν Ἑρμῆν ὥστε γε

964τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων

965οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.

966ΤΡΥΓΑΙ͂ΟΣ: οὐχ αἱ γυναῖκές γʼ ἔλαβον.

966bΟἸΚΈΤΗΣ: ἀλλʼ εἰς ἑσπέραν

967δώσουσιν αὐταῖς ἅνδρες.

Part 21

967bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ εὐχώμεθα.

968τίς τῇδε; ποῦ ποτʼ εἰσὶ πολλοὶ κἀγαθοί;

969ΟἸΚΈΤΗΣ: τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.

970ΤΡΥΓΑΙ͂ΟΣ: τούτους ἀγαθοὺς ἐνόμισας;

970bΟἸΚΈΤΗΣ: οὐ γάρ, οἵτινες

971ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ

972ἐς ταὐτὸ τοῦθʼ ἑστᾶσʼ ἰόντες χωρίον;

973ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὡς τάχιστʼ εὐχώμεθʼ.

973bΧΟΡΌΣ: εὐχώμεσθα δή.

974ΤΡΥΓΑΙ͂ΟΣ: ὦ σεμνοτάτη βασίλεια θεὰ

975πότνιʼ Εἰρήνη,

976δέσποινα χορῶν, δέσποινα γάμων,

977δέξαι θυσίαν τὴν ἡμετέραν.

978ΧΟΡΌΣ: δέξαι δῆτʼ ὦ πολυτιμήτη

979νὴ Δία, καὶ μὴ ποίει γʼ ἅπερ αἱ

980μοιχευόμεναι δρῶσι γυναῖκες.

981καὶ γὰρ ἐκεῖναι παρακλίνασαι

982τῆς αὐλείας παρακύπτουσιν,

983κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς

984ἀναχωροῦσιν,

985κᾆτʼ ἢν ἀπίῃ παρακύπτουσιν.

986τούτων σὺ ποίει μηδὲν ἔθʼ ἡμᾶς.

987ΤΡΥΓΑΙ͂ΟΣ: μὰ Δίʼ ἀλλʼ ἀπόφηνον ὅλην σαυτὴν γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς ἡμῖν, οἵ σου τρυχόμεθʼ ἤδη τρία καὶ δέκʼ ἔτη, λῦσον δὲ μάχας καὶ κορκορυγάς,

992ἵνα Λυσιμάχην σε καλῶμεν. παῦσον δʼ ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθʼ εἰς ἀλλήλους· μεῖξον δʼ ἡμᾶς τοὺς Ἕλληνας

997πάλιν ἐξ ἀρχῆς φιλίας χυλῷ καὶ συγγνώμῃ τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν· καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν ἐμπλησθῆναι, μεγάλων σκορόδων,

1001σικύων πρῴων, μήλων, ῥοιῶν. δούλοισι χλανισκιδίων μικρῶν· κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν χῆνας νήττας φάττας τροχίλους· καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας,

1006καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους ὀψωνοῦντας τυρβάζεσθαι Μορύχῳ Τελέᾳ Γλαυκέτῃ, ἄλλοις τένθαις πολλοῖς· κᾆτα Μελάνθιον ἥκειν ὕστερον ἐς τὴν ἀγοράν,

1011τὰς δὲ πεπρᾶσθαι, τὸν δʼ ὀτοτύζειν, εἶτα μονῳδεῖν ἐκ Μηδείας, ὀλόμαν ὀλόμαν, ἀποχηρωθεὶς τᾶς ἐν τεύτλοισι λοχευομένας· τοὺς δʼ ἀνθρώπους ἐπιχαίρειν.

1016ΤΡΥΓΑΙ͂ΟΣ: ταῦτʼ ὦ πολυτίμητʼ εὐχομένοις ἡμῖν δίδου.

1017ΟἸΚΈΤΗΣ: λαβὲ τὴν μάχαιραν· εἶθʼ ὅπως μαγειρικῶς

1018σφάξεις τὸν οἶν.

1018bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὐ θέμις.

1018cΟἸΚΈΤΗΣ: τιὴ τί δή;

1019ΤΡΥΓΑΙ͂ΟΣ: οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς,

1020οὐδʼ αἱματοῦται βωμός. ἀλλʼ εἴσω φέρων

1021θύσας τὰ μηρἴ ἐξελὼν δεῦρʼ ἔκφερε,

1022χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.

1023ΧΟΡΌΣ: σέ τοι θύρασι χρὴ [...] μένοντα τοίνυν

1024σχίζας δευρὶ τιθέναι ταχέως

1025τά τε πρόσφορα πάντʼ ἐπὶ τούτοις.

1026ΤΡΥΓΑΙ͂ΟΣ: οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;

1027ΧΟΡΌΣ: πῶς δʼ οὐχί; τί γάρ σε πέφευγʼ

1028ὅσα χρὴ σοφὸν ἄνδρα; τί δʼ οὐ

1029σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν

1030τόν γε σοφῇ δόκιμον

1031φρενὶ πορίμῳ τε τόλμῃ;

1032ΤΡΥΓΑΙ͂ΟΣ: ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει,

1033καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.

1034ΧΟΡΌΣ: τίς οὖν ἂν οὐκ ἐπαινέσειεν

1035ἄνδρα τοιοῦτον, ὅστις

1035aπόλλʼ ἀνατλὰς ἔσωσε

1036τὴν ἱερὰν πόλιν;

1037ὥστʼ οὐχὶ μὴ παύσῃ ποτʼ ὢν

1038ζηλωτὸς ἅπασιν.

1039ΟἸΚΈΤΗΣ: ταυτὶ δέδραται. τίθεσο τὼ μηρὼ λαβών.

1040ἐγὼ δʼ ἐπὶ σπλάγχνʼ εἶμι καὶ θυλήματα.

Part 22

1041ΤΡΥΓΑΙ͂ΟΣ: ἐμοὶ μελήσει ταῦτά γʼ· ἀλλʼ ἥκειν ἐχρῆν.

1042ΟἸΚΈΤΗΣ: ἰδοὺ πάρειμι. μῶν ἐπισχεῖν σοι δοκῶ;

1043ΤΡΥΓΑΙ͂ΟΣ: ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ

1044προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.

1045τίς ἄρα ποτʼ ἐστίν;

1045bΟἸΚΈΤΗΣ: ὡς ἀλαζὼν φαίνεται·

1046μάντις τίς ἐστιν.

1046bΤΡΥΓΑΙ͂ΟΣ: οὐ μὰ Δίʼ ἀλλʼ Ἱεροκλέης

1047οὗτός γέ πού ʼσθʼ ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.

1048ΟἸΚΈΤΗΣ: τί ποτʼ ἄρα λέξει;

1048bΤΡΥΓΑΙ͂ΟΣ: δῆλός ἐσθʼ οὗτός γʼ ὅτι

1049ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.

1050ΟἸΚΈΤΗΣ: οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.

1051ΤΡΥΓΑΙ͂ΟΣ: μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.

1051bΟἸΚΈΤΗΣ: εὖ λέγεις.

1052ἹΕΡΟΚΛΗ͂Σ: τίς ἡ θυσία ποθʼ αὑτηὶ καὶ τῷ θεῶν;

1053ΤΡΥΓΑΙ͂ΟΣ: ὀπτα σὺ σιγῇ κἄπαγʼ ἀπὸ τῆς ὀσφύος.

1054ἹΕΡΟΚΛΗ͂Σ: ὅτῳ δὲ θύετʼ οὐ φράσεθʼ;

1054bΤΡΥΓΑΙ͂ΟΣ: ἡ κέρκος ποιεῖ

1055καλῶς;

1055bΟἸΚΈΤΗΣ: καλῶς δῆτʼ ὦ πότνιʼ Εἰρήνη φίλη.

1056ἹΕΡΟΚΛΗ͂Σ: ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.

1057ΤΡΥΓΑΙ͂ΟΣ: ὀπτᾶν ἄμεινον πρῶτον.

1057bἹΕΡΟΚΛΗ͂Σ: ἀλλὰ ταυταγὶ

1058ἤδη ʼστὶν ὀπτά.

1058bΤΡΥΓΑΙ͂ΟΣ: πολλὰ πράττεις, ὅστις εἶ.

1059κατάτεμνε. ποῦ τράπεζα; τὴν σπονδὴν φέρε.

1060ἹΕΡΟΚΛΗ͂Σ: ἡ γλῶττα χωρὶς τέμνεται.

Part 23

1060bΤΡΥΓΑΙ͂ΟΣ: μεμνήμεθα.

1061ἀλλʼ οἶσθʼ ὃ δρᾶσον;

1061bἹΕΡΟΚΛΗ͂Σ: ἢν φράσῃς.

1061cΤΡΥΓΑΙ͂ΟΣ: μὴ διαλέγου

1062νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.

1063ἹΕΡΟΚΛΗ͂Σ: ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,

1063bΤΡΥΓΑΙ͂ΟΣ: ἐς κεφαλὴν σοί.

1064ἹΕΡΟΚΛΗ͂Σ: οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες

1065συνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις,

1066ΤΡΥΓΑΙ͂ΟΣ: αἰβοιβοῖ.

1066bἹΕΡΟΚΛΗ͂Σ: τί γελᾷς;

1066cΤΡΥΓΑΙ͂ΟΣ: ἥσθην χαροποῖσι πιθήκοις.

1067ἹΕΡΟΚΛΗ͂Σ: καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,

1068ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.

1068bΤΡΥΓΑΙ͂ΟΣ: εἴθε σου εἶναι

1069ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.

1070ἹΕΡΟΚΛΗ͂Σ: εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,

1071μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—

1072ΤΡΥΓΑΙ͂ΟΣ: ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.

1073ἹΕΡΟΚΛΗ͂Σ: οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,

1074ἀλλὰ τόδε πρότερον—

1074bΤΡΥΓΑΙ͂ΟΣ: τοῖσδʼ ἁλσί γε παστέα ταυτί.

1075ἹΕΡΟΚΛΗ͂Σ: οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,

1076φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

1077ΤΡΥΓΑΙ͂ΟΣ: καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;

1078ἹΕΡΟΚΛΗ͂Σ: ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,

1078a†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,

1079τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.

1080ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,

1081ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,

1082ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;

1083ἹΕΡΟΚΛΗ͂Σ: οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.

Part 24

1084ΤΡΥΓΑΙ͂ΟΣ: οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,

1085οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.

1086ἹΕΡΟΚΛΗ͂Σ: οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.

1087ΤΡΥΓΑΙ͂ΟΣ: ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;

1088ἹΕΡΟΚΛΗ͂Σ: ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;

1089ΤΡΥΓΑΙ͂ΟΣ: ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·

1090ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο

1091Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.

1092αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,

1093ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·

1094χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.

1095ἹΕΡΟΚΛΗ͂Σ: οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.

1096ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·

1097ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,

1098ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.

1099ἹΕΡΟΚΛΗ͂Σ: φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας

1100ἰκτῖνος μάρψῃ.

1100bΤΡΥΓΑΙ͂ΟΣ: τουτὶ μέντοι σὺ φυλάττου,

1101ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.

1102ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.

1103ἹΕΡΟΚΛΗ͂Σ: ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.

1104ΤΡΥΓΑΙ͂ΟΣ: σπονδὴ σπονδή.

1105ἹΕΡΟΚΛΗ͂Σ: ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.

1106ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·

1107ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.

1108ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.

1109ἹΕΡΟΚΛΗ͂Σ: πρόσφερε τὴν γλῶτταν.

1109bΤΡΥΓΑΙ͂ΟΣ: σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.

1110ἹΕΡΟΚΛΗ͂Σ: σπονδή.

1110bΤΡΥΓΑΙ͂ΟΣ: καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.

1111ἹΕΡΟΚΛΗ͂Σ: οὐδεὶς προσδώσει τῶν σπλάγχνων;

1111bΤΡΥΓΑΙ͂ΟΣ: οὐ γὰρ οἷόν τε

1112ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.

1113ἹΕΡΟΚΛΗ͂Σ: ναὶ πρὸς τῶν γονάτων.

Part 25

1113bΤΡΥΓΑΙ͂ΟΣ: ἄλλως ὦ τᾶν ἱκετεύεις·

1114οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.

1115ΤΡΥΓΑΙ͂ΟΣ: ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε

1116μετὰ νῷν.

1116bἹΕΡΟΚΛΗ͂Σ: τί δὴ ʼγώ;

1116cΤΡΥΓΑΙ͂ΟΣ: τὴν Σίβυλλαν ἔσθιε.

1117ἹΕΡΟΚΛΗ͂Σ: οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,

1118ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.

1119ΤΡΥΓΑΙ͂ΟΣ: ὦ παῖε τὸν Βάκιν.

1119bἹΕΡΟΚΛΗ͂Σ: μαρτύρομαι.

1120ΤΡΥΓΑΙ͂ΟΣ: κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.

1121παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.

1122ΟἸΚΈΤΗΣ: σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,

1123ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.

1124οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;

1125ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.

1126οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;

1127ΧΟΡΌΣ: ἥδομαί γʼ ἥδομαι κράνους ἀπηλλαγμένος τυροῦ τε καὶ κρομμύων. οὐ γὰρ φιληδῶ μάχαις, ἀλλὰ πρὸς πῦρ διέλκων

1132μετʼ ἀνδρῶν ἑταίρων φίλων, ἐκκέας τῶν ξύλων ἅττʼ ἂν ᾖ δανότατα τοῦ θέρους †ἐκπεπρισμένα†, κἀνθρακίζων τοὐρεβίνθου

1137τήν τε φηγὸν ἐμπυρεύων, χἄμα τὴν Θρᾷτταν κυνῶν τῆς γυναικὸς λουμένης.

1140ΧΟΡΌΣ: οὐ γὰρ ἔσθʼ ἥδιον ἢ τυχεῖν μὲν ἤδη ʼσπαρμένα, τὸν θεὸν δʼ ἐπιψακάζειν, καὶ τινʼ εἰπεῖν γείτονα, εἰπέ μοι τί τηνικαῦτα δρῶμεν ὦ Κωμαρχίδη; ἐμπιεῖν ἔμοιγʼ ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς. ἀλλʼ ἄφευε τῶν φασήλων ὦ γύναι τρεῖς χοίνικας,

1145τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω κʼ τοῦ χωρίου. οὐ γὰρ οἷόν τʼ ἐστὶ πάντως οἰναρίζειν τήμερον οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον. κἀξ ἐμοῦ δʼ ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω·

1150ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, εἴ τι μὴ ʼξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας· ἐψόφει γοῦν ἔνδον οὐκ οἶδʼ ἅττα κἀκυδοιδόπα· ὧν ἔνεγκʼ ὦ παῖ τρἴ ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί· μυρρίνας τʼ αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων·

1155χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω,

1156ΧΟΡΌΣ: ὡς ἂν ἐμπίῃ μεθʼ ἡμῶν,

1157εὖ ποιοῦντος κὠφελοῦντος

1158τοῦ φεοῦ τἀρώματα.

1159ΧΟΡΌΣ: ἡνίκʼ ἂν δʼ ἀχέτας ᾄδῃ τὸν ἡδὺν νόμον, διασκοπῶν ἥδομαι τὰς Λημυνίας ἀμπέλους, εἰ πεπαίνουσιν ἤ-

1164δη ʽτὸ γὰρ φῖτυ πρῷον φύσεἰ, τόν τε φήληχʼ ὁρῶν οἰδάνοντʼ· εἶθʼ ὁπόταν ᾖ πέπων, ἐσθίω κἀπέχω χἄμα φήμʼ, ὧραι φίλαι· καὶ

1169τοῦ θύμου τρίβων κυκῶμαι· κᾆτα γίγνομαι παχὺς τηνικαῦτα τοῦ θέρους

1172ΧΟΡΌΣ: μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων τρεῖς λόφους ἔχοντα καὶ φοινικίδʼ ὀξεῖαν πάνυ, ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν· ἢν δέ που δέῃ μάχεσθʼ ἔχοντα τὴν φοινικίδα, τηνικαῦτʼ αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν·

1177κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν τοὺς λόφους σείων· ἐγὼ δʼ ἕστηκα †λινοπτώμενος.† ἡνίκʼ ἂν δʼ οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά, τοὺς μὲν ἐγγράφοντες ἡμῶν τοὺς δʼ ἄνω τε καὶ κάτω ἐξαλείφοντες δὶς ἢ τρίς. αὔριον δʼ ἔσθʼ ἡ ʼξοδος·

1182τῷ δὲ σιτίʼ οὐκ ἐώνητʼ· οὐ γὰρ ᾔδειν ἐξιών· εἶτα προστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν. ταῦτα δʼ ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δʼ ἐξ ἄστεως ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.

1187ὧν ἔτʼ εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.

1188ΧΟΡΌΣ: πολλὰ γὰρ δή μʼ ἠδίκησαν,

1189ὄντες οἴκοι μὲν λέοντες

1190ἐν μάχῃ δʼ ἀλώπεκες.

1191ΤΡΥΓΑΙ͂ΟΣ: ἰοὺ ἰού.

1192ὅσον τὸ χρῆμʼ ἐπὶ δεῖπνον ἦλθʼ ἐς τοὺς γάμους.

1193ἔχʼ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί·

1194πάντως γὰρ οὐδὲν ὄφελός ἐστʼ αὐτῆς ἔτι.

1195ἔπειτʼ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας

1196καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.

1197ΔΡΕΠΑΝΟΥΡΓΌΣ: ποῦ ποῦ Τρυγαῖός ἐστιν;

1197bΤΡΥΓΑΙ͂ΟΣ: ἀναβράττω κίχλας.

1198ΔΡΕΠΑΝΟΥΡΓΌΣ: ὦ φίλτατʼ ὦ Τρυγαἶ ὅσʼ ἡμᾶς τἀγαθὰ

1199δέδρακας εἰρήνην ποιήσας· ὡς πρὸ τοῦ

1200οὐδεὶς ἐπρίατʼ ἂν δρέπανον οὐδὲ κολλύβου,

1201νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ·

1202ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.

1203ἀλλʼ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε

1204καὶ τῶνδʼ ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου·

1205ἀφʼ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν

1206τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.

1207ΤΡΥΓΑΙ͂ΟΣ: ἴθι νυν καταθέμενοι παρʼ ἐμοὶ ταῦτʼ εἴσιτε

1208ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ

1209ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.

Part 26

1210ΛΟΦΟΠΟΙΌΣ: οἴμʼ ὡς προθέλυμνόν μʼ ὦ Τρυγαἶ ἀπώλεσας.

1211ΤΡΥΓΑΙ͂ΟΣ: τί δʼ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;

1212ΛΟΦΟΠΟΙΌΣ: ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,

1213καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ ʼκεινονί.

1214ΤΡΥΓΑΙ͂ΟΣ: τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;

1215ΛΟΦΟΠΟΙΌΣ: αὐτὸς σὺ τί δίδως;

1215bΤΡΥΓΑΙ͂ΟΣ: ὅ τι δίδωμʼ; αἰσχύνομαι.

1216ὅμως δʼ ὅτι τὸ σφήκωμʼ ἔχει πόνον πολύν,

1217δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.

1218ἵνʼ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.

1219ΛΟΦΟΠΟΙΌΣ: ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας·

1220κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν.

1221ΤΡΥΓΑΙ͂ΟΣ: ἀπόφερʼ ἀπόφερʼ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.

1222τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.

1223οὐκ ἂν πριαίμην οὐδʼ ἂν ἰσχάδος μιᾶς.

1224ΘΩΡΑΚΟΠΏΛΗΣ: τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει

1225ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;

1226ΤΡΥΓΑΙ͂ΟΣ: οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.

1227ἀλλʼ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας·

1228ἐναποπατεῖν γάρ ἐστʼ ἐπιτήδειος πάνυ—

1229ΘΩΡΑΚΟΠΏΛΗΣ: παῦσαί μʼ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.

1230ΤΡΥΓΑΙ͂ΟΣ: ὡδὶ παραθέντι τρεῖς λίθους. οὐ δεξιῶς;

1231ΘΩΡΑΚΟΠΏΛΗΣ: ποίᾳ δʼ ἀποψήσει ποτʼ ὦμαθέστατε;

1232ΤΡΥΓΑΙ͂ΟΣ: τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς

1233καὶ τῇδʼ.

1233bΘΩΡΑΚΟΠΏΛΗΣ: ἅμʼ ἀμφοῖν δῆτʼ;

1233cΤΡΥΓΑΙ͂ΟΣ: ἔγωγε νὴ Δία,

1234ἵνα μή γʼ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.

1235ΘΩΡΑΚΟΠΏΛΗΣ: ἔπειτʼ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;

1236ΤΡΥΓΑΙ͂ΟΣ: ἔγωγε νὴ Δίʼ ὦπίτριπτʼ. οἴει γὰρ ἂν

1237τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;

1238ΘΩΡΑΚΟΠΏΛΗΣ: ἴθι δὴ ʼξένεγκε τἀργύριον.

1238bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦγαθὲ

1239θλίβει τὸν ὄρρον. ἀπόφερʼ, οὐκ ὠνήσομαι.

Part 27

1240ΣΑΛΠΙΓΓΟΠΟΙΌΣ: τί δʼ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι,

1241ἣν ἐπριάμην δραχμῶν ποθʼ ἑξήκοντʼ ἐγώ;

1242ΤΡΥΓΑΙ͂ΟΣ: μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας

1243ἔπειτʼ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον,

1244γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.

1245ΣΑΛΠΙΓΓΟΠΟΙΌΣ: οἴμοι καταγελᾷς.

1245bΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ἕτερον παραινέσω.

1246τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον,

1247ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην

1248πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται

1249τὰ σῦκʼ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.

1250ΚΡΑΝΟΠΟΙΌΣ: ὦ δυσκάθαρτε δαῖμον ὥς μʼ ἀπώλεσας,

1251ὅτʼ ἀντέδωκά γʼ ἀντὶ τῶνδε μνᾶν ποτέ·

1252καὶ νῦν τί δράσω; τίς γὰρ αὔτʼ ὠνήσεται;

1253ΤΡΥΓΑΙ͂ΟΣ: πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις·

1254ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.

1255ΔΟΡΥΞΌΣ: οἴμʼ ὦ κρανοποίʼ ὡς ἀθλίως πεπράγαμεν.

1256ΤΡΥΓΑΙ͂ΟΣ: οὗτος μὲν οὐ πέπονθεν οὐδέν.

1256bΔΟΡΥΞΌΣ: ἀλλὰ τί

1257ἔτʼ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;

1258ΤΡΥΓΑΙ͂ΟΣ: ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν,

1259ἄμεινον ἢ νῦν αὔτʼ ἀποδώσεται πολύ.

1260ΚΡΑΝΟΠΟΙΌΣ: ἀπίωμεν ὦ δορυξέ.

1260bΤΡΥΓΑΙ͂ΟΣ: μηδαμῶς γʼ, ἐπεὶ

1261τούτῳ γʼ ἐγὼ τὰ δόρατα ταῦτʼ ὠνήσομαι.

1262ΔΟΡΥΞΌΣ: πόσον δίδως δῆτʼ;

1262bΤΡΥΓΑΙ͂ΟΣ: εἰ διαπρισθεῖεν δίχα,

1263λάβοιμʼ ἂν αὔτʼ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς.

1264ΔΟΡΥΞΌΣ: ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών.

1265ΤΡΥΓΑΙ͂ΟΣ: νὴ τὸν Δίʼ, ὡς τὰ παιδίʼ ἤδη ʼξέρχεται

1266οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρʼ, ἵνα

1267ἅττʼ ᾄσεται προαναβάληταί μοι δοκεῖ.

1268ἀλλʼ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον,

1269αὐτοῦ παρʼ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ ʼνθαδί.

1270ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: νῦν αὖθʼ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—

1270bΤΡΥΓΑΙ͂ΟΣ: παῦσαι

1271ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον

1272εἰρήνης οὔσης· ἀμαθές γʼ εἶ καὶ κατάρατον.

1273ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,

1274σύν ῥʼ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.

1275ΤΡΥΓΑΙ͂ΟΣ: ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;

Part 28

1276ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.

1277ΤΡΥΓΑΙ͂ΟΣ: ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον

1278οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.

1279ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ἀλλὰ τί δῆτʼ ᾄδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.

1280ΤΡΥΓΑΙ͂ΟΣ: ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί·

1281ἄριστον προτίθεντο καὶ ἅτθʼ ἥδιστα πάσασθαι.

1282ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων

1283ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.

1284ΤΡΥΓΑΙ͂ΟΣ: εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτʼ ἤσθιον.

1285ταῦτʼ ᾆδε, ταῦθʼ, ὡς ἤσθιον κεκορημένοι.

1286ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: θωρήσσοντʼ ἄρʼ ὄτειτα πεπαυμένοι—

1286bΤΡΥΓΑΙ͂ΟΣ: ἄσμενοι, οἶμαι.

1287ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: πύργων δʼ ἐξεχέοντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.

1288ΤΡΥΓΑΙ͂ΟΣ: κάκιστʼ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις·

1289οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. τοῦ καί ποτʼ εἶ;

1290ΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: ἐγώ;

1290bΤΡΥΓΑΙ͂ΟΣ: σὺ μέντοι νὴ Δίʼ.

1290cΠΑΙ͂Σ ΛΑΜΆΧΟΥ: υἱὸς Λαμάχου.

1291ΤΡΥΓΑΙ͂ΟΣ: αἰβοῖ·

1292ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης

1293ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.

1294ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδʼ ἰών.

1295ποῦ μοι τὸ τοῦ Κλεωνύμου ʼστὶ παιδίον;

1296ᾆσον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδʼ ὅτι

1297οὐ πράγματʼ ᾄσει· σώφρονος γὰρ εἶ πατρός.

1298ΠΑΙ͂Σ ΚΛΕΩΝΎΜΟΥ: ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ

1299ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.

1300ΤΡΥΓΑΙ͂ΟΣ: εἰπέ μοι ὦ πόσθων, ἐς τὸν σαυτοῦ πατέρʼ ᾄδεις;

1301ΠΑΙ͂Σ ΚΛΕΩΝΎΜΟΥ: ψυχὴν δʼ ἐξεσάωσα—

1301bΤΡΥΓΑΙ͂ΟΣ: κατῄσχυνας δὲ τοκῆας.

1302ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ εἰσίωμεν. εὖ γὰρ οἶδʼ ἐγὼ σαφῶς

1303ὅτι ταῦθʼ ὅσʼ ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος

1304οὐ μὴ ʼπιλάθῃ ποτʼ ὢν ἐκείνου τοῦ πατρός.

1305ΤΡΥΓΑΙ͂ΟΣ: ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη ʼνταῦθα τῶν μενόντων

1306φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν.

1307ἀλλʼ ἀνδρικῶς ἐμβάλλετε

1308καὶ σμώχετʼ ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γὰρ ὦ πόνηροι

1310λευκῶν ὀδόντων ἔργον ἐστʼ, ἢν μή τι καὶ μασῶνται.

Part 29

1311ΧΟΡΌΣ: ἡμῖν μελήσει ταῦτά γʼ· εὖ ποιεῖς δὲ καὶ σὺ φράζων.

1312ΤΡΥΓΑΙ͂ΟΣ: ἀλλʼ ὦ πρὸ τοῦ πεινῶντες ἐμβάλλεσθε τῶν λαγῴων·

1313ὡς οὐχὶ πᾶσαν ἡμέραν

1314πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις.

1315πρὸς ταῦτα βρύκετʼ ἢ τάχʼ ἡμῖν φημι μεταμελήσειν.

1316ΧΟΡΌΣ: εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν

1317δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπιχορεύειν.

1318καὶ τὰ σκεύη πάλιν ἐς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν

1319ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας,

1320ΧΟΡΌΣ: κἀπευξαμένους τοῖσι θεοῖσιν

1321διδόναι πλοῦτον τοῖς Ἕλλησιν,

1322κριθάς τε ποιεῖν ἡμᾶς πολλὰς

1323πάντας ὁμοίως οἶνόν τε πολύν,

1324σῦκά τε τρώγειν,

1325τάς τε γυναῖκας τίκτειν ἡμῖν,

1326καὶ τἀγαθὰ πάνθʼ ὅσʼ ἀπωλέσαμεν

1327συλλέξασθαι πάλιν ἐξ ἀρχῆς,

1328λῆξαί τʼ αἴθωνα σίδηρον.

1329ΤΡΥΓΑΙ͂ΟΣ: δεῦρʼ ὦ γύναι εἰς ἀγρόν,

1330χὤπως μετʼ ἐμοῦ καλὴ

1331καλῶς κατακείσει.

1332Ὑμὴν Ὑμέναιʼ ὦ.

1333ἩΜΙΧΌΡΙΟΝ Β: ὦ τρὶς μάκαρ ὡς δικαίως

1334τἀγαθὰ νῦν ἔχεις.

1335ἩΜΙΧΌΡΙΟΝ Α: Ὑμὴν Ὑμέναιʼ ὦ.

1335aἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ.

1336ἩΜΙΧΌΡΙΟΝ Α: τί δράσομεν αὐτήν;

1337ἩΜΙΧΌΡΙΟΝ Β: τί δράσομεν αὐτήν;

1338ἩΜΙΧΌΡΙΟΝ Α: τρυγήσομεν αὐτήν,

1339ἩΜΙΧΌΡΙΟΝ Β: τρυγήσομεν αὐτήν.

1340ἩΜΙΧΌΡΙΟΝ Α: ἀλλʼ ἀράμενοι φέρωμεν

1340aοἱ προτεταγμένοι

1341τὸν νυμφίον ὦνδρες.

1342ἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ,

1343ἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ,

1344ΤΡΥΓΑΙ͂ΟΣ: οἰκήσετε γοῦν καλῶς

1345οὐ πράγματʼ ἔχοντες, ἀλλὰ

1346συκολογοῦντες.

1347ἩΜΙΧΌΡΙΟΝ Β: Ὑμὴν Ὑμέναιʼ ὦ,

1348ἩΜΙΧΌΡΙΟΝ Α: Ὑμὴν Ὑμέναιʼ ὦ.

1349ἩΜΙΧΌΡΙΟΝ Β: τοῦ μὲν μέγα καὶ παχύ.

1350ἩΜΙΧΌΡΙΟΝ Α: τῆς δʼ ἡδὺ τὸ σῦκον.

Part 30

1351ΤΡΥΓΑΙ͂ΟΣ: φήσεις γʼ ὅταν ἐσθίῃς

1352οἶνόν τε πίῃς πολύν.

1353ΧΟΡΌΣ: Ὑμὴν Ὑμέναιʼ ὦ,

1354Ὑμὴν Ὑμέναιʼ ὦ.

1355ΤΡΥΓΑΙ͂ΟΣ: ὦ χαίρετε χαίρετʼ ἄνδρες,

1356κἂν ξυνέπησθέ μοι

1357πλακοῦντας ἔδεσθε.

Source: Perseus Digital Library

Back to top ↑